Aegisthus
φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,
μηδὲ δεμνιοτήρης,
1450 μόλοι τὸν αἰεὶ φέρουσʼ ἐν ἡμῖν
Μοῖρʼ ἀτέλευτον ὕπνον, δαμέντος
φύλακος εὐμενεστάτου καὶ
πολλὰ τλάντος γυναικὸς διαί·
πρὸς γυναικὸς δʼ ἀπέφθισεν βίον.
1455 ἰὼ ἰὼ παράνους Ἑλένα
μία τὰς πολλάς, τάς πάνυ πολλὰς
ψυχὰς ὀλέσασʼ ὑπὸ Τροίᾳ.
νῦν δὲ τελέαν πολύμναστον ἐπηνθίσω
1460 διʼ αἷμʼ ἄνιπτον. τις ἦν τότʼ ἐν δόμοις
ἔρις ἐρίδματος ἀνδρὸς οἰζύς.
μηδὲν θανάτου μοῖραν ἐπεύχου
τοῖσδε βαρυνθείς·
μηδʼ εἰς Ἑλένην κότον ἐκτρέψῃς,
1465 ὡς ἀνδρολέτειρʼ, ὡς μία πολλῶν
ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασʼ
ἀξύστατον ἄλγος ἔπραξεν.
δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί-
οισι Τανταλίδαισιν,
1470 κράτος τʼ ἰσόψυχον ἐκ γυναικῶν
καρδιόδηκτον ἐμοὶ κρατύνεις.
ἐπὶ δὲ σώματος δίκαν μοι
κόρακος ἐχθροῦ σταθεῖσʼ ἐκνόμως
ὕμνον ὑμνεῖν ἐπεύχεται ˘¯
1475 νῦν δʼ ὤρθωσας στόματος γνώμην,
τὸν τριπάχυντον
δαίμονα γέννης τῆσδε κικλήσκων.
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
νείρᾳ τρέφεται, πρὶν καταλῆξαι
1480 τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
μέγαν οἰκονόμον
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
φεῦ φεῦ, κακὸν αἶνον ἀτη-
ρᾶς τύχας ἀκορέστου·
1485 ἰὴ ἰή, διαὶ Διὸς
παναιτίου πανεργέτα·
τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;
τί τῶνδʼ οὐ θεόκραντόν ἐστιν;
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
1490 πῶς σε δακρύσω;
φρενὸς ἐκ φιλίας τί ποτʼ εἴπω;
κεῖσαι δʼ ἀράχνης ἐν ὑφάσματι τῷδʼ
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
ὤμοι μοι κοίταν τάνδʼ ἀνελεύθερον
1495 δολίῳ μόρῳ δαμεὶς δάμαρτος
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν;
μηδʼ ἐπιλεχθῇς
Ἀγαμεμνονίαν εἶναί μʼ ἄλοχον.
1500 φανταζόμενος δὲ γυναικὶ νεκροῦ
τοῦδʼ παλαιὸς δριμὺς ἀλάστωρ
Ἀτρέως χαλεποῦ θοινατῆρος
τόνδʼ ἀπέτεισεν,
τέλεον νεαροῖς ἐπιθύσας.
1505 ὡς μὲν ἀναίτιος εἶ
τοῦδε φόνου τίς μαρτυρήσων;
πῶς πῶς; πατρόθεν δὲ συλλή-
πτωρ γένοιτʼ ἂν ἀλάστωρ.
βιάζεται δʼ ὁμοσπόροις
1510 ἐπιρροαῖσιν αἱμάτων
μέλας Ἄρης, ὅποι δίκαν προβαίνων
πάχνᾳ κουροβόρῳ παρέξει.
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
πῶς σε δακρύσω;
1515 φρενὸς ἐκ φιλίας τί ποτʼ εἴπω;
κεῖσαι δʼ ἀράχνης ἐν ὑφάσματι τῷδʼ
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
ὤμοι μοι κοίταν τάνδʼ ἀνελεύθερον
δολίῳ μόρῳ δαμεὶς
1520 ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
οὔτʼ ἀνελεύθερον οἶμαι θάνατον
τῷδε γενέσθαι.
οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
οἴκοισιν ἔθηκʼ;
1525 ἀλλʼ ἐμὸν ἐκ τοῦδʼ ἔρνος ἀερθέν.
τὴν πολυκλαύτην Ἰφιγενείαν,
ἄξια δράσας ἄξια πάσχων
μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,
ξιφοδηλήτῳ,
θανάτῳ τείσας ἅπερ ἦρξεν.
1530 ἀμηχανῶ φροντίδος στερηθεὶς
εὐπάλαμον μέριμναν
ὅπα τράπωμαι, πίτνοντος οἴκου.
δέδοικα δʼ ὄμβρου κτύπον δομοσφαλῆ
τὸν αἱματηρόν· ψακὰς δὲ λήγει.
1535 δίκην δʼ ἐπʼ ἄλλο πρᾶγμα θηγάνει βλάβης
πρὸς ἄλλαις θηγάναισι μοῖρα.
ἰὼ γᾶ γᾶ, εἴθʼ ἔμʼ ἐδέξω,
πρὶν τόνδʼ ἐπιδεῖν ἀργυροτοίχου
1540 δροίτης κατέχοντα χάμευναν.
τίς θάψων νιν; τίς θρηνήσων;
σὺ τόδʼ ἔρξαι τλήσῃ, κτείνασʼ
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι
1545 ψυχῇ τʼ ἄχαριν χάριν ἀντʼ ἔργων
μεγάλων ἀδίκως ἐπικρᾶναι;
τίς δʼ ἐπιτύμβιον αἶνον ἐπʼ ἀνδρὶ θείῳ
σὺν δακρύοις ἰάπτων
1550 ἀληθείᾳ φρενῶν πονήσει;
οὐ σὲ προσήκει τὸ μέλημʼ ἀλέγειν
τοῦτο· πρὸς ἡμῶν
κάππεσε, κάτθανε, καὶ καταθάψομεν,
οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
1555 ἀλλʼ Ἰφιγένειά νιν ἀσπασίως
θυγάτηρ, ὡς χρή,
πατέρʼ ἀντιάσασα πρὸς ὠκύπορον
πόρθμευμʼ ἀχέων
περὶ χεῖρε βαλοῦσα φιλήσει.
1560 ὄνειδος ἥκει τόδʼ ἀντʼ ὀνείδους.
δύσμαχα δʼ ἔστι κρῖναι.
φέρει φέροντʼ, ἐκτίνει δʼ καίνων.
μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς
παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ.
1565 τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;
κεκόλληται γένος πρὸς ἄτᾳ.
ἐς τόνδʼ ἐνέβης ξὺν ἀληθείᾳ
χρησμόν. ἐγὼ δʼ οὖν
ἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν
1570 ὅρκους θεμένη τάδε μὲν στέργειν,
δύστλητά περ ὄνθʼ· δὲ λοιπόν, ἰόντʼ
ἐκ τῶνδε δόμων ἄλλην γενεὰν
τρίβειν θανάτοις αὐθένταισι.
κτεάνων τε μέρος
1575 βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι
1575 μανίας μελάθρων
ἀλληλοφόνους ἀφελούσῃ.
Tap any Greek word to look it up
An open-access project
Smyth 1926
Loeb
Smyth (eclectic), 1926 · 1926
The Editor

Herbert Weir Smyth (1857–1937) was Eliot Professor of Greek at Harvard University. Best known for his Greek Grammar (1920), which remains the standard reference grammar for students of ancient Greek, Smyth also produced the Loeb Classical Library edition of Aeschylus (2 volumes, 1922–1926). His combination of linguistic expertise and literary sensitivity made his Aeschylus edition particularly valuable.

About This Edition

Smyth's Loeb Aeschylus presents the Greek text with facing English translation. Following Loeb convention, the text is based on established critical editions. For a critical text of Aeschylus, the OCT by D. L. Page (1972) and M. L. West's Teubner (1990, revised 1998) are now the standard references. Smyth's translations, while sometimes dated in style, remain useful for their accuracy and his notes address many of the textual difficulties that make Aeschylus the most challenging of the three great tragedians.

Translator

Herbert Weir Smyth (Loeb Classical Library)

Text Basis

Smyth's own eclectic text, based on the manuscript tradition and Wilamowitz. Smyth was both editor and translator.

Tap any Greek word to look it up