Aristotle Problemata
EN Lat Orig
Α. ΟΣΑ ΙΑΤΡΙΚΑ. Β. ΟΣΑ ΠΕPΙ IΔPΩTΑ Γ. ΟΣΑ ΠΕΡΙ ΟΙΝΟΠΟΣΙΑΝ ΚΑΙ ΜΕΘΗΝ Δ. ΟΣΑ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΑ Ε. ΟΣΑ ΑΠΟ ΚΟΠΟΥ Ϛ. ΟΣΑ ΕΚ ΤΟΥ ΠΩΣ ΚEΙΣΘΑI ΚΑΙ EΣΧΗΜΑΤΙΣΘΑΙ ΣΥΜΒΑΙΝΕΙ Ζ. ΟΣΑ ΕΚ ΣΥΜΠΑΘΕΙΑΣ Η. ΟΣΑ ΕΚ PΙΓΟΥΣ ΚΑI ΦPΙΚΗΣ Θ. ΟΣΑ ΙΙΕΡΙ ΥΠΩΠΙΑ ΚΑΙ ΟΥΛΑΣ ΚΑΙ ΜΩΛΩΠΑΣ Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ IΑ. ΟΣΑ ΠEPΙ ΦΩΝΗΣ ΙΒ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΕΥΩΔΗ ΙΓ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΔΥΣΩΣΗ ΙΔ. ΟΣΑ ΠΕΡΙ ΚΡΑΣΕΙΣ ΙΕ. ΟΣΑ ΜΑΘΗΜΑΤΙΚΗΣ ΜΕΤΕΞΕΙ ΘΕΩΡΙΑΣ ΙϚ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΑΨΥΧΑ. ΙΖ. ΟΣΑ ΠΕΡΙ ΕΜΨΥΧΑ. ΙΗ. ΟΣΑ ΠΕΡΙ ΘΙΛΟΛΟΓΙΑΝ ΙΘ. ΟΣΑ ΠΕΡΙ ΑΡΜΟΝΙΑΝ. Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ ΚΑ. ΟΣΑ ΠΕΡΙ ΑΛΦΙΤΑ ΚΑΙ ΜΑΖΑΝ ΚΑΙ ΤΑ ΟΜΟΙΑ. ΚΒ. ΟΣΑ ΠΕΡΙ ΟΠΩΡΑΝ.. ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ. ΚΔ. ΟΣΑ ΠΕPΙ TΑ ΘEPΜΑ ΥΔΑΤΑ. ΚE. ΟΣΑ ΠΕPI TOΝ ΑEPΑ. Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ. ΚΖ. ΟΣΑ ΠΕΡΙ ΦΟΒΟΝ ΚΑΙ ΑΝΔΡΕΙΑΝ ΚΗ. ΟΣΑ ΠEPI ΣΩΦPΟΣΥΝΗΝ ΚΑI ΑΚΟΛΑΣIΑΝ, ΚΑI EΓΚΡΑΤΕΙΑΝ ΚΑI ΑΚPΑΣΙΑN ΚΘ. ΟΣΑ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΝ ΚΑΙ ΑΔΙΚΙΑΝ Λ. ΟΣΑ ΠΕΡΙ ΦΡΟΝΗΣΙΝ ΚΑΙ ΝΟΥΝ ΚΑΙ ΣΟΦΙΑΝ ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ ΛΒ. ΟΣΑ ΠΕΡΙ ΩΤΑ ΛΓ. ΟΣΑ ΠΕΡΙ ΜΥΚΤΗΡΑ ΛΔ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΣΤΟΜΑ ΚΑΙ ΤΑ ΕΝ ΑΥΤΩι ΛΕ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΥΠΟ ΤΗΝ ΑΦΗΝ ΛϚ. ΟΣΑ ΠΕΡΙ ΠΡΟΣΩΠΟΝ ΛΖ. ΟΣΑ ΠΕΡΙ ΟΛΟΝ ΤΟ ΣΩΜΑ ΛΗ. ΟΣΑ ΠΕΡΙ ΧΡΟΑΝ
ΚΗ. ΟΣΑ ΠEPI ΣΩΦPΟΣΥΝΗΝ ΚΑI ΑΚΟΛΑΣIΑΝ, ΚΑI EΓΚΡΑΤΕΙΑΝ ΚΑI ΑΚPΑΣΙΑN
§1 Διὰ τί ἔνιοι κάμνουσιν, ὅταν ἐθισθέντες ἀκολάστως ζῆν μὴ ἀκολάστως διαιτῶνται. οἷον Διονύσιος τύραννος, ἐπεὶ ἐν τῇ πολιορκίᾳ ἐπαύσατο πίνων ὀλίγον τινὰ χρόνον, εὐθὺς ἐφθισίασεν, ἕως πάλιν εἰς τὴν μέθην μετέβαλεν. μέγα μέν τι καὶ τὸ ἔθος ἐστὶν ἑκάστοις· φύσις γὰρ ἤδη γίνεται. καθάπερ ἂν ἰχθὺς ἐν ἀέρι ἄνθρωπος ἐν ὕδατι διατελῶν φαύλως ἂν ἴσχοι, οὕτω καὶ οἱ τὰ ἔθη μεταβάλλοντες χαλεπῶς ἀπαλλάττουσιν, καὶ τὸ πάλιν εἰς τὰ εἰωθότα ἐλθεῖν σωτηρία γίνεται αὐτοῖς ὥσπερ εἰς φύσεως κατάστασιν. ἔτι δὲ καὶ συντηκτικοὶ γίνονται, εἰωθότες τροφῇ χρῆσθαι δαψιλεῖ τῇ ἰδίᾳ· μὴ λαμβάνοντες γὰρ τὴν εἰωθυῖαν ὥσπερ ὅλως μὴ λαμβάνοντες διατίθενται. οὐ μὴν ἀλλὰ καὶ τὰ περιττώματα τροφῇ μεμιγμένα πολλῇ ἀφανίζεται, αὐτὰ δὲ ἐπιπολάζει μόνα ὄντα, καὶ φέρεται εἰς ὄμματα πνεύμονα· προσενεγκαμένοις δὲ τροφὴν κατακεραννύμενα ὑδαρῆ γίνεται καὶ ἀβλαβῆ. γίνεται δὲ τοῖς ἀκολάστως ζῶσιν πλείω τὰ περιττώματα ἄχρι τινὸς λήξασι τοῦ εἰωθότος βίου, διὰ τὸ πολλὴν ἀκαταχώριστον ἐν αὐτοῖς ὕλην ὑπάρχειν ἐκ τοῦ προτέρου βίου, ἧς τηκομένης ὑπὸ τοῦ συμφύτου θερμοῦ, καθάπερ χιόνος πολλῆς, ῥεύματα ἁδρὰ συμβαίνει γίνεσθαι.
§2 Διὰ τί κατὰ δύο μόνας αἰσθήσεις ἀκρατεῖς λέγομεν, οἷον ἁφὴν καὶ γεῦσιν; διὰ τὰς ἀπὸ τούτων γινομένας ἡδονὰς ἡμῖν καὶ τοῖς ἄλλοις ζῴοις; ἅτε οὖν κοιναὶ οὖσαι ἀτιμόταταί εἰσι, διὸ καὶ μάλιστα μόναι ἐπονείδιστοί εἰσιν. ὥστε τὸν ὑπὸ τούτων ἡττώμενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκόλαστον εἶναι φαμέν, διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡττᾶσθαι.
§3 Διὰ τί ἀκρατεῖς λέγονται κατὰ τὰς ἐπιθυμίας μόνον, οὔσης τῆς ἀκρασίας καὶ περὶ τὴν ὀργήν; ὅτι ἀκρατὴς μέν ἐστιν παρὰ τὸν λόγον τι πράττων καὶ ἀκρασία παρὰ τὸν λόγον ἀγωγή, εἰσὶ δὲ αἱ μὲν ἐπιθυμίαι ὡς ἐπίπαν εἰπεῖν παρὰ τὸν λόγον, αἱ δὲ ὀργαὶ μετὰ λόγου, οὐχ ὡς κελεύσαντος τοῦ λόγου, ἀλλὡς δηλώσαντος τὸν προπηλακισμὸν τὴν αἰτίαν.
§4 Διὰ τί τὴν μὲν ἐγκράτειαν καὶ σωφροσύνην ἐπὶ τῶν νέων καὶ πλουσίων μάλιστα ἐξετάζομεν, τὴν δὲ δικαιοσύνην ἐπὶ τῶν πενήτων; ὅτι οὗ μάλιστα δεῖταί τις, εἰ τούτου ἀπέχεται, μᾶλλον θαυμάζοιτἂν τῶν ἐναντίων; μὲν οὖν πένης εὐπορίας δεῖται, δὲ νέος καὶ πλούσιος ἀπολαύσεως.
§5 Διὰ τί ἧττον ἀνέχονται διψῶντες πεινῶντες; πότερον ὅτι λυπηρότερον; σημεῖον δὲ τοῦ λυπηροτέρου, ὅτι ἥδιον τὸ διψῶντα πιεῖν πεινῶντα φαγεῖν. τὸ δὲ ἐναντίον τῷ ἡδεῖ λυπηρότερον. διότι μᾶλλον δεῖται τὸ θερμὸν τοῦ ὑγροῦ τὸ ξηρὸν ζῶμεν; ὅτι δυοῖν δίψα ἐπιθυμία, ποτοῦ καὶ τροφῆς, δὲ πεῖνα ἑνὸς μόνον, τροφῆς;
§6 Διὰ τί ἧττον καρτεροῦμεν διψῶντες πεινῶντες; διότι λυπούμεθα μᾶλλον; σημεῖον δὲ τῆς λύπης ἡδονὴ σφοδροτέρα. εἶτα μὲν διψῶν δυοῖν ἐνδεής, τροφῆς καὶ καταψύξεως (ἄμφω γὰρ ἔχει τὸ ποτόν), δὲ πεινῶν θατέρου μόνον.
§7 Διὰ τί οἱ κατὰ τὴν τῆς ἁφῆς γεύσεως ἡδονήν, οὗ ἂν ὑπερβάλλωσιν, ἀκρατεῖς λέγονται; οἵ τε γὰρ περὶ τὰ ἀφροδίσια ἀκόλαστοι, οἵ τε περὶ τὰς τῆς τροφῆς ἀπολαύσεις. τῶν δὲ κατὰ τὴν τροφὴν ἀπἐνίων μὲν ἐν τῇ γλώττῃ τὸ ἡδύ, ἀπἐνίων δὲ ἐν τῷ λάρυγγι, διὸ καὶ Φιλόξενος γεράνου φάρυγγα εὔχετο ἔχειν. οἱ δὲ κατὰ τὴν ὄψιν καὶ τὴν ἀκοὴν οὐκέτι. διὰ τὸ τὰς ἀπὸ τούτων γινομένας ἡδονὰς κοινὰς εἶναι ἡμῖν καὶ τοῖς ἄλλοις ζῴοις; ἅτε οὖν οὖσαι κοιναὶ ἀτιμόταταί εἰσι καὶ μάλιστα μόναι ἐπονείδιστοι, ὥστε τὸν ὑπὸ τούτων ἡττώμενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκόλαστον λέγομεν διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡττᾶσθαι. οὐσῶν δὲ τῶν αἰσθήσεων πέντε, τά τε ἄλλα ζῷα ἀπὸ δύο μόνων τῶν προειρημένων ἥδεται, κατὰ δὲ τὰς ἄλλας ὅλως οὐχ ἥδεται κατὰ συμβεβηκὸς τοῦτο πάσχει. ὁρῶν μὲν γὰρ ὁρῶν ὀσφραινόμενος χαίρει ὅτι ἀπολαύει· καὶ ὅταν πληρωθῇ, οὐδὲ τὰ τοιαῦτα ἡδέα αὐτῷ, ὥσπερ οὐδὲ ἡμῖν τοῦ ταρίχου ὀδμή, ὅταν ἄδην ἔχωμεν τοῦ φαγεῖν. ὅταν δὲ ἐνδεεῖς ὦμεν, ἡδέα. δὲ τοῦ ῥόδου ἀεὶ ἡδεῖα.
§8 Διὰ τί ἧττον κατέχουσι τὸν γέλωτα παρόντων τῶν γνωρίμων; ὅταν σφόδρα ἐξηρμένον τι, εὐκίνητόν ἐστιν; δεὔνοια εἰπεῖν μᾶλλον γελοῖον, ὥστε κινεῖ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up