Aristotle Problemata
EN Lat Orig
Α. ΟΣΑ ΙΑΤΡΙΚΑ. Β. ΟΣΑ ΠΕPΙ IΔPΩTΑ Γ. ΟΣΑ ΠΕΡΙ ΟΙΝΟΠΟΣΙΑΝ ΚΑΙ ΜΕΘΗΝ Δ. ΟΣΑ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΑ Ε. ΟΣΑ ΑΠΟ ΚΟΠΟΥ Ϛ. ΟΣΑ ΕΚ ΤΟΥ ΠΩΣ ΚEΙΣΘΑI ΚΑΙ EΣΧΗΜΑΤΙΣΘΑΙ ΣΥΜΒΑΙΝΕΙ Ζ. ΟΣΑ ΕΚ ΣΥΜΠΑΘΕΙΑΣ Η. ΟΣΑ ΕΚ PΙΓΟΥΣ ΚΑI ΦPΙΚΗΣ Θ. ΟΣΑ ΙΙΕΡΙ ΥΠΩΠΙΑ ΚΑΙ ΟΥΛΑΣ ΚΑΙ ΜΩΛΩΠΑΣ Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ IΑ. ΟΣΑ ΠEPΙ ΦΩΝΗΣ ΙΒ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΕΥΩΔΗ ΙΓ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΔΥΣΩΣΗ ΙΔ. ΟΣΑ ΠΕΡΙ ΚΡΑΣΕΙΣ ΙΕ. ΟΣΑ ΜΑΘΗΜΑΤΙΚΗΣ ΜΕΤΕΞΕΙ ΘΕΩΡΙΑΣ ΙϚ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΑΨΥΧΑ. ΙΖ. ΟΣΑ ΠΕΡΙ ΕΜΨΥΧΑ. ΙΗ. ΟΣΑ ΠΕΡΙ ΘΙΛΟΛΟΓΙΑΝ ΙΘ. ΟΣΑ ΠΕΡΙ ΑΡΜΟΝΙΑΝ. Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ ΚΑ. ΟΣΑ ΠΕΡΙ ΑΛΦΙΤΑ ΚΑΙ ΜΑΖΑΝ ΚΑΙ ΤΑ ΟΜΟΙΑ. ΚΒ. ΟΣΑ ΠΕΡΙ ΟΠΩΡΑΝ.. ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ. ΚΔ. ΟΣΑ ΠΕPΙ TΑ ΘEPΜΑ ΥΔΑΤΑ. ΚE. ΟΣΑ ΠΕPI TOΝ ΑEPΑ. Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ. ΚΖ. ΟΣΑ ΠΕΡΙ ΦΟΒΟΝ ΚΑΙ ΑΝΔΡΕΙΑΝ ΚΗ. ΟΣΑ ΠEPI ΣΩΦPΟΣΥΝΗΝ ΚΑI ΑΚΟΛΑΣIΑΝ, ΚΑI EΓΚΡΑΤΕΙΑΝ ΚΑI ΑΚPΑΣΙΑN ΚΘ. ΟΣΑ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΝ ΚΑΙ ΑΔΙΚΙΑΝ Λ. ΟΣΑ ΠΕΡΙ ΦΡΟΝΗΣΙΝ ΚΑΙ ΝΟΥΝ ΚΑΙ ΣΟΦΙΑΝ ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ ΛΒ. ΟΣΑ ΠΕΡΙ ΩΤΑ ΛΓ. ΟΣΑ ΠΕΡΙ ΜΥΚΤΗΡΑ ΛΔ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΣΤΟΜΑ ΚΑΙ ΤΑ ΕΝ ΑΥΤΩι ΛΕ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΥΠΟ ΤΗΝ ΑΦΗΝ ΛϚ. ΟΣΑ ΠΕΡΙ ΠΡΟΣΩΠΟΝ ΛΖ. ΟΣΑ ΠΕΡΙ ΟΛΟΝ ΤΟ ΣΩΜΑ ΛΗ. ΟΣΑ ΠΕΡΙ ΧΡΟΑΝ
ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ
§1 Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρμῶν; ὅτι ἀναπνοὴ ταύτῃ γίνεται τῷ ὑγρῷ; δακρύει γὰρ ὀφθαλμὸς μετὰ τὴν τρῖψιν· δὲ πταρμὸς διὰ πλῆθος ὑγροῦ. ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος; δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί. διὰ τοῦτο δὲ κἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται πταρμός.
§2 Διὰ τί τῷ ἑνὶ ὀφθαλμῷ ἀκριβέστερον ὁρῶσιν τοῖν δυοῖν; ὅτι πλείους οὖσαι κινήσεις τοῖν δυοῖν γίνονται, οἷον τοῖς διεστραμμένοις; οὔκουν μία κίνησις, τοῦ δὲ ἑνὸς ἁπλῆ. ἧττον οὖν ὁρῶσιν ἀκριβέστερον.
§3 Διὰ τί ὀργιζόμενοι μὲν τοὺς ὀφθαλμοὺς μάλιστα ἐπιδιδόασι πρὸς τὸ ἐρυθριᾶν, αἰσχυνόμενοι δὲ τὰ ὦτα διότι οἱ μὲν καταψύχονται ἐν τῇ αἰδοῖ (ἐν ὀφθαλμοῖς γὰρ αἰδώς) ἀντιβλέπειν οὐ δύνανται; καὶ δειλία κατάψυξίς τίς ἐστιν ἐνταῦθα. μεθίσταται δὲ εἰς τοὐναντίον τῷ ἔμπροσθεν τὸ ὄπισθεν. τὰ δὲ ὦτα ἀντίκειται· διὸ καὶ μάλιστα ἐρυθριῶσιν αἰσχυνόμενοι. ἐν δὲ τῷ κνήθεσθαι ἐπὶ τὸ αἰσθητικώτερον καὶ κινητικώτερον βοήθεια ὡς ἀδικουμένου· φοβουμένοις γὰρ ἐνταῦθα ἐκλείπει μάλιστα.
§4 Διὰ τί θατέρου καταληφθέντος ὀφθαλμοῦ ἕτερος ἀτενίζει μᾶλλον; διότι ἐκ ταὐτοῦ ἤρτηνται αἱ ἀρχαὶ τῶν ὀφθαλμῶν; θατέρου οὖν κινουμένου καὶ κοινὴ ἀρχὴ κινεῖται, ἐκείνης δὲ κινουμένης καὶ ἕτερος. ληφθέντος οὖν θατέρου κίνησις κινήσει αὐτόν, ὥστε δύναται ἀτενίζειν μᾶλλον.
§5 Διὰ τί οἱ ἐκ γενετῆς τυφλοὶ οὐ γίνονται φαλακροί; ὅτι πημαίνει τὰ ὄμματα ὑγρότης οὖσα πολλὴ ἐν τῷ περὶ τὴν κεφαλὴν τόπῳ; διὸ τῶν ῥευματικῶν εἰς τοὺς ὀφθαλμοὺς τάς τε περὶ τοὺς κροτάφους φλέβας κάουσι, πυκνοῦντες τοὺς τῶν ὑγρῶν πόρους, καὶ ξύουσι τὴν κεφαλήν, διατέμνοντες τὸ ἐν αὐτῇ δέρμα. ἐπεὶ οὖν πημαίνει τοὺς ὀφθαλμοὺς τὸ ἐν αὐτῇ περίττωμα γινόμενον, κωλύοι ἂν αὑτοὺς ταὐτὸ τοῦτο ἐξ ἀρχῆς γίνεσθαι, πλέον συνιστάμενον ἐν αὐτῇ. ἐπεὶ δὲ ἐκ περιττωμάτων θρὶξ φύεται, τοῦτο δὲ ἐν τῇ τῶν τυφλῶν κεφαλῇ ἐκ γενετῆς ἐστὶ πολύ, εἰκότως οὐκ εἰσὶ φαλακροί.
§6 Διὰ τί οἱ ἐξόφθαλμοι καπνίζονται μᾶλλον; ὅτι τάχιστα προσπίπτει προέχοντα;
§7 Διὰ τί εἰς μὲν τὰ δεξιὰ ἀμφοτέρας τὰς ὄψεις ἅμα διαστρέφειν δυνάμεθα, καὶ εἰς τὰ ἀριστερὰ καὶ πρὸς τὴν ῥῖνα, καὶ εἰς τὸ ἀριστερὸν δὲ τὸ δεξιὸν τὴν ἑτέραν, ἅμα δὲ εἰς τὸ δεξιὸν καὶ ἀριστερὸν ἀδυνατοῦμεν; ὁμοίως δὲ καὶ εἰς τὸ κάτω καὶ εἰς τὸ ἄνω· ἅμα μὲν γὰρ ἐπὶ ταὐτὸ δυνάμεθα, χωρὶς δὲ οὔ. ὅτι αἱ ὄψεις δύο οὖσαι ὅμως ἐξ ἑνὸς συνήρτηνται; ὅσα δὲ τοιαῦτα, ἄκρου θατέρου κινουμένου ἀνάγκη θάτερον ἀκολουθεῖν ἐπὶ ταὐτό. τῷ γὰρ ἑτέρῳ ἄκρῳ ἀρχὴ θάτερον ἄκρον. εἰ οὖν τὸ ἓν ἀδύνατον ἅμα εἰς τἀναντία κινεῖσθαι, ἀδύνατον καὶ τὰς ὄψεις. τὰ μὲν γὰρ ἄκρα εἰς τἀναντία ἂν κινοῖτο, εἰ τὸ μὲν ἄνω τὸ δὲ κάτω κινοῖτο, δὲ ἀρχὴ ἀμφοῖν ἂν ἀκολουθοίη, ὅπερ ἀδύνατον. δὲ διαστροφή ἐστι τῶν ὀμμάτων διὰ τὸ ἀρχὴν ἔχειν τὰς σφαίρας, καὶ μέχρι τοῦ στρέφεσθαι εἰς τὰ ἄνω καὶ κάτω καὶ εἰς πλάγιον. ὅταν οὖν ἔχουσαι ὡς ἂν ὁμοίως ἔχοιεν τῇ θέσει ἀλλήλαις, καὶ ἐν μέσῳ τοῦ ἐπὶ τὸ ἄνω καὶ κάτω κινεῖσθαι, καὶ εἰς πλάγιον ἐπὶ τοῦ αὐτοῦ σημείου ἑαυτῶν λάβωσιν τὴν ὄψιν, αὗται μὲν ἀδιάστροφοί τε καὶ μάλιστα ἀκίνητοι τῇ θέσει· ὅσαι δὲ ἐπὶ ταὐτοῦ σημείου λάβωσι τὰς ὄψεις, ἀδιάστροφοι μέν εἰσι, διαφέρουσι δὲ ἀλλήλων. καίτοι κρύπτεται τοῦ μέλανός τι καὶ τοῖς ἄνω βάλλουσι τὰ λευκά, οἷον μελλέπταρμοι· ἕτεροι δὲ εἰς τὸ πλάγιον, ὥσπερ οἱ μανικοί, οἱ δὲ εἰς τοὺς μυκτῆρας, ὥσπερ τὰ τραγικὰ πρόσωπα καὶ οἱ στρυφνοί σύννουν γὰρ τὸ βλέμμα. ὅσοι δὲ μήθὑμοίως κειμένων τῶν σφαιρῶν ἐπὶ ταὐτῷ σημείῳ ἔχουσι τὰς ὄψεις, ὁμοίως μὲν κειμένων, μὴ ἐπὶ τῷ αὐτῷ δέ, οὗτοι διεστραμμένοι εἰσίν· διὸ ὑποβλέπουσι καὶ συνάγουσι τὰ ὄμματα. πειρῶνται γὰρ ἐπὶ ταὐτὸν καταστῆσαι σχῆμα τὴν σφαῖραν. ὥστε τὸν μὲν ἐῶσι, τὸν δὲ σχηματίζουσι τῶν ὀφθαλμῶν. ἐὰν γὰρ μὴ καταὐτὸ σημεῖον τεθῶσιν αἱ ὄψεις, ἀνάγκη διεστράφθαι. ὥσπερ γὰρ τοῖς ὑποβάλλλουσιν ὑπὸ τὸν ὀφθαλμὸν [τὸ ἓν] δύο φαίνεται (καὶ γὰρ ἐκείνοις κεκίνηται ἀρχή), καὶ τούτοις ὁμοίως. ἐὰν μὲν οὖν ἄνω κινηθῇ ὀφθαλμός, τὸ πέρας κάτω τῆς ὄψεως γίνεται, ἐὰν δὲ κάτω, ἄνω τὸ πέρας. ἐν ἑνὶ δὲ ὀφθαλμῷ μεθισταμένῳ κινεῖσθαι μὲν τὸ ὁρώμενον δοκεῖ διὰ ταῦτα ἄνω κάτω, ὅτι καὶ ὄψις, δύο δὲ οὐ φαίνεται, ἂν μὴ δύο αἱ ὄψεις ὦσιν, καὶ διαστρέφει. τοιαύτη μὲν τῷ ἑτεροφθάλμῳ γίνεται, ὥστε δύο φαίνεσθαι· κατὰ τὴν θέσιν δὲ γίνεται τῷ μὴ κατὰ μέσον τοῦ ὄμματος κεῖσθαι.
§8 Διὰ τί οἱ μύωπες μικρὰ γράμματα γράφουσιν; ἄτοπον γὰρ τὸ μὴ ὀξὺ ὁρῶντας ποιεῖν ἔργον ὀξὺ ὁρώντων. πότερον ὅτι μεγάλα φαίνεται τὰ μικρά, ἐὰν ἐγγύς· οἱ δὲ προσάγοντες γράφουσιν; διὰ τὸ συνάγοντας τὰ βλέφαρα γράφειν; διἀσθένειαν γὰρ τῆς ὄψεως, ἂν μὲν ἀναπεπταμένοις γράφωσι τοῖς ὄμμασι, διασπωμένη ὄψις ἀμβλὺ ὁρᾷ, οὕτω δὲ ἀθρόως προσπίπτει· γωνίαν δὲ μικρὰν ποιοῦσα ἐξ ἀνάγκης ποιεῖ μικρὰ γράφειν.
§9 Διὰ τί ὀφθαλμιάσαντες ἔνιοι ὀξύτερον ὁρῶσιν; διὰ τὸ ἀποκεκαθάρθαι τὰ ὄμματα; πολλάκις γὰρ ἔξω πυκνότης ἀποστέγει τὴν ὄψιν, ἀποδακρύσαντι δὲ λύεται. διὸ καὶ τὸ ἀποδάκνεσθαι συμφέρει, οἷον κρόμμυον· θάτερον δὲ πολέμιον, οἷον ὀρίγανον.
§10 Διὰ τί τῇ μιᾷ ὄψει ἀπαθέστεροι; διότι ἔλαττον ψυχὴ πάσχει, ὥστε ἔλαττον τὸ πάθος.
§11 Διὰ τί τοῖς διισταμένοις δύο φαίνεται; διότι οὐκ ἀφικνεῖται ἐπὶ τὸ αὐτὸ σημεῖον ἑκατέρου τῶν ὀμμάτων κίνησις; ὥσπερ οὖν δύο ὁρᾶν τὸ δὶς ὁρᾶν οἴεται ψυχή. ὅμοιον καὶ ἐπὶ τῶν δακτύλων τῆς ἐπαλλάξεως· δύο γὰρ τὸ ἓν δοκεῖ ὡς δὶς ἁπτομένῃ ἑνί.
§12 Διὰ τί οὐ διαφέρουσιν αἱ αἰσθήσεις αἱ ἐν τοῖς δεξιοῖς τῶν ἀριστερῶν, ἐν δὲ τοῖς ἄλλοις πᾶσι κρείττω τὰ δεξιά; πότερον διὰ τὸ ἔθος, ὅτι εὐθὺς ὁμοίως ἀμφοῖν ἐθιζόμεθα αἰσθάνεσθαι; τὰ δὲ δεξιὰ τῷ ἔθει δοκεῖ διαφέρειν, ἐπεὶ ἐθισθεῖσιν ἀμφιδέξιοι γίνονται. ὅτι τὸ μὲν αἰσθάνεσθαι πάσχειν τί ἐστι, τὰ δὲ δεξιὰ διαφέρει τῷ ποιητικώτερα εἶναι καὶ ἀπαθέστερα τῶν ἀριστερῶν.
§13 Διὰ τί ἐν μὲν τοῖς ἄλλοις κρείττω τὰ δεξιά, ἐν δὲ ταῖς αἰσθήσεσιν ὅμοια; διότι ταῦτα μὲν ὁμοίως ἐθιζόμεθα κατἀμφότερα τῷ ἔθει; ἔτι τὸ μὲν αἰσθάνεσθαι πάσχειν τί ἐστιν, δὲ τῶν δεξιῶν διαφορὰ τῷ εἰς τὸ ποιεῖν καὶ οὐκ εἰς τὸ πάσχειν.
§14 Διὰ τί τὸ γυμνάζεσθαι ἀσύμφορον πρὸς ὀξυωπίαν; ὅτι ξηρὸν ποιεῖ τὸ ὄμμα γυμνασία, ὥσπερ καὶ τὸ ἄλλο σῶμα; δὲ ξηρότης σκληρύνει τὸ δέρμα πᾶν, ὥστε καὶ τὸ ἐπὶ τῇ κόρῃ. διὸ καὶ οἱ πρεσβῦται οὐκ ὀξὺ ὁρῶσιν· καὶ γὰρ τῶν γερόντων σκληρόδερμα, ἅμα δὲ καὶ ῥυσά, ὥστε ἐπικαλύπτεται ὄψις.
§15 Διὰ τί οἱ μύωπες βλέπουσι μὲν οὐκ ὀξύ, γράφουσι δὲ μικρά; καίτοι τὸ μικρὸν ὀξὺ βλέποντος καθορᾶν ἐστίν. διότι ἀσθενῆ ἔχοντες τὴν ὄψιν συνάγουσι τὰ βλέφαρα εἰς μικρόν; ἀθρόα γὰρ ἐξιοῦσα ὄψις μᾶλλον ὁρᾷ, ἀναπεπταμένου δὲ τοῦ ὄμματος διασπᾶται. διὰ μὲν οὖν τὴν ἀσθένειαν συνάγουσι εἰς μικρὸν τὸ βλέφαρον διὰ δὲ τὸ ἐκ μικροῦ ὁρᾶν μικρὸν μέγεθος ὁρῶσιν. ὅσον δὲ ὁρῶσι μέγεθος, τοσοῦτον καὶ γράφουσιν.
§16 Διὰ τί οἱ μύωπες συνάγοντες τὰ βλέφαρα ὁρῶσιν; διἀσθένειαν τῆς ὄψεως, ὥσπερ καὶ οἱ πρὸς τὰ πόρρω τὴν χεῖρα προσάγοντες, οὕτω καὶ τὰ βλέφαρα πρὸς τὰ ἐγγὺς προστίθενται ὥσπερ χεῖρα; τοῦτο δὲ ποιοῦσιν, ἵνα ἀθροωτέρα ὄψις ἐξίῃ, διἐλάττονος ἐξιοῦσα, καὶ μὴ εὐθὺς ἐξ ἀναπεπταμένου ἐξιοῦσα διασπασθῇ, ὁρᾷ δὲ πλείων μεῖζον.
§17 Διὰ τί εἰς τὸ πλάγιον κινοῦσι τὸν ὀφθαλμὸν οὐ φαίνεται δύο τὸ ἕν; ὅτι ἐπὶ τῆς αὐτῆς γίνεται γραμμῆς ἀρχή; δύο δὲ φαίνεται ταύτης μεταβαλλούσης ἄνω κάτω. εἰς δὲ πλάγιον οὐδὲν διαφέρει, ἐὰν μὴ ἅμα καὶ ἄνω. τί δὴ ἐπὶ μὲν τῆς ὄψεώς ἐστιν ὥστε φαίνεσθαι τὸ ἓν δύο, ἄν πως τεθῶσιν οἱ ὀφθαλμοὶ πρὸς ἀλλήλους, ἐπὶ δὲ τῶν ἄλλων αἰσθήσεων οὐκ ἔστιν; καὶ ἐπὶ τῆς ἁφῆς γίνεται τῇ ἐπαλλάξει τῶν δακτύλων τὸ ἓν δύο; ἐπὶ δὲ τῶν ἄλλων οὐ γίνεται, ὅτι οὔτε ἔξω ἀποτεινομένων αἰσθάνεται, οὐδὲ δύο. γίνεται δὲ [διὰ] τοῦτο διόπερ καὶ ἐπὶ τῶν δακτύλων· μιμεῖται γὰρ τὴν ὄψιν.
§18 Διὰ τί τοῦ μὲν ἄλλου σώματος τὰ ἀριστερὰ ἀσθενέστερα, τῶν δὲ ὀφθαλμῶν οὔ, ἀλλὁμοίως ὀξύ; ὅτι τὰ μὲν δεξιὰ τῷ ποιητικὰ εἶναι διαφέρουσιν, τῷ δὲ παθητικὰ οὐ διαφέρουσιν; αἱ δὲ ὄψεις παθητικαί.
§19 Διὰ τί τῇ ὄψει πρὸς μὲν τὰ ἄλλα ἀτενίζοντες χεῖρον διατιθέμεθα, πρὸς δὲ τὰ χλωρὰ καὶ ποώδη, οἷον λάχανα καὶ τὰ τούτοις ὅμοια, βέλτιον; ὅτι πρὸς μὲν τὸ λευκὸν καὶ μέλαν ἥκιστα δυνάμεθα ἀτενίζειν (ἄμφω γὰρ λυμαίνεται τὴν ὄψιν), τὰ δὲ τοιαῦτα τῶν χρωμάτων μέσον ἔχει τούτων· διὸ μετρίως τῆς ὄψεως διατιθεμένης οὐδὲ ἐξαδυνατοῦμεν αὐτῇ, βέλτιον δὲ διατιθέμεθα. τάχα δὲ ἴσως καθάπερ ἐπὶ τῶν σωμάτων σφοδρότερον πονοῦντες χεῖρον ἔχομεν, τὸ μέσον δὲ βέλτιστα διατίθησιν, τὸν αὐτὸν τρόπον καὶ τὴν ὄψιν. πρὸς μὲν γὰρ στερεὰ ἀτενίζοντες πονοῦμεν αὐτήν, πρὸς δὲ τὰ ὑγρὰ μηδενὸς ἀντιφράττοντος οὐ διαπονοῦμεν. τὰ δὲ χλωρὰ στερεά τε μετρίως, καὶ ὑγρὸν ἐν αὐτοῖς ἱκανόν. διὸ βλάπτει τε οὐθέν, καὶ διαναγκάζει τὴν ὄψιν πρὸς τούτοις εἶναι διὰ τὸ τὴν τοῦ χρώματος κρᾶσιν σύμμετρον ἔχειν πρὸς τὴν ὄψιν.
§20 Διὰ τί τὰ μὲν ἄλλα ἀμφοτέροις τοῖς ὀφθαλμοῖς μᾶλλον ὁρῶμεν, τὰ δὲ εὐθὺ τὸ ἐπὶ τῶν στίχων τῷ ἑνὶ προσάγοντες πρὸς τὰ γράμματα μᾶλλον καθορῶμεν; ἀμφότεραι μὲν αἱ ὄψεις συμπίπτουσαι, καθάπερ λέγουσιν οἱ περὶ τὰ ὀπτικά, ταραχὴν παρέχουσιν, ἐπειδὰν δὲ τῇ μιᾷ θεωρῶμεν, πρὸς εὐθεῖαν τὴν ὄψιν, ὥσπερ πρὸς κανόνα, μᾶλλον φαίνεται τὸ εὐθύ.
§21 Διὰ τί καπνὸς τοὺς ὀφθαλμοὺς μᾶλλον δάκνει; ὅτι μόνοι ἀσθενέστατοι; ἀεὶ γὰρ τὰ ἔσω τοῦ σώματος ἀσθενέστατα. σημεῖον δὲ ὅτι καὶ τὸ ὄξος καὶ ἕκαστον τῶν δριμέων τὴν μὲν ἔξω σάρκα οὐ δάκνει, τὴν δὲ ἐντός, ὅτι ἀραιότατον τοῦ σώματος καὶ μάλιστἔχει πόρους· αἱ γὰρ ὄψεις διά τινων πόρων ἐκπίπτουσιν, ὥστε τὸ ἔσω δηκτικώτατον ἀπὸ τῆς σαρκὸς ἀποπίπτει. ὁμοίως δὲ καὶ τὸ κρόμμυον, καὶ ὅσα ἄλλα δάκνει τοὺς ὀφθαλμούς. τὸ δὲ ἔλαιον μάλιστα τῶν ὑγρῶν, ὅτι λεπτομερέστατον· τοιοῦτον δὂν εἰσδύνει διὰ τῶν πόρων· τὸ δὄξος ἐν φαρμάκῳ τῇ ἄλλῃ σαρκί.
§22 Διὰ τί ὀφθαλμὸς μόνον τοῦ σώματος, ἀσθενέστατος ὤν, οὐ ῥιγοῖ; ὅτι πίων ἐστὶν ὀφθαλμός, σαρκὸς δὲ οὐθέν; τὰ δὲ τοιαῦτα ἄριγά ἐστιν. οὐ γὰρ δὴ ὅτι γε πῦρ ἐστὶν ὄψις, διὰ τοῦτο οὐ ῥιγοῖ· οὐ γὰρ τοιοῦτόν γέ ἐστι τὸ πῦρ ὥστε θερμαίνειν.
§23 Διὰ τί δάκρυα, ἐὰν μὲν κλαίοντες ἀφίωμεν, θερμά ἐστιν, ἐὰν δὲ πονοῦντες τοὺς ὀφθαλμοὺς δακρύωμεν, ψυχρά; ὅτι τὸ μὲν ἄπεπτον ψυχρόν, τὸ δὲ πεπεμμένον θερμόν; δὲ μαλακία ὅλως πᾶσά ἐστιν ἐξ ἀπεψίας, καὶ τῶν τοὺς ὀφθαλμοὺς πονούντων ἄπεπτόν ἐστι τὸ δάκρυον· διὸ ψυχρόν. διὰ τοῦτο καὶ οἱ ἰατροὶ οἴονται σημεῖον εἶναι μεγάλης νόσου τοὺς ψυχροὺς ἱδρῶτας, τοὺς δὲ θερμοὺς τοὐναντίον ἀπαλλακτικούς. ὅταν μὲν γὰρ τὸ περίττωμα πολύ, οὐ δύνανται τὸ ἐντὸς θερμὸν πέττειν, ὥστε ἀνάγκη ψυχρὸν εἶναι· ὅταν δὲ ὀλίγον, κρατεῖ. γίνονται δὲ ἐκ τῶν περιττωμάτων αἱ ἀρρωστίαι.
§24 Διὰ τί ποτε εὐκινήτων ὄντων τῶν δεξιῶν μερῶν ὀφθαλμὸς ἀριστερὸς μᾶλλον τοῦ δεξιοῦ συνάγεται; ὅτι τὰ ἀριστερὰ πάντα ὑγρότερα τῶν δεξιῶν ἐστίν, τὰ δὲ ὑγρότερα μᾶλλον συνάγεσθαι πέφυκεν· εἶτα εἰς τὸ δεξιὸν μᾶλλον ἀποτελεῖν δύναται, τοῦ ἀριστεροῦ δυναμένου καὶ καθαὑτό.
§25 Διὰ τί ἀμφότεροι κατὰ ἀσθένειάν τινα τῶν ὀφθαλμῶν διακείμενοι, τε μύωψ καὶ πρεσβύτης, μὲν ἐγγὺς προσάγει, ἄν τι βούληται ἰδεῖν, δὲ πόρρω ἀπάγει; ὅτι οὐχ ὁμοία ἀσθένεια παρέπεται αὐτοῖς; μὲν γὰρ πρεσβύτης αὐτὸ ἰδεῖν ἀδύνατός ἐστιν· οὗ δὴ συμπίπτει ὄψις αὐτῷ, ἀπάγει τὸ θεώμενον, ἅτε καὶ μάλιστα μέλλων ὄψεσθαι· πόρρω δὲ συμπίπτει. δὲ αὐτὸ μὲν ὁρᾷ, ποῖα δὲ κοῖλα ποῖα ἐξέχοντα τοῦ ὁρωμένου οὐκέτι δύναται κρίνειν, ἀλλὰ περὶ ταῦτα ἀπατᾶται. τὰ δὲ κοῖλα τὰ ἐξέχοντα μάλιστα τῇ αὐγῇ κρίνεται. πόρρωθεν μὲν οὖν οὐ δύναται τῇ αὐγῇ καταμαθεῖν πῶς ἐπιβάλλει ἐπὶ τὸ ὁρατόν· ἐγγύθεν δὲ μᾶλλον καταφανής ἐστιν.
§26 Διὰ τί τῶν ζῴων ἄνθρωπος μόνον μάλιστα διαστρέφεται; ὅτι μόνον μάλιστα ἐπίληπτον ἐν τῇ νεότητι γίνεται, ὅτε καὶ διαστρέφεσθαι συμβαίνει πᾶσιν;
§27 Διὰ τί οἱ ἄνθρωποι μόνοι τῶν ἄλλων ζῴων τὰ ὄμματα διαστρέφονται; πότερον διὰ τὸ ἐλάχιστον διάστημα εἶναι τῶν ὀμμάτων, καὶ ἐπεὐθείας, ὥστε εὔδηλον σφόδρα γίνεται τὸ μὴ κατωρθωμένον. διότι τῶν ἄλλων μονόχροα τὰ ὄμματά ἐστι μᾶλλον· εἰ δἦν ἓν χρῶμά τι τοῦ ὄμματος, οὐκ ἦν διαστροφή. διότι μόνοι ἐν τῷ γένει ἐπίληπτοι γίνονται τῶν ζῴων, δἐπίληψις διαστροφὴν ποιεῖ, ὅταν γένηται, ὥσπερ καὶ τῶν ἄλλων μορίων· ἀλλἐνίοις ὀψὲ παντελῶς γίνεται διαστροφή, ὅσοις τὸ ἀρρώστημα.
§28 Διὰ τί πρὸς τὸν λύχνον καὶ πρὸς τὸν ἥλιον προστησάμενοι τὴν χεῖρα πρὸ τοῦ φωτὸς μᾶλλον ὁρῶμεν; ὅτι τὸ ἀπὸ τοῦ ἡλίου καὶ λύχνου φῶς προσπῖπτον μὲν ἡμῶν πρὸς τὴν ὄψιν ἀσθενεστέραν ποιεῖ διὑπερβολήν; φθείρει γὰρ αὐτὰ καὶ τὰ συγγενῆ τῇ ὑπερβολῇ. εἰρχθέντα δὲ ὑπὸ τῆς χειρὸς τὴν μὲν ὄψιν οὐ πημαίνει, τὸ δὲ ὁρώμενον ὁμοίως ἐστὶν ἐν φωτί. διὸ μὲν μᾶλλον δρᾷ, τὸ δὲ ὁρώμενον οὐδὲν ἧττον ὁρᾶται.
§29 Διὰ τί χεὶρ μὲν καὶ ποὺς διαφορὰν ἔχει πρὸς [τὰ] δεξιὰκαὶτὰ ἀριστερά, ὄμμα δὲ καὶ ἀκοὴ οὔ; ὅτι τὰ στοιχεῖα τὰ εἰλικρινῆ ἀδιάφορα, ἐν δὲ τοῖς ἐκ τῶν στοιχείων διαφορά; αὗται δὲ αἱ αἰσθήσεις εἰσὶν ἐξ εἰλικρινῶν, μὲν ὄψις πυρός, δἀκοὴ ἀέρος.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up