Exodos
Ἰάσων
γυναῖκες, αἳ τῆσδ’ ἐγγὺς ἕστατε στέγης,
ἆρ’ ἐν δόμοισιν ἡ τὰ δείν’ εἰργασμένη
1295 Μήδεια τοῖσδ’ ἔτ’, ἢ μεθέστηκεν φυγῇ;
δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω,
ἢ πτηνὸν ἆραι σῶμ’ ἐς αἰθέρος βάθος,
εἰ μὴ τυράννων δώμασιν δώσει δίκην·
πέποιθ’ ἀποκτείνασα κοιράνους χθονὸς
1300 ἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων;
ἀλλ’ οὐ γὰρ αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω·
κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς,
ἐμῶν δὲ παίδων ἦλθον ἐκσῴσων βίον,
μή μοί τι δράσωσ’ οἱ προσήκοντες γένει,
1305 μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον.
Χορός
ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας,
Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους.
Ἰάσων
τί δ’ ἔστιν; ἦ που κἄμ’ ἀποκτεῖναι θέλει;
Χορός
παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν.
Ἰάσων
1310 οἴμοι τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.
Χορός
ὡς οὐκέτ’ ὄντων σῶν τέκνων φρόντιζε δή.
Ἰάσων
ποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ἢ ἔξωθεν δόμων;
Χορός
πύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον.
Ἰάσων
χαλᾶτε κλῇδας ὡς τάχιστα, πρόσπολοι,
1315 ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν,
τοὺς μὲν θανόντας—τὴν δὲ τείσωμαι δίκην.
Μήδεια
τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας,
νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;
παῦσαι πόνου τοῦδ’. εἰ δ’ ἐμοῦ χρείαν ἔχεις,
1320 λέγ’, εἴ τι βούλῃ, χειρὶ δ’ οὐ ψαύσεις ποτέ.
τοιόνδ’ ὄχημα πατρὸς Ἥλιος πατὴρ
δίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός.
Ἰάσων
ὦ μῖσος, ὦ μέγιστον ἐχθίστη γύναι
θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει,
1325 ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος
ἔτλης τεκοῦσα, κἄμ’ ἄπαιδ’ ἀπώλεσας·
καὶ ταῦτα δράσασ’ ἥλιόν τε προσβλέπεις
καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον·
ὄλοι’· ἐγὼ δὲ νῦν φρονῶ, τότ’ οὐ φρονῶν,
1330 ὅτ’ ἐκ δόμων σε βαρβάρου τ’ ἀπὸ χθονὸς
Ἕλλην’ ἐς οἶκον ἠγόμην, κακὸν μέγα,
πατρός τε καὶ γῆς προδότιν ἥ σ’ ἐθρέψατο.
τὸν σὸν δ’ ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί·
κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον
1335 τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος.
ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲ
παρ’ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα,
εὐνῆς ἕκατι καὶ λέχους σφ’ ἀπώλεσας.
οὐκ ἔστιν ἥτις τοῦτ’ ἂν Ἑλληνὶς γυνὴ
1340 ἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ
γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί,
λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος
Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.
ἀλλ’ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσι
1345 δάκοιμι· τοιόνδ’ ἐμπέφυκέ σοι θράσος·
ἔρρ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε·
ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’ αἰάζειν πάρα,
ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι,
οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην
1350 ἕξω προσειπεῖν ζῶντας, ἀλλ’ ἀπώλεσα.
Μήδεια
μακρὰν ἂν ἐξέτεινα τοῖσδ’ ἐναντίον
λόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο
οἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω·
σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχη
1355 τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοί·
οὐδ’ ἡ τύραννος, οὐδ’ ὁ σοὶ προσθεὶς γάμους
Κρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός.
πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλει
καὶ Σκύλλαν ἣ Τυρσηνὸν ᾤκησεν πέδον·
1360 τῆς σῆς γὰρ ὡς χρὴ καρδίας ἀνθηψάμην.
Ἰάσων
καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ.
Μήδεια
σάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾷς.
Ἰάσων
ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε.
Μήδεια
ὦ παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ.
Ἰάσων
1365 οὔτοι νυν ἡμὴ δεξιά σφ’ ἀπώλεσεν.
Μήδεια
ἀλλ’ ὕβρις, οἵ τε σοὶ νεοδμῆτες γάμοι.
Ἰάσων
λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν.
Μήδεια
σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς;
Ἰάσων
ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά.
Μήδεια
1370 οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται.
Ἰάσων
οἵδ’ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες.
Μήδεια
ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.
Ἰάσων
ἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα.
Μήδεια
στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.
Ἰάσων
1375 καὶ μὴν ἐγὼ σήν· ῥᾴδιον δ’ ἀπαλλαγαί.
Μήδεια
πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.
Ἰάσων
θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.
Μήδεια
οὐ δῆτ’, ἐπεί σφας τῇδ’ ἐγὼ θάψω χερί,
φέρουσ’ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ,
1380 ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ,
τύμβους ἀνασπῶν· γῇ δὲ τῇδε Σισύφου
σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν
τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.
αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως,
1385 Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.
σὺ δ’, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς,
Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος,
πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.
Ἰάσων
ἀλλά σ’ Ἐρινὺς ὀλέσειε τέκνων
1390 φονία τε Δίκη.
Μήδεια
τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων,
τοῦ ψευδόρκου καὶ ξειναπάτου;
Ἰάσων
φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ.
Μήδεια
στεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον.
Ἰάσων
1395 στείχω, δισσῶν γ’ ἄμορος τέκνων.
Μήδεια
οὔπω θρηνεῖς· μένε καὶ γῆρας.
Ἰάσων
ὦ τέκνα φίλτατα.
μητρί γε, σοὶ δ’ οὔ.
κἄπειτ’ ἔκανες;
σέ γε πημαίνουσ’.
ὤμοι, φιλίου χρῄζω στόματος
1400 παίδων ὁ τάλας προσπτύξασθαι.
Μήδεια
νῦν σφε προσαυδᾷς, νῦν ἀσπάζῃ,
τότ’ ἀπωσάμενος.
δός μοι πρὸς θεῶν
Ἰάσων
μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων.
Μήδεια
οὐκ ἔστι· μάτην ἔπος ἔρριπται.
Ἰάσων
1405 Ζεῦ, τάδ’ ἀκούεις ὡς ἀπελαυνόμεθ’,
οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς
καὶ παιδοφόνου τῆσδε λεαίνης;
ἀλλ’ ὁπόσον γοῦν πάρα καὶ δύναμαι
τάδε καὶ θρηνῶ κἀπιθεάζω,
1410 μαρτυρόμενος δαίμονας ὥς μοι
τέκνα κτείνασ’ ἀποκωλύεις
ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς,
οὓς μήποτ’ ἐγὼ φύσας ὄφελον
πρὸς σοῦ φθιμένους ἐπιδέσθαι.
Χορός
1415 πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ,
πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,
τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up