The Messenger
Ἄγγελος Β
δῶμʼ πρίν ποτʼ εὐτύχεις ἀνʼ Ἑλλάδα,
1025 Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς
δράκοντος ἔσπειρʼ Ὄφεος ἐν γαίᾳ θέρος,
ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλʼ ὅμως
χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν.
Χορός
τί δʼ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον;
Ἄγγελος
1030 Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός.
Χορός
ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας.
Ἄγγελος
πῶς φῄς; τί τοῦτʼ ἔλεξας; ʼπὶ τοῖς ἐμοῖς
χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;
Χορός
εὐάζω ξένα μέλεσι βαρβάροις·
1035 οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω.
Ἄγγελος
Θήβας δʼ ἀνάνδρους ὧδʼ ἄγεις
Χορός
Διόνυσος Διόνυσος, οὐ Θῆβαι
κράτος ἔχουσʼ ἐμόν.
Ἄγγελος
συγγνωστὰ μέν σοι, πλὴν ἐπʼ ἐξειργασμένοις
1040 κακοῖσι χαίρειν, γυναῖκες, οὐ καλόν.
Χορός
ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει
ἄδικος ἄδικά τʼ ἐκπορίζων ἀνήρ;
Ἄγγελος
ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς
λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,
1045 λέπας Κιθαιρώνειον εἰσεβάλλομεν
Πενθεύς τε κἀγώδεσπότῃ γὰρ εἱπόμην
ξένος θʼ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.
πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,
τά τʼ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
1050 σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι.
ἦν δʼ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,
πεύκαισι συσκιάζον, ἔνθα μαινάδες
καθῆντʼ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.
αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα
1055 κισσῷ κομήτην αὖθις ἐξανέστεφον,
αἳ δʼ, ἐκλιποῦσαι ποικίλʼ ὡς πῶλοι ζυγά,
βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.
Πενθεὺς δʼ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον
ἔλεξε τοιάδʼ· ξένʼ, οὗ μὲν ἕσταμεν,
1060 οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων·
ὄχθων δʼ ἔπʼ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα,
ἴδοιμʼ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.
τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμʼ ὁρῶ·
λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον
1065 κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον·
κυκλοῦτο δʼ ὥστε τόξον κυρτὸς τροχὸς
τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον·
ὣς κλῶνʼ ὄρειον ξένος χεροῖν ἄγων
ἔκαμπτεν ἐς γῆν, ἔργματʼ οὐχὶ θνητὰ δρῶν.
1070 Πενθέα δʼ ἱδρύσας ἐλατίνων ὄζων ἔπι,
ὀρθὸν μεθίει διὰ χερῶν βλάστημʼ ἄνω
ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,
ὀρθὴ δʼ ἐς ὀρθὸν αἰθέρʼ ἐστηρίζετο,
ἔχουσα νώτοις δεσπότην ἐφήμενον·
1075 ὤφθη δὲ μᾶλλον κατεῖδε μαινάδας.
ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,
καὶ τὸν ξένον μὲν οὐκέτʼ εἰσορᾶν παρῆν,
ἐκ δʼ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι
Διόνυσος, ἀνεβόησεν· νεάνιδες,
1080 ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τʼ ὄργια
γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.
καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πρὸς οὐρανὸν
καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.
σίγησε δʼ αἰθήρ, σῖγα δʼ ὕλιμος νάπη
1085 φύλλʼ εἶχε, θηρῶν δʼ οὐκ ἂν ἤκουσας βοήν.
αἳ δʼ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι
ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.
δʼ αὖθις ἐπεκέλευσεν· ὡς δʼ ἐγνώρισαν
σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι,
1090 ᾖξαν πελείας ὠκύτητʼ οὐχ ἥσσονες
ποδῶν τρέχουσαι συντόνοις δραμήμασι,
μήτηρ Ἀγαύη σύγγονοί θʼ ὁμόσποροι
πᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπης
ἀγμῶν τʼ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.
1095 ὡς δʼ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον,
πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους
ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
ὄζοισί τʼ ἐλατίνοισιν ἠκοντίζετο.
ἄλλαι δὲ θύρσους ἵεσαν διʼ αἰθέρος
1100 Πενθέως, στόχον δύστηνον· ἀλλʼ οὐκ ἤνυτον.
κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
καθῆσθʼ τλήμων, ἀπορίᾳ λελημμένος.
τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους
ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
1105 ἐπεὶ δὲ μόχθων τέρματʼ οὐκ ἐξήνυτον,
ἔλεξʼ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳ
πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην
θῆρʼ ὡς ἕλωμεν, μηδʼ ἀπαγγείλῃ θεοῦ
χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα
1110 προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός·
ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς
πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου
1115 καὶ προσπίτνει νιν· δὲ μίτραν κόμης ἄπο
ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι
τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος
ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν
Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·
1120 οἴκτιρε δʼ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς
ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς.
δʼ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους
κόρας ἑλίσσουσʼ, οὐ φρονοῦσʼ χρὴ φρονεῖν,
ἐκ Βακχίου κατείχετʼ, οὐδʼ ἔπειθέ νιν.
1125 λαβοῦσα δʼ ὠλένης ἀριστερὰν χέρα,
πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος
ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους,
ἀλλʼ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν·
Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο,
1130 ῥηγνῦσα σάρκας, Αὐτονόη τʼ ὄχλος τε πᾶς
ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσʼ ὁμοῦ βοή,
μὲν στενάζων ὅσον ἐτύγχανʼ ἐμπνέων,
αἳ δʼ ἠλάλαζον. ἔφερε δʼ μὲν ὠλένην,
δʼ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲ
1135 πλευραὶ σπαραγμοῖς· πᾶσα δʼ ᾑματωμένη
χεῖρας διεσφαίριζε σάρκα Πενθέως.
κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις
πέτραις, τὸ δʼ ὕλης ἐν βαθυξύλῳ φόβῃ,
οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δʼ ἄθλιον,
1140 ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν,
πήξασʼ ἐπʼ ἄκρον θύρσον ὡς ὀρεστέρου
φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,
λιποῦσʼ ἀδελφὰς ἐν χοροῖσι μαινάδων.
χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη
1145 τειχέων ἔσω τῶνδʼ, ἀνακαλοῦσα Βάκχιον
τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,
τὸν καλλίνικον, δάκρυα νικηφορεῖ.
ἐγὼ μὲν οὖν τῇδʼ ἐκποδὼν τῇ ξυμφορᾷ
ἄπειμʼ, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα.
1150 τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν
κάλλιστον· οἶμαι δʼ αὐτὸ καὶ σοφώτατον
θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up