Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ
§1
Διὰ τί τὸ ἁλυκὸν ὕδωρ τὰ μὲν σέλινα δέχεται, τὸ δὲ πράσον οὔ; ἢ ὅτι τοῦ μὲν ἀσθενεῖς αἱ ῥίζαι, τοῦ δὲ ἰσχυραί; τὸ δὲ ἰσχυρότερον ἀπαθέστερον.
§2
Διὰ τί λέγεται μίνθην ἐν πολέμῳ μήτ’ ἔσθιε μήτε φύτευε; ἢ ὅτι καταψύχει τὰ σώματα; δηλοῖ δὲ ἡ τοῦ σπέρματος φθορά. τοῦτο δὲ ὑπεναντίον πρὸς ἀνδρείαν καὶ θυμὸν ταὐτὸν ὄν τῷ γένει.
§3
Διὰ τί ἔνια ἄνθος ἔχοντα ἄκαρπά ἐστιν, οἷον σίκυος καὶ κολόκυνθα καὶ ῥόα; ἢ οὐκ ἄκαρπα, ἀλλὰ ταῦτα καρπός ἐστιν; περικάρπιον γοῦν ἐστι τὸ ἀνθοῦν, ὁ δὲ σίκυος περικάρπιον.
§4
Διὰ τί τῶν φυομένων τὰ μὲν ἑψανά, τὰ δὲ ὠμὰ βρωτά; ἢ ὅσων οἱ χυμοὶ μὴ εὐθὺς ἐδώδιμοι, τούτων πυρωθέντων γλυκύτεροι γίνονται ὑπὸ τοῦ θερμοῦ, ὅσων δὲ εὐθύς, καὶ ὠμὰ ἐδώδιμα;
§5
Διὰ τί τὰ μὲν ἑψανά, τὰ δὲ ὀπτανά; ἢ ὅτι τὰ μὲν ὑγρότερα οὐ τοσοῦτον, τὰ δὲ ξηρότερα οὐ μᾶλλον ξηρανθῆναι δεῖ; ἑψόμενα δὲ πάντα ὑγρότερα καὶ μαλακώτερα. τὰ δὲ ἧττον ὑγρὰ ἂν πυρωθῇ, γίνεται ξηρά.
§6
Διὰ τί δὲ τὰ μὲν ἄβρωτά ἐστι, τὰ δὲ βρωτά; ἢ διὰ τοὺς χυμούς; ὅσα γὰρ καὶ ὠμὰ ἀπέπτους ἔχει καὶ πυρούμενα μὴ μεταβάλλει, ἄβρωτα. ὅσων δὲ βρωτὸς μὲν ὁ χυμὸς ἰσχυρότερος δέ, ταῦτα ἡδύσματά ἐστιν· τὰ γὰρ ἐν μικρῷ ἔχοντα πολλὴν δύναμιν τῶν βρωτῶν ἡδυντικὰ τῶν ἐν πολλῷ.
§7
Διὰ τίνα αἰτίαν τὰ μὲν μέχρι σπέρματος τῶν φυτῶν ζῇ, εἶτα ἐνεγκόντα αὐαίνεται, οἷον ἡ πόα καὶ τὰ καλούμενα λάχανα, τὰ δὲ οὔ, ἀλλὰ πολλάκις φέρει; καὶ τῶν μέχρι σπέρματος ζώντων τὰ μὲν πολλὰ ἐπέτεια, τὸ δὲ ἱπποσέλινον τῷ ὑστέρῳ ἔτει φέρει καρπόν, καὶ ἐνέγκαν ἐξαυαίνεται; ἢ ἅπαντα μὲν μέχρι τούτου ἀκμάζει, ἕως ἂν κατὰ τὸ σπέρμα ἀκμάζῃ; ἐπεὶ καὶ οἱ ἄνθρωποι μέχρι τριάκοντα ἐτῶν ἐπιδιδόασιν, ὁτὲ μὲν τῷ πλήθει, ὁτὲ δὲ τῇ παχύτητι. ὅταν δὲ μηκέτι δύνηται φέρειν, ὥσπερ ἐκεῖ, αὐαίνεται καὶ καταγηράσκει· τὰ δὲ βραδέως καὶ κατὰ λόγον. δι’ ἣν μὲν οὖν αἰτίαν τὰ μὲν βραχύβια, τὰ δὲ μακρόβιά ἐστιν, ἄλλος ἔστω λόγος· ἐπεὶ δ’ ἔστιν πᾶσιν ὅρος ἡ τοῦ σπέρματος τελείωσις, ἀνάγκη τοῖς μὲν βραχυβίοις ἅπαξ ἢ ὀλιγάκις ἐνεγκεῖν καρπόν, τοῖς δὲ μακροβίοις πολλάκις, ὥστε τὰ μὲν ἀσθενέστατα ἅπαξ ἐνέγκοι (διὸ ἀνάγκη αὐαίνεσθαι)· καὶ τούτων τὰ μὲν δυνάμενα ἐνιαυτῷ ἐπέτεια εἶναι, τὰ δέ, ὥσπερ τὸ ἱπποσέλινον, τῷ ὑστέρῳ ἔτει, ὥσπερ τὰ δένδρα καὶ τὰ φυτά.
§8
Διὰ τί σελίνου, ἐάν τις περιορύξας μέχρι κάτω πρὸς τὰς ῥίζας περιβάλλῃ τῶν καχρυδίων, εἶτα ἄνωθεν τὴν γῆν, καὶ οὕτως ἄρδῃ, παμμεγέθεις γίνονται αἱ ῥίζαι; ἢ διότι τὸ καχρύδιον θερμὸν ὂν καὶ σομφὸν κατέχει μὲν σύνολκον τὴν τροφὴν καὶ οὐ προΐεται ἄνω, πέττει δὲ θερμὸν ὄν, ὥστε πολλὴν τὴν αὔξησιν γίνεσθαι;
§9
Διὰ τί, ἐάν τις τὰς κολοκύνθας εὐθὺς μικρὰς οὔσας κρύψῃ τῇ γῇ ἢ τοὺς σικύους, μείζους γίνονται; ἢ διότι τὰ πνεύματα καὶ ὁ ἥλιος ξηραίνοντα ἀφαιροῦνται τὴν αὔξησιν, καὶ τοὺς ὄγκους ἐλάττους μὲν ποιοῦσιν πάντων, στιφροτέρους δέ, ὥσπερ καὶ τῶν δένδρων τά τε ἐν προσηνέμοις καὶ ἑλώδεσιν καὶ τὰ ἐν κοίλοις καὶ ἐφύδροις (τὰ μὲν γὰρ μεγάλα γίνονται καὶ σομφά, τὰ δὲ μικρὰ καὶ πυκνά)· ἐν δὲ τῇ γῇ κρυφθέντα ἐναντία πάσχοντα ἐναντίως ἀποβαίνει. ὁμοίως δὲ καὶ τὰ εἰς ἀγγεῖα τιθέμενα, σίκυοι εἰς νάρθηκας κοίλους ἢ καλυπτῆρας καὶ ῥοιαὶ καὶ μῆλα εἰς χύτρας, τὰ μὲν μεγάλα σομφὰ δέ, οἱ δὲ μικροὶ στερροὶ αὐξανόμενοι, μὴ εἰς ἀντίτυπον. αἰτία δὲ ἡ τροφὴ πλείων γινομένη διὰ τὸ μήτε ἀποπνεῖσθαι, μήτε ξηραίνεσθαι· τὸ γὰρ ἀποστέγον κωλύει ταῦτα πάσχειν.
§10
Διὰ τί τὰ σπέρματα τῶν δριμέων φυτῶν δριμύτερά ἐστιν ἢ αἱ ῥίζαι καὶ τὰ φύλλα; ἢ διότι ἐκ τοῦ σπέρματος γίνεται ἅπαντα, καὶ εἰς τὰ ἄλλα δίδοται μέρη ἐκ τούτου, οἱονεὶ ἐνυπάρχοντα, ὥς φασί τινες, καὶ οἱ χυμοὶ καὶ αἱ ὀσμαί, ἐπεὶ καὶ αἱ ὀσμαὶ ἴδιοι γίνονται ἅμα τοῖς σπέρμασιν ἅπασιν. εἰ οὖν ἐκ τούτου καὶ τοῖς ἄλλοις ἡ δριμύτης ὑπάρχει, εὔλογον καὶ αὐτὸ ὑπάρχειν μάλιστα.
§11
Διὰ τί αἱ ῥαφανῖδες αἱ λεπταὶ δριμύτεραι; ἢ ὅτι αἱ μείζους διὰ τὸν χρόνον πεπεμμέναι μᾶλλον;
§12
Διὰ τί ἡ κάππαρις οὐκ ἐθέλει ῥᾳδίως ἐν τοῖς ἐργασίμοις γίνεσθαι χωρίοις (πολλοὶ γὰρ πεπείρανται καὶ ῥίζας μεταφέροντες καὶ σπέρματα καταβάλλοντες· ἐνιαχοῦ γὰρ λυσιτελεῖ μᾶλλον τῶν ῥόδων), ἀλλὰ φύεται μάλιστα ἐπὶ τῶν τάφων, ὅτι ἀβατώτατος ὁ τόπος ἐστίν. περὶ δὲ δὴ τούτου καὶ ὅσα ἄλλα τοιαῦτα, δεῖ λαβεῖν ὅτι οὐχ ἅπαντα ἐκ τῆς αὐτῆς ὕλης γίνεται οὐδ’ αὔξεται, ἀλλ’ ἔνια ἐξ ἄλλων φθορᾶς καὶ ἐξ ἀρχῆς γίνεται καὶ αὐξάνεται, οἷον οἱ φθεῖρες καὶ αἱ τρίχες ἐν τῷ σώματι διαφθειρομένης τῆς τροφῆς, καὶ ἀεὶ τὸ χεῖρον ἔχοντος. ὥσπερ οὖν καὶ τῶν ἐν σώματι ἔνια γίνεται ἐκ περιττώματος τροφῆς, τοῦτο δ’ ἐστὶν ἀπεψία, καὶ οὗ μὴ ἐδύνατο κρατῆσαι ἡ φύσις, τὰ μὲν προχειρότατα εἰς κύστιν καὶ κοιλίαν ἀποκρίνεται, ἐξ ἐνίων δὲ ζῷα γίνεται, διὸ καὶ αὐξάνονται ταῦτα ἐν γήρᾳ καὶ νόσοις, οὕτως ἐν τῇ γῇ τὰ μὲν ἐκ πεπεμμένης τῆς τροφῆς γίνεται καὶ αὐξάνεται, τὰ δὲ ἐκ περιττωμάτων καὶ ἐναντίως ἐχόντων. ἡ δὲ γεωργία πέττει καὶ ἐνεργὸν ποιεῖ τὴν τροφήν· ἐξ ἧς συνίστανται οἱ ἥμεροι καρποί. ἅ μὲν οὖν ἐκ τοιαύτης γίνεται ἡμερότητος, ἥμερα καλεῖται διὰ τὸ ἀπὸ τέχνης ὠφελεῖσθαι ὥσπερ παιδευόμενα· ὅσα δὲ μὴ δύναται ἢ καὶ ἐξ ἐναντίως ἔχοντος συνίσταται, ταῦτα ἄγριά ἐστιν καὶ οὐκ ἐθέλει γίνεσθαι ἐν γεωργησίμῳ. ἡ γὰρ γεωργία φθείρει αὐτὰ παιδεύουσα· ἐκ γὰρ φθορᾶς γίνεται. ὧν καὶ ἡ κάππαρίς ἐστιν.
§13
Διὰ τί, ἐάν τις ῥαφανίδων, ὅταν μάλιστα ἀκμάζωσι τοῦ χειμῶνος, ἀποτεμὼν τὰ φύλλα περισάξῃ τὴν γῆν καὶ καταπατήσῃ ὥστε ἀποστέγειν τὸ ὕδωρ, αὗται ἐν τῷ θέρει γίνονται ἄπλετοι τὸ πάχος; ἢ ὅτι τοῦ μὲν μὴ φθείρεσθαι τὸ περισεσάχθαι αἴτιον, κωλῦον τὸ ὕδωρ σήπειν; ἡ δὲ τροφή, ἢν ἄνω ἀφίει εἰς τὸν βλαστόν, εἰσέρχεται εἰς αὐτήν, ὥστε ἀνάγκη αὐτὴν μείζω γίνεσθαι ἢ ἀφιέναι παραβλαστάνουσαν ἄλλας ῥίζας, ὥσπερ τὰ κρόμμυα; καὶ γὰρ ταῦτα, ἐὰν μή τις ἐκτίλῃ ἐπέτεια, ἀλλ’ ἐάσῃ τὸν χειμῶνα, πολλαπλάσια γίνεται. τὰ μὲν οὖν κρόμμυα τῶν παραβλαστανόντων ἐστίν, ἡ δὲ ῥάφανος οὔ, ὥστε ἀνάγκη αὐτὴν γίνεσθαι παχεῖαν διὰ τὸ πᾶσαν λαμβάνειν τὴν τροφήν.
§14
Διὰ τί, ἐάν τις σικύους ἢ κολοκύνθας περὶ φρέαρ φυτεύσας, ὅταν ὡραῖοι ὦσι, καθεὶς εἰς τὸ φρέαρ ἀποστεγάσῃ, γίνονται δι’ ἔτους χλωροί; ἢ διότι ἥ τε ἀπὸ τοῦ ὕδατος ἀτμὶς ψύχουσα κωλύει ξηραίνεσθαι καὶ παρέχει θάλλοντα, καὶ τὸ ἀποστέγειν τούτους καὶ τὰ πνεύματα τρέφει τὰ ηὐξημένα; τοῦ δὲ διαμένειν αἴτιον τὸ ἔχειν τροφὴν ἐωμένων τῶν ῥιζῶν. καὶ γὰρ ἐάν τις ἀφελὼν τὴν βλάστην, ὅταν καρποφορήσωσι, καὶ ἀποτεμὼν περισάξῃ καὶ καταπατήσῃ τὴν γῆν περὶ τὰς ῥίζας, πρωΐμους οἴσει σικύους, ὡς δυναμένων σώζεσθαι τῶν ῥιζῶν· οὐ γὰρ ἔσται σίκυος τῶν προετείων. θᾶττον δὲ αὐτοὶ τῶν σπειρομένων οἴσουσι καρπὸν διὰ τὸ πολὺ προϋπάρχειν τοῦ ἔργου τῇ φύσει τὰς ῥίζας, τοῖς δὲ σπειρομένοις δεῖν γίνεσθαι τοῦτο πρῶτον, ἐν ᾗ περισάξεις ἀλέαν ποιεῖν, ὥστε σώζεσθαι καὶ θᾶττον ἐνιέναι βλαστόν. διὸ καὶ ἐάν τις χειμῶνος φυτεύσῃ σπέρμα σικύου ἐν ταλαρίσκοις καὶ ἄρδηται θερμῷ καὶ εἰς τὸν ἥλιον ἐκφέρῃ καὶ παρὰ πυρὶ τιθῇ, πρώϊμοι σφόδρα ἔσονται, ἐὰν ὡς ἔχει ἐν τοῖς ταλάροις εἰς τὴν ἱκνουμένην ὥραν εἰς τὴν γῆν φυτεύσῃ.
§15
Διὰ τί ἀρδεύουσιν ἕωθεν ἢ νυκτὸς ἢ δείλης; πότερον ἵνα μὴ ὁ ἥλιος ἀναλώσῃ; ἢ ὅτι, ἐαν ᾖ θερμὸν τὸ ὕδωρ, διαφθείρει τὰ ἀρδόμενα;
§16
Διὰ τί τὰ εὐώδη οὐρητικά, καὶ σπέρματα καὶ φυτά; ἢ ὅτι θερμὰ καὶ εὔπεπτα, τὰ δὲ τοιαῦτα οὐρητικά· ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδης, ἐπεὶ καὶ τὰ μὴ εὐώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι συντηκτικά. θερμὰ δὲ τὰ εὐώδη σπέρματα, διότι ὅλως ἡ ὀδμὴ διὰ θερμότητά τινα γίνεται· ἀλλὰ τὰ δυσώδη ἄπεπτά ἐστιν. δεῖ δὲ μὴ μόνον εἶναι θερμά, ἀλλὰ καὶ εὔπεπτα, εἰ ἔσται οὐρητικά, ὅπως συγκατιόντα λεπτύνῃ τὰ ὑγρά.
§17
Διὰ τί θᾶττον ἐκκαυλεῖ τῶν λαχάνων τὰ ἐκ παλαιοτέρου σπέρματος, οἷον τριετοῦς ἢ διετοῦς, ἢ τὰ ἐκ τῶν προσφά των; ἢ ὅτι ὡς ἐπὶ τῶν ζῴων θᾶττον σπέρμα φέρει τὸ ἀκμάζον, οὕτω καὶ τῶν σπερμάτων τὰ μὲν λίαν παλαιὰ ἐξίκμασται τὴν δύναμιν, τὰ δὲ ἀσθενέστερα διὰ τὸ ἔτι ἔχειν περίττωμα μὴ οἰκεῖον, τὰ δὲ μέσα τῷ χρόνῳ ἰσχυρότατα ἀπεληλυθότος τοῦ ὑγροῦ θᾶττον οὖν σπέρμα φέρει. τὸ δὲ ἐκκαυλεῖν τοῦτό ἐστιν· ἐκ γὰρ τοῦ καυλοῦ τὸ σπέρμα.
§18
Διὰ τί πήγανον κάλλιστον καὶ πλεῖστον γίνεται ἐάν τις ἐκφυτεύσῃ εἰς συκῆν; ἐκφυτεύεται δὲ περὶ τὸν φλοιὸν καὶ περιπλάττεται πηλῷ. ἢ ὅτι θερμότητος δέονται αἱ ῥίζαι τοῦ πηγάνου καὶ ἀλέας (διὸ καὶ τὴν τέφραν ἐάν τις περιβάλλῃ, ὀνίνανται), ἡ δὲ συκῆ θερμή ἐστιν. δηλοῖ δὲ καὶ ὁ ὀπὸς πάντων δριμύτατος ὤν, καὶ ὁ πολὺς καπνός. ἔχει οὗν τοιαύτην θερμότητα καὶ ἰκμάδα οἵαν καὶ ἡ τέφρα, ὥστε εἰ ἐκείνη ὀνίνησιν, ἀναγκαῖον καὶ ἐκ τῇ συκῇ μάλιστα εὐσθενεῖν, ὅσῳ ἡ μὲν τέφρα οὐκ ἐπιρρεῖ, τὸ δ’ ἀπὸ τῆς συκῆς ἀεὶ ἐπιρρεῖ, οὐκ ἀναλισκομένου τοῦ ὑγροῦ τῇ συκῇ.
§19
Διὰ τί ἔνια τῶν φυτῶν ἀεὶ κενὸν φέρει τὸν καυλόν; ἢ ὧν ἀνάγκη ἄλλο φύειν;
§20
Διὰ τί ἐν τῇ Ἀττικῇ οἱ μὲν ἄλλοι καρποὶ γλυκύτατοι γίνονται, τὸ δὲ θύμον δριμύτατον; καίτοι καὶ τοῦτο καρπός τίς ἐστιν... ὥστε οὐ πολὺ ὑγρὸν τὰ φυόμενα ἔχει. ὅσα μὲν οὖν φύσει γλυκέα ἐστὶν διὰ μετριότητα τοῦ ἐνυπάρχοντος ὑγροῦ, ὅταν ἀπάγῃ ὁ ἥλιος τὸ πλεῖστον, τὸ ὑπολειπόμενον ῥᾳδίως πέττεται· τὸ γὰρ πολὺ ἔργον πεπάνθαι, τὸ δὲ μέτριον ῥᾷον. ὥστε γίνονται οἱ φύσει γλυκεῖς γλυκύτεροι ἐν δὲ τοῖς φύσει ξηροῖς τε καὶ μὴ γλυκέσι καρποῖς λείπεται δι’ ὀλιγότητα τὸ οἰκεῖον, τοῦτο δ’ ἐστὶν ἥκιστα γλυκύ· ἀφαιρεῖται γὰρ ὁ ἥλιος τὸ γλυκύτατον καὶ κουφότατον· οὗτοι δὴ οὐκ ἔχουσι περιττὸν ὥσπερ οἱ ἄλλοι καρποί.
§21
Διὰ τί γλήχων καὶ τὰ λείρια καὶ τὰ κρόμμυα τὰ κρεμάμενα ὑπὸ τὰς τροπὰς ἀνθεῖ; ἢ ἐνυπάρχει αὐτοῖς τροφὴ ἄπεπτος, ἢ τοῦ μὲν χειμῶνος οὐ πέττεται διὰ τὸ ψῦχος, ὑπὸ δὲ τροπὰς πεττομένης διὰ τὴν ὥραν ἡ αὔξησις γίνεται; αὕτη δὲ διὰ τὸ μὴ ἔχειν ἐπίρρυσιν ταχὺ μαραίνεται. οὐ γάρ τινα ἔχουσα ἀρχὴν οὐδέ τινα ἐπίρρυσιν ἀποξηραίνεται, ὥσπερ Σκύθαις διὰ τὸ πολλὴν τὴν χιόνα γίνεσθαι συμβαίνει τὸν σῖτον μένειν καὶ ταχὺ ἀνατρέχειν.
§22
Διὰ τί τὸ κρόμμυον μόνον οὕτως περιττῶς δάκνει τὼ ὀφθαλμώ (διὸ καὶ τοὔνομά φασι τοῦτ’ ἔχειν αὐτό, ὡς τὴν κόρην ποιεῖν συμμύειν), ἡ δὲ ὀρίγανος οὔ, οὐδ’ ἄλλα δριμέα ὄντα; καὶ γὰρ τὸ ἀνάρρινον μᾶλλον δάκνον οὐ ποιεῖ ὁμοίως δακρύειν προσφερόμενον, τὸ δὲ 〈κρόμμυον〉 προσφερόμενον καὶ τρωγόμενον. ἢ ὅτι διαφοραὶ πολλαὶ ἀκολουθοῦσιν ἑκάστοις τῶν δριμέων, ἃ ποιεῖ τὴν ἰδίαν ἑκάστου δύναμιν; τὸ μὲν οὖν ἀνάρρινον διὰ τὸ θερμότερον εἶναι ξηραντικώτερόν ἐστι τῆς γινομένης ὑπ’ αὐτοῦ συντήξεως, ἐπεὶ ποιεῖ γε δάκρυον ἐσθίοντι· προσφερόμενον δὲ οὔ, ὅτι οὐκ ἀπατμίζει ἀπ’ αὐτοῦ λεπτόν τι· ξηρότερον γάρ ἐστι καὶ θερμότερον. ἡ δὲ ὀρίγανος καὶ τὰ τοιαῦτα θερμὰ ξηρά ἐστιν ἠρέμα· δεῖ δὲ τὸ μέλλον δάκρυον ποιήσειν δηκτικὸν καὶ ὑγρὸν εἶναι καὶ γλίσχρον. διὸ καὶ τὸ ἔλαιον ποιεῖ δακρύειν, ἀσθενῆ ἔχον δῆξιν· διὰ γλισχρότητα γὰρ καὶ λεπτότητα παραδῦνον ποιεῖ τὸν πόνον, καὶ τὴν σύντηξιν διὰ τὸν πόνον. τὸ δὲ κρόμμυον τοιαύτην ἔχει τὴν δύναμιν ὥστε καὶ τὸ ὑγρὸν καὶ τὴν ἀτμίδα αὐτοῦ θερμὴν καὶ λεπτὴν καὶ γλίσχραν εἶναι. ὥστε προσφερόμενον μέν, διὰ τὸ τὴν ἀτμίδα τοιαύτην εἶναι καὶ συναφιέναι ὑγρότητα λεπτήν, ποιεῖ δακρύειν, ἐσθιομένου δὲ ἡ ἀναθυμίασις διιοῦσα...τὸ δὲ σκόροδον θερμὸν μὲν καὶ δριμύ ἐστι καὶ ὑγρότητα ἔχει, ἀλλ’ οὐ γλίσχρον· διὸ οὐ ποιεῖ δακρύειν.
§23
Διὰ τί τὰ μύρτα ἐν τῇ χειρὶ θλιβέντα γλυκύτερα ἡμῖν δοκεῖ εἶναι τῶν μὴ τεθλιμμένων; ἢ καθάπερ καὶ αἱ ῥᾶγες τετρυγημέναι τῶν βοτρύων γλυκύτεραί εἰσιν ἢ τῶν ἀτρυγήτων; ὑπὸ γὰρ τοῦ γλεύκους ὄντος φύσει ἡδέος αἱ μὲν τετρυγημέναι ῥᾶγες ὥσπερ ἐοίκασιν ἡδυσμέναι (ἀνάπλεῳ γάρ εἰσι καὶ ἔξωθεν), αἱ δ’ ἐπὶ τῶν βοτρύων ἀνήδυστοι. ὁμοίως οὖν καὶ ἐπὶ τῶν μύρτων φύσει γλυκέων καὶ τὴν γλυκύτητα ἐχόντων ἐντός. ὥσπερ αἱ ῥᾶγες οὖν, ὅταν θλιφθῇ, ἀναπίμπλαται ἀπὸ τῆς ἐντὸς γλυκύτητος καὶ ἔξωθεν διαφαίνεται γλυκύτερα ὄντα.
§24
Διὰ τί τῶν τε μύρτων τὰ ἐλάττω ἀπυρηνότερά ἐστι, καὶ ἐν τοῖς φοίνιξι καὶ ἐπὶ τῶν βοτρύων, ἔνθα δ’ αἱ μικραὶ ῥᾶγες οὐκ ἔχουσιν ἢ ἐλάττους πυρῆνας; ἢ διὰ τὸ ἀτελέστερα εἶναι οὐκ ἔχει ἀποκεκριμένον; τέλος γὰρ ὁ πυρὴν ἔχει τὸ σπέρμα. διὰ τοῦτο δὲ καὶ ἐλάττους εἰσίν, ὡς ὄντα παραφυάδες καὶ ἀτελῆ. καὶ ἧττον δὲ γλυκέα τῶν ἐχόντων πυρῆνας· ἀπεπτότερα γάρ ἐστιν, ἡ δὲ πέψις τελείωσίς ἐστιν.
§25
Διὰ τί τῶν περικαρπίων τὰ μὲν πικρότερα τὰ πρὸς τὴν ἒχει οἷον σίκυοι τὰ πρὸς τὸ ἂκρον τὸ ἂνω, οἷον αἱ βάλανοι; ἢ ὃτι τῶν μἐν ταύτῃ ἂπεπτος ἡ τροφὴ διὰ τὸ ἐπιρρεῖν κατὰ τὴν ῥίζαν ἀεί· τὰ δὲ ξηρὰ φύσει ἐστίν, ὥστε ἀπαγομένου τοῦ γλυκέος ἐκ τοῦ ἄκρου καὶ πεπεμμένου ἤδη ξηραίνεται, καὶ λείπεται τὸ πικρὸν ὥσπερ οἱ ἅλες; ξηραινόμενον δὲ μᾶλλον πικρὸν γίνεται, καθάπερ ἐλαῖαι καὶ βάλανοι παλαιούμεναι πικραὶ γίνονται.
§26
Διὰ τί ἔνια βλαστάνει οὐκ ἐν τῇ γῇ ὄντα, ἀλλ’ ἐκτετμημένα, τὰ δὲ κείμενα, οἷον οἱ τῶν κρίνων καυλοὶ καὶ σκόροδα καὶ κρόμμυα; ἢ ὅτι ἔχουσι τροφὴν ἅπαντα ἐν αὑτοῖς, ἀλλ’ οὐκ ἐν ἀφωρισμένῳ τόπῳ οὐθὲν φυτόν; [ἡ περιουσία οὖν ἐστὶ τῆς τροφῆς ἡ ποιοῦσα βλαστάνειν. δῆλον δέ· καὶ γὰρ καὶ αἱ σκίλλαι καὶ οἱ βολβοὶ ταὐτὸ ποιοῦσιν.] (αὔξεται δ’ ἕκαστον οὐ τῷ ἔχειν, ἀλλ’ ὅταν πεφθῇ καὶ διανεμηθῇ. ἔχει μὲν οὖν καὶ ἔμπροσθεν,) αὔξεται δέ, ὅταν ἡ ὥρα ἔλθῃ ἐν ᾖ τοῦτο γίνεται πεττούσης ὥρας, οἷον καὶ τὰ τῶν κροκοδείλων ᾠά. συνεχὲς δὲ οὐκέτι, ὅτι οὐκ ἐπιρρεῖ ἄλλη τροφή.
§27
Διὰ τί ποτε τὰ σκόροδα καὶ τὰ κρόμμυα ὅσῳ ἂν ξηρότερα φυτεύηται, τοσούτῳ βελτίω γίνεται, τὰ δὲ ἄλλα χείρω; ἢ ὅτι πάντα τὰ τοιαῦτα μάλιστα ὑγρασίας ἐστὶ πλήρη; εὔκρατα οὖν γίνεται τοῦτον τὸν τρόπον φυτευθέντα. καὶ ὅτι ἧττον σήπεται, ὅταν ξηρανθέντα φυτευθῇ.
§28
Διὰ τί ποτε τὰ σκόροδα καὶ τὰ κρόμμυα μόνα τῶν φυτῶν κείμενα βλαστάνει; ἢ διότι ὑγρασίας ἐστὶ πλήρη καὶ τροφῆς; ἡ περιουσία οὖν ἐστὶ τῆς τροφῆς ἡ ποιοῦσα βλαστάνειν. δῆλον δέ· καὶ γὰρ αἱ σκίλλαι καὶ οἱ βολβοὶ ταὐτὸ ποιοῦσιν. αὔξεται δέ, ὅταν ἡ ὥρα ἔλθῃ ἑκάστῳ.
§29
Διὰ τί τὰ τῷ ψυχρῷ ὕδατι ἀρδόμενα γλυκύτερα ἢ τὰ τῷ θερμῷ; πότερον ὅτι ἐγκατακλειόμενον τὸ θερμὸν ἁλμυρώτερον, ὥσπερ καὶ τὸ ἁλμυρώτερον θερμότερον, τὸ δὲ γλυκὺ ἐναντίον, ὥσπερ ψυχρόν. τροφὴ δὲ τοῖς λαχάνοις τὸ ὑγρόν, καὶ οἱ χυμοὶ ἐντεῦθεν.
§30
Διὰ τί τὰ σκόροδα ὄζει μᾶλλον ἐγκαυλοῦντα ἢ νέα ὄντα; ἢ ὅτι νέων μὲν ὄντων ἔτι πολὺ ὑγρὸν ἀλλότριον ἐνὸν ἀφαιρεῖται τὴν δύναμιν αὐτῶν; ὅταν δὲ πεπανθῇ, ἐκκεκριμένου ἤδη τούτου, τότε τὴν οἰκείαν ἔχει ὀδμήν. αὕτη δέ ἐστι φύσει δριμεῖα. ὁμοίως δὲ καὶ οἱ ἄλλοι καρποὶ οἱ πρόσφατοι ὄντες ὑδαρέστεροι. διὸ καὶ τὰ κρόμμυα ἧττον δριμέα τὰ νεώτερα.
§31
Διὰ τί τῶν μυρρινῶν μὲν μὴ τεταριχευμένων τὰ μύρτα ἀπορρεῖ μᾶλλον τῶν φύλλων, ταριχευομένων δὲ τῷ φύκει τὰ μὲν φύλλα ἀπορρεῖ, τὰ δὲ μύρτα οὐκ ἀπορρεῖ; ἢ ἀταριχεύτων μὲν ὄντων οὕτως ἔχει διὰ τὴν φύσιν; ὅταν γὰρ πεπανθῇ, ἀπορρεῖν πέφυκεν τὰ μύρτα. τοῦτο δὲ οὐ συμβαίνει κειμένων, ἀλλὰ μόνον κωλύει ἡ ἰκμὰς τοῦ φύκους μεταβάλλειν τὸ ἐν τῷ μύρτῳ ὑγρόν. τὰ δὲ φύλλα ἀποπίπτει τοὐναντίον αὐτῶν ξηραινομένων, τὸ δὲ φῦκος ξηραίνει ἁλμυρὸν ὄν. οὐ ταὐτὸ οὖν συμβαίνει ἐπί τε τῆς μυρρίνης οὖσι καὶ κειμένοις τοῖς φύλλοις.
§32
Διὰ τί οἱ σίκυοι πέπονες ἄριστοι γίνονται ἐν τοῖς ἑλώδεσι πεδίοις οὖσιν ἐνύγροις , οἷον περὶ Ὀρχομενὸν καὶ ἐν Αἰγύπτῳ; δοκεῖ δ’ ἔνυδρος αὕτη ἡ χώρα εἶναι. ἔστι δὲ τὰ ἑλώδη ἔνυδρα· οἱ δὲ σίκυες αὐτοὶ ὑγρότεροι· διὸ καὶ οἱ κηπαῖοι φαῦλοι εἰσίν. πότερον ὅτι εἰς βάθος διὰ σκληρότητα τῆς γῆς ἀναγκάζονται φυτεύεσθαι; ἡ γὰρ πηλώδης καὶ πεδιὰς μάλιστα γίνεται σκληρά, οἱ δὲ εἰς βάθος φυτευθέντες βελτίους. ἢ διότι ξηρὰν δεῖ εἶναι τὴν γῆν διὰ τὸ αὐτὸ εἶναι ὑγρὸν φύσει; οὕτω γὰρ ἀντισπώμενον ἐπὶ τὸ μέσον ἥξει. ἡ δὲ ἑλωδεστέρα μέν, βαθεῖα δὲ τροφὴν ἴσχει καὶ διὰ τὸ βάθος τῆς γῆς καὶ διὰ τὸν τόπον, καὶ οὐχ ὑπερβάλλουσαν διὰ τὸ ξηραίνεσθαι τὴν γῆν πάλιν.
§33
Διὰ τί τὸ πήγανον δυσώδεις τοὺς ἱδρῶτας ποιεῖ, καὶ ἔνια τῶν μύρων; ἢ ὅτι ὅσων ἐν τῇ ὀσμῇ βαρύτης ἔνι καὶ δριμύτης, ταῦτα κεραννύμενα ταῖς περιττωματικαῖς ὑγρότησι κακωδεστέραν ποιεῖ τὴν ὀσμήν;
§34
Διὰ τί τὸ πήγανον βασκανίας φασὶ φάρμακον εἶναι; ἢ διότι βασκαίνεσθαι δοκοῦσι λάβρως ἐσθίοντες; ἢ ὑφορώμενοί τινας δυσχερείας καὶ περὶ τὰ προσφερόμενα ὑπόπτως ἔχοντες; ἐπιλέγουσι γοῦν, ὅταν τῆς αὐτῆς τραπέζης ἰδίᾳ τι προσφέρωνται, μεταδιδόντες, ἵνα μὴ βασκάνῃς με. ἅπαντες οὖν μετὰ ταραχῆς τῶν βρωμάτων προσοίσονται τὸ διδόμενον ὑγρὸν ἢ σιτίον, ὑφ’ ὧν ἢ καταλαμβανομένων ἢ ἀπεμουμένων μετεωρισθέντα τὰ σιτία συνεξέπεσεν καὶ τὰ πνεύματα ὑπὸ τῶν ὑγρῶν καὶ πόνους καὶ στρόφους παρέχει. τὸ πήγανον οὖν προεδεσθέν, θερμαντικὸν ὂν τῇ φύσει, ἠραίωσε τὸ δεχόμενον ἀγγεῖον τὰ σιτία καὶ τὸ ἄλλο σῶμα. διὸ ἐξίεσθαι τὸ ἐγκαταλαμβανόμενον πεῦμα συμβαίνει.
§35
Διὰ τί ἡ ὀρίγανος ἐμβαλλομένη τῷ γλεύκει γλυκὺν ποιεῖ τὸν οἶνον; ἐμβάλλονται δὲ δύο κοτύλαι εἰς τὸν ἀμφορέα. ἢ ὅτι ἐξαίρει δι’ ὧν ἡ αὐστηρότης γίνεται, τὸ ὑδατῶδες καὶ τὸ τρυγῶδες ἀναδεχομένη τῇ ξηρότητι εἰς ἑαυτήν; σημεῖον δὲ ὅτι ἐκ τούτων τὸ αὐστηρόν· οἱ γὰρ οἶνοι ἧττον μαλακοί, ἐὰν ὕδωρ παραχεθῇ, καὶ ἐὰν ἐν τῇ τρυγὶ πλείω χρόνον ἐάσῃ τις. καὶ ὅταν ποιῶσι γλυκύ, ἡλιῶσι τὰς σταφυλας πολὺν χρόνον, καὶ ὁ ἥλιος ἀφαιρεῖ τὸ ὑδατῶδες καὶ τὸ λοιπὸν συμπέττει. ταὐτὸ δὲ τοῦτο ποιεῖ καὶ ἡ ὀρίγανος ξηρὰ γὰρ καὶ θερμή, ὥστε εἰκότως διαμένει.
§36
Διὰ τί αἱ μέλαιναι μυρρίναι πυκνοφυλλότεροί εἰσι τῶν λευκῶν μυρρινῶν; ἢ ὅτι ἀγριώτεραι τὸ γένος; σημεῖον δὲ ὅτι γίνονται ἐν τοῖς ἀγροῖς καὶ ἥκιστα μεταβάλλουσιν ὑπὸ τῆς ἐπιμελείας. τὰ δὲ ἄγρια πάντα πυκνοφυλλότερα· διὰ γὰρ τὸ ἧττον πέττειν τὸν καρπὸν εἰς τὰ φύλλα ἡ τροφὴ τρέπεται.
Tap any Greek word to look it up