First Stasimon
370 Ὁσία πότνα θεῶν,
Ὁσία δʼ κατὰ γᾶν
χρυσέαν πτέρυγα φέρεις,
τάδε Πενθέως ἀίεις;
ἀίεις οὐχ ὁσίαν
375 ὕβριν ἐς τὸν Βρόμιον, τὸν
Σεμέλας, τὸν παρὰ καλλι-
στεφάνοις εὐφροσύναις δαί-
μονα πρῶτον μακάρων; ὃς τάδʼ ἔχει,
θιασεύειν τε χοροῖς
380 μετά τʼ αὐλοῦ γελάσαι
ἀποπαῦσαί τε μερίμνας,
ὁπόταν βότρυος ἔλθῃ
γάνος ἐν δαιτὶ θεῶν, κισ-
σοφόροις δʼ ἐν θαλίαις ἀν-
385 δράσι κρατὴρ ὕπνον ἀμ-
385 φιβάλλῃ
ἀχαλίνων στομάτων
ἀνόμου τʼ ἀφροσύνας
τὸ τέλος δυστυχία·
δὲ τᾶς ἡσυχίας
390 βίοτος καὶ τὸ φρονεῖν
ἀσάλευτόν τε μένει καὶ
συνέχει δώματα· πόρσω
γὰρ ὅμως αἰθέρα ναίον-
τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.
395 τὸ σοφὸν δʼ οὐ σοφία
τό τε μὴ θνητὰ φρονεῖν.
βραχὺς αἰών· ἐπὶ τούτῳ
δέ τις ἂν μεγάλα διώκων
τὰ παρόντʼ οὐχὶ φέροι. μαι-
400 νομένων οἵδε τρόποι καὶ
κακοβούλων παρʼ ἔμοι-
γε φωτῶν.
ἱκοίμαν ποτὶ Κύπρον,
νᾶσον τᾶς Ἀφροδίτας,
ἵνʼ οἱ θελξίφρονες νέμον-
405 ται θνατοῖσιν Ἔρωτες,
Πάφον θʼ ἃν ἑκατόστομοι
βαρβάρου ποταμοῦ ῥοαὶ
καρπίζουσιν ἄνομβροι.
οὗ δʼ καλλιστευομένα
410 Πιερία μούσειος ἕδρα,
σεμνὰ κλιτὺς Ὀλύμπου,
ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε,
πρόβακχʼ εὔιε δαῖμον.
ἐκεῖ Χάριτες,
415 ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκ-
χαις θέμις ὀργιάζειν.
δαίμων Διὸς παῖς
χαίρει μὲν θαλίαισιν,
φιλεῖ δʼ ὀλβοδότειραν Εἰ-
420 ρήναν, κουροτρόφον θεάν.
ἴσαν δʼ ἔς τε τὸν ὄλβιον
τόν τε χείρονα δῶκʼ ἔχειν
οἴνου τέρψιν ἄλυπον·
μισεῖ δʼ μὴ ταῦτα μέλει,
425 κατὰ φάος νύκτας τε φίλας
εὐαίωνα διαζῆν,
σοφὰν δʼ ἀπέχειν πραπίδα φρένα τε
περισσῶν παρὰ φωτῶν·
430 τὸ πλῆθος τι
τὸ φαυλότερον ἐνόμισε χρῆ-
ταί τε, τόδʼ ἂν δεχοίμαν.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up