Book 18
§1 Διὰ τί τῷ σφηνὶ ὄντι μικρῷ μεγάλα βάρη διίσταται καὶ μεγέθη σωμάτων, καὶ θλῖψις ἰσχυρὰ γίνεται; διότι σφὴν δύο μοχλοί εἰσιν ἐναντίοι ἀλλήλοις, ἔχει δὲ ἑκάτερος τὸ μὲν βάρος τὸ δὲ ὑπομόχλιον, καὶ ἀνασπᾷ πιέζει. Ἕτι δὲ τῆς πληγῆς φορὰ τὸ βάρος, τύπτει καὶ κινεῖ,ποιεῖ μέγα· καὶ διὰ τὸ κινούμενον κινεῖν τῇ ταχυτῆτι ἰσχύει ἔτι πλέον.
§2 Μικρῷ δὲ ὄντι μεγάλαι δυνάμεις ἀκολουθοῦσι· διὸ λανθάνει κινῶνπαρὰ τὴν ἀξίαν τοῦ μεγέθους. Ἔστω σφὴν ἐφ ΑΒΓ, τὸ δὲ σφηνούμενονΔΕΗΖ. Μοχλὸς δὴ γίνεται ΑΒ, βάρος δὲ τὸτοῦ Β κάτωθεν, ὑπομόχλιον δὲ τὸ ΖΔ. Ἐναντίος δὲ τούτῳ μοχλὸς τὸ ΒΓ, δὲ ΑΓ κοπτομένη ἑκατέρᾳ τούτων χρῆται μοχλῷ· ἀνασπᾷ γὰρ τὸ Β.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up