Plutarch Apophthegmata Laconica
EN Lat Orig
Ἀγασικλέους Ἀγησιλάου τοῦ μεγάλου Ἀγησιπόλιδος τοῦ Κλεομβρότου Ἀγησιπόλιδος τοῦ Παυσανίου Ἄγιδος τοῦ Ἀρχιδάμου Ἄγιδος τοῦ νεωτέρου Ἄγιδος τοῦ Τελευταίου Ἀκροτάτου Ἀλκαμένους τοῦ Τηλέκλου Ἀναξανδρίδου Ἀναξάνδρου τοῦ Εὐρυκράτεος Ἀναξίλα Ἀνδροκλείδου Ἀνταλκίδου Ἀντιόχου Ἄρεως Ἀρίστωνος Ἀρχιδαμίδου Ἀρχιδάμου τοῦ Ζευξιδάμου Ἀρχιδάμου τοῦ Ἀγησιλάου Ἀστυκρατίδου Βίαντος Βρασίδου Δαμωνίδου Δάμιδος Δαμίνδου Δερκυλλίδου Δημαράτου Ἐκπρέπους Ἐπαινέτου Εὐβοίδου Εὐδαμίδου τοῦ Ἀρχιδάμου Εὐρυκρατίδου τοῦ Ἀναξανδρίδου Ζευξιδάμου Ἡρώνδου Θεαρίδου Θεμιστέου Θεοπόμπου Θωρυκίωνος Θεκταμένους Ἱπποδάμου Ἱπποκρατίδου Καλλικρατίδου Κλεομβρότου τοῦ Παυσανίου Κλεομένους τοῦ Ἀναξανδρίδου Κλεομένους τοῦ Κλεομβρότου Λαβώτου Λεωτυχίδου Λεωτυχίδου τοῦ Ἀρίστωνος Λέοντος τοῦ Εὐρυκρατίδα Λεωνίδου τοῦ Ἀναξανδρίδα Λοχάγου Λυκούργου Λυσάνδρου Ναμέρτου Νικάνδρου Πανθοίδου Παυσανίου τοῦ Κλεομβρότου Παυσανίου τοῦ Πλειστώνακτος Παιδαρήτου Πλειστάρχου Πλειστώνακτος Πολυδώρου Πολυκρατίδου Φοιβίδου Σόου Τηλέκλου Χαρίλλου Διάφορα τῶν ἐν τοῖς Λάκωσιν ἀδόξων ἀποφθέγματα
Ἀνταλκίδου
§1 Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, ἐρωτηθεὶς ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται εἶπεν αὐτοὶ οἱ θεοί.
§2 πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους Ἀθηναῖον μόνοι γοῦν εἶπεν ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρʼ ὑμῶν κακόν.
§3 ἑτέρου δʼ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν , ἡμεῖς δέ ἔφη οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.
§4 ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, εἰ ἥδιστα μέν ἔφη αὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο.
§5 σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, τίς γὰρ αὐτόν ἔφη ψέγει;
§6 πρὸς Ἀγησίλαον πληγέντα ἐν μάχῃ ὑπὸ Θηβαίων ἀπέχεις εἶπε τὰ διδασκάλια, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας. ἐδόκουν γὰρ ταῖς συνεχέσιν ἐπʼ αὐτοὺς τοῦ Ἀγησιλάου στρατείαις μάχιμοι γεγονέναι.
§7 τείχη δὲ ἔλεγεν εἶναι τῆς Σπάρτης τοὺς νέους, ὅρια δὲ τὰς ἐπιδορατίδας.
§8 πρὸς δὲ τὸν ἐπιζητοῦντα τι ἐγχειριδίοις βραχέσι κατὰ πόλεμον χρῶνται Λακεδαιμόνιοι, διότι εἶπε πλησίον τοῖς πολεμίοις μαχόμεθα.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1889
Teubner
Vernardakēs, Teubner, 1889 · 1889
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up