Prologue at Delphi
πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,
δὴ τὸ μητρὸς δευτέρα τόδʼ ἕζετο
μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ
5 λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,
Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,
Φοίβη· δίδωσι δʼ γενέθλιον δόσιν
Φοίβῳ· τὸ Φοίβης δʼ ὄνομʼ ἔχει παρώνυμον.
λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
10 κέλσας ἐπʼ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θʼ ἕδρας.
πέμπουσι δʼ αὐτὸν καὶ σεβίζουσιν μέγα
κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
ἀνήμερον τιθέντες ἡμερωμένην.
15 μολόντα δʼ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,
Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.
τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·
Διὸς προφήτης δʼ ἐστὶ Λοξίας πατρός.
20 τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
Παλλὰς προναία δʼ ἐν λόγοις πρεσβεύεται·
σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·
Βρόμιος ἔχει τὸν χῶρον, οὐδʼ ἀμνημονῶ,
25 ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·
Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος
καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
30 καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
ἄριστα δοῖεν· κεἰ παρʼ Ἑλλήνων τινές,
ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
δεινὰ λέξαι, δεινὰ δʼ ὀφθαλμοῖς δρακεῖν,
35 πάλιν μʼ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
ὡς μήτε σωκεῖν μήτε μʼ ἀκταίνειν βάσιν,
τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν·
δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·
40 ὁρῶ δʼ ἐπʼ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ
ἕδραν ἔχοντα προστρόπαιον, αἵματι
στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
ἔχοντʼ ἐλαίας θʼ ὑψιγέννητον κλάδον,
λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
45 ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.
πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος
εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
οὐδʼ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
50 εἶδόν ποτʼ ἤδη Φινέως γεγραμμένας
δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν
αὗται, μέλαιναι δʼ ἐς τὸ πᾶν βδελύκτροποι·
ῥέγκουσι δʼ οὐ πλατοῖσι φυσιάμασιν·
ἐκ δʼ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·
55 καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
φέρειν δίκαιος οὔτʼ ἐς ἀνθρώπων στέγας.
τὸ φῦλον οὐκ ὄπωπα τῆσδʼ ὁμιλίας
οὐδʼ ἥτις αἶα τοῦτʼ ἐπεύχεται γένος
τρέφουσʼ ἀνατεὶ μὴ μεταστένειν πόνον.
60 τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων
αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
ἰατρόμαντις δʼ ἐστὶ καὶ τερασκόπος
καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ
65 ἐγγὺς παρεστὼς καὶ πρόσω δʼ ἀποστατῶν
ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·
ὕπνῳ πεσοῦσαι δʼ αἱ κατάπτυστοι κόραι,
γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται
70 θεῶν τις οὐδʼ ἄνθρωπος οὐδὲ θήρ ποτε.
κακῶν δʼ ἕκατι κἀγένοντʼ, ἐπεὶ κακὸν
σκότον νέμονται Τάρταρόν θʼ ὑπὸ χθονός,
μισήματʼ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
75 ἐλῶσι γάρ σε καὶ διʼ ἠπείρου μακρᾶς
βιβῶντʼ ἀνʼ αἰεὶ τὴν πλανοστιβῆ χθόνα
ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.
καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
80 ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
ὥστʼ ἐς τὸ πᾶν σε τῶνδʼ ἀπαλλάξαι πόνων·
καὶ γὰρ κτανεῖν σʼ ἔπεισα μητρῷον δέμας.
85 ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ʼδικεῖν·
ἐπεὶ δʼ ἐπίστᾳ, καὶ τὸ μὴ ʼμελεῖν μάθε.
σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.
μέμνησο, μὴ φόβος σε νικάτω φρένας.
σὺ δʼ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,
90 Ἑρμῆ, φύλασσε· κάρτα δʼ ὢν ἐπώνυμος
πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
ἱκέτηνσέβει τοι Ζεὺς τόδʼ ἐκνόμων σέβας
ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.
εὕδοιτʼ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
95 ἐγὼ δʼ ὑφʼ ὑμῶν ὧδʼ ἀπητιμασμένη
ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον
ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
αἰσχρῶς δʼ ἀλῶμαι· προυννέπω δʼ ὑμῖν ὅτι
ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·
100 παθοῦσα δʼ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,
οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.
εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
105 ἐν ἡμέρᾳ δὲ μοῖρʼ ἀπρόσκοπος βροτῶν.
πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
χοάς τʼ ἀοίνους, νηφάλια μειλίγματα,
καὶ νυκτίσεμνα δεῖπνʼ ἐπʼ ἐσχάρᾳ πυρὸς
ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
110 καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
δʼ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων
ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
ἀκούσαθʼ ὡς ἔλεξα τῆς ἐμῆς περὶ
115 ψυχῆς, φρονήσατʼ, κατὰ χθονὸς θεαί.
ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.
(μ̔υγμός.)
μύζοιτʼ ἄν, ἁνὴρ δʼ οἴχεται φεύγων πρόσω·
φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.
120 (μ̔υγμός.)
ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·
φονεὺς δʼ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.
(̓γμός.)
ᾤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;
125 τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;
(̓γμός.)
ὕπνος πόνος τε κύριοι συνωμόται
δεινῆς δρακαίνης ἐξεκήραναν μένος.
(μ̔υγμὸς διπλοῦς ὀξύς.)
130 λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.
ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δʼ ἅπερ
κύων μέριμναν οὔποτʼ ἐκλείπων πόνου.
τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,
μηδʼ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσʼ ὕπνῳ.
135 ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν·
τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
σὺ δʼ αἱματηρὸν πνεῦμʼ ἐπουρίσασα τῷ,
ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,
ἕπου, μάραινε δευτέροις διώγμασιν.
140 ἔγειρʼ, ἔγειρε καὶ σὺ τήνδʼ, ἐγὼ δὲ σέ.
εὕδεις; ἀνίστω, κἀπολακτίσασʼ ὕπνον,
ἰδώμεθʼ εἴ τι τοῦδε φροιμίου ματᾷ.
Tap any Greek word to look it up
An open-access project
Smyth 1926
Loeb
Smyth (eclectic), 1926 · 1926
The Editor

Herbert Weir Smyth (1857–1937) was Eliot Professor of Greek at Harvard University. Best known for his Greek Grammar (1920), which remains the standard reference grammar for students of ancient Greek, Smyth also produced the Loeb Classical Library edition of Aeschylus (2 volumes, 1922–1926). His combination of linguistic expertise and literary sensitivity made his Aeschylus edition particularly valuable.

About This Edition

Smyth's Loeb Aeschylus presents the Greek text with facing English translation. Following Loeb convention, the text is based on established critical editions. For a critical text of Aeschylus, the OCT by D. L. Page (1972) and M. L. West's Teubner (1990, revised 1998) are now the standard references. Smyth's translations, while sometimes dated in style, remain useful for their accuracy and his notes address many of the textual difficulties that make Aeschylus the most challenging of the three great tragedians.

Translator

Herbert Weir Smyth (Loeb Classical Library)

Text Basis

Smyth's own eclectic text, based on the manuscript tradition and Wilamowitz. Smyth was both editor and translator.

Tap any Greek word to look it up