Third Stasimon
ἆρʼ ἐν παννυχίοις χοροῖς
θήσω ποτὲ λευκὸν
πόδʼ ἀναβακχεύουσα, δέραν
865 εἰς αἰθέρα δροσερὸν ῥίπτουσʼ,
ὡς νεβρὸς χλοεραῖς ἐμπαί-
ζουσα λείμακος ἡδοναῖς,
ἡνίκʼ ἂν φοβερὰν φύγῃ
θήραν ἔξω φυλακᾶς
870 εὐπλέκτων ὑπὲρ ἀρκύων,
θωΰσσων δὲ κυναγέτας
συντείνῃ δράμημα κυνῶν·
μόχθοις τʼ ὠκυδρόμοις τʼ ἀέλ-
λαις θρῴσκει πεδίον
παραποτάμιον, ἡδομένα
875 βροτῶν ἐρημίαις σκιαρο-
κόμοιό τʼ ἔρνεσιν ὕλας.
τί τὸ σοφόν; τί τὸ κάλλιον
παρὰ θεῶν γέρας ἐν βροτοῖς
χεῖρʼ ὑπὲρ κορυφᾶς
880 τῶν ἐχθρῶν κρείσσω κατέχειν;
τι καλὸν φίλον ἀεί.
ὁρμᾶται μόλις, ἀλλʼ ὅμως
πιστόν τι τὸ θεῖον
σθένος· ἀπευθύνει δὲ βροτῶν
885 τούς τʼ ἀγνωμοσύναν τιμῶν-
τας καὶ μὴ τὰ θεῶν αὔξον-
τας σὺν μαινομένᾳ δόξᾳ.
κρυπτεύουσι δὲ ποικίλως
δαρὸν χρόνου πόδα καὶ
890 θηρῶσιν τὸν ἄσεπτον. οὐ
γὰρ κρεῖσσόν ποτε τῶν νόμων
γιγνώσκειν χρὴ καὶ μελετᾶν.
κούφα γὰρ δαπάνα νομί-
ζειν ἰσχὺν τόδʼ ἔχειν,
τι ποτʼ ἄρα τὸ δαιμόνιον,
895 τό τʼ ἐν χρόνῳ μακρῷ νόμιμον
ἀεὶ φύσει τε πεφυκός.
τί τὸ σοφόν; τί τὸ κάλλιον
παρὰ θεῶν γέρας ἐν βροτοῖς
χεῖρʼ ὑπὲρ κορυφᾶς
900 τῶν ἐχθρῶν κρείσσω κατέχειν;
τι καλὸν φίλον ἀεί.
Χορός
εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας
ἔφυγε χεῖμα, λιμένα δʼ ἔκιχεν·
εὐδαίμων δʼ ὃς ὕπερθε μόχθων
905 ἐγένεθʼ· ἑτέρᾳ δʼ ἕτερος ἕτερον
ὄλβῳ καὶ δυνάμει παρῆλθεν.
μυρίαι δʼ ἔτι μυρίοις
εἰσὶν ἐλπίδες· αἳ μὲν
τελευτῶσιν ἐν ὄλβῳ
βροτοῖς, αἳ δʼ ἀπέβησαν·
910 τὸ δὲ κατʼ ἦμαρ ὅτῳ βίοτος
εὐδαίμων, μακαρίζω.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up