Aristotle Problemata
EN Lat Orig
Α. ΟΣΑ ΙΑΤΡΙΚΑ. Β. ΟΣΑ ΠΕPΙ IΔPΩTΑ Γ. ΟΣΑ ΠΕΡΙ ΟΙΝΟΠΟΣΙΑΝ ΚΑΙ ΜΕΘΗΝ Δ. ΟΣΑ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΑ Ε. ΟΣΑ ΑΠΟ ΚΟΠΟΥ Ϛ. ΟΣΑ ΕΚ ΤΟΥ ΠΩΣ ΚEΙΣΘΑI ΚΑΙ EΣΧΗΜΑΤΙΣΘΑΙ ΣΥΜΒΑΙΝΕΙ Ζ. ΟΣΑ ΕΚ ΣΥΜΠΑΘΕΙΑΣ Η. ΟΣΑ ΕΚ PΙΓΟΥΣ ΚΑI ΦPΙΚΗΣ Θ. ΟΣΑ ΙΙΕΡΙ ΥΠΩΠΙΑ ΚΑΙ ΟΥΛΑΣ ΚΑΙ ΜΩΛΩΠΑΣ Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ IΑ. ΟΣΑ ΠEPΙ ΦΩΝΗΣ ΙΒ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΕΥΩΔΗ ΙΓ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΔΥΣΩΣΗ ΙΔ. ΟΣΑ ΠΕΡΙ ΚΡΑΣΕΙΣ ΙΕ. ΟΣΑ ΜΑΘΗΜΑΤΙΚΗΣ ΜΕΤΕΞΕΙ ΘΕΩΡΙΑΣ ΙϚ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΑΨΥΧΑ. ΙΖ. ΟΣΑ ΠΕΡΙ ΕΜΨΥΧΑ. ΙΗ. ΟΣΑ ΠΕΡΙ ΘΙΛΟΛΟΓΙΑΝ ΙΘ. ΟΣΑ ΠΕΡΙ ΑΡΜΟΝΙΑΝ. Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ ΚΑ. ΟΣΑ ΠΕΡΙ ΑΛΦΙΤΑ ΚΑΙ ΜΑΖΑΝ ΚΑΙ ΤΑ ΟΜΟΙΑ. ΚΒ. ΟΣΑ ΠΕΡΙ ΟΠΩΡΑΝ.. ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ. ΚΔ. ΟΣΑ ΠΕPΙ TΑ ΘEPΜΑ ΥΔΑΤΑ. ΚE. ΟΣΑ ΠΕPI TOΝ ΑEPΑ. Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ. ΚΖ. ΟΣΑ ΠΕΡΙ ΦΟΒΟΝ ΚΑΙ ΑΝΔΡΕΙΑΝ ΚΗ. ΟΣΑ ΠEPI ΣΩΦPΟΣΥΝΗΝ ΚΑI ΑΚΟΛΑΣIΑΝ, ΚΑI EΓΚΡΑΤΕΙΑΝ ΚΑI ΑΚPΑΣΙΑN ΚΘ. ΟΣΑ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΝ ΚΑΙ ΑΔΙΚΙΑΝ Λ. ΟΣΑ ΠΕΡΙ ΦΡΟΝΗΣΙΝ ΚΑΙ ΝΟΥΝ ΚΑΙ ΣΟΦΙΑΝ ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ ΛΒ. ΟΣΑ ΠΕΡΙ ΩΤΑ ΛΓ. ΟΣΑ ΠΕΡΙ ΜΥΚΤΗΡΑ ΛΔ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΣΤΟΜΑ ΚΑΙ ΤΑ ΕΝ ΑΥΤΩι ΛΕ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΥΠΟ ΤΗΝ ΑΦΗΝ ΛϚ. ΟΣΑ ΠΕΡΙ ΠΡΟΣΩΠΟΝ ΛΖ. ΟΣΑ ΠΕΡΙ ΟΛΟΝ ΤΟ ΣΩΜΑ ΛΗ. ΟΣΑ ΠΕΡΙ ΧΡΟΑΝ
Ϛ. ΟΣΑ ΕΚ ΤΟΥ ΠΩΣ ΚEΙΣΘΑI ΚΑΙ EΣΧΗΜΑΤΙΣΘΑΙ ΣΥΜΒΑΙΝΕΙ
§1 Διὰ τί καθέδρα τοὺς μὲν παχύνει τῶν ἀνθρώπων, τοὺς δὲ ἰσχναίνει; πότερονὅτιαἱ ἕξεις διαφέρουσιν; οἱ μὲν γὰρ θερμοί εἰσιν, οἱ δὲ ψυχροί. οἱ μὲν οὖν θερμοὶ παχύνονται (κρατεῖ γὰρ τὸ σῶμα τῆς τροφῆς διὰ τὴν θερμασίανοἱ δἐψυγμένοι, διὰ τὸ δεῖσθαι ἐπεισάκτου θερμότητος καὶ τοῦτο πάσχειν μάλιστα τὸ σῶμα ὑπὸ τῶν κινήσεων, οὐ δύνανται πέττειν ἠρεμοῦντες. ὅτι οἱ μὲν περιττωματικοί εἰσι, καὶ δέονται κινήσεως ἀναλώσει ταῦτα, οἱ δὲ οὔ;
§2 Διὰ τί δεῖ ποιεῖν διάτασιν τῶν μερῶν, ποιεῖ γυμναζόμενος; ὅτι δεῖ τῷ οἰκείῳ πνεύματι καθαίρεσθαι τοὺς πόρους;
§3 Διὰ τί συγκεκαμμένον βέλτιον κατακεῖσθαι, καὶ πολλοί γε παραγγέλλουσιν τοῦτο καὶ τῶν ἰατρῶν; ὅτι ἀλεαίνουσα κοιλία θᾶττον πέττει; οὕτω δὲ καὶ ἀλεαίνει μᾶλλον. ἔτι δεῖ τοῖς πνεύμασι τόπον διδόναι εἰς ὅν ἀπερείσονται· οὕτω γὰρ ἥκιστα λυπήσουσιν αἱ φῦσαι. διὰ τοῦτο γὰρ καὶ ἰξίαι καὶ τὰ ἄλλα ἀποστήματα ὑγιεινόν, ὅτι ἔχουσι κοιλίας εἰς ἃς ἀπο δέχονται τὰ πνεύματα. ἐκτεταμένου μὲν οὖν οὐ γίνεται κοιλία (ἅπαντα γὰρ τὸν τόπον τὰ σπλάγχνα κατέχει), συγκαμφθέντος δὲ γίνεται.
§4 Διὰ τὶ ἀνισταμένοις ἴλιγγος μᾶλλον γίνεται καθιζάνουσιν; διότι ἠρεμοῦσι τὸ ὑγρὸν εἰς ἓν μόριον ἀθρόον ἀποκλίνει; διὸ καὶ τὰ ὠμὰ ᾠὰ οὐ δύναται δινεῖσθαι, ἀλλὰ καταπίπτει. κινούμενον δὲ τὸ ὑγρὸν ὁμοίως ἔχει. ἀνίστανται μὲν οὖν ἠρεμήσαντες, ὅτε οὕτως διάκεινται· καθιζάνουσιν δὲ ἐν κινήσει γενόμενοι, ὅτε ὁμαλῶς ἔχει τὸ ὑγρὸν καὶ ἐσκέδασται.
§5 Διὰ τί ἐπὶ τὰ δεξιὰ κατακειμένοις μᾶλλον ἐπέρχεται ὕπνος; πότερον ὅτι ἐναντίως ἔχοντες ἐγρηγόρασιν καὶ καθεύδουσιν; ἐπεὶ οὖν ἐγρηγορότες ἐπὶ τὰ ἀριστερὰ κατάκεινται, τοὐναντίον ἔσται ἐπἄλλης ἀρχῆς καὶ τῆς ἐναντίας. ὅτι ἀκινησία ὕπνος; τὰ μὲν οὖν κινητικὰ μέρη δεῖ ἠρεμεῖν, τὰ δὲ δεξιὰ κινητικά. οὕτω δὲ κατακειμένων οἷον δέδεται ἀρχή τις ἐπεγερτική.
§6 Διὰ τί ναρκῶσι; καὶ διὰ τί χεῖρας καὶ πόδας μᾶλλον; ὅτι κατάψυξίς ἐστιν νάρκη; διὰ στέρησιν γὰρ αἵματος γίνεται καὶ μετάστασιν. ἀσαρκότατα δὲ ταῦτα καὶ νευρωδέστατα, μάλιστα δὲ οἱ πόδες. ὥστε προοδοποιεῖται ὑπὸ τῆς φύσεως πρὸς τὸ καταψύχεσθαι ταχέως.
§7 Διὰ τί κατακείμεθα μὲν ἐπὶ τὰ ἀριστερὰ ἡδέως, καθεύδομεν δὲ ἐπὶ τὰ δεξιὰ μᾶλλον; πότερον ὅτι ἀποστραφέντες πρὸς τὸ φῶς οὐ βλέπομεν; ἐν γὰρ τῷ σκότει θᾶττον ὕπνος λαμβάνει. διότι ἐγρηγόραμεν κατακείμενοι ἐπὶ τοῖς ἀριστεροῖς, καὶ αἱ χρήσεις ἡμῖν οὕτω πρόχειροι, ὥστε πρὸς τὸ ἐναντίον σχῆμα πρὸ ἔργου; παρακαλεῖ δὲ ἕκαστον πρὸς τὸ ἔργον τὸ σχῆμα μᾶλλον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up