The Palace Miracle
Διόνυσος
ἰώ,
κλύετʼ ἐμᾶς κλύετʼ αὐδᾶς,
ἰὼ βάκχαι, ἰὼ βάκχαι.
Χορός
τίς ὅδε, τίς ὅδε πόθεν κέλαδος
ἀνά μʼ ἐκάλεσεν Εὐίου;
Διόνυσος
580 ἰὼ ἰώ, πάλιν αὐδῶ,
Σεμέλας, Διὸς παῖς.
Χορός
ἰὼ ἰὼ δέσποτα δέσποτα,
μόλε νυν ἡμέτερον ἐς
θίασον, Βρόμιε Βρόμιε.
Διόνυσος
585 σεῖε πέδον χθονὸς Ἔννοσι πότνια.
Χορός
,
τάχα τὰ Πενθέως μέλαθρα διατι-
νάξεται πεσήμασιν.
Διόνυσος ἀνὰ μέλαθρα·
590 σέβετέ νιν. — σέβομεν .
εἴδετε λάινα κίοσιν ἔμβολα
διάδρομα τάδε; Βρόμιος ὅδʼ ἀλα-
λάζεται στέγας ἔσω.
Διόνυσος
ἅπτε κεραύνιον αἴθοπα λαμπάδα·
595 σύμφλεγε σύμφλεγε δώματα Πενθέος.
Χορός
,
πῦρ οὐ λεύσσεις, οὐδʼ αὐγάζῃ,
Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅν
ποτε κεραυνόβολος ἔλιπε φλόγα
Δίου βροντᾶς;
600 δίκετε πεδόσε τρομερὰ σώματα
δίκετε, Μαινάδες· γὰρ ἄναξ
ἄνω κάτω τιθεὶς ἔπεισι
μέλαθρα τάδε Διὸς γόνος.
Διόνυσος
βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳ
605 πρὸς πέδῳ πεπτώκατʼ; ᾔσθησθʼ, ὡς ἔοικε, Βακχίου
διατινάξαντος δῶμα Πενθέως· ἀλλʼ ἐξανίστατε
σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.
Χορός
φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,
ὡς ἐσεῖδον ἀσμένη σε, μονάδʼ ἔχουσʼ ἐρημίαν.
Διόνυσος
610 εἰς ἀθυμίαν ἀφίκεσθʼ, ἡνίκʼ εἰσεπεμπόμην,
Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος;
Χορός
πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;
ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών;
Διόνυσος
αὐτὸς ἐξέσῳσʼ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου.
Χορός
615 οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις;
Διόνυσος
ταῦτα καὶ καθύβρισʼ αὐτόν, ὅτι με δεσμεύειν δοκῶν
οὔτʼ ἔθιγεν οὔθʼ ἥψαθʼ ἡμῶν, ἐλπίσιν δʼ ἐβόσκετο.
πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξʼ ἡμᾶς ἄγων,
τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν,
620 θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο,
χείλεσιν διδοὺς ὀδόντας· πλησίον δʼ ἐγὼ παρὼν
ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ
ἀνετίναξʼ ἐλθὼν Βάκχος δῶμα καὶ μητρὸς τάφῳ
πῦρ ἀνῆψʼ· δʼ ὡς ἐσεῖδε, δώματʼ αἴθεσθαι δοκῶν,
625 ᾖσσʼ ἐκεῖσε κᾆτʼ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν
ἐννέπων, ἅπας δʼ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν.
διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος,
ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.
κᾆθʼ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,
630 φάσμʼ ἐποίησεν κατʼ αὐλήν· δʼ ἐπὶ τοῦθʼ ὡρμημένος
ᾖσσε κἀκέντει φαεννὸν αἰθέρʼ, ὡς σφάζων ἐμέ.
πρὸς δὲ τοῖσδʼ αὐτῷ τάδʼ ἄλλα Βάκχιος λυμαίνεται·
δώματʼ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δʼ ἅπαν
πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δʼ ὕπο
635 διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ
ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δʼ ἐκβὰς ἐγὼ
δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.
ὡς δέ μοι δοκεῖψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω
ἐς προνώπιʼ αὐτίχʼ ἥξει. τί ποτʼ ἄρʼ ἐκ τούτων ἐρεῖ;
640 ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα.
πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρονʼ εὐοργησίαν.
Πενθεύς
πέπονθα δεινά· διαπέφευγέ μʼ ξένος,
ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.
ἔα ἔα·
645 ὅδʼ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος
φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;
Διόνυσος
στῆσον πόδʼ, ὀργῇ δʼ ὑπόθες ἥσυχον πόδα.
Πενθεύς
πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς;
Διόνυσος
οὐκ εἶπον οὐκ ἤκουσασὅτι λύσει μέ τις;
Πενθεύς
650 τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.
Διόνυσος
ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.
ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν.
Πενθεύς
κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ.
Διόνυσος
τί δʼ; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;
Πενθεύς
655 σοφὸς σοφὸς σύ, πλὴν δεῖ σʼ εἶναι σοφόν.
Διόνυσος
δεῖ μάλιστα, ταῦτʼ ἔγωγʼ ἔφυν σοφός.
κείνου δʼ ἀκούσας πρῶτα τοὺς λόγους μάθε,
ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι·
ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.
Ἄγγελος
660 Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,
ἥκω Κιθαιρῶνʼ ἐκλιπών, ἵνʼ οὔποτε
λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.
Πενθεύς
ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;
Ἄγγελος
βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς
665 οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,
ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ,
ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.
θέλω δʼ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ
φράσω τὰ κεῖθεν λόγον στειλώμεθα·
670 τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικʼ, ἄναξ,
καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.
Πενθεύς
λέγʼ, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.
τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.
ὅσῳ δʼ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι,
675 τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας
γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.
Ἄγγελος
ἀγελαῖα μὲν βοσκήματʼ ἄρτι πρὸς λέπας
μόσχων ὑπεξήκριζον, ἡνίχʼ ἥλιος
ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.
680 ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν,
ὧν ἦρχʼ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου
μήτηρ Ἀγαύη σή, τρίτου δʼ Ἰνὼ χοροῦ.
ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι,
αἳ μὲν πρὸς ἐλάτης νῶτʼ ἐρείσασαι φόβην,
685 αἳ δʼ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα
εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς
ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ
θηρᾶν καθʼ ὕλην Κύπριν ἠρημωμένας.
σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις
690 σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας,
μυκήμαθʼ ὡς ἤκουσε κεροφόρων βοῶν.
αἳ δʼ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον
ἀνῇξαν ὀρθαί, θαῦμʼ ἰδεῖν εὐκοσμίας,
νέαι παλαιαὶ παρθένοι τʼ ἔτʼ ἄζυγες.
695 καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας
νεβρίδας τʼ ἀνεστείλανθʼ ὅσαισιν ἁμμάτων
σύνδεσμʼ ἐλέλυτο, καὶ καταστίκτους δορὰς
ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.
αἳ δʼ ἀγκάλαισι δορκάδʼ σκύμνους λύκων
700 ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα,
ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι
βρέφη λιπούσαις· ἐπὶ δʼ ἔθεντο κισσίνους
στεφάνους δρυός τε μίλακός τʼ ἀνθεσφόρου.
θύρσον δέ τις λαβοῦσʼ ἔπαισεν ἐς πέτραν,
705 ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς·
ἄλλη δὲ νάρθηκʼ ἐς πέδον καθῆκε γῆς,
καὶ τῇδε κρήνην ἐξανῆκʼ οἴνου θεός·
ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,
ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα
710 γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων
θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.
ὥστʼ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις
εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.
ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες,
715 κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν
ὡς δεινὰ δρῶσι θαυμάτων τʼ ἐπάξια·
καί τις πλάνης κατʼ ἄστυ καὶ τρίβων λόγων
ἔλεξεν εἰς ἅπαντας· σεμνὰς πλάκας
ναίοντες ὀρέων, θέλετε θηρασώμεθα
720 Πενθέως Ἀγαύην μητέρʼ ἐκ βακχευμάτων
χάριν τʼ ἄνακτι θώμεθα; εὖ δʼ ἡμῖν λέγειν
ἔδοξε, θάμνων δʼ ἐλλοχίζομεν φόβαις
κρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένην
ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,
725 Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον
Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευʼ ὄρος
καὶ θῆρες, οὐδὲν δʼ ἦν ἀκίνητον δρόμῳ.
κυρεῖ δʼ Ἀγαύη πλησίον θρῴσκουσά μου·
κἀγὼ ʼξεπήδησʼ ὡς συναρπάσαι θέλων,
730 λόχμην κενώσας ἔνθʼ ἐκρυπτόμην δέμας.
δʼ ἀνεβόησεν· δρομάδες ἐμαὶ κύνες,
θηρώμεθʼ ἀνδρῶν τῶνδʼ ὕπʼ· ἀλλʼ ἕπεσθέ μοι,
ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.
ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν
735 βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην
μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.
καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν
μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα,
ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.
740 εἶδες δʼ ἂν πλεύρʼ δίχηλον ἔμβασιν
ῥιπτόμενʼ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ
ἔσταζʼ ὑπʼ ἐλάταις ἀναπεφυρμένʼ αἵματι.
ταῦροι δʼ ὑβρισταὶ κἀς κέρας θυμούμενοι
τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,
745 μυριάσι χειρῶν ἀγόμενοι νεανίδων.
θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ
σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.
χωροῦσι δʼ ὥστʼ ὄρνιθες ἀρθεῖσαι δρόμῳ
πεδίων ὑποτάσεις, αἳ παρʼ Ἀσωποῦ ῥοαῖς
750 εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν·
Ὑσιάς τʼ Ἐρυθράς θʼ, αἳ Κιθαιρῶνος λέπας
νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι,
ἐπεσπεσοῦσαι πάντʼ ἄνω τε καὶ κάτω
διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα·
755 ὁπόσα δʼ ἐπʼ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο
προσείχετʼ οὐδʼ ἔπιπτεν ἐς μέλαν πέδον,
οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοις
πῦρ ἔφερον, οὐδʼ ἔκαιεν. οἳ δʼ ὀργῆς ὕπο
ἐς ὅπλʼ ἐχώρουν φερόμενοι βακχῶν ὕπο·
760 οὗπερ τὸ δεινὸν ἦν θέαμʼ ἰδεῖν, ἄναξ.
τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος,
κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν
ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ
γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος.
765 πάλιν δʼ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα,
κρήνας ἐπʼ αὐτὰς ἃς ἀνῆκʼ αὐταῖς θεός.
νίψαντο δʼ αἷμα, σταγόνα δʼ ἐκ παρηίδων
γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.
τὸν δαίμονʼ οὖν τόνδʼ ὅστις ἔστʼ, δέσποτα,
770 δέχου πόλει τῇδʼ· ὡς τά τʼ ἄλλʼ ἐστὶν μέγας,
κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,
τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
οἴνου δὲ μηκέτʼ ὄντος οὐκ ἔστιν Κύπρις
οὐδʼ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.
Χορός
775 ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους
πρὸς τὸν τύραννον, ἀλλʼ ὅμως εἰρήσεται·
Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.
Πενθεύς
ἤδη τόδʼ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.
780 ἀλλʼ οὐκ ὀκνεῖν δεῖ· στεῖχʼ ἐπʼ Ἠλέκτρας ἰὼν
πύλας· κέλευε πάντας ἀσπιδηφόρους
ἵππων τʼ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας
πέλτας θʼ ὅσοι πάλλουσι καὶ τόξων χερὶ
ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν
785 βάκχαισιν· οὐ γὰρ ἀλλʼ ὑπερβάλλει τάδε,
εἰ πρὸς γυναικῶν πεισόμεσθʼ πάσχομεν.
Διόνυσος
πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,
Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως
οὔ φημι χρῆναί σʼ ὅπλʼ ἐπαίρεσθαι θεῷ,
790 ἀλλʼ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται
κινοῦντα βάκχας σʼ εὐίων ὀρῶν ἄπο.
Πενθεύς
οὐ μὴ φρενώσεις μʼ, ἀλλὰ δέσμιος φυγὼν
σῴσῃ τόδʼ; σοὶ πάλιν ἀναστρέψω δίκην;
Διόνυσος
θύοιμʼ ἂν αὐτῷ μᾶλλον θυμούμενος
795 πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ.
Πενθεύς
θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,
πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.
Διόνυσος
φεύξεσθε πάντες· καὶ τόδʼ αἰσχρόν, ἀσπίδας
θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους
Πενθεύς
800 ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ,
ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.
Διόνυσος
τᾶν, ἔτʼ ἔστιν εὖ καταστῆσαι τάδε.
Πενθεύς
τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;
Διόνυσος
ἐγὼ γυναῖκας δεῦρʼ ὅπλων ἄξω δίχα.
Πενθεύς
805 οἴμοι· τόδʼ ἤδη δόλιον ἔς με μηχανᾷ.
Διόνυσος
ποῖόν τι, σῷσαί σʼ εἰ θέλω τέχναις ἐμαῖς;
Πενθεύς
ξυνέθεσθε κοινῇ τάδʼ, ἵνα βακχεύητʼ ἀεί.
Διόνυσος
καὶ μὴν ξυνεθέμηντοῦτό γʼ ἔστιτῷ θεῷ.
Πενθεύς
ἐκφέρετέ μοι δεῦρʼ ὅπλα, σὺ δὲ παῦσαι λέγων.
Διόνυσος
810 .
βούλῃ σφʼ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;
Πενθεύς
μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.
Διόνυσος
τί δʼ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
Πενθεύς
λυπρῶς νιν εἰσίδοιμʼ ἂν ἐξῳνωμένας.
Διόνυσος
815 ὅμως δʼ ἴδοις ἂν ἡδέως σοι πικρά;
Πενθεύς
σάφʼ ἴσθι, σιγῇ γʼ ὑπʼ ἐλάταις καθήμενος.
Διόνυσος
ἀλλʼ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.
Πενθεύς
ἀλλʼ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.
Διόνυσος
ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;
Πενθεύς
820 ἄγʼ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.
Διόνυσος
στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.
Πενθεύς
τί δὴ τόδʼ; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;
Διόνυσος
μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.
Πενθεύς
εὖ γʼ εἶπας αὖ τόδʼ· ὥς τις εἶ πάλαι σοφός.
Διόνυσος
825 Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.
Πενθεύς
πῶς οὖν γένοιτʼ ἂν σύ με νουθετεῖς καλῶς;
Διόνυσος
ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.
Πενθεύς
τίνα στολήν; θῆλυν; ἀλλʼ αἰδώς μʼ ἔχει.
Διόνυσος
οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.
Πενθεύς
830 στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτʼ ἐμὸν βαλεῖν;
Διόνυσος
κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.
Πενθεύς
τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;
Διόνυσος
πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δʼ ἔσται μίτρα.
Πενθεύς
καί τι πρὸς τοῖσδʼ ἄλλο προσθήσεις ἐμοί;
Διόνυσος
835 θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.
Πενθεύς
οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.
Διόνυσος
ἀλλʼ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.
Πενθεύς
ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.
Διόνυσος
σοφώτερον γοῦν κακοῖς θηρᾶν κακά.
Πενθεύς
840 καὶ πῶς διʼ ἄστεως εἶμι Καδμείους λαθών;
Διόνυσος
ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δʼ ἡγήσομαι.
Πενθεύς
πᾶν κρεῖσσον ὥστε μὴ ʼγγελᾶν βάκχας ἐμοί.
ἐλθόντʼ ἐς οἴκους ἃν δοκῇ βουλεύσομαι.
Διόνυσος
ἔξεστι· πάντῃ τό γʼ ἐμὸν εὐτρεπὲς πάρα.
Πενθεύς
845 στείχοιμʼ ἄν· γὰρ ὅπλʼ ἔχων πορεύσομαι
τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.
Διόνυσος
ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.
γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,
Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω·
850 τεισώμεθʼ αὐτόν. πρῶτα δʼ ἔκστησον φρενῶν,
ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ
οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,
ἔξω δʼ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.
χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν
855 γυναικόμορφον ἀγόμενον διʼ ἄστεως
ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.
ἀλλʼ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν
ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,
Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς
860 Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός,
δεινότατος, ἀνθρώποισι δʼ ἠπιώτατος.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up