Pelasgus's Decision
ἄναξ ἀνάκτων, μακάρων
525 μακάρτατε καὶ τελέων
τελειότατον κράτος, ὄλβιε Ζεῦ,
πιθοῦ τε καὶ γένει σῷ
ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας.
λίμνᾳ δʼ ἔμβαλε πορφυροειδεῖ
530 τὰν μελανόζυγʼ ἄταν.
τὸ πρὸς γυναικῶν δʼ ἐπιδὼν
παλαίφατον ἁμέτερον
γένος φιλίας προγόνου γυναικὸς
νέωσον εὔφρονʼ αἶνον,
535 γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς·
Δῖαί τοι γένος εὐχόμεθʼ εἶναι
γᾶς ἀπὸ τᾶσδʼ ἄποικοι.
παλαιὸν, δʼ εἰς ἴχνος μετέσταν
ματέρος ἀνθονόμους ἐπωπάς,
540 λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ
οἴστρῳ ἐρεθομένα
φεύγει ἁμαρτίνοος,
πολλὰ βροτῶν διαμειβομένα
φῦλα, διχῇ δʼ ἀντίπορον
545 γαῖαν ἐν αἴσᾳ διατέμ-
νουσα πόρον κυματίαν ὁρίζει·
ἰάπτει δʼ Ἀσίδος διʼ αἴας
μηλοβότου Φρυγίας διαμπάξ.
περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,
550 Λύδιά τε γύαλα,
καὶ διʼ ὀρῶν Κιλίκων
Παμφύλων τε γένη διορνυμένα
καί ποταμοὺς ἀενάους
καὶ βαθύπλουτον χθόνα καὶ
555 τὰν Ἀφροδίτας πολύπυρον αἶαν.
ἱκνεῖται δὴ σινουμένα βέλει
βουκόλου πτερόεντος
Δῖον πάμβοτον ἄλσος,
λειμῶνα χιονόβοσκον, ὅντʼ ἐπέρχεται
560 Τυφῶ μένος,
ὕδωρ τε Νείλου νόσοις ἄθικτον,
μαινομένα πόνοις ἀτί-
μοις ὀδύναις τε κεντροδα-
λήτισι, θυιὰς Ἥρας.
565 βροτοὶ δʼ, οἳ γᾶς τότʼ ἦσαν ἔννομοι
χλωρῷ δείματι θυμὸν
πάλλοντʼ ὄψιν ἀήθη,
βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,
τὰν μὲν βοός,
570 τὰν δʼ αὖ γυναικός· τέρας δʼ ἐθάμβουν.
καὶ τότε δὴ τίς ἦν θέλ-
ξας πολύπλαγκτον ἀθλίαν
οἰστροδόνητον Ἰώ;
διʼ αἰῶνος κρέων ἀπαύστου
575 Ζεὺς
Διὸς δʼ ἀπημάντῳ σθένει
καὶ θείαις ἐπιπνοίαις
παύεται, δακρύων δʼ ἀπο-
στάζει πένθιμον αἰδῶ.
580 λαβοῦσα δʼ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ
γείνατο παῖδʼ ἀμεμφῆ,
διʼ αἰῶνος μακροῦ πάνολβον·
ἔνθεν πᾶσα βοᾷ χθών,
φυσιζόου γένος τόδε
585 Ζηνός ἐστιν ἀληθῶς·
τίς γὰρ ἂν κατέπαυσεν -
ρας νόσους ἐπιβούλους;
Διὸς τόδʼ ἔργον καὶ τόδʼ ἂν γένος λέγων
ἐξ Ἐπάφου κυρήσαις.
590 τίνʼ ἂν θεῶν ἐνδικωτέροισιν
κεκλοίμαν εὐλόγως ἐπʼ ἔργοις;
αὐτὸς πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ
γένους παλαιόφρων μέγας
τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.
595 ὑπʼ ἀρχᾶς δʼ οὔ τινος θοάζων
τὸ μεῖον κρεισσόνων κρατύνει.
οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη.
πάρεστι δʼ ἔργον ὡς ἔπος
σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.
Tap any Greek word to look it up
An open-access project
Smyth 1922
Loeb
Smyth (eclectic), 1922 · 1922
The Editor

Herbert Weir Smyth (1857–1937) was Eliot Professor of Greek at Harvard University. Best known for his Greek Grammar (1920), which remains the standard reference grammar for students of ancient Greek, Smyth also produced the Loeb Classical Library edition of Aeschylus (2 volumes, 1922–1926). His combination of linguistic expertise and literary sensitivity made his Aeschylus edition particularly valuable.

About This Edition

Smyth's Loeb Aeschylus presents the Greek text with facing English translation. Following Loeb convention, the text is based on established critical editions. For a critical text of Aeschylus, the OCT by D. L. Page (1972) and M. L. West's Teubner (1990, revised 1998) are now the standard references. Smyth's translations, while sometimes dated in style, remain useful for their accuracy and his notes address many of the textual difficulties that make Aeschylus the most challenging of the three great tragedians.

Translator

Herbert Weir Smyth (Loeb Classical Library)

Text Basis

Smyth's own eclectic text, based on the manuscript tradition and Wilamowitz. Smyth was both editor and translator.

Tap any Greek word to look it up