Book 28
§1 Διὰ τί, ἐὰν λίαν μακρὸν τὸ αὐτὸ βάρος, χαλεπώτερον φέρειν ἐπὶ τοῦ ὤμου, κἂν μέσον φέρῃ τις, ἐὰν ἔλαττον ; Πάλαι ἐλέχθη ὡς οὐκ ἔστιν αἴτιον σάλευσις· ἀλλ σάλευσις νῦν αἴτιόν ἐστιν. Ὄταν γὰρ μακρότερον, τὰ ἄκρα σαλεύεται, ὥστε εἴη ἂν καὶ τὸν φέροντα χαλεπώτερον φέρειν μᾶλλον.
§2 Αἴτιον δὲ τοῦ σαλεύεσθαι μᾶλλον, ὅτι τῆς αὐτῆς κινήσεως οὔσης μεθίσταται τὰ ἄκρα, ὅσῳπερ ἂν μακρότερον τὸ ξύλον. μὲν γὰρ ὦμος κέντρον, ἐφοὖ τὸ Α (μένει γὰρ τοῦτο), αἱ δὲ Α Β καὶ Α Γ αἱ ἐκ τοῦ κέντρου. Ὄσῳ δἂν μεῖζον τὸ ἐκ τοῦ κέντρου τὸ Α Β καὶ τὸ Α Γ, πλέον μεθίσταται μέγεθος. Δέδεικται δὲ τοῦτο πρότερον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up