Book 22
§1 Διὰ τί οἱ ἰατροὶ ῥᾷον ἐξαιροῦσι τοὺς ὀδόντας προσλαμβάνοντες βάρος τὴν ὀδοντάγραν τῇ χειρὶ μόνῃ ψιλῇ; Πότερον διὰ τὸ μᾶλλον ἐξολισθαίνειν διὰ τῆς χειρὸς τὸν ὀδόντα ἐκ τῆς ὀδοντάγρας; μᾶλλον ὀλισθαίνει τῆς χειρὸς σίδηρος, καὶ οὐ περιλαμβάνει αὐτὸν κύκλῳ· μαλθακὴ γὰρ οὖσα σὰρξ τῶν δακτύλων καὶ προσμένει μᾶλλον καὶ περιαρμόττει.
§2 Ἀλλὅτι ὀδοντάγρα δύο μοχλοί εἰσιν ἀντικείμενοι, ἒν τὸ ὑπομόχλιον ἔχοντες τὴν σύναψιν τῆς θερμαστρίδος· τοῦ ῥᾷον οὖν κινῆσαι χρῶνται τῷ ὀργάνῳ πρὸς τὴν ἐξαίρεσιν.
§3 Ἔστω γὰρ τῆς ὀδοντάγρας τὸ μὲν ἕτερον ἄκρον ἐφᾦτὸ Α, τὸ δὲ ἕτερον, τὸ Β, ἐξαιρεῖ· δὲ μοχλὸς ἐφ ΑΔΖ, δὲ ἄλλος μοχλὸς ἐφ ΒΓΕ ὑπομόχλιον δὲ τὸ ΓΘΔ· δὲ ὀδοὐς ἐφοὖ σύναψις· δὲ τὸ βάρος. Ἑκατέρῳ οὖν τῶν ΒΖ καὶ ἅμα λαβῶν κινεῖ. Ὅταν δὲ κινήση, ἐξεῖλε ῥᾷον τῇ χειρὶ τῷ ὀργάνῳ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up