Book 27
§1 Διὰ τί χαλεπώτερον τὰ μακρὰ ξύλαἀπἄκρου φέρειν ἐπὶ τῷ ὥμῳ κατὰ τὸ μέσον, ἴσου τοῦ βάρους ὄντος; Πότερον ὅτι σαλευομένου τοῦ ξύλου τὸ ἄκρον κωλύει φέρειν, μᾶλλον ἀντισπῶν τῇ σαλεύσει τὴν φοράν; κἂν μηθὲν κάμπτηται μηδἔχῃ πολὺ μῆκος, ὅμως χαλεπώτερον φέρειν ἀπἄκρου; ἀλλὅτι καὶ ῥᾷον αἴρεται ἀπἄκρου ἐκ μέσου, διὰ τὸ αὐτὸ καὶ φέρειν οὕτω ῥᾴδιον.
§2 Αἴτιον δὲ ὅτι ἐκ μέσου μὲν αἰρόμενον ἀεὶ ἐπικουφίζει ἄλληλα τὰ ἄκρα, καὶ θάτερον μέρος τὸ ἐπὶθάτερον εὗ αἴρει. Ὤσπερ γὰρ κέντρον γίνεται τὸ μέσον, ἔχει τὸ αἶρον φέρον. Εἰς τὸ ἄνω οὖν κουφίζεται ἑκάτερον τῶν ἄκρων εἰς τὸ κάτω ῥέπον.
§3 Ἀπὸ δὲ τοῦ ἄκρον αἰρόμενον φερόμενον οὐ ποιεῖ τοῦτο, ἀλλἅπαν τὸ βάρος ῥέπει ἐφἓν μέσον, εἰς ὅπερ αἴρεται φέρεται.Ἕστω μέσον ἐφοὔ Α, ἄκρα Β Γ. Αἰρομένου οὖν φερομένου κατὰ τὸ Α, τὸ μὲν Β κάτω ῥέπον ἄνω αἴρει τὸ Γ, τὸ δὲ Γ κάτω ῥέπον τὸ Β ἄνω αἴρει· ἄμα δὲ αἰρομένα ἄνω ποιεῖ ταῦτα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up