Aristotle Problemata
EN Lat Orig
Α. ΟΣΑ ΙΑΤΡΙΚΑ. Β. ΟΣΑ ΠΕPΙ IΔPΩTΑ Γ. ΟΣΑ ΠΕΡΙ ΟΙΝΟΠΟΣΙΑΝ ΚΑΙ ΜΕΘΗΝ Δ. ΟΣΑ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΑ Ε. ΟΣΑ ΑΠΟ ΚΟΠΟΥ Ϛ. ΟΣΑ ΕΚ ΤΟΥ ΠΩΣ ΚEΙΣΘΑI ΚΑΙ EΣΧΗΜΑΤΙΣΘΑΙ ΣΥΜΒΑΙΝΕΙ Ζ. ΟΣΑ ΕΚ ΣΥΜΠΑΘΕΙΑΣ Η. ΟΣΑ ΕΚ PΙΓΟΥΣ ΚΑI ΦPΙΚΗΣ Θ. ΟΣΑ ΙΙΕΡΙ ΥΠΩΠΙΑ ΚΑΙ ΟΥΛΑΣ ΚΑΙ ΜΩΛΩΠΑΣ Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ IΑ. ΟΣΑ ΠEPΙ ΦΩΝΗΣ ΙΒ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΕΥΩΔΗ ΙΓ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΔΥΣΩΣΗ ΙΔ. ΟΣΑ ΠΕΡΙ ΚΡΑΣΕΙΣ ΙΕ. ΟΣΑ ΜΑΘΗΜΑΤΙΚΗΣ ΜΕΤΕΞΕΙ ΘΕΩΡΙΑΣ ΙϚ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΑΨΥΧΑ. ΙΖ. ΟΣΑ ΠΕΡΙ ΕΜΨΥΧΑ. ΙΗ. ΟΣΑ ΠΕΡΙ ΘΙΛΟΛΟΓΙΑΝ ΙΘ. ΟΣΑ ΠΕΡΙ ΑΡΜΟΝΙΑΝ. Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ ΚΑ. ΟΣΑ ΠΕΡΙ ΑΛΦΙΤΑ ΚΑΙ ΜΑΖΑΝ ΚΑΙ ΤΑ ΟΜΟΙΑ. ΚΒ. ΟΣΑ ΠΕΡΙ ΟΠΩΡΑΝ.. ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ. ΚΔ. ΟΣΑ ΠΕPΙ TΑ ΘEPΜΑ ΥΔΑΤΑ. ΚE. ΟΣΑ ΠΕPI TOΝ ΑEPΑ. Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ. ΚΖ. ΟΣΑ ΠΕΡΙ ΦΟΒΟΝ ΚΑΙ ΑΝΔΡΕΙΑΝ ΚΗ. ΟΣΑ ΠEPI ΣΩΦPΟΣΥΝΗΝ ΚΑI ΑΚΟΛΑΣIΑΝ, ΚΑI EΓΚΡΑΤΕΙΑΝ ΚΑI ΑΚPΑΣΙΑN ΚΘ. ΟΣΑ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΝ ΚΑΙ ΑΔΙΚΙΑΝ Λ. ΟΣΑ ΠΕΡΙ ΦΡΟΝΗΣΙΝ ΚΑΙ ΝΟΥΝ ΚΑΙ ΣΟΦΙΑΝ ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ ΛΒ. ΟΣΑ ΠΕΡΙ ΩΤΑ ΛΓ. ΟΣΑ ΠΕΡΙ ΜΥΚΤΗΡΑ ΛΔ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΣΤΟΜΑ ΚΑΙ ΤΑ ΕΝ ΑΥΤΩι ΛΕ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΥΠΟ ΤΗΝ ΑΦΗΝ ΛϚ. ΟΣΑ ΠΕΡΙ ΠΡΟΣΩΠΟΝ ΛΖ. ΟΣΑ ΠΕΡΙ ΟΛΟΝ ΤΟ ΣΩΜΑ ΛΗ. ΟΣΑ ΠΕΡΙ ΧΡΟΑΝ
ΛΕ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΥΠΟ ΤΗΝ ΑΦΗΝ
§1 Διὰ τί μᾶλλον φρίττομεν ἑτέρου θιγόντος πως αὐτοὶ ἡμῶν; ὅτι αἰσθητικωτέρα ἁφὴ τοῦ ἀλλοτρίου τοῦ οἰκείου; τὸ γὰρ συμφυὲς ἀναίσθητον. καὶ φοβερώτερον τὸ λάθρᾳ καὶ ἐξαπιναίως γινόμενον, δὲ φόβος κατάψυξις· δὲ ἀλλοτρία ἁφὴ πρὸς τὴν οἰκείαν ἄμφω ταῦτα ἔχει. καὶ ὅλως δὲ παθητικὸν ἕκαστον πέφυκεν μᾶλλον μόνον ὑπἄλλου ὑφαὑτοῦ, οἷον καὶ ἐπὶ τοῦ γαργαλίζεσθαι συμβαίνει.
§2 Διὰ τί γαργαλίζονται τὰς μασχάλας καὶ τὰ ἐντὸς τῶν ποδῶν; διὰ τὴν λεπτότητα τοῦ δέρματος; καὶ ὧν ἀσυνήθης ἁφή, οἷον τούτων καὶ τοῦ ὠτός;
§3 Διὰ τί φρίττομεν οὐκ ἐπὶ τοῖς αὐτοῖς πάντες; ὅτι οὐδἐπὶ τοῖς αὐτοῖς πάντες ἡδόμεθα, ὥσπερ οὐδὲ λυπούμεθα ἐπὶ τοῖς αὐτοῖς πάντες; ὁμοίως δὴ οὐ φρίττομεν ἐπὶ τοῖς αὐτοῖς· ἔστι γὰρ αὐτὴ κατάψυξίς τις. διὸ οἱ μὲν τοῦ ἱματίου δακνομένου φρίττουσιν, οἱ δὲ πρίονος ἀκονουμένου ἑλκομένου, οἱ δὲ κισήρεως τεμνομένης, οἱ δὲ ὄνου λίθον ἀλοῦντος.
§4 Διὰ τί τοῦ μὲν θέρους ὄντος θερμοῦ, τοῦ δὲ χειμῶνος ψυχροῦ, τὰ σώματα θιγγανόντων ψυχεινότερά ἐστι τοῦ θέρους τοῦ χειμῶνος; πότερον ὅτι ἱδρὼς καὶ ἴδισις καταψύχει τὰ σώματα, τοῦτο δἐν μὲν τῷ θέρει γίνεται, ἐν δὲ τῷ χειμῶνι οὔ. ὅτι ἀντιπεριίσταται ἐναντίως τὸ ψυχρὸν καὶ τὸ θερμὸν τῇ ὥρᾳ, καὶ ἔσω φεύγει ἐν τῷ θέρει, διὸ καὶ ἱδρῶτα ἀνίησιν· ἐν δὲ τῷ χειμῶνι ἀποστέγει τὸ ψῦχος καὶ ἀτμίζει τὸ σῶμα ὥσπερ γῆ;
§5 Διὰ τί φρίττουσιν αἱ τρίχες ἐν τῷ δέρματι; ὅταν σπάσωσιν τὸ δέρμα, εἰκότως ἐξανέστησαν; συσπῶσι δὲ καὶ ὑπὸ ῥίγους καὶ ὑπἄλλων παθῶν.
§6 Διὰ τί αὐτὸς αὑτὸν οὐθεὶς γαργαλίζει; ὅτι καὶ ὑπἄλλου ἧττον, ἐὰν προαίσθηται, μᾶλλον δ’, ἂν μὴ ὁρᾷ; ὥσθἥκιστα γαργαλισθήσεται, ὅταν μὴ λανθάνῃ τοῦτο πάσχων. ἔστιν δὲ γέλως παρακοπή τις καὶ ἀπάτη. διὸ καὶ τυπτόμενοι εἰς τὰς φρένας γελῶσιν· οὐ γὰρ τυχὼν τόπος ἐστὶν γελῶσιν. τὸ δὲ λαθραῖον ἀπατητικόν. διὰ τοῦτο καὶ γίνεται γέλως καὶ οὐ γίνεται ὑπαὐτοῦ.
§7 Διὰ τί ποτε τὰ χείλη μάλιστα γαργαλιζόμεθα; διότι δεῖ τὸ γαργαλιζόμενον μὴ πρόσω τοῦ αἰσθητικοῦ εἶναι; ἔστι δὲ τὰ χείλη περὶ τὸν τόπον τοῦτον μάλιστα. διὰ τοῦτο δὲ γαργαλίζεται τὰ χείλη τῶν περὶ τὴν κεφαλὴν τόπων, ἐστιν εὔσαρκα, εὐκινητότατα οὖν μάλιστά ἐστιν.
§8 Διὰ τί, ἐάν τις τὸν περὶ τὰς μασχάλας τόπον κνήσῃ, ἐκγελῶσιν, ἐὰν δέ τινα ἄλλον, οὔ; διὰ τί πτερῷ τὰς ῥῖνας κνήσαντες πτάρνυνται; τόποι εἰσὶ τῶν φλεβίων, ὧν καταψυχομένων τοὐναντίον πασχόντων ὑγραίνεται, εἰς πνεῦμα ἐκ τοῦ ὑγροῦ διαλύεται; ὥσπερ ἐὰν τὰς ἐπὶ τοῦ τραχήλου πιέσῃ τις φλέβας, καθεύδουσιν. μὲν ἡδονὴ θερμασία τίς ἐστιν· τοῦτο δέ, ὅταν πλέον τὸ πνεῦμα ἐγγένηται, ἀθρόον ἔξω ἀφίεμεν. ὡσαύτως καὶ ἐπὶ πταρμῷ τῷ πτερῷ διαθερμάναντες καὶ κνήσαντες διελύσαμεν εἰς πνεῦμα· πλέονος δὲ γενομένου ἐξεώσαμεν.
§9 Διὰ τί μετὰ τὰ σιτία φρίττομεν πολλάκις; ὅτι ψυχρὰ εἰσπορευόμενα ἀπὸ πρώτης κρατεῖ μᾶλλον τοῦ φυσικοῦ θερμοῦ κρατεῖται;
§10 Διὰ τί τὸ περιαγόμενον ἐναλλὰξ τοῖς δακτύλοις δύο φαίνεται; διότι δυσὶν αἰσθητηρίοις ἁπτόμεθα; τοῖς γὰρ ἐντὸς τῶν δακτύλων, κατὰ φύσιν ἔχοντες τὴν χεῖρα, ἀμφοτέροις οὐ δυνατὸν εἰπεῖν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up