Parodos
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν
105 ἐκτελέων· ἔτι γὰρ θεόθεν καταπνεύει
πειθὼ μολπᾶν
ἀλκὰν σύμφυτος αἰών·
ὅπως Ἀχαι-
ῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας
110 ξύμφρονα ταγάν,
πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
θούριος ὄρνις Τευκρίδʼ ἐπʼ αἶαν,
οἰωνῶν βασιλεὺς βασιλεῦσι νε-
115 ῶν κελαινός, τʼ ἐξόπιν ἀργᾶς,
φανέντες -
κταρ μελάθρων χερὸς ἐκ δοριπάλτου
παμπρέπτοις ἐν ἕδραισιν,
βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν,
120 βλαβέντα λοισθίων δρόμων.
αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.
κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς
Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
πομπούς τʼ ἀρχάς·
125 οὕτω δʼ εἶπε τερᾴζων·
χρόνῳ μὲν ἀγρεῖ
Πριάμου πόλιν ἅδε κέλευθος,
πάντα δὲ πύργων
κτήνη πρόσθε τὰ δημιοπληθῆ
130 Μοῖρʼ ἀλαπάξει πρὸς τὸ βίαιον·
οἶον μή τις ἄγα θεόθεν κνεφά-
σῃ προτυπὲν στόμιον μέγα Τροίας
στρατωθέν.οἴκτῳ γὰρ ἐπί-
135 φθονος Ἄρτεμις ἁγνὰ
πτανοῖσιν κυσὶ πατρὸς
αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν
στυγεῖ δὲ δεῖπνον αἰετῶν.
αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.
140 τόσον περ εὔφρων, καλά,
δρόσοισι λεπτοῖς μαλερῶν λεόντων
πάντων τʼ ἀγρονόμων φιλομάστοις
θηρῶν ὀβρικάλοισι τερπνά,
τούτων αἴνει ξύμβολα κρᾶναι,
145 δεξιὰ μέν, κατάμομφα δὲ φάσματα στρουθῶν.
ἰήιον δὲ καλέω Παιᾶνα,
μή τινας ἀντιπνόους Δανα-
οῖς χρονίας ἐχενῇδας -
150 πλοίας τεύξῃ,
σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τινʼ, ἄδαιτον
νεικέων τέκτονα σύμφυτον,
οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος
155 οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.
τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν
μόρσιμʼ ἀπʼ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις·
τοῖς δʼ ὁμόφωνον
αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.
160 Ζεύς, ὅστις ποτʼ ἐστίν, εἰ τόδʼ αὐ-
τῷ φίλον κεκλημένῳ,
τοῦτό νιν προσεννέπω.
οὐκ ἔχω προσεικάσαι
πάντʼ ἐπισταθμώμενος
165 πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος
χρὴ βαλεῖν ἐτητύμως.
οὐδʼ ὅστις πάροιθεν ἦν μέγας,
παμμάχῳ θράσει βρύων,
170 οὐδὲ λέξεται πρὶν ὤν·
ὃς δʼ ἔπειτʼ ἔφυ, τρια-
κτῆρος οἴχεται τυχών.
Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων
175 τεύξεται φρενῶν τὸ πᾶν·
τὸν φρονεῖν βροτοὺς ὁδώ-
σαντα, τὸν πάθει μάθος
θέντα κυρίως ἔχειν.
στάζει δʼ ἔν θʼ ὕπνῳ πρὸ καρδίας
180 μνησιπήμων πόνος· καὶ παρʼ -
κοντας ἦλθε σωφρονεῖν.
δαιμόνων δέ που χάρις βίαιος
σέλμα σεμνὸν ἡμένων.
καὶ τόθʼ ἡγεμὼν πρέ-
185 σβυς νεῶν Ἀχαιικῶν,
μάντιν οὔτινα ψέγων,
ἐμπαίοις τύχαισι συμπνέων,
εὖτʼ ἀπλοίᾳ κεναγγεῖ βαρύ-
νοντʼ Ἀχαιικὸς λεώς,
190 Χαλκίδος πέραν ἔχων παλιρρόχ-
θοις ἐν Αὐλίδος τόποις·
πνοαὶ δʼ ἀπὸ Στρυμόνος μολοῦσαι
κακόσχολοι νήστιδες δύσορμοι,
βροτῶν ἄλαι, ναῶν τε καὶ
195 πεισμάτων ἀφειδεῖς,
παλιμμήκη χρόνον τιθεῖσαι
τρίβῳ κατέξαινον ἄν-
θος Ἀργείων· ἐπεὶ δὲ καὶ πικροῦ
χείματος ἄλλο μῆχαρ
200 βριθύτερον πρόμοισιν
μάντις ἔκλαγξεν προφέρων
Ἄρτεμιν, ὥστε χθόνα βάκ-
τροις ἐπικρούσαντας Ἀτρεί-
δας δάκρυ μὴ κατασχεῖν·
205 ἄναξ δʼ πρέσβυς τότʼ εἶπε φωνῶν·
βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
βαρεῖα δʼ, εἰ τέκνον δαΐ-
ξω, δόμων ἄγαλμα,
μιαίνων παρθενοσφάγοισιν
210 ῥείθροις πατρῴους χέρας
πέλας βωμοῦ· τί τῶνδʼ ἄνευ κακῶν,
πῶς λιπόναυς γένωμαι
ξυμμαχίας ἁμαρτών;
παυσανέμου γὰρ θυσίας
215 παρθενίου θʼ αἵματος ὀρ-
γᾷ περιόργως ἐπιθυ-
μεῖν θέμις. εὖ γὰρ εἴη.
ἐπεὶ δʼ ἀνάγκας ἔδυ λέπαδνον
φρενὸς πνέων δυσσεβῆ τροπαίαν
220 ἄναγνον ἀνίερον, τόθεν
τὸ παντότολμον φρονεῖν μετέγνω.
βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις
τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δʼ οὖν
225 θυτὴρ γενέσθαι θυγατρός,
γυναικοποίνων πολέμων ἀρωγὰν
καὶ προτέλεια ναῶν.
λιτὰς δὲ καὶ κληδόνας πατρῴους
παρʼ οὐδὲν αἰῶ τε παρθένειον
230 ἔθεντο φιλόμαχοι βραβῆς.
φράσεν δʼ ἀόζοις πατὴρ μετʼ εὐχὰν
δίκαν χιμαίρας ὕπερθε βωμοῦ
πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ
235 λαβεῖν ἀέρδην, στόματός
τε καλλιπρῴρου φυλακᾷ κατασχεῖν
φθόγγον ἀραῖον οἴκοις,
βίᾳ χαλινῶν τʼ ἀναύδῳ μένει.
κρόκου βαφὰς δʼ ἐς πέδον χέουσα
240 ἔβαλλʼ ἕκαστον θυτήρ-
ων ἀπʼ ὄμματος βέλει
φιλοίκτῳ, πρέπουσά θʼ ὡς ἐν γραφαῖς, προσεννέπειν
θέλουσʼ, ἐπεὶ πολλάκις
πατρὸς κατʼ ἀνδρῶνας εὐτραπέζους
245 ἔμελψεν, ἁγνᾷ δʼ ἀταύρωτος αὐδᾷ πατρὸς
φίλου τριτόσπονδον εὔ-
ποτμον παιῶνα φίλως ἐτίμα
τὰ δʼ ἔνθεν οὔτʼ εἶδον οὔτʼ ἐννέπω·
τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.
250 Δίκα δὲ τοῖς μὲν παθοῦσ-
ιν μαθεῖν ἐπιρρέπει·
τὸ μέλλον δʼ, ἐπεὶ γένοιτʼ, ἂν κλύοις· πρὸ χαιρέτω·
ἴσον δὲ τῷ προστένειν.
τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.
255 πέλοιτο δʼ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡς
θέλει τόδʼ ἄγχιστον -
πίας γαίας μονόφρουρον ἕρκος.
Tap any Greek word to look it up
An open-access project
Smyth 1926
Loeb
Smyth (eclectic), 1926 · 1926
The Editor

Herbert Weir Smyth (1857–1937) was Eliot Professor of Greek at Harvard University. Best known for his Greek Grammar (1920), which remains the standard reference grammar for students of ancient Greek, Smyth also produced the Loeb Classical Library edition of Aeschylus (2 volumes, 1922–1926). His combination of linguistic expertise and literary sensitivity made his Aeschylus edition particularly valuable.

About This Edition

Smyth's Loeb Aeschylus presents the Greek text with facing English translation. Following Loeb convention, the text is based on established critical editions. For a critical text of Aeschylus, the OCT by D. L. Page (1972) and M. L. West's Teubner (1990, revised 1998) are now the standard references. Smyth's translations, while sometimes dated in style, remain useful for their accuracy and his notes address many of the textual difficulties that make Aeschylus the most challenging of the three great tragedians.

Translator

Herbert Weir Smyth (Loeb Classical Library)

Text Basis

Smyth's own eclectic text, based on the manuscript tradition and Wilamowitz. Smyth was both editor and translator.

Tap any Greek word to look it up