Fifth Episode
Παιδαγωγός
δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς,
καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν
ἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
1005 ἔα.
1005 τί συγχυθεῖσ’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς;
τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα
κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;
Μήδεια
αἰαῖ.
τάδ’ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.
αἰαῖ μάλ’ αὖθις.
μῶν τιν’ ἀγγέλλων τύχην
Παιδαγωγός
1010 οὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου;
Μήδεια
ἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.·
Παιδαγωγός
τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς;
Μήδεια
πολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ
κἀγὼ κακῶς φρονοῦσ’ ἐμηχανησάμην.
Παιδαγωγός
1015 θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.
Μήδεια
ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ.
Παιδαγωγός
οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων·
κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.
Μήδεια
δράσω τάδ’. ἀλλὰ βαῖνε δωμάτων ἔσω
1020 καὶ παισὶ πόρσυν’ οἷα χρὴ καθ’ ἡμέραν.
ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλις
καὶ δῶμ’, ἐν ᾧ, λιπόντες ἀθλίαν ἐμέ,
οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι·
ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
1025 πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,
πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίους
εὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν.
ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην,
1030 ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
στερρὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας.
ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας
πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
1035 ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ
γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί.
ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις
ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.
1040 φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα;
τί προσγελᾶτε τὸν πανύστατον γέλων;
αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,
γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
1045 τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.
τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
οὐ δῆτ’ ἔγωγε. χαιρέτω βουλεύματα.
καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖν
1050 ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;
τολμητέον τάδ’. ἀλλὰ τῆς ἐμῆς κάκης,
τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
1055 αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ.
ἆ ἆ.
μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε·
ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·
ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
μὰ τοὺς παρ’ Ἅιδῃ νερτέρους ἀλάστορας,
1060 οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼ
παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.
1065 καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ
νύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ.
ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν,
καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
παῖδας προσειπεῖν βούλομαι.—δότ’, ὦ τέκνα,
1070 δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων,
εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδε
πατὴρ ἀφείλετ’. ὦ γλυκεῖα προσβολή,
1075 ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων.
χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν
οἵα τε πρὸς ὑμᾶς, ἀλλὰ νικῶμαι κακοῖς.
καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
1080 ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.
Χορός
πολλάκις ἤδη
διὰ λεπτοτέρων μύθων ἔμολον
καὶ πρὸς ἁμίλλας ἦλθον μείζους
ἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν·
1085 ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν,
ἣ προσομιλεῖ σοφίας ἕνεκεν·
πάσαισι μὲν οὔ· παῦρον δὲ δὴ
γένος ἐν πολλαῖς εὕροις ἂν ἴσως
κοὐκ ἀπόμουσον τὸ γυναικῶν.
1090 καί φημι βροτῶν οἵτινές εἰσιν
πάμπαν ἄπειροι μηδ’ ἐφύτευσαν
παῖδας, προφέρειν εἰς εὐτυχίαν
τῶν γειναμένων.
οἱ μὲν ἄτεκνοι δι’ ἀπειροσύνην
1095 εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν
παῖδες τελέθουσ’ οὐχὶ τυχόντες
πολλῶν μόχθων ἀπέχονται·
οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις
γλυκερὸν βλάστημ’, ὁρῶ μελέτῃ
1100 κατατρυχομένους τὸν ἅπαντα χρόνον,
πρῶτον μὲν ὅπως θρέψουσι καλῶς
βίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις·
ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροις
εἴτ’ ἐπὶ χρηστοῖς
μοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον.
1105 ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη
πᾶσιν κατερῶ θνητοῖσι κακόν·
καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρον
σῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνων
χρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαι
1110 δαίμων οὕτως, φροῦδος ἐς Ἅιδην
θάνατος προφέρων σώματα τέκνων.
πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις
τήνδ’ ἔτι λύπην ἀνιαροτάτην
παίδων ἕνεκεν
1115 θνητοῖσι θεοὺς ἐπιβάλλειν;
Μήδεια
φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην
καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.
καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος
στείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένον
1120 δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν.
Ἄγγελος
ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,
Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν
λιποῦσ’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ.
Μήδεια
τί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;
Ἄγγελος
1125 ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη
Κρέων θ’ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο.
Μήδεια
κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις
τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ.
Ἄγγελος
τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι,
1130 ἥτις, τυράννων ἑστίαν ᾐκισμένη,
χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε;
Μήδεια
ἔχω τι κἀγὼ τοῖς γε σοῖς ἐναντίον
λόγοισιν εἰπεῖν· ἀλλὰ μὴ σπέρχου, φίλος,
λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν
1135 τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.
Ἄγγελος
ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ
σὺν πατρί, καὶ παρῆλθε νυμφικοὺς δόμους,
ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς
δμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγος
1140 σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν.
κυνεῖ δ’ ὃ μέν τις χεῖρ’, ὃ δὲ ξανθὸν κάρα
παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο
στέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην.
δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,
1145 πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα,
πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα·
ἔπειτα μέντοι προὐκαλύψατ’ ὄμματα
λευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα,
παίδων μυσαχθεῖσ’ εἰσόδους· πόσις δὲ σὸς
1150 ὀργάς τ’ ἀφῄρει καὶ χόλον νεάνιδος
λέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις,
παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,
φίλους νομίζουσ’ οὕσπερ ἂν πόσις σέθεν,
δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς
1155 φυγὰς ἀφεῖναι παισὶ τοῖσδ’, ἐμὴν χάριν;
ἣ δ’ ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,
ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων
μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας, σέθεν
λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,
1160 χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις
λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην,
ἄψυχον εἰκὼ προσγελῶσα σώματος.
κἄπειτ’ ἀναστᾶσ’ ἐκ θρόνων διέρχεται
στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί,
1165 δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις
τένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.
τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν·
χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν
χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει
1170 θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.
καί τις γεραιὰ προσπόλων, δόξασά που
ἢ Πανὸς ὀργὰς ἢ τινὸς θεῶν μολεῖν,
ἀνωλόλυξε, πρίν γ’ ὁρᾷ διὰ στόμα
χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄπο
1175 κόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ·
εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν
κωκυτόν. εὐθὺς δ’ ἣ μὲν ἐς πατρὸς δόμους
ὥρμησεν, ἣ δὲ πρὸς τὸν ἀρτίως πόσιν
φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ
1180 στέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν.
ἤδη δ’ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμου
ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο,
ἣ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος
δεινὸν στενάξασ’ ἡ τάλαιν’ ἠγείρετο.
1185 διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο·
χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,
πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,
λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
1190 φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη,
σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε,
ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως
σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην
ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
1195 πίτνει δ’ ἐς οὖδας συμφορᾷ νικωμένη,
πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·
οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου
ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,
1200 σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ
γναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον,
δεινὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖν
νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.
πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ
1205 ἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ·
ᾤμωξε δ’ εὐθύς, καὶ περιπτύξας χέρας
κυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ,
τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσε;
τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
1210 τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.
ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης
λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα·
1215 ὃ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ,
ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι,
σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων.
χρόνῳ δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμορος
ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος.
1220 κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ
πέλας, ποθεινὴ δακρύοισι συμφορά.
καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν.
τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
1225 οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν
δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·
ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος
1230 ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ.
Χορός
ἔοιχ’ ὁ δαίμων πολλὰ τῇδ’ ἐν ἡμέρᾳ
κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.
ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν,
κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους
1235 οἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος.
Μήδεια
φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι
παῖδας κτανούσῃ τῆσδ’ ἀφορμᾶσθαι χθονός,
καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα
ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί.
1240 πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
ἡμεῖς κτενοῦμεν, οἵπερ ἐξεφύσαμεν.
ἀλλ’ εἶ’ ὁπλίζου, καρδία. τί μέλλομεν
τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;
ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,
1245 λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου,
καὶ μὴ κακισθῇς μηδ’ ἀναμνησθῇς τέκνων,
ὡς φίλταθ’, ὡς ἔτικτες· ἀλλὰ τήνδε γε
λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν,
κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμως
1250 φίλοι γ’ ἔφυσαν—δυστυχὴς δ’ ἐγὼ γυνή.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up