Plutarch Apophthegmata Laconica
EN Lat Orig
Ἀγασικλέους Ἀγησιλάου τοῦ μεγάλου Ἀγησιπόλιδος τοῦ Κλεομβρότου Ἀγησιπόλιδος τοῦ Παυσανίου Ἄγιδος τοῦ Ἀρχιδάμου Ἄγιδος τοῦ νεωτέρου Ἄγιδος τοῦ Τελευταίου Ἀκροτάτου Ἀλκαμένους τοῦ Τηλέκλου Ἀναξανδρίδου Ἀναξάνδρου τοῦ Εὐρυκράτεος Ἀναξίλα Ἀνδροκλείδου Ἀνταλκίδου Ἀντιόχου Ἄρεως Ἀρίστωνος Ἀρχιδαμίδου Ἀρχιδάμου τοῦ Ζευξιδάμου Ἀρχιδάμου τοῦ Ἀγησιλάου Ἀστυκρατίδου Βίαντος Βρασίδου Δαμωνίδου Δάμιδος Δαμίνδου Δερκυλλίδου Δημαράτου Ἐκπρέπους Ἐπαινέτου Εὐβοίδου Εὐδαμίδου τοῦ Ἀρχιδάμου Εὐρυκρατίδου τοῦ Ἀναξανδρίδου Ζευξιδάμου Ἡρώνδου Θεαρίδου Θεμιστέου Θεοπόμπου Θωρυκίωνος Θεκταμένους Ἱπποδάμου Ἱπποκρατίδου Καλλικρατίδου Κλεομβρότου τοῦ Παυσανίου Κλεομένους τοῦ Ἀναξανδρίδου Κλεομένους τοῦ Κλεομβρότου Λαβώτου Λεωτυχίδου Λεωτυχίδου τοῦ Ἀρίστωνος Λέοντος τοῦ Εὐρυκρατίδα Λεωνίδου τοῦ Ἀναξανδρίδα Λοχάγου Λυκούργου Λυσάνδρου Ναμέρτου Νικάνδρου Πανθοίδου Παυσανίου τοῦ Κλεομβρότου Παυσανίου τοῦ Πλειστώνακτος Παιδαρήτου Πλειστάρχου Πλειστώνακτος Πολυδώρου Πολυκρατίδου Φοιβίδου Σόου Τηλέκλου Χαρίλλου Διάφορα τῶν ἐν τοῖς Λάκωσιν ἀδόξων ἀποφθέγματα
Εὐδαμίδου τοῦ Ἀρχιδάμου
§1 Εὐδαμίδας Ἀρχιδάμου, ἀδελφὸς δὲ Ἄγιδος, ἰδὼν Ξενοκράτην ἐν Ἀκαδημείᾳ πρεσβύτερον ἤδη μετὰ τῶν γνωρίμων φιλοσοφοῦντα, ἐπύθετο τίς πρεσβύτης· φαμένου δέ τινος ὅτι σοφὸς ἀνὴρ καὶ τῶν ζητούντων τὴν ἀρετήν, καὶ πότε ἔφη χρήσεται αὐτῇ, ἐὰν ἄρτι ζητῇ;
§2 ἀκούσας δὲ φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς σοφός ἐστιν, μὲν λόγος ἔφη θαυμαστός· δὲ λέγων ἄπιστος· οὐ γὰρ περισεσάλπιγκται.
§3 τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν Εὐδαμίδας· ὡς δʼ εἶπέ τις τῶν μετʼ αὐτοῦ ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται· καλῶς γε ἔφη εἴπερ ἤδη ἔλεξε ταῦτα ἔχρῃζε· τοῦ δʼ εἰπόντος καλὸν ἦν ἀκοῦσαι· καὶ πρὸς δεδειπνηκότα μολόντες εἶπεν ἠξιοῦμεν πάλιν αὐτὸν δειπνεῖν;
§4 πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν αἱρουμένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν δοκιμάζει, ὅτι ἔφη οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι.
§5 ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, ἀγνοεῖν ἔφη μοι δοκεῖς γε , ὅτι ταὐτόν ἐστι χιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι.
§6 ψάλτου δέ τινος εὐημερήσαντος, ἠρώτησαν αὐτὸν ποδαπός τις αὐτῷ δοκεῖ εἶναι, μέγας ἔφη κηληκτὰς ἐν μικρῷ πράγματι.
§7 ἐπαινοῦντος δέ τινος τὰς Ἀθήνας, ἔφη καὶ τίς ἂν ταύτην τὴν πόλιν δεόντως ἐπαινοίη, ἣν οὐδεὶς ἔστερξε γενόμενος βελτίων;
§8 Ἀργείου δέ τινος λέγοντος, ὡς φαυλότεροι γίνονται κατὰ τὰς ἀποδημίας οἱ Λάκωνες ἐξιστάμενοι τῶν πατρίων νόμων, ἀλλʼ οὐχ ὑμεῖς γε ἔφη εἰς τὴν Σπάρτην ἐλθόντες χείρονες ἀλλὰ βελτίονες γίνεσθε.
§9 Ἀλεξάνδρου δὲ κηρύξαντος ἐν Ὀλυμπίᾳ κατιέναι τοὺς φυγάδας ἅπαντας εἰς τὴν ἰδίαν πλὴν Θηβαίων, ἀτυχὲς μέν ἔφη Θηβαῖοι τὸ κήρυγμα ἀλλʼ ἔνδοξον μόνους γὰρ ὑμᾶς φοβεῖται Ἀλέξανδρος.
§10 ἐρωτηθεὶς δὲ τίνος ἕνεκα πρὸ τῶν κινδύνων ταῖς Μούσαις σφαγιάζουσιν, ὅπως ἔφη αἱ πράξεις λόγων ἀγαθῶν τυγχάνωσιν.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1889
Teubner
Vernardakēs, Teubner, 1889 · 1889
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up