Orestes at Athens
πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,
ἣν δῆτʼ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
400 τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,
ἐξαίρετον δώρημα Θησέως τόκοις·
ἔνθεν διώκουσʼ ἦλθον ἄτρυτον πόδα,
πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.
405 πώλοις ἀκμαίοις τόνδʼ ἐπιζεύξασʼ ὄχον
καινὴν δʼ ὁρῶσα τήνδʼ ὁμιλίαν χθονὸς
ταρβῶ μὲν οὐδέν, θαῦμα δʼ ὄμμασιν πάρα.
τίνες ποτʼ ἐστέ; πᾶσι δʼ ἐς κοινὸν λέγω·
βρέτας τε τοὐμὸν τῷδʼ ἐφημένῳ ξένῳ,
410 ὑμᾶς θʼ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
οὔτʼ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
οὔτʼ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.
λέγειν δʼ ἄμομφον ὄντα τοὺς πέλας κακῶς
πρόσω δικαίων ἠδʼ ἀποστατεῖ θέμις.
415 πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.
ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.
Ἀραὶ δʼ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
γένος μὲν οἶδα κληδόνας τʼ ἐπωνύμους.
τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.
420 μάθοιμʼ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.
καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;
ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
καὶ τοιαύτας τῷδʼ ἐπιρροιζεῖς φυγάς;
425 φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
ἄλλαις ἀνάγκαις, τινος τρέων κότον;
ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.
ἀλλʼ ὅρκον οὐ δέξαιτʼ ἄν, οὐ δοῦναι θέλοι.
430 κλύειν δίκαιος μᾶλλον πρᾶξαι θέλεις.
πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.
ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
ἀλλʼ ἐξέλεγχε, κρῖνε δʼ εὐθεῖαν δίκην.
κἀπʼ ἐμοὶ τρέποιτʼ ἂν αἰτίας τέλος;
435 πῶς δʼ οὔ; σέβουσαί γʼ ἀξίαν κἀπʼ ἀξίων.
τί πρὸς τάδʼ εἰπεῖν, ξένʼ, ἐν μέρει θέλεις;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
τὰς σάς, ἔπειτα τόνδʼ ἀμυναθοῦ ψόγον·
εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
440 ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας
σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
ἄνασσʼ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημʼ ἀφαιρήσω μέγα.
445 οὐκ εἰμὶ προστρόπαιος, οὐδʼ ἔχων μύσος
πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἔστʼ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
450 σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
πάλαι πρὸς ἄλλοις ταῦτʼ ἀφιερώμεθα
οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
ταύτην μὲν οὕτω φροντίδʼ ἐκποδὼν λέγω.
γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.
455 Ἀργεῖός εἰμι, πατέρα δʼ ἱστορεῖς καλῶς,
Ἀγαμέμνονʼ, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
ξὺν σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας. ἔφθιθʼ οὗτος οὐ καλῶς, μολὼν
εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ
460 μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
κρύψασʼ, λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
465 καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
εἰ μή τι τῶνδʼ ἔρξαιμι τοὺς ἐπαιτίους.
σὺ δʼ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·
πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδʼ αἰνέσω.
470 τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε
βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις
φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·
ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς
ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις·
475 οὕτως δʼ ἄμομφον ὄντα σʼ αἰδοῦμαι πόλει.
αὗται δʼ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων
πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.
480 τοιαῦτα μὲν τάδʼ ἐστίν· ἀμφότερα, μένειν
πέμπειν τε δυσπήμαντʼ ἀμηχάνως ἐμοί.
ἐπεὶ δὲ πρᾶγμα δεῦρʼ ἐπέσκηψεν τόδε,
φόνων δικαστὰς ὁρκίους αἱρουμένη
θεσμὸν τὸν εἰς ἅπαντʼ ἐγὼ θήσω χρόνον.
485 ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
καλεῖσθʼ, ἀρωγὰ τῆς δίκης ὁρκώματα·
κρίνασα δʼ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
ἥξω, διαιρεῖν τοῦτο πρᾶγμʼ ἐτητύμως,
ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.
Tap any Greek word to look it up
An open-access project
Smyth 1926
Loeb
Smyth (eclectic), 1926 · 1926
The Editor

Herbert Weir Smyth (1857–1937) was Eliot Professor of Greek at Harvard University. Best known for his Greek Grammar (1920), which remains the standard reference grammar for students of ancient Greek, Smyth also produced the Loeb Classical Library edition of Aeschylus (2 volumes, 1922–1926). His combination of linguistic expertise and literary sensitivity made his Aeschylus edition particularly valuable.

About This Edition

Smyth's Loeb Aeschylus presents the Greek text with facing English translation. Following Loeb convention, the text is based on established critical editions. For a critical text of Aeschylus, the OCT by D. L. Page (1972) and M. L. West's Teubner (1990, revised 1998) are now the standard references. Smyth's translations, while sometimes dated in style, remain useful for their accuracy and his notes address many of the textual difficulties that make Aeschylus the most challenging of the three great tragedians.

Translator

Herbert Weir Smyth (Loeb Classical Library)

Text Basis

Smyth's own eclectic text, based on the manuscript tradition and Wilamowitz. Smyth was both editor and translator.

Tap any Greek word to look it up