Third Episode
Αἰγεύς
Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον
κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
Μήδεια
665 ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,
Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον;
Αἰγεύς
Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
Μήδεια
τί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;
Αἰγεύς
παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.
Μήδεια
670 πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον;
Αἰγεύς
ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.
Μήδεια
δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν;
Αἰγεύς
οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.
Μήδεια
τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
Αἰγεύς
675 σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη.
Μήδεια
θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;
Αἰγεύς
μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.
Μήδεια
τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.
Αἰγεύς
ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα—
Μήδεια
680 πρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα;
Αἰγεύς
πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.
Μήδεια
σὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;
Αἰγεύς
Πιτθεύς τις ἔστι, γῆς ἄναξ Tροζηνίας. . . . 
Μήδεια
παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.
Αἰγεύς
685 τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω.
Μήδεια
σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.
Αἰγεύς
κἀμοί γε πάντων φίλτατος δορυξένων.
Μήδεια
ἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.
Αἰγεύς
τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;
Μήδεια
690 Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.
Αἰγεύς
τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.
Μήδεια
ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
Αἰγεύς
τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
Μήδεια
γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει.
Αἰγεύς
695 οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε;
Μήδεια
σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.
Αἰγεύς
πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;
Μήδεια
μέγαν γ’ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις.
Αἰγεύς
ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.
Μήδεια
700 ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.
Αἰγεύς
δίδωσι δ’ αὐτῷ τίς; πέραινέ μοι λόγον.
Μήδεια
Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.
Αἰγεύς
συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι.
Μήδεια
ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός.
Αἰγεύς
705 πρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν.
Μήδεια
Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας.
Αἰγεύς
ἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα.
Μήδεια
λόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται.
ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδος
710 γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι,
οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα
καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς,
δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.
οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος
715 γένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις.
εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε·
παύσω δέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς
σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα.
Αἰγεύς
πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,
720 γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,
ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς·
ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.
οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα,
πειράσομαί σου προξενεῖν δίκαιος ὤν.
725 τόσον γε μέντοι σοι προσημαίνω, γύναι·
ἐκ τῆσδε μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι,
αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους,
μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.
ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα·
730 ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.
Μήδεια
ἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοι
τούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς.
Αἰγεύς
μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές;
Μήδεια
πέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος
735 Κρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς
ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ·
λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος
φίλος γένοι’ ἂν τἀπικηρυκεύματα·—
οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,
740 τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός.
Αἰγεύς
πολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν·
ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι.
ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστατα,
σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,
745 τὸ σόν τ’ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς.
Μήδεια
ὄμνυ πέδον Γῆς, πατέρα θ’ Ἥλιον πατρὸς
τοὐμοῦ, θεῶν τε συντιθεὶς ἅπαν γένος.
Αἰγεύς
τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
Μήδεια
μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε,
750 μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν
χρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ.
Αἰγεύς
ὄμνυμι Γαῖαν Ἡλίου θ’ ἁγνὸν σέβας
θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.
Μήδεια
ἀρκεῖ· τί δ’ ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις;
Αἰγεύς
755 ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.
Μήδεια
χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.
κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι,
πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι.
Χορός
ἀλλά σ’ ὁ Μαίας πομπαῖος ἄναξ
760 πελάσειε δόμοις, ὧν τ’ ἐπίνοιαν
σπεύδεις κατέχων πράξειας, ἐπεὶ
γενναῖος ἀνήρ,
Αἰγεῦ, παρ’ ἐμοὶ δεδόκησαι.
Μήδεια
ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,
765 νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,
γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν·
νῦν δ’ ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.
οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ’ ἐκάμνομεν
λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·
770 ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων,
μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.
ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα
λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.
πέμψασ’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσονα
775 ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι·
μολόντι δ’ αὐτῷ μαλθακοὺς λέξω λόγους,
ὡς καὶ δοκεῖ μοι ταὐτά, καὶ καλῶς ἔχειν
γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει·
καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα.
780 παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,
οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸς
ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι,
ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν,
785 νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα,
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·
κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ,
κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγῃ κόρης·
τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.
790 ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον·
ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον
τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ
τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·
δόμον τε πάντα συγχέασ’ Ἰάσονος
795 ἔξειμι γαίας, φιλτάτων παίδων φόνον
φεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον.
οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.
ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς
οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν.
800 ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον
δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις
πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.
οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
805 νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴν
θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
μηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου,
βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·
810 τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος.
Χορός
ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον,
σέ τ’’ ὠφελεῖν θέλουσα, καὶ νόμοις βροτῶν
ξυλλαμβάνουσα, δρᾶν σ’ ἀπεννέπω τάδε.
Μήδεια
οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν
815 τάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς.
Χορός
ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;
Μήδεια
οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.
Χορός
σὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή.
Μήδεια
ἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι.
820 ἀλλ’ εἶα χώρει καὶ κόμιζ’ Ἰάσονα·
ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα.
λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων,
εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ’ ἔφυς.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up