Plutarch Apophthegmata Laconica
EN Lat Orig
Ἀγασικλέους Ἀγησιλάου τοῦ μεγάλου Ἀγησιπόλιδος τοῦ Κλεομβρότου Ἀγησιπόλιδος τοῦ Παυσανίου Ἄγιδος τοῦ Ἀρχιδάμου Ἄγιδος τοῦ νεωτέρου Ἄγιδος τοῦ Τελευταίου Ἀκροτάτου Ἀλκαμένους τοῦ Τηλέκλου Ἀναξανδρίδου Ἀναξάνδρου τοῦ Εὐρυκράτεος Ἀναξίλα Ἀνδροκλείδου Ἀνταλκίδου Ἀντιόχου Ἄρεως Ἀρίστωνος Ἀρχιδαμίδου Ἀρχιδάμου τοῦ Ζευξιδάμου Ἀρχιδάμου τοῦ Ἀγησιλάου Ἀστυκρατίδου Βίαντος Βρασίδου Δαμωνίδου Δάμιδος Δαμίνδου Δερκυλλίδου Δημαράτου Ἐκπρέπους Ἐπαινέτου Εὐβοίδου Εὐδαμίδου τοῦ Ἀρχιδάμου Εὐρυκρατίδου τοῦ Ἀναξανδρίδου Ζευξιδάμου Ἡρώνδου Θεαρίδου Θεμιστέου Θεοπόμπου Θωρυκίωνος Θεκταμένους Ἱπποδάμου Ἱπποκρατίδου Καλλικρατίδου Κλεομβρότου τοῦ Παυσανίου Κλεομένους τοῦ Ἀναξανδρίδου Κλεομένους τοῦ Κλεομβρότου Λαβώτου Λεωτυχίδου Λεωτυχίδου τοῦ Ἀρίστωνος Λέοντος τοῦ Εὐρυκρατίδα Λεωνίδου τοῦ Ἀναξανδρίδα Λοχάγου Λυκούργου Λυσάνδρου Ναμέρτου Νικάνδρου Πανθοίδου Παυσανίου τοῦ Κλεομβρότου Παυσανίου τοῦ Πλειστώνακτος Παιδαρήτου Πλειστάρχου Πλειστώνακτος Πολυδώρου Πολυκρατίδου Φοιβίδου Σόου Τηλέκλου Χαρίλλου Διάφορα τῶν ἐν τοῖς Λάκωσιν ἀδόξων ἀποφθέγματα
Λεωνίδου τοῦ Ἀναξανδρίδα
§1 Λεωνίδας Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεομένους, πρός τινα εἰπόντα πλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις, ἀλλʼ οὐκ ἄν ἔφη εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.
§2 τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθά τίκτειν.
§3 λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, οὐκ ἄλλας ἔφη πρὸς ἣν βαδίζομεν πρᾶξιν.
§4 πάλιν δὲ αὐτῶν εἰπόντων μή τι ἕτερον διέγνωκας ποιεῖν τὰς παρόδους τῶν βαρβάρων κωλύειν; τῷ λόγῳ ἔφη τῷ δʼ ἔργῳ ἀποθανούμενος ὑπὲρ τῶν Ἑλλήνων.
§5 γενόμενος δὲ ἐν Θερμοπύλαις πρὸς τοὺς συστρατιώτας εἶπε λέγοντι τὸν βάρβαρον ἐγγύθι γενόμενον ἄμμε δὲ χρονοτριβέειν ἤδη γὰρ κτάμεν τὼς βαρβάρως αὐτοὶ τεθνάμεν θέλομες.
§6 λέγοντος δέ τινος ἀπὸ τῶν ὀιστευμάτων τῶν βαρβάρων οὐδὲ τὸν ἥλιον ἰδεῖν ἔστιν, οὐκοῦν ἔφη χάριεν, εἰ ὑπὸ σκιὰν αὐτοῖς μαχεσόμεθα.
§7 ἄλλου δὲ εἰπόντος πάρεισιν ἐγγὺς ἡμῶν, οὐκοῦν ἔφη καὶ ἡμεῖς αὐτῶν ἐγγύς.
§8 εἰπόντος δέ τινος Λεωνίδα, πρὸς πολλοὺς μετʼ ὀλίγων διακινδυνεύσων οὕτω πάρει; εἰ μὲν οἴεσθέ με ἔφη τῷ πλήθει, οὐδὲ πᾶσα Ἑλλὰς ἀρκεῖ· βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστίν· εἰ δὲ ταῖς ἀρεταῖς, καὶ οὗτος ἀριθμὸς ἱκανός.
§9 ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, καὶ μήν εἶπεν πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους.
§10 Ξέρξου δὲ γράψαντος αὐτῷ ἔξεστί σοι μὴ θεομαχοῦντι, μετʼ ἐμοῦ δὲ τασσομένῳ τῆς Ἑλλάδος μοναρχεῖν· ἀντέγραψεν εἰ τὰ καλὰ τοῦ βίου γινώσκοις, ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας· ἐμοὶ δὲ κρείσσων ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων.
§11 πάλιν δὲ τοῦ Ξέρξου γράψαντος πέμψον τὰ ὅπλα, ἀντέγραψε μολὼν λαβέ.
§12 βουλομένου δʼ αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτίθεσθαι, οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους, οὐ γάρ ἔφη πάρεισιν οἱ μάχεσθαι μέλλοντες; οὐκ ἴστε, ὅτι μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι
§13 τοῖς δὲ στρατιώταις παρήγγειλεν ἀριστοποιεῖσθαι ὡς ἐν ᾍδου δειπνοποιησομένους.
§14 ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνατον τῆς ἀδόξου προκρίνουσι ζωῆς, ὅτι ἔφη τὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσιν.
§15 τοὺς δὲ ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστάμενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθʼ ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι· οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας ὧν μὲν εἶπεν οὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα· δὲ δεύτερος αὐτοῦ μένων κρέσσων ἂν εἴην δὲ τρίτος οὐχ ὕστερος τούτων, πρῶτος δὲ μαχήσομαι.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1889
Teubner
Vernardakēs, Teubner, 1889 · 1889
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up