Second Episode
Θεράπων
Πενθεῦ, πάρεσμεν τήνδʼ ἄγραν ἠγρευκότες
435 ἐφʼ ἣν ἔπεμψας, οὐδʼ ἄκρανθʼ ὡρμήσαμεν.
θὴρ δʼ ὅδʼ ἡμῖν πρᾶος οὐδʼ ὑπέσπασεν
φυγῇ πόδʼ, ἀλλʼ ἔδωκεν οὐκ ἄκων χέρας
οὐδʼ ὠχρός, οὐδʼ ἤλλαξεν οἰνωπὸν γένυν,
γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο
440 ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.
κἀγὼ διʼ αἰδοῦς εἶπον· ξένʼ, οὐχ ἑκὼν
ἄγω σε, Πενθέως δʼ ὅς μʼ ἔπεμψʼ ἐπιστολαῖς.
ἃς δʼ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας
κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,
445 φροῦδαί γʼ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας
σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·
αὐτόματα δʼ αὐταῖς δεσμὰ διελύθη ποδῶν
κλῇδές τʼ ἀνῆκαν θύρετρʼ ἄνευ θνητῆς χερός.
πολλῶν δʼ ὅδʼ ἁνὴρ θαυμάτων ἥκει πλέως
450 ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.
Πενθεύς
μέθεσθε χειρῶν τοῦδʼ· ἐν ἄρκυσιν γὰρ ὢν
οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μʼ ἐκφυγεῖν.
ἀτὰρ τὸ μὲν σῶμʼ οὐκ ἄμορφος εἶ, ξένε,
ὡς ἐς γυναῖκας, ἐφʼ ὅπερ ἐς Θήβας πάρει·
455 πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο,
γένυν παρʼ αὐτὴν κεχυμένος, πόθου πλέως·
λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,
οὐχ ἡλίου βολαῖσιν, ἀλλʼ ὑπὸ σκιᾶς,
τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.
460 πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.
Διόνυσος
οὐ κόμπος οὐδείς· ῥᾴδιον δʼ εἰπεῖν τόδε.
τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.
Πενθεύς
οἶδʼ, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.
Διόνυσος
ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.
Πενθεύς
465 πόθεν δὲ τελετὰς τάσδʼ ἄγεις ἐς Ἑλλάδα;
Διόνυσος
Διόνυσος ἡμᾶς εἰσέβησʼ, τοῦ Διός.
Πενθεύς
Ζεὺς δʼ ἔστʼ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;
Διόνυσος
οὔκ, ἀλλʼ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.
Πενθεύς
πότερα δὲ νύκτωρ σʼ κατʼ ὄμμʼ ἠνάγκασεν;
Διόνυσος
470 ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.
Πενθεύς
τὰ δʼ ὄργιʼ ἐστὶ τίνʼ ἰδέαν ἔχοντά σοι;
Διόνυσος
ἄρρητʼ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.
Πενθεύς
ἔχει δʼ ὄνησιν τοῖσι θύουσιν τίνα;
Διόνυσος
οὐ θέμις ἀκοῦσαί σʼ, ἔστι δʼ ἄξιʼ εἰδέναι.
Πενθεύς
475 εὖ τοῦτʼ ἐκιβδήλευσας, ἵνʼ ἀκοῦσαι θέλω.
Διόνυσος
ἀσέβειαν ἀσκοῦντʼ ὄργιʼ ἐχθαίρει θεοῦ.
Πενθεύς
τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;
Διόνυσος
ὁποῖος ἤθελʼ· οὐκ ἐγὼ ʼτασσον τόδε.
Πενθεύς
τοῦτʼ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.
Διόνυσος
480 δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.
Πενθεύς
ἦλθες δὲ πρῶτα δεῦρʼ ἄγων τὸν δαίμονα;
Διόνυσος
πᾶς ἀναχορεύει βαρβάρων τάδʼ ὄργια.
Πενθεύς
φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.
Διόνυσος
τάδʼ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.
Πενθεύς
485 τὰ δʼ ἱερὰ νύκτωρ μεθʼ ἡμέραν τελεῖς;
Διόνυσος
νύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος.
Πενθεύς
τοῦτʼ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.
Διόνυσος
κἀν ἡμέρᾳ τό γʼ αἰσχρὸν ἐξεύροι τις ἄν.
Πενθεύς
δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.
Διόνυσος
490 σὲ δʼ ἀμαθίας γε κἀσεβοῦντʼ ἐς τὸν θεόν.
Πενθεύς
ὡς θρασὺς βάκχος κοὐκ ἀγύμναστος λόγων.
Διόνυσος
εἴφʼ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ;
Πενθεύς
πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.
Διόνυσος
ἱερὸς πλόκαμος· τῷ θεῷ δʼ αὐτὸν τρέφω.
Πενθεύς
495 ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.
Διόνυσος
αὐτός μʼ ἀφαιροῦ· τόνδε Διονύσου φορῶ.
Πενθεύς
εἱρκταῖσί τʼ ἔνδον σῶμα σὸν φυλάξομεν.
Διόνυσος
λύσει μʼ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.
Πενθεύς
ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.
Διόνυσος
500 καὶ νῦν πάσχω πλησίον παρὼν ὁρᾷ.
Πενθεύς
καὶ ποῦ ʼστιν; οὐ γὰρ φανερὸς ὄμμασίν γʼ ἐμοῖς.
Διόνυσος
παρʼ ἐμοί· σὺ δʼ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.
Πενθεύς
λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.
Διόνυσος
αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.
Πενθεύς
505 ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.
Διόνυσος
οὐκ οἶσθʼ τι ζῇς, οὐδʼ δρᾷς, οὐδʼ ὅστις εἶ.
Πενθεύς
Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δʼ Ἐχίονος.
Διόνυσος
ἐνδυστυχῆσαι τοὔνομʼ ἐπιτήδειος εἶ.
Πενθεύς
χώρει· καθείρξατʼ αὐτὸν ἱππικαῖς πέλας
510 φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας.
ἐκεῖ χόρευε· τάσδε δʼ ἃς ἄγων πάρει
κακῶν συνεργοὺς διεμπολήσομεν
χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου
παύσας, ἐφʼ ἱστοῖς δμωίδας κεκτήσομαι.
Διόνυσος
515 στείχοιμʼ ἄν· τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν
παθεῖν. ἀτάρ τοι τῶνδʼ ἄποινʼ ὑβρισμάτων
μέτεισι Διόνυσός σʼ, ὃν οὐκ εἶναι λέγεις·
ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up