Book 14
§1 Διὰ τί ῥᾷον κινοῦνται περὶ τὸ αὐτὸ ζυγὸν οἱ μείζους τῶν ἐλαττόνων κόλλοπες, καὶ οἱ αὐτοὶ ὄνοι οἱ λεπτότεροι ὑπὸ τῆς αὐτῆς ἰσχύος τῶν παχυτέρων; διότι μὲν ὅνος καὶ τὸ ζυγὸν κέντρον ἐστίν, τὰ δὲἀπέχοντα μεγέθη αἱ ἐκ τοῦ κέντρου;
§2 Θᾶττον δὲ κινοῦνται καὶ πλέον ἀπὸ τῆςαὐτῆς ἰσχύος αἱ τῶν μειζόνων κύκλων αἱ τῶν ἐλαττόνων· ὑπὸ τῆς αὐτῆς γὰρ ἰσχύοςθᾶττον μεθίσταται τὸ ἄκρον τὸ πορρώτερον τοῦ κέντρου. Διὸ πρὸς μὲν τὸ ζυγὸν τοὺς κόλλοπας ὄργανα ποιοῦνται, οἶς ῥᾷον στρέφουσιν· ἐν δὲ τοῖς λεπτοῖς ὄνοις πλεῖον γίνεται τὸ ἔξω τοῦ ξύλου, αὕτη δὲ γίνεται ἐκ τοῦ κέντρου.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up