Book 35
§1 Διὰ τί οὔτε τὰ ἐλάττονα οὔτε τὰ μεγάλα πόρρω φέρεται ῥιπτούμενα, ἀλλὰ δεῖ συμμετρίαν τινὰ ἔχειν πρὸς τὸν ῥιπτοῦντα; Πότερον ὅτι ἀνάγκη τὸ ῥιπτούμενον καὶ ὠθούμενον ἀντερείδειν ὅθεν ὠθεῖται; Τὸ δὲ μηθὲν ὑπεῖκον διὰ μέγεθος μηδὲν ἀντερεῖσαν διἀσθένειαν οὐ ποιεῖ ῥῖψιν οὐδὲ ὦσιν.
§2 Τὸ μὲν οὖν πολὺ ὑπερβάλλον τῆς ἰσχύος τῆς ὠθούσης οὐθὲν ὑπείκει, τὸ δὲ πολὺ ἀσθενέστερον οὐδὲν ἀντερείδει, ὅτι τοσοῦτον φέρεται τὸ φερόμενον, ὅσον ἂν ἀέρα κινήσῃ εἰς βάθος; Τὸ δὲ μηδὲν κινούμενον οὐδἂν κινήσειεν οὐδέν. Συμβαίνει δὴ ἀμφότερα τούτοις ἔχειν. Τό τε γὰρ σφόδρα μέγα καὶ τὸ σφόδρα μικρὸν ὥσπερ οὐθὲν κινούμενά ἐστι· τὸ μὲν γὰρ αὐτὸ καθἓν κινεῖ, τὸ δοὐθὲν κινεῖται.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up