§1–15
§1
Διὰ τί τῶν αἰσθήσεων ἐκ γενετῆς μάλιστα τὴν ἀκοὴν πηροῦνται; ἢ ὅτι ἀπὸ τῆς αὐτῆς ἀρχῆς εἶναι δόξειεν ἂν ἥ τε ἀκοὴ καὶ ἡ φωνή; ῥᾷστα δὲ δοκεῖ διαφθείρεσθαι ἡ διάλεκτος οὖσα εἶδος φωνῆς, καὶ χαλεπώτατα ἐπιτελεῖσθαι. σημεῖον δὲ ὅτι μετὰ τὸ γενέσθαι πολὺν χρόνον ἐνεοί ἐσμεν· τὸ μὲν γὰρ πρῶτον ὅλως οὐδὲ λαλοῦμεν οὐθέν, εἶτα ὀψέ ποτε ψελλίζομεν. διά τε τὸ τὴν διάλεκτον εὔφθαρτον εἶναι, τὴν αὐτὴν δὲ ἀρχὴν ἀμφοτέρων εἶναι καὶ τῆς διαλέκτου (φωνὴ γάρ τις καὶ τῆς ἀκοῆς ὥσπερ καὶ εἰ συμβεβηκότος), ῥᾷστα τῶν αἰσθήσεων φθείρεται, καὶ οὐ καθ’ αὑτὴν ἡ ἀκοή. τεκμήριον δὲ ἔστιν καὶ ἐκ τῶν ἄλλων ζῴων λαβεῖν, ὅτι παντελῶς εὔφθαρτός ἐστιν ἡ ἀρχὴ τῆς διαλέκτου· λαλεῖ γὰρ οὐθὲν τῶν ἄλλων ζῴων πλὴν ἀνθρώπου, καὶ οὗτοι δὲ ὀψέ ποτε, καθάπερ εἴρηται.
§2
Διὰ τί οἱ κωφοὶ πάντες διὰ τῶν ῥινῶν φθέγγονται; ἢ διὰ τὸ ἐγγὺς τοῦ ἐνεοὺς εἶναι; οἱ δὲ ἐνεοὶ λαλοῦσι διὰ τῶν ῥινῶν· ταύτῃ γὰρ αὐτῶν ἐκπίπτει τὸ πνεῦμα διὰ τὸ τῷ στόματι μεμυκέναι. μεμύκασι δέ, ὅτι οὐθὲν εἰς φωνὴν χρῶνται τῇ γλώττῃ.
§3
Διὰ τί μεγαλόφωνοι πάντες εἰσὶν οἱ θερμοὶ τὴν φύσιν; ἢ ὅτι ἀνάγκη καὶ ἀέρα πολὺν καὶ ψυχρὸν ἐν τούτοις εἶναι; ἕλκει γὰρ θερμὸν πνεῦμα πρὸς ἑαυτὸ καὶ ἀέρα, καὶ πλείω τὸ πλεῖον. ἡ δὲ μεγάλη φωνὴ γίνεται ἐν τῷ πολὺν ἀέρα κινεῖν, καὶ ὀξεῖα ἐν τῷ ταχέως· βαρεῖα δὲ ἡ ἐν τῷ βραδέως.
§4
Διὰ τί οἱ κωφοὶ πάντες διὰ τῶν ῥινῶν φθέγγονται; ἢ διὰ τὸ βιαιότερον πνεῖν τοὺς κωφούς; ἐγγὺς γὰρ τοῦ ἐνεοὶ εἶναι εἰσίν. διίσταται οὖν τῶν μυκτήρων ὁ πόρος ὑπὸ τοῦ πνεύματος· οἱ τοιοῦτοι δὲ διὰ ῥινῶν φθέγγονται.
§5
Διὰ τί εὐηκοώτερα τὰ τῆς νυκτός; ἢ ὅτι μᾶλλον ἠρεμία διὰ τὴν τοῦ θερμοτάτου ἀπουσίαν; διὸ καὶ ὡς ἐπὶ τὸ πολὺ ἀταρακτότερα. ὁ γὰρ ἥλιος ὁ κινῶν.
§6
Διὰ τί πόρρωθεν αἱ φωναὶ ὀξύτεραι δοκοῦσιν εἶναι; οἱ γοῦν μιμούμενοι τοὺς σφόδρα πόρρω ὄντας καὶ βοῶντας ὀξὺ φθέγγονται καὶ ὅμοιον τοῖς ἀπηχοῦσιν, καὶ τῆς ἠχοῦς ὀξύτερος φαίνεται ὁ ψόφος. ἔστι δὲ πόρρω· ἀνακλᾶται γάρ. οὐκοῦν ἐπεὶ ὀξὺ μὲν ἐν ψόφῳ τὸ ταχύ, βαρὺ δὲ τὸ βραδύ, ἔδει βαρυτέρας πόρρωθεν φαίνεσθαι τὰς φωνάς. τὰ γὰρ αὖ φερόμενα πάντα βραδύτερον φέρεται ὅσῳ ἂν ἀπέχῃ τῆς ἀρχῆς πλεῖον, καὶ τέλος πίπτει. πότερ’ οὖν ὅτι οἱ μιμούμενοι ἀμενηνῇ τῇ φωνῇ μιμοῦνται, καὶ λεπτὴν τὴν πόρρωθεν φωνήν; λεπτὴ δὲ βαρεῖα οὐκ ἔστιν, οὐδὲ μικρὸν καὶ ἀμενηνὸν φθέγγεσθαι βαρύ, ἀλλ’ ὀξὺ ἀνάγκη. ἢ οὐ μόνον οἱ μιμούμενοι διὰ τοῦτο μιμοῦνται, ἀλλὰ καὶ οἱ ψόφοι αὐτοὶ ὀξύτεροι γίνονται; αἴτιον δὲ ὅτι ὁ ἀὴρ ὁ φερόμενος ποιεῖ τὸν ψόφον· καὶ ὥσπερ τὸ πρῶτον ψοφεῖ τὸ κινῆσαν τὸν ἀέρα, οὕτω δεῖ πάλιν ποιῆσαι τὸν ἀέρα, καὶ ἄλλον κινοῦντα εἶναι, τὸν δὲ κινούμενον. διὸ ὁ ψόφος συνεχής, ὅτι ἀεὶ ἐκδέχεται κινοῦντα κινῶν, ἕως ἂν ἀπομαρανθῇ, ὃ ἐπὶ τῶν σωμάτων ἐστὶ τὸ πεσεῖν, ὅταν μηκέτι δύνηται ὠθεῖν ὁ ἀὴρ ἔνθα μὲν τὸ βέλος, ἔνθα δὲ τὸν ἀέρα. ἡ μὲν γὰρ φωνὴ γίνεται ἡ συνεχὴς ἀέρος ὠθουμένου ὑπ’ ἀέρος, τὸ δὲ βέλος φέρεται σώματος ὑπ’ ἀέρος κινουμένου. ἐνταῦθα μὲν οὖν ἀεὶ τὸ αὐτὸ φέρεται σῶμα, ἕως ἂν καταπέσῃ, ἐκεῖ δὲ ἀεὶ ἕτερος ἀήρ. καὶ πρῶτον ἐλάττω θᾶττον μὲν κινεῖται, ἐπ’ ὀλίγον δέ. διὸ πόρρω ὀξύτεραι καὶ λεπτότεραι αἱ φωναί. τὸ γὰρ θᾶττον ὀξύ, ὥσπερ καὶ διηπόρηται. ὥσπερ ἡ αὐτὴ αἰτία δι’ ἣν καὶ οἱ μὲν παῖδες καὶ οἱ κάμνοντες ὀξὺ ὀξὺ φθέγγονται. οἱ δὲ ἄνδρες καὶ οἱ ὑγιαίνοντες βαρύ. τὸ δὲ τοῖς ἐγγὺς μὴ ἐπίδηλον εἶναι τὴν φωνὴν ἢ βαρυτέραν ἢ ὀξυτέραν γινομένην, καὶ ὅλως 〈τοῦ〉 μὴ ὁμοίως ἔχειν τοῖς ῥιπτουμένοις βάρεσιν, αἴτιον ὅτι τὸ μὲν ῥιφθὲν ἓν φέρεται ἀεὶ τὸ αὐτό, ὁ δὲ ψόφος ἀήρ ἐστιν ὠθούμενος ὑπὸ ἀέρος. διὸ καὶ τὸ μὲν εἰς ἓν πίπτει, ἡ δὲ φωνὴ πανταχῇ, ὥσπερ ἂν εἰ τὸ ῥιφθὲν ἅμα φερόμενον ἀπείρως θρυφθείη, καὶ ἔτι εἰς τοὔπισθεν.
§7
Διὰ τί αἱ νεηλιφεῖς οἰκίαι μᾶλλον ἠχοῦσιν; ἢ ὅτι μᾶλλον ἀνάκλασις γίνεται διὰ τὴν λειότητα; λειότεραι δὲ διὰ τὸ ἀρραγὲς καὶ τὸ συνεχές. δεῖ δὲ μὴ παντελῶς ὑγρὰν ἀλλ’ ἤδη ξηρὰν λαμβάνειν· ἀπὸ πηλοῦ γὰρ οὐκ ἔστιν ἀνάκλασις. διὰ ταῦτα δὲ καὶ τὰ κονιάματα μᾶλλον ἠχεῖ. συμβάλλεται δὲ ἴσως καὶ ἡ ἀκινησία τοῦ ἀέρος· ἀθρόος γὰρ ἰὼν μᾶλλον ἀποπλήττεται τὸν προσπίπτοντα.
§8
Διὰ τί, ἐάν τις πίθον καὶ κεράμια κενὰ κατορύξῃ καὶ πωμάσῃ, μᾶλλον ἠχεῖ τὰ οἰκήματα, καὶ ἐὰν φρέαρ ἢ λάκκος ᾖ ἐν τῇ οἰκίᾳ; 〈ἢ〉 ὅτι ἐπεὶ ἀνάκλασις ἡ ἠχώ, δεῖ περιειλημμένον ἀθρόον εἶναι τὸν ἀέρα, καὶ ἔχειν πρὸς ὃ ἀνακλασθήσεται, προσπῖπτον πυκνὸν καὶ λεῖον; οὕτω γὰρ μάλιστα ἦχος γίνεται. τὸ μὲν οὖν φρέαρ καὶ ὁ λάκκος ἔχει τὴν στενότητα καὶ τὴν ἄθροισιν, οἱ δὲ πίθοι καὶ τὰ κεράμια καὶ τὴν πυκνότητα τῶν περιεχόντων, ὥστε ἐξ ἀμφοτέρων τὸ συμβαῖνον. καὶ γὰρ τὰ κοῖλα μᾶλλον ἠχεῖ· διὰ τοῦτο καὶ ὁ χαλκὸς μάλιστα τῶν ἄλλων. ὅτι δὲ κατορωρυγμένα, οὐθὲν ἄτοπον· ἡ γὰρ φωνὴ φέρεται κάτω οὐχ ἧττον. ὅλως δὲ πανταχῇ δοκεῖ καὶ κύκλῳ φέρεσθαι.
§9
Διὰ τί δὲ μᾶλλον, ἐὰν κατορύξῃ τις, ἠχεῖ, ἢ ἐὰν μή; ἢ ὅτι περιστεγόμενα μᾶλλον εἰς αὑτὰ δέχεται καὶ κατέχει τὸν ἀέρα; συμβαίνει δὲ καὶ τὴν πληγὴν σφοδροτέραν γίνεσθαι.
§10
Διὰ τί τὸ ὕδωρ τὸ ψυχρὸν ἐκ τοῦ αὐτοῦ ἀγγείου ἐκχεόμενον ὀξύτερον ποιεῖ τὸν ψόφον; ἢ ὅτι θάττων ἡ φορά; βαρύτερον γάρ. ἡ δὲ θάττων ὀξύτερον ποιεῖ τὸν ψόφον. τὸ δὲ θερμὸν καὶ τῇ μανότητι καὶ τῇ ἀναφορᾷ κουφίζει. παρόμοιον δὲ ὅτι καὶ αἱ δᾷδες καιόμεναι ἀσθενεστέραν τὴν πληγὴν ποιοῦσιν.
§11
Διὰ τί τοῖς ἠγρυπνηκόσιν ἡ φωνὴ τραχυτέρα; ἢ διότι ὑγρότερον τὸ σῶμα διὰ τὴν ἀπεψίαν, καὶ οὐχ ἥκιστα περὶ τὸν ἄνω τόπον, διὸ καὶ βάρος ἐν τῇ κεφαλῇ· ὑγρότητός τε περὶ τὸν βρόγχον οὔσης ἀνάγκη καὶ τραχυτέραν εἶναι τὴν φωνήν. ἡ μὲν γὰρ τραχύτης διὰ τὴν ἀνωμαλίαν, ἡ δὲ βαρύτης διὰ τὴν ἔμφραξιν· βραδυτέρα γὰρ ἡ φορά.
§12
Διὰ τί μετὰ τὰ σιτία τάχιστα ἀπορρήγνυται ἡ φωνή; ἢ ὅτι κοπτόμενος μὲν ὁ τόπος ἐκθερμαίνεται, θερμαινόμενος δὲ ἕλκει τὴν ὑγρότητα; πλείων δὲ αὕτη καὶ ἑτοιμοτέρα διὰ τὴν προσφοράν.
§13
Διὰ τί οἱ κλαίοντες ὀξὺ φθέγγονται, οἱ δὲ γελῶντες βαρύ; ἢ ὅτι οἱ μὲν ὀλίγον κινοῦσι πνεῦμα δι’ ἀσθένειαν, οἱ δὲ σφοδρῶς, ὃ ποιεῖ ταχὺ φέρεσθαι τὸ πνεῦμα; τὸ δὲ ταχὺ ὀξύ· καὶ γὰρ ἀπὸ συντόνου τοῦ σώματος ῥιπτούμενον ταχὺ φέρεται. ὁ δὲ γελῶν τοὐναντίον διαλελυμένως· οἱ δὲ ἀσθενεῖς ὀξύ· ὀλίγον γὰρ ἀέρα κινοῦσιν· οἱ δὲ ἐπιπολῆς. ἔτι οἱ μὲν γελῶντες θερμὸν τὸ πνεῦμα ἀφιᾶσιν, οἱ δὲ κλαίοντες, ὥσπερ καὶ ἡ λύπη κατάψυξίς ἐστι τοῦ τόπου τοῦ περὶ τὰ στήθη, καὶ τὸ πνεῦμα ψυχρότερον ἀφιᾶσιν. τὸ μὲν οὖν θερμὸν πολὺν ἀέρα κινεῖ, ὥστε βραδέως φέρεσθαι, τὸ δὲ ψυχρὸν ὀλίγον. συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν αὐλῶν· οἱ γὰρ θερμοτέρῳ τῷ πνεύματι αὐλοῦντες πολὺ βαρύτερον αὐλοῦσιν.
§14
Διὰ τί οἱ παῖδες καὶ τὰ ἄλλα τῶν ζῴων τὰ νέα ὀξύτερον φθέγγονται τῶν τελείων, καὶ ταῦτα τῆς ὀξύτητος σφοδρότητος οὔσης; ἢ ἡ φωνή ἐστιν ἀέρος κίνησις, καὶ ἡ θάττων ὀξυτέρα; ῥᾷον δὲ καὶ θᾶττον ὁ ὀλίγος τοῦ πολλοῦ κινεῖται ἀήρ. κινεῖται δὲ ἢ συγκρινόμενος ἢ διακρινόμενος ὑπὸ θερμοῦ. ἐπεὶ δὲ ἡ μὲν εἰσπνοή ἐστι ψυχροῦ εἰσαγωγή, συγκρίνοιτ’ ἂν ἐν αὐτῇ ὁ ἐν ἡμῖν ἀήρ· ἡ δὲ ἐκπνοή, θερμοῦ κινήσαντος ἀέρα, γίνοιτ’ ἂν [ἡ] φωνή· ἐκπνέοντες γάρ, οὐκ εἰσπνέοντες φωνοῦμεν. ἐπεὶ δὲ τὰ νέα θερμότερά ἐστι τῶν πρεσβυτέρων καὶ τοὺς ἐν αὑτοῖς πόρους στενωτέρους ἔχει, ἐλάττω ἂν ἀέρα ἔχοι ἐν ἑαυτοῖς. ὄντος δὲ τοῦ τε κινουμένου ἐλάττονος καὶ τοῦ κινοῦντος θερμοῦ πλείονος ἐν αὐτοῖς, θᾶττον ἂν δι’ ἄμφω ἡ κίνησις γένοιτο τοῦ ἀέρος· ἡ δὲ θάττων ὀξυφωνοτέρα ἂν εἴη διὰ τὰ προειρημένα.
§15
Διὰ τί οἱ κλαίοντες ὀξὺ φθέγγονται, οἱ δὲ γελῶντες βαρύ; ἢ ὅτι οἱ μὲν κλαίοντες συντείνοντες καὶ συνάγοντες τὸ στόμα φωνοῦσιν; τῇ τε δὴ συντονίᾳ κινεῖται ταχὺ ὁ ἐν αὐτοῖς ἀὴρ, καὶ τῷ διὰ στενοῦ τοῦ στόματος φέρεσθαι θᾶττον φέρεται· δι’ ἄμφω οὖν ὀξεῖα γίνεται ἡ φωνή. οἱ δὲ γελῶντες ἀνέντες τὸν τόνον γελῶσι καὶ κεχηνότες. ἐκπέμποντες οὖν διὰ τοῦτ’ εὐρέως καὶ βραδέως τὸν ἀέρα εἰκότως βαρυφωνοῦσιν.
§16–28
§16
Διὰ τί οἱ ἄγονοι, οἷον παῖδες, γυναῖκες, καὶ οἱ ἤδη γέροντες καὶ οἱ εὐνοῦχοι, ὀξὺ φθέγγονται, οἱ δὲ ἄνδρες βαρύ; ἢ καθάπερ ἡ γραμμὴ καὶ τὰ ἄλλα λεπτὰ ἓν διάστημα ἔχει, τὰ δὲ παχέα πλείω, οὕτω καὶ ἡ λεπτὴ φωνὴ ἓν ἂν ἔχοι διάστημα. ῥᾷον δὲ καὶ ποιῆσαι καὶ κινῆσαι ἐστὶν ἓν ἢ πλείω. ἐχόντων οὖν τῶν προειρημένων πνεῦμα ἀσθενές, κινεῖ αὐτῷ ἀέρα ὀλίγον. ἐλάχιστος δέ ἐστιν ὁ ἓν διάστημα ἔχων, ὃς ἔσται λεπτὸς διὰ τὰ προειρημένα. καὶ ἡ ἀπ’ αὐτοῦ φωνὴ γινομένη τοιαύτη· ἡ δὲ λεπτὴ φωνὴ ὀξεῖά ἐστιν. οἱ μὲν οὖν ἄγονοι διὰ ταῦτα ὀξύφωνοί εἰσιν· οἱ δὲ ἄνδρες ἰσχύοντες τῷ πνεύματι πολὺν ἀέρα κινοῦσι, πολὺς δὲ ὢν βραδέως ἂν κινοῖτο καὶ βαρεῖαν φωνὴν ποιεῖ. ἐποίει γὰρ ἥ τε λεπτὴ καὶ ἡ ταχεῖα κίνησις ὀξεῖαν φωνήν, ὧν οὐδέτερον ἐπὶ τοῦ ἀνδρὸς συμβαίνει γίνεσθαι.
§17
Διὰ τί αἱ φωναὶ βαρύτεραι ἡμῖν εἰσὶ τοῦ χειμῶνος; ἢ ὅτι παχύτερος ὁ ἀήρ ἐστι τότε, καὶ ὁ ἐν ἡμῖν καὶ ὁ ἐκτός; παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνησις γίνεται, ὥστε ἡ φωνὴ βαρυτέρα. ἔτι ὑπνωτικώτεροί ἐσμεν τοῦ χειμῶνος ἢ τοῦ θέρους, καὶ καθεύδομεν πλείω χρόνον· ἐκ δὲ τῶν ὕπνων βαρύτεροί ἐσμεν. ἐν ᾧ οὖν πλείονα χρόνον καθεύδομεν ἢ ἐγρηγόραμεν (οὗτος δέ ἐστιν ὁ χειμών), ἐν τούτῳ ἂν εἴημεν βαρυφωνότεροι ἢ ἐν ιὧ τοὐναντίον. τοῦ γὰρ μεταξὺ τῆς ἐγέρσεως ὄντος ὀλίγου χρόνου, ἡ ἐν τῷ ὕπνῳ ἕξις γινομένη διαμένει πρὸς τὴν καθύπνωσιν.
§18
Διὰ τί ἐκ τῶν πότων καὶ τῶν ἐμέτων καὶ ἐν τοῖς ψύχεσι βαρύτερον φθέγγονται; ἢ διὰ τὴν ἔμφραξιν τοῦ φάρυγγος τὴν γινομένην ὑπὸ τοῦ φλέγματος; ἐπικατασπᾷ γὰρ ῥευμάτιον εἰς αὐτόν· καὶ τοῖς μὲν ὁ ἔμετος ἢ ὁ πότος, τοῖς δὲ ἡ ὥρα καὶ τὸ συμπλήρωμα στενώτερον ποιεῖ τὸν φάρυγγα, ὥστε βραδυτέρα γίνεται ἡ φορὰ τοῦ πνεύματος. ἡ δὲ βραδεῖα φορὰ καὶ βαρεῖαν ποιεῖ φωνήν.
§19
Διὰ τί ἐγγύθεν μὲν ἡ βαρυτέρα μᾶλλον ἐξακούεται, πόρρωθεν δὲ ἧττον; ἢ διότι ἡ βαρυτέρα φωνὴ πλείω μὲν ἀέρα κινεῖ, οὐκ εἰς μῆκος δέ; πόρρωθεν μὲν οὖν ἧττον ἀκούομεν, διότι ἐπ’ ἔλαττον κινεῖται, ἐγγύθεν δὲ μᾶλλον, διότι πλείων ἡμῖν ἀὴρ πρὸς τὸ αἰσθητήριον προσπίπτει. ἡ δὲ ὀξεῖα πόρρω ἀκούεται, ὅτι λεπτοτέρα ἐστί, τὸ δὲ λεπτὸν τὴν εἰς μῆκος αὔξησιν ἔχει. λέγοι δ’ ἄν τις ὅτι καὶ θάττων ἐστὶν ἡ ποιοῦσα αὐτὴν κίνησις. εἴη δ’ ἂν τοῦτο, εἰ πυκνὸν μὲν στενὸν δ’ εἴη τὸ κινοῦν πνεῦμα τὸν ἀέρα. ὅ τε γὰρ ὀλίγος εὐκινητότερός ἐστιν ἀήρ (κινεῖται γὰρ ὀλίγος ὑπὸ τοῦ στενοῦ), καὶ τὸ πυκνὸν πλείους πληγὰς ποιεῖ, ἃ τὸν ψόφον ποιοῦσιν. ἰδεῖν δ’ ἔστι τοῦτο ἐπὶ τῶν ὀργάνων· αἱ γὰρ λεπτότεραι χορδαὶ ὀξύτεραί εἰσι, τῶν ἄλλων τῶν αὐτῶν ὑπαρχόντων αὐταῖς.
§20
Διὰ τί ἡ φωνὴ ὀξυτέρα φαίνεται τοῖς μακροτέραν ἀφεστηκόσι, τοῦ ὀξέος ὄντος ἐν τῷ ταχέως φέρεσθαι; τὸ δὲ μακρότερον φερόμενον βραδύτερον κινεῖται. ἢ ὅτι ἡ ὀξύτης τῆς φωνῆς οὐ μόνον ἐστὶν ἐν τῷ ταχέως κινεῖσθαι, ἀλλὰ καὶ ἐν τῷ λεπτότατον ψόφον γίνεσθαι· τοῖς δὲ μακροτέραν ἀφεστηκόσιν ἀεὶ λεπτοτέρα ἡ φωνὴ ἀφικνεῖται διὰ τὴν ὀλιγότητα τοῦ ἀέρος τοῦ κινουμένου. μαραίνεται γὰρ ἡ κίνησις, μαραινόμενος δὲ ὁ ἀριθμὸς μὲν εἰς τὸ ἓν τελευτᾷ, σῶμα δὲ εἰς διάστημα ἕν. ὅ ἐστιν ἐν σώματι λεπτότης. ὁμοίως δὲ καὶ ἐν φωνῇ.
§21
Διὰ τί καὶ οἱ γεγυμνασμένοι καὶ οἱ ἀσθενεῖς ὀξὺ φθέγγονται; ἢ ὅτι οἱ μὲν ἀσθενεῖς ὀλίγον ἀέρα κινοῦσιν, ὁ δὲ ὀλίγος τοῦ πλείονος θᾶττον φέρεται· οἱ δὲ γεγυμνασμένοι ἰσχυρῶς κινοῦσι τὸν ἀέρα, ὁ δὲ ἰσχυρῶς κινούμενος ἀὴρ θᾶττον φέρεται. τὸ δὲ ταχὺ ἐν φορᾷ ἐν φωνῇ ὀξύ ἐστιν.
§22
Διὰ τί τοῖς μετὰ τὰ σιτία κεκραγόσιν ἡ φωνὴ διαφθείρεται; καὶ πάντας ἂν ἴδοιμεν τοὺς φωνασκοῦντας, οἷον ὑποκριτὰς καὶ χορευτὰς καὶ τοὺς ἄλλους τοὺς τοιούτους, ἕωθέν τε καὶ νήστεις ὄντας τὰς μελέτας ποιουμένους. ἢ τὸ διαφθείρεσθαι τὴν φωνὴν οὐθὲν ἕτερόν ἐστιν ἢ τὸν τόπον διαφθείρεσθαι καθ’ ὃν τὸ πνεῦμα διεξέρχεται; διὸ καὶ οἱ βραγχιῶντες διαφθείρονται τὰς φωνάς, οὐ τῷ τὸ πνεῦμα γίνεσθαι χεῖρον, ὃ ποιεῖ τὴν φωνήν, ἀλλὰ τῷ τετραχύνθαι τὴν ἀρτηρίαν. ὑπὸ δὲ τῆς θερμασίας τῆς σφοδρᾶς μάλιστα τραχύνεσθαι πέφυκεν ὁ τόπος οὗτος. διὸ καὶ οὔθ’ οἱ πυρέττοντες οὔτε οἱ σφόδρα πεπυρεχότες εὐθὺς μετὰ τὴν ἄνεσιν τοῦ πυρετοῦ ᾄδειν δύνανται· τετράχυνται γὰρ ὁ φάρυξ αὐτοῖς διὰ τὴν θερμασίαν. ἀπὸ δὲ τῶν σιτίων εἰκὸς εἶναι τὸ πνεῦμα καὶ πολὺ καὶ θερμόν· τὸ δὲ τοιοῦτον εὔλογόν ἐστι διεξιὸν ἑλκοῦν τε καὶ τραχύνειν τὴν ἀρτηρίαν· τούτου δὲ συμβαίνοντος εἰκότως ἡ φωνὴ διαφθείρεται.
§23
Διὰ τί, εἴπερ ἡ φωνή ἐστιν ἀήρ τις ἐσχηματισμένος καὶ φερόμενος, διαλύεται πολλάκις τὸ σχῆμα, ἡ δὲ ἠχώ, ἣ γίνεται πληγέντος τοῦ τοιούτου πρός τι στερεόν, οὐ διαλύεται αὕτη, ἀλλὰ σαφῶς ἀκούομεν αὐτῆς; ἢ ὅτι ἀνάκλασίς ἐστιν, ἀλλ’ οὐ κατάκλασις; οὕτω δὲ τό θ’ ὅλον διαμένει, καὶ δύο μέρη ὁμοιοσχήμονα ἐξ αὐτοῦ γίνεται· πρὸς ὁμοίαν γὰρ γωνίαν ἐστὶν ἡ ἀνάκλασις. διὸ καὶ ὁμοία γίνεται ἡ τῆς ἠχοῦς φωνὴ τῇ ἐξ ἀρχῆς.
§24
Διὰ τί τῶν μὲν ἄλλων ζῴων τὰ νέα καὶ νήπια ὀξύτερον φθέγγονται τῶν τελείων, οἱ δὲ μόσχοι βαρύτερον τῶν τελείων βοῶν; ἢ ὅτι ἐν ἑκάστῳ γένει τὸ νήπιον ὅμοιόν ἐστι τῷ ἐν αὐτῷ θήλει; τῶν βοῶν δὲ αἱ θήλειαι βαρύτερον φθέγγονται τῶν ἀρρένων, οἱ δὲ μόσχοι ταύταις ὁμοιότεροί εἰσιν ἢ τοῖς ἄρρεσιν· τὰ δὲ ἄλλα τοὐναντίον.
§25
Διὰ τί, ὅταν ἀχυρωθῶσιν αἱ ὀρχῆστραι, ἧττον οἱ χοροὶ γεγώνασιν; ἢ διὰ τὴν τραχύτητα προσπίπτουσα ἡ φωνὴ οὐ πρὸς λεῖον τὸ [δὲ] ἔδαφος ἧττον γίνεται μία, ὥστ’ ἐλάττων; οὐ γὰρ συνεχής. ὥσπερ καὶ τὸ φῶς ἐπὶ τῶν λείων μᾶλλον 〈φαίνει〉 διὰ τὸ 〈μὴ〉 διαλαμβάνεσθαι τοῖς ἐμποδίζουσιν.
§26
Διὰ τί ποτε ὁ ἅλς, ὅταν εἰς πῦρ ἐμβληθῇ, ψοφεῖ; ἢ ὅτι ὁ ἃλς ὑγρὸν ἔχει οὐ πολύ, ὃ ὑπὸ τοῦ θερμοῦ ἐκπνευματούμενον καὶ βίᾳ ἐκπῖπτον σχίζει τὸν ἅλα; τὸ δὲ σχιζόμενον ἅπαν ψοφεῖ.
§27
Διὰ τί ποτε τῶν παιδίων ἔνια, πρὶν ἥκειν τὴν ἡλικίαν ἐν ᾗ σαφηνίζειν ὥρα αὐτοῖς, φθεγξάμενα καὶ σαφῶς εἰπόντα πάλιν ὁμοίως διάγουσιν, ἕως ἂν ἔλθῃ ὁ εἰωθὼς χρόνος; ἃ δὴ πολλοὶ τέρατα νομίζουσιν εἶναι. ἤδη δ’ ἔνια λέγεται καὶ εὐθὺς γινόμενα φθέγξασθαι. ἢ ὅτι ὡς μὲν ἐπὶ πολὺ τὰ πλείω τε τῶν γενομένων γίνεται κατὰ φύσιν, διὸ ὀλίγοις τοῦτο συμβαίνει, καὶ φύσει ἅμα κατάλληλα τελειοῦται· διὸ καὶ ἀκούει τε ἅμα καὶ φωνεῖ καὶ ξυνίησι κατὰ τὴν ἀκοὴν καὶ λέγει καὶ σαφηνίζει. οὐ μὴν ἀλλὰ πολλάκις οὐκ ἀπαρτίζει τὰ αὐτά, ἀλλὰ τὰ μὲν ξυνίησι πρότερον ἢ τοῦτο τὸ μόριον ἀπολυθῆναι ᾧ διαλέγεται, τοῖς δὲ τοὐναντίον. ταῦτα μὲν οὖν οὐκ ἂν διαλεχθείη συνετῶς (ἃ γὰρ ἂν ἀκούσωσι, διαλέγονται)· ἀλλ’ ὅταν ἥκῃ καιρὸς ἀμφοῖν, ἀποδιδόασι τὸ κατὰ φύσιν. ὅσοις δὲ ἔμπροσθεν ἡ κατὰ τὴν ἀκοὴν αἴσθησις διακριβοῦται ἐν τῇ ψυχῇ, ᾧ πρώτῳ κινοῦσι τὴν φωνὴν καὶ ποιοῦσι λόγον, τούτοις ἐνίοτε γίνεται ἤδη ξυνιεῖσι πολλὰ καὶ δύναμίς τις τοῦ μορίου καὶ ἀπόλυσις, μάλιστα μὲν μετὰ ὕπνον τινά (τούτου δ’ αἴτιον ὅτι ὁ ὕπνος καὶ τὰ σώματα νωθέστερα ποιεῖ καὶ τὰ μόρια ἀναπαύσας), εἰ δὲ μή, καὶ ἄλλην μεταβολὴν λαβόντα τοιαύτην. πολλὰ δὲ ἔχομεν τοιαῦτα ποιεῖν, ἃ μικρῶν δεῖται καιρῶν· κἄπειτα οὐκέτι ὁμοίως ἔχει, ὅταν οὕτω τύχῃ τὸ μόριον ἔχον καὶ ἀπολυθέν· ὅταν ἐπιπολῆς ᾖ ἐν τῇ αἰσθήσει ὧν ἐκινήθη διάνοια, κατὰ τὴν ἀκοὴν τοῦτο ἐπανῆλθε καὶ ἐφθέγξατο. πολλάκις δὲ καὶ μέλη καὶ ῥήματα ἐπέρχεται οὐκ ἐκ προαιρέσεως ἡμῖν· ἀλλ’ ἐὰν τὸ πρῶτον προελόμενοι εἴπωμεν, ὕστερον ἄνευ προαιρέσεως λέγομεν ἢ ᾄδομεν, καὶ οὐ δύναται ἐκ τοῦ στόματος ἐξελθεῖν. οὕτω καὶ τοῖς παιδίοις, ὅταν συμβῇ τοῦτο ἐπόν, εἶτα πάλιν καταστῇ εἰς τὴν φύσιν ἐκεῖνο τὸ μόριον, ἕως ἂν ἡ ὥρα ἔλθῃ ἰσχῦσαι αὐτὸ καὶ ἀποκριθῆναι.
§28
Διὰ τί ἔνια ψοφεῖ καὶ κινεῖται ἐξαίφνης, οἷν τὰ κιβώτια, οὐδενὸς αἰσθητοῦ κινοῦντος; καίτοι κρεῖττον γέγονε τὸ κινοῦν τοῦ κινουμένου. ὁ δὲ αὐτὸς λόγος καὶ φθορᾶς καὶ γήρως· ὑπὸ ἀναισθήτου γὰρ φθείρεται τὰ λεγόμενα ὑπὸ τοῦ χρόνου πάντα. ἢ ὅμοιον τοῦτο τοῖς σταλαγμοῖς καὶ τοῖς ὑπὸ τῶν ἐκφυομένων αἰρομένοις λίθοις; οὐ γὰρ τὸ τελευταῖον αἴρει ἢ κινεῖ, ἀλλὰ τὸ συνεχές. ἐπὶ δὲ τούτου συνέβη ἀναισθήτου ὄντος αἰσθητὴν γίνεσθαι τὴν κίνησιν. οὕτω δὲ καὶ τὸ περιεχόμενον αἰσθητοῖς χρόνοις κινεῖται καὶ διαιρεῖται εἰς ἀναίσθητα, τῷ δὲ παντὶ καὶ συνεχεῖ ἐκίνησε καὶ ἔφθειρεν. συνεχὲς δέ ἐστιν οὐκ ἐν τῷ νῦν, ἀλλ’ ἐν τῷ ὡρισμένῳ χρόνῳ ὑπὸ τοῦ νῦν.
§29–45
§29
Διὰ τί οἱ χασμώμενοι ἧττον ἀκούουσιν; ἢ ὅτι τοῦ ἐξιόντος πνεύματος ἐν τῇ χάσμῃ πολὺ καὶ εἰς τὰ ὦτα χωρεῖ ἔσωθεν, ὥστε καὶ τῇ αἰσθήσει ἐπίδηλον εἶναι τὴν κίνησιν ἣν ποιεῖ περὶ τὴν ἀκοήν, μάλιστα δ’ ἐκ τῶν ὕπνων; ὁ δὲ ψόφος ἀὴρ ἢ πάθος ἀέρος ἐστίν. ἀντιπαίοντος οὖν τοῦ ἔσωθεν εἰσέρχεται ὁ ἔξωθεν ψόφος, καὶ ὑπὸ τῆς κινήσεως καὶ τοῦ ἔξωθεν ψόφου ἐκκρούεται ἡ κίνησις.
§30
Διὰ τί ἰσχνόφωνοι παῖδες ὄντες μᾶλλον ἢ ἄνδρες; ἢ ὥσπερ καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν ἀεὶ ἧττον κρατοῦσι παῖδες ὄντες, καὶ ὅσοι ἐλάττους οὐ δύνανται βαδίζειν, ὁμοίως καὶ τῆς γλώττης οἱ νεώτεροι οὐ δύνανται; ἐὰν δὲ παντάπασι μικροὶ ὦσιν, οὐδὲ φθέγγεσθαι δύνανται ἀλλ’ ἢ ὥσπερ τὰ θηρία, διὰ τὸ μὴ κρατεῖν. εἴη δ’ ἂν οὐ μόνον ἐπὶ τοῦ ἰσχνοφώνου, ἀλλὰ καὶ τραυλοὶ καὶ ψελλοί. ἡ μὲν οὖν τραυλότης τῷ γράμματός τινος μὴ κρατεῖν, καὶ τοῦτο οὐ τὸ τυχόν, ἡ δὲ ψελλότης τῷ ἐξαίρειν τι, ἢ γράμμα ἢ συλλαβήν, ἡ δὲ ἰσχνοφωνία ἀπὸ τοῦ μὴ δύνασθαι ταχὺ συνάψαι τὴν ἑτέραν συλλαβὴν πρὸς τὴν ἑτέραν. ἅπαντα δὲ δι’ ἀδυναμίαν· τῇ γὰρ διανοίᾳ οὐχ ὑπηρετεῖ ἡ γλῶττα. ταὐτὸ δὲ τοῦτο καὶ οἱ μεθύοντες πάσχουσι καὶ οἱ πρεσβῦται· ἧττον δὲ πάντα συμβαίνει.
§31
Διὰ τί ἡ φωνὴ τρέμει καὶ τῶν ἀγωνιώντων καὶ τῶν δεδιότων; ἢ ὅτι σείεται ἡ καρδία τοῦ θερμοῦ ἐξιόντος; ἀμφοτεράκις δὲ πάσχουσι τοῦτο· καὶ γὰρ τοῖς ἀγωνιῶσι συμβαίνει καὶ τοῖς φοβουμένοις. σειομένης δὲ οὐ γίνεται μία ἡ πληγή, ἀλλὰ πλείους, ὥσπερ ἡ τῶν παρανενευρισμένων χορδῶν.
§32
Διὰ τί οἱ μὲν ἀγωνιῶντες βαρὺ φθέγγονται, οἱ δὲ φοβούμενοι ὀξύ; ἢ ὅτι τοῖς μὲν φοβουμένοις καταψύχεται ὁ τόπος ὁ περὶ τὴν καρδίαν, κάτω ὁρμῶντος τοῦ θερμοῦ, ὥστε ὀλίγον ἀέρα κινοῦσιν; ἡ γὰρ ἰσχὺς ἐν τῷ θερμῷ· τοῖς δὲ ἄνω φέρεται τὸ θερμόν, ὥσπερ τοῖς αἰσχυνομένοις· δι’ αἰσχύνην γὰρ καὶ ἀγωνιῶσιν. τοῖς δὲ αἰσχυνομένοις ἄνω φέρεται πρὸς τὸ πρόσωπον· σημεῖον δὲ ὅτι ἐξέρυθροι γίνονται μᾶλλον. συντήκει οὖν καὶ παχὺν ποιεῖ τὸν ἀέρα ᾧ φθέγγονται· ὁ δὲ τοιοῦτος βραδέως ὠθεῖται· τὸ δὲ βραδὺ ἐν φωνῇ βαρύ ἐστιν.
§33
Διὰ τί εὐηκοωτέρα ἡ νὺξ τῆς ἡμέρας ἐστίν; πότερον, ὥσπερ Ἀναξαγόρας φησί, διὰ τὸ τῆς μὲν ἡμέρας σίζειν καὶ ψοφεῖν τὸν ἀέρα θερμαινόμενον ὑπὸ τοῦ ἡλίου, τῆς δὲ νυκτὸς ἡσυχίαν ἔχειν ἅτε ἐκλελοιπότος τοῦ θερμοῦ, εἶναι δὲ μᾶλλον ἀκουστὸν μηθενὸς ὄντος ψόφου; ἢ ὅτι διὰ τοῦ κενωτέρου μᾶλλον ἀκουστόν ἐστιν ἢ διὰ τοῦ πλήρους; ἔστι δὲ τῆς μὲν ἡμέρας ὁ ἀὴρ πυκνὸς ἅτε πεπληρωμένος ὑπὸ τοῦ φωτὸς καὶ τῶν ἀκτίνων, τῆς δὲ νυκτὸς ἀραιότερος διὰ τὸ ἀπεληλυθέναι ἐξ αὐτοῦ τὸ πῦρ καὶ τὰς ἀκτῖνας, σώματα ὄντα. ἢ ὅτι τῆς μὲν ἡμέρας τὰ σώματα πρὸς πολλὰ τὴν διάνοιαν ἕλκει· διὸ οὐκ εὐκρινές ἐστι πρὸς τὴν ἀκοήν. καὶ τῷ πράττειν ἡμᾶς πάντα μᾶλλον ἐν τῇ ἡμέρᾳ ἢ τῇ νυκτί, καὶ αὐτὰ περὶ τὰς πράξεις ἐστίν. χωρισθεῖσα δὲ αἴσθησις διανοίας καθάπερ ἀναίσθητον πόνον ἔχει, ὥσπερ εἴρηται τὸ νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει. νυκτὸς δὲ τῆς ὄψεως ἀργούσης καὶ τῆς διανοίας μᾶλλον ἠρεμούσης ὁ τῆς ἀκοῆς πόρος μᾶλλον ἀνεῳγμένος, καθάπερ τῆς ἡμέρας, δεκτικὸς μέν ἐστι τῶν ἤχων ὁμοίως, ἐξαγγελτικὸς δὲ μᾶλλον [ἢ] τῇ διανοίᾳ διὰ τὸ μήτε αὐτὴν ἐνεργεῖν, μήθ’ ὑπὸ τῆς ὄψεως παρενοχλεῖσθαι, καθάπερ καὶ τῆς ἡμέρας.
§34
Διὰ τί οἱ ἄγονοι, οἷον παῖδες καὶ γυναῖκες καὶ οἱ ἤδη γέροντες καὶ οἱ εὐνοῦχοι, ὀξὺ φθέγγονται, οἱ δὲ ἄνδρες βαρύτερον; ἢ δι’ ἀσθένειαν τοῦ κινοῦντος μορίου τὸν ἀέρα; ὀλίγον γὰρ τὸ ἀσθενὲς κινεῖ, ὁ δὲ ὀλίγος ταχὺ φέρεται, τὸ δὲ ταχὺ φερόμενον ὀξύ. ἢ διότι ὁ πόρος ὁ πρῶτος, δι’ οὗ ἡ φωνὴ φέρεται, τοῖς μὲν ἀγόνοις μικρός, ὥστε ὀλίγον ἐξ αὐτοῦ τὸ ὠθοῦν τὸν ἀέρα, ὀλίγος δὲ ὢν ταχὺ φέρεται δι’ εὐρέος τοῦ ἄνω φάρυγγος· ἀκμάζουσι δὲ καὶ ἀνδρουμένοις διίσταται οὗτος, ὥσπερ καὶ ἐπὶ τοὺς ὄρχεις, ὥστε καὶ πλείων ἐστὶν ὁ ὠθούμενος. βραδύτερον οὖν διιὼν βαρὺς γίνεται.
§35
Διὰ τί οἱ ἰσχνόφωνοι οὐ δύνανται διαλέγεσθαι μικρόν; ἢ ὅτι ἴσχονται τοῦ φωνεῖν, ἐμποδίζοντός τινος; οὐκ ἴσης δὲ ἰσχύος οὐδ’ ὁμοίας κινήσεως, μὴ ἐμποδίζοντός τε τὴν κίνησιν μηδενὸς καὶ ἐμποδίζοντος, βιάσασθαι δεῖ. ἡ δὲ φωνὴ κίνησίς ἐστι· μεῖζον δὲ φθέγγονται μᾶλλον οἱ τῇ ἰσχύϊ χρώμενοι. ὥστ’ ἐπεὶ ἀνάγκη ἀποβιάζεσθαι τὸ κωλῦον, ἀνάγκη μεῖζον φθέγγεσθαι τοὺς ἰσχνοφώνους.
§36
Διὰ τί δὲ ἀγωνιῶντες μὲν μᾶλλον ἰσχνόφωνοι γίνονται, ἐν δὲ ταῖς μέθαις ἧττον; ἢ ὅτι ἀποπληξίας ὅμοιόν ἐστι τὸ πάθος μέρους τινὸς τῶν ἐντός, ὃ ἀδυνατοῦσι κινεῖν, ἐμποδίζοντος διὰ τὴν κατάψυξιν; ὁ μὲν οὖν οἶνος φύσει θερμὸς ὢν λύει τὴν κατάψυξιν μᾶλλον, ἡ δὲ ἀγωνία ποιεῖ· φόβος γάρ τις ἡ ἀγωνία, ὁ δὲ φόβος κατάψυξις.
§37
Διὰ τί ἔξωθεν εἰς τὰς οἰκίας εἴσω ἀκούεται μᾶλλον ἢ ἔσωθεν ἔξω; ἢ ὅτι ἔσωθεν ὁ ψόφος διὰ τὸ ἀχανὲς ἰέναι διασπᾶται, ὥστε οὐχ ἱκανὸν ἕκαστον μέρος ἀκουσθῆναι, ἢ ἧττον; ἔξωθεν δὲ ἔσω εἰς ἐλάττω τόπον καὶ ἀέρα ἑστῶτα ἡ φωνὴ βαδίζουσα ἀθρόα ἔρχεται, ὥστε μείζων οὖσα ἀκούεται μᾶλλον.
§38
Διὰ τί οἱ ἰσχνόφωνοι μελαγχολικοί; ἢ ὅτι τὸ τῇ φαντασίᾳ ἀκολουθεῖν ταχέως τὸ μελαγχολικὸν εἶναί ἐστιν, οἱ δὲ ἰσχνόφωνοι τοιοῦτοι· προτερεῖ γὰρ ἡ ὁρμὴ τοῦ λέγειν τῆς δυνάμεως αὐτοῖς, ὡς θᾶττον ἀκολουθούσης τῆς ψυχῆς τῷ φανέντι. καὶ οἱ τραυλοὶ δὲ ὡσαύτως· βραχύτερα γὰρ τὰ μόρια ταῦτα τοῖς τοιούτοις. σημεῖον δέ· οἰνωμένοι γὰρ τοιοῦτοι γίνονται, ὅτε μάλιστα τοῖς φαινομένοις ἀκολουθοῦσι, καὶ οὐ τῷ νῷ.
§39
Διὰ τί τὰ πράσα συμφέρει πρὸς εὐφωνίαν, ἐπεὶ καὶ τοῖς πέρδιξιν; ἢ ὅτι καὶ τὰ σκόροδα ἑφθὰ λεαίνει, τὰ δὲ πράσα γλισχρότητα ἔχει τινά; ῥυπτικὸν δὲ τοῦ φάρυγγος.
§40
Διὰ τί τὰ μὲν ἄλλα ὀξύτερον φθέγγεται σφοδρότερα ὄντα, ὁ δὲ ἄνθρωπος ἀσθενῶν; ἢ διότι ἐλάττω κινεῖ ἀέρα, οὗτος δὲ ταχὺ διέρχεται, τὸ δὲ ταχὺ ὀξὺν ποιεῖ τὸν ψόφον.
§41
Διὰ τί ἀκούουσι μᾶλλον κατέχοντες τὸ πνεῦμα ἢ ἐκπνέοντες; διὸ καὶ ἐν ταῖς θήραις παραγγέλλουσιν ἑαυτοῖς μὴ πνευστιᾶν. πότερον ὅτι τὸ αἰσθητικὸν ἄνω ἔρχεται αἰρομένων τῶν φλεβῶν; καθευδόντων γὰρ κάτω· διὸ καὶ μᾶλλόν τε ἐκπνέουσιν καθεύδοντες ἢ εἰσπνέουσι, καὶ ἀνήκοοί εἰσιν. ἢ καὶ τὸ αἷμα ἀνέρχεται ἐκπεπνευκότος, ὥστε κενοῦται τὰ κάτω; ἀκούουσι δὲ τῷ κενῷ. ἢ ὅτι ὁ φυσιασμὸς ψόφος τίς ἐστιν, οὗτος δὲ ἐν τῷ ἐκπνεῖν γινόμενος κωλύει ἀκούειν.
§42
Διὰ τί θᾶττον μὲν ψοφοῦσι καὶ πηδῶσιν οἱ μικροὶ ἅλες, μείζω δὲ ψοφοῦσι καὶ πηδῶσιν οἱ μεγάλοι; ἢ διότι οἱ μὲν ταχὺ σχίζονται (οὐ γὰρ πολὺ ὃ δεῖ διελθεῖν τῷ πυρί) διὰ τὴν μικρότητα, οἱ δὲ βραδέως· μεῖζον γὰρ ἔργον τὸ μεῖζον διασχίσαι ἢ τὸ μικρόν. ψοφεῖ δὲ ὁ μὲν μικρὸς μικρόν, ἡ γὰρ πληγὴ μικρά, ὁ δὲ μείζων μεγάλα, μεγάλη γὰρ ἡ πληγή· ὁ δὲ ψόφος πληγή ἐστιν. καὶ πηδᾷ δὲ μᾶλλον τὸ ἰσχυρότερον, ἂν πληγείη· ἧττον γὰρ ἐνδίδωσιν.
§43
Διὰ τί, ἐὰν εἰς πολὺ πῦρ ἐμβάλῃ τις τὸ αὐτὸ μέγεθος ἁλός, ἧττον ψοφεῖ ἢ οὐ ψοφεῖ; ἢ ὅτι φθάνει κατακαυθεὶς πρὶν σχισθῆναι; καίεται μὲν γὰρ τῷ τὸ ὑγρὸν ἀναλωθῆναι, ψοφεῖ δὲ τῷ σχισθῆναι.
§44
Διὰ τί οἱ χασμώμενοι ἧττον ἀκούουσιν; ἢ ὅτι τὸ πνεῦμα ἐναπολαμβάνουσιν, τὸ δὲ ἀπολαμβανόμενον πνεῦμα περὶ τὰ ὦτα ἀθροίζεται. σημεῖον δέ· ἐν γὰρ τοῖς ὠσὶ ψόφος γίνεται ὅταν χασμησώμεθα. τὸ δὲ ἀπολαμβανόμενον πνεῦμα κωλύει ἀκούειν. ἔτι δὲ καὶ φωνή τις γίνεται τῶν χασμωμένων· τοῦτο δὲ κωλυτικὸν τοῦ ἀκούειν. καὶ συμπιέζεσθαι ἀναγκαῖον τὰς ἀκοὰς διασπωμένου τοῦ στόματος.
§45
Διὰ τί τῆς φωνῆς, ἐπειδὴ ῥύσις τίς ἐστι, φύσιν ἐχούσης ἄνω φέρεσθαι, μᾶλλόν ἐστιν εὐήκοος ἄνωθεν κάτω ἢ κάτωθεν ἄνω; ἢ ὅτι ἡ φωνὴ ἀήρ τίς ἐστι μεθ’ ὑγροῦ· βαρυνόμενος οὖν οὗτος ὑπὸ τοῦ ὑγροῦ φέρεται κάτω καὶ οὐκ ἄνω· τοῦ γὰρ ὑγροῦ κατὰ φύσιν ἡ κάτω φορά. διὸ τοῖς κάτω μᾶλλον ἀκούεται. ἢ τοῦτο μὲν ὑπὸ τῆς τοῦ ζῴου φωνῆς μόνον γίνεται (αὕτη γὰρ μεθ’ ὑγροῦ), τὸ δὲ συμβαῖνόν ἐστι καὶ ἐπὶ τῶν ἄλλων ψόφων; καθάπερ οὖν ἡ ὄψις, ἐὰν μὲν ἄνωθεν κάτω προσπέσῃ, τὴν ἀνάκλασιν ἄνω ποιεῖται, κάτωθεν δὲ ἄνω προσπεσοῦσα ἀνεκλάσθη κάτω, τὸν αὐτὸν τρόπον ἡ φωνὴ ἡ φύσιν ἔχουσα ἄνω φέρεσθαι, προσκόψασα τῷ ἐξ ἐναντίας ἀέρι, βιάζεσθαι μὲν οὐ δύναται πλείονα ὄντα καὶ βαρύτερον, ἀνακλασθεὶς δὲ ὁ κινηθεὶς ἀὴρ ἐπὶ τοὐναντίον ἠνέχθη κάτω, διὸ καταχεόμενος ἀκούεται κάτω μᾶλλον. τοιοῦτο δὲ καὶ τὸ περὶ τὴν ἠχὼ συμβαῖνόν ἐστιν, ἀνάκλασις τῆς φωνῆς ἐπὶ τοὐναντίον.
§46–62
§46
Διὰ τί μεθυόντων μᾶλλον ἀπορρήγνυται ἡ φωνὴ ἢ νηφόντων; ἢ διὰ τὸ πεπληρῶσθαι ταχέως ἀπορρηγνύασι τὴν φωνήν; σημεῖον δὲ τούτου· οὔτε γὰρ οἱ χοροὶ μελετῶσιν ἐξ ἀρίστου οὔτε οἱ ὑποκριταί, ἀλλὰ νήστεις ὄντες. ἐν δὲ τῇ μέθῃ πληρέστεροι ὄντες εὐλόγως μᾶλλον ἀπορρήγνυνται τὰς φωνάς.
§47
Διὰ τί ποτε τῶν ὀξυτέρων φωνῶν πορρώτερον ἀκούουσιν; ἢ διότι τὸ ὀξὺ ἐν φωνῇ ταχύ ἐστι, θᾶττον δὲ κινεῖται τὰ βίᾳ μᾶλλον φερόμενα, τὰ δὲ σφοδρότερον φερόμενα ἐπὶ πλέον φέρεται.
§48
Διὰ τί κατέχοντες τὸ πνεῦμα μᾶλλον ἀκούομεν; ἢ ὅτι ἡ ἀνάπνευσις ψόφον τινὰ παρέχει. εἰκότως οὖν τότε μᾶλλον ἀκούομεν, ὅταν ἥττων ὁ ψόφος ᾖ ἥττων γὰρ ὁ ψόφος, ὅταν κατέχωμεν τὸ πνεῦμα.
§49
Διὰ τί τὸ μὲν φῶς οὐ διέρχεται διὰ τῶν πυκνῶν, λεπτότερον ὂν καὶ πόρρω ὂν καὶ θᾶττον, ὁ δὲ ψόφος διέρχεται; ἢ διότι τὸ μὲν φῶς κατ’ εὐθεῖαν φέρεται, ὥστε ἂν ἀντιφράξῃ τι τὴν εὐθυωρίαν, ὅλως ἀποκέκλειται, ὁ δὲ ψόφος φέρεται καὶ οὐκ εὐθὺ διὰ τὸ πνεῦμα εἶναι; διὸ πανταχόθεν ψοφοῦντος ἀκούομεν, καὶ οὐ μόνον τῶν κατ’ εὐθυωρίαν τοῖς ὠσίν.
§50
Διὰ τί ποτε οἱ μὲν γελῶντες βαρὺ φθέγγονται, οἱ δὲ κλαίοντες ὀξύ; ἢ διότι ἀπὸ τῶν συντόνων ὀξεῖα ἡ φωνή, τὸ δὲ ὀξύ ἐστιν ἀσθενές; ἄμφω δὲ ταῦτα μᾶλλον τοῖς κλαίουσιν ὑπάρχει· καὶ γὰρ συντέτανται μᾶλλον οἱ κλαίοντες καὶ ἀσθενέστεροί εἰσιν.
§51
Διὰ τί, εἴπερ ἡ φωνὴ ἀήρ τις ἐσχηματισμένος ἐστί, καὶ φερομένη διαλύεται πολλάκις τὸ σχῆμα, ἡ δὲ ἠχώ, ἣ γίνεται πληγέντος τοῦ τοιούτου πρός τι στερεόν, οὐ διαλύεται, ἀλλὰ σαφῶς ἀκούομεν; ἢ διότι ἀνάκλασίς ἐστιν, οὐ κατάκλασις; τοῦτο δὲ ὅλον ἀφ’ ὅλου. εἶτα τὸ πάθος ἀφ’ ὁμοίου· ἀπὸ γὰρ τοῦ ἀέρος ἀνακλᾶται ἐν τῷ κοίλῳ, οὐκ ἀπὸ τοῦ κοίλου.
§52
Διὰ τί ἑνός τε καὶ πολλῶν φθεγγομένων ἅμα οὔτε ἴσος ὁ φθόγγος, οὔτε ἐπὶ πλεῖον γεγωνόσιν ὡς κατὰ λόγον εἰς τὸ πόρρω; ἢ ὅτι ἕκαστος τὸν καθ’ αὑτὸν ἀέρα προωθεῖ, ἀλλ’ οὐ τὸν αὐτόν, πλὴν ἐπὶ μικρόν; ὅμοιον δὴ συμβαίννει ὥσπερ ἂν εἰ πολλοὶ μὲν εἶεν οἱ βάλλοντες, ἕκαστος μέντοι λίθῳ ἑτέρῳ ἢ οἵ γε πλεῖστοι. οὔτε γὰρ ἐκεῖ πόρρω οὐθὲν ἀφίξεται βέλος, ἢ οὐ κατὰ λόγον, οὔτε ἐνταῦθα· οὐ γὰρ ἑνὸς ἡ τοσαύτη φωνή, ἀλλὰ πολλῶν. ἐγγύθεν μὲν οὖν κατὰ λόγον πολλὴ φαίνεται ἡ φωνή (καὶ γὰρ τὰ βέλη πλείω τεύξεται τοῦ αὐτοῦ), πόρρωθεν δὲ οὐκέτι.
§53
Διὰ τί ἀγωνιῶντες μὲν βαρύτερον φθέγγονται, φοβούμενοι δὲ ὀξύτερον; καίτοι καὶ ἡ αἰδὼς φόβος τίς ἐστιν. ἢ διαφέρει πολὺ τὸ πάθος; οἱ μὲν γὰρ αἰδούμενοι ἐρυθριῶσιν (ἡ δὲ ἀγωνία αἰσχύνη τίς ἐστιν), οἱ δὲ φοβούμενοι ὠχριῶσιν. φανερὸν οὖν ὅτι τοῖς μὲν φοβουμένοις ἐκλείπει ἄνωθεν τὸ θερμόν, ὥστε κινεῖ ἀσθενὲς ὂν ὀλίγον ἀέρα τὸ πνεῦμα, τὸ δὲ ὀλίγον ταχὺ φέρεται, τὸ δὲ ταχὺ ἐν φωνῇ τὸ ὀξύ· τοῖς δὲ αἰδουμένοις ἄνω ἔρχεται τὸ θερμὸν περὶ τὰ στήθη. σημεῖον δὲ ὅτι γίνονται ἐξέρυθροι. πολὺν δὲ κινεῖ ἀέρα ἡ πολλὴ δύναμις, τὸ δὲ πολὺ βραδέως φέρεται, τὸ δὲ βραδὺ ἐν φωνῇ βαρύ.
§54
Διὰ τί ἰσχνόφωνοι γίνονται; ἢ αἴτιον ἡ κατάψυξις τοῦ τόπου ᾧ φθέγγονται, καὶ ὥσπερ ἀποπληξία τοῦ μέρους τούτου ἐστίν; διὸ καὶ θερμαινόμενοι ὑπὸ οἴνου καὶ τοῦ λέγειν συνεχῶς ῥᾷον συνείρουσι τὸν λόγον.
§55
Διὰ τί μόνον τῶν ἄλλων ζῴων ἄνθρωπος γίνεται ἰσχνόφωνον; ἢ ὅτι λόγου κοινωνεῖ μόνον, τὰ δὲ ἄλλα φωνῆς; οἱ δὲ ἰσχνόφωνοι φωνοῦσι μέν, λόγον δὲ οὐ δύνανται συνείρειν.
§56
Διὰ τί τοῦ μὲν χειμῶνος ὀξύτερον φθέγγονται καὶ νήφοντες, θέρους δὲ καὶ μεθύοντες βαρύτερον; ἢ ὅτι ὀξυτέρα μέν ἐστιν ἡ ταχυτέρα, ταχυτέρα δέ ἐστιν ἡ ἀπὸ συντεταμένου φωνή; τῶν δὲ νηφόντων καὶ ἐν τῷ χειμῶνι τὰ σώμματα συνέστηκε μᾶλλον ἢ μεθυόντων καὶ ἐν τῷ θέρει. τὸ γὰρ θερμὸν καὶ αἱ ἀλέαι διαλύουσι τὰ σώματα.
§57
Διὰ τί ἡ φωνὴ ὕστατον τελειοῦται τοῖς ἀνθρώποις τῶν φθεγγομένων; ἢ διότι πλείστας ἔχει διαφορὰς καὶ εἴδη; τὰ γὰρ ἄλλα ζῷα ἢ οὐθὲν γράμμα ἢ ὀλίγα διαλέγονται. τὸ δὲ ποικιλώτατον καὶ πλείστας ἔχον διαφορὰς ἀνάγκη ἐν πλείστῳ χρόνῳ ἀποτελεῖσθαι.
§58
Διὰ τί ἡ μὲν ὄψις οὐ διέρχεται διὰ τῶν στερεῶν, ἡ δὲ φωνὴ διέρχεται; ἢ ὅτι τῆς μὲν ὄψεως μία φορὰ ἡ κατ’ εὐθεῖαν (σημεῖον δὲ αἵ τε τοῦ ἡλίου ἀκτῖνες, καὶ ὅτι ἐξ ἐναντίας μόνον ὁρῶμεν), τῆς δὲ φωνῆς πολλαί; ἀκούομεν γὰρ πανταχόθεν. ὅταν οὖν κωλυθῇ κατ’ εὐθεῖαν ἐκπίπτειν διὰ τὸ μὴ κατ’ ἀλλήλους εἶναι τοὺς πόρους, ἀδυνατεῖ διορᾶν. ὁ δὲ ἀὴρ καὶ ἡ φωνή, ἅτε πανταχοῦ φερομένη, διὰ παντὸς διαπίπτει καὶ ἀκούεται. ἐν δὲ τοῖς ὑγροῖς αἱ μὲν ὄψεις διορῶσιν, αἱ δὲ φωναὶ οὐκ ἀκούονται ἢ μόλις, λεπτοτέρου ὄντος τοῦ ὑγροῦ ἢ τῆς γῆς, ὅτι οἱ πόροι μικροὶ καὶ πυκνοὶ καὶ κατ’ ἀλλήλους, ὥστε οὐ κωλύεται ἡ ὄψις εὐθυπορεῖν. διὰ τοῦτο καὶ διὰ μὲν τῆς ὑέλου διορᾶται πυκνῆς οὔσης, διὰ δὲ τοῦ νάρθηκος ἀραιοῦ ὄντος οὐ διορᾶται. ἔτι τῆς μὲν οἱ πόροι κατάλληλοι, τοῦ δὲ παραλλάττοντες· οὐθὲν δ′ ὄφελος εἶναι μεγάλους, ἐὰν μὴ κατ’ εὐθεῖαν ὦσιν. ἡ δὲ φωνὴ οὐκ ἀκούεται, ὅτι ἐλάττω τὰ διάκενα τὰ ἐν τῷ ὕδατι τοῦ ἀέρος, ὥστε οὐ δύναται δέχεσθαι, οὐδὲ διιέναι τὴν φωνήν ἀλλ’ ἢ μόλις [ἢ μετὰ φωνῆς]. ἡ γὰρ φωνὴ ἀήρ τις. οὐ γὰρ ἅπαν τὸ μανότερον διιτικώτερον, ἂν μὴ καὶ οἱ πόροι ὦσιν ἁρμόττοντες τῷ διιόντι, ὥστ’ οὐδὲ συνιτικώτερον εἰς αὑτό, ἂν μὴ δεκτικοὶ ὦσιν οἱ πόροι τῶν σωμάτων. καίτοι τὸ μανὸν μαλακὸν καὶ δυνάμενον εἰς αὑτὸ συνιέναι. ἀλλ’ ἔνια κωλύεται διὰ τὴν μικρότητα τῶν πόρων, οἷον ἡ ὕελος· ταύτης γὰρ οὐ συνάγονται, μανοτέρας οὔσης τοῦ νάρθηκος, διὰ τὴν εἰρημένην αἰτίαν. ὁμοίως δὲ καὶ τὸ ὕδωρ καὶ εἴ τι ἄλλο τοιοῦτον· ὥστε καὶ τόδε φανερόν, διότι τοῦ μανοῦ καὶ μαλακοῦ ἢ ταὐτοῦ ὄντος ἢ παραπλησίου τὴν φύσιν, οὐ τὸ μανότερον μᾶλλον συνάγεται εἰς αὑτό· ἡ γὰρ αὐτὴ αἰτία πάντων.
§59
Διὰ τί γίνεται ἐλάττων μὲν ἡ φωνὴ ἐξαιρουμένων, ὁμοία δὲ τὸν χαρακτῆρα; ἢ ὅτι ἐμέμικτο αὐτοῖς; τὸ δὲ μεμιγμένον οὐ τῇ μέν ἐστι τῇ δὲ οὔ, ἀλλὰ πάντη. ὁμοίως οὖν πανταχόθεν ἐξαιρουμένων συνέρχεται ὁμοίως, ὥστ’ ἔλαττόν τε ἀνάγκη καὶ ὅμοιον εἶναι.
§60
Διὰ τί ἰσχνόφωνοι γίνονται; πότερον διὰ θερμότητα προπετέστεροί εἰσιν, ὥστε προσπταίοντες ἐπίσχουσιν, ὥσπερ οἱ ὀργιζόμενοι; καὶ γὰρ οὗτοι πλήρεις ἄσθματος γίνονται. πολὺ μὲν οὖν τὸ πνεῦμα συμβαίνει. 〈ἢ〉 διὰ τὴν ζέσιν τοῦ θερμοῦ ἀσθμαίνουσιν, διὰ τὸ πολὺ εἶναι καὶ μὴ φθάνειν ὑπεξιὸν τῷ τῆς ἀναπνοῆς καιρῷ; ἢ μᾶλλον τοὐναντίον κατάψυξις ἢ θερμότης τοῦ τόπου ᾧ φθέγγονται, ὥσπερ ἀποπληξία τοῦ μέρους τούτου; διὸ καὶ θερμαινόμενοι ὑπὸ οἴνου καὶ τοῦ λέγειν συνεχῶς ῥᾷον συνείρουσι τὸν λόγον.
§61
Διὰ τί τοῦ χειμῶνος αἱ φωναὶ βαρύτεραι; ἢ ὅτι παχύτερος ὁ ἀήρ, παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνησις, ὥσθ’ ἡ φωνὴ βαρυτέρα. ἢ διότι διὰ τῶν στενῶν βραδύτερον χωρεῖ ὁ ἀήρ, συμφράττεται δὲ τὸ περὶ τὸν φάρυγγα ὑπό τε τοῦ ψυχροῦ καὶ τοῦ ἐπιρρέοντος φλέγματος.
§62
Διὰ τί τὰ παιδία καὶ αἱ γυναῖκες καὶ οἱ εὐνοῦχοι καὶ οἱ γέροντες φθέγγονται ὀξύ; ἢ ὅτι θάττων κίνησίς ἐστιν ἡ ὀξυτέρα; ἔστι δὲ τὸ αὐτὸ πλείονος δυσκινητότερον, ὥστε οἱ ἐν ἀκμῇ πλείω συνεπισπῶνται τὸν ἀέρα· οὗτος οὖν βραδύτερον ἰὼν βαρυτέραν παρασκευάζει τὴν φωνήν. ἐν δὲ τοῖς παιδίοις καὶ εὐνούχοις διὰ τὸ ἐλάττω ἔχειν ἐναντίως. τρέμειν δὲ τοὺς πρεσβύτας οὐ δυναμένους κρατεῖν, ὥσπερ τοῖς ἀδυνάτοις καὶ παιδίοις, ὅταν μακρὸν ξύλον λάβωσιν ἀπ’ ἄκρου, τὸ ἕτερον ἄκρον σείεται διὰ τὸ μὴ κρατεῖν. (διὰ τοῦτο καὶ οἱ πρεσβῦται τρέμουσιν διὰ τὸ μηκέτι κρατεῖν). τὸ αὐτὸ δὲ ὑποληπτέον καὶ ἐπὶ τῶν ἀγωνιώντων καὶ φοβουμένων καὶ ῥιγώντων αἴτιον τοῦ τρόμου τῆς φωνῆς. τοῦ γὰρ ἔχοντος τὴν φωνὴν τοιαύτην, τῶν τοιούτων παθῶν εἴσω περιεστηκότος τοῦ πλείστου, λοιπὸν ὀλίγον ὂν οὐ δύναται κρατεῖν τῆς φωνῆς· διὸ καὶ σείεται καὶ τρέμει. διὸ καὶ οἱ τεχνικοὶ τῶν συνειδότων ὅτι ἀγωνιῶσι μικρὸν διαλέγονται ἀπ’ ἀρχῆς, καὶ ἄχρι οὗ ἂν καταστῶσιν· μικρᾶς γὰρ οὔσης τῆς φωνῆς ῥᾷον κρατοῦσιν.
Tap any Greek word to look it up