Plutarch Apophthegmata Laconica
EN Lat Orig
Ἀγασικλέους Ἀγησιλάου τοῦ μεγάλου Ἀγησιπόλιδος τοῦ Κλεομβρότου Ἀγησιπόλιδος τοῦ Παυσανίου Ἄγιδος τοῦ Ἀρχιδάμου Ἄγιδος τοῦ νεωτέρου Ἄγιδος τοῦ Τελευταίου Ἀκροτάτου Ἀλκαμένους τοῦ Τηλέκλου Ἀναξανδρίδου Ἀναξάνδρου τοῦ Εὐρυκράτεος Ἀναξίλα Ἀνδροκλείδου Ἀνταλκίδου Ἀντιόχου Ἄρεως Ἀρίστωνος Ἀρχιδαμίδου Ἀρχιδάμου τοῦ Ζευξιδάμου Ἀρχιδάμου τοῦ Ἀγησιλάου Ἀστυκρατίδου Βίαντος Βρασίδου Δαμωνίδου Δάμιδος Δαμίνδου Δερκυλλίδου Δημαράτου Ἐκπρέπους Ἐπαινέτου Εὐβοίδου Εὐδαμίδου τοῦ Ἀρχιδάμου Εὐρυκρατίδου τοῦ Ἀναξανδρίδου Ζευξιδάμου Ἡρώνδου Θεαρίδου Θεμιστέου Θεοπόμπου Θωρυκίωνος Θεκταμένους Ἱπποδάμου Ἱπποκρατίδου Καλλικρατίδου Κλεομβρότου τοῦ Παυσανίου Κλεομένους τοῦ Ἀναξανδρίδου Κλεομένους τοῦ Κλεομβρότου Λαβώτου Λεωτυχίδου Λεωτυχίδου τοῦ Ἀρίστωνος Λέοντος τοῦ Εὐρυκρατίδα Λεωνίδου τοῦ Ἀναξανδρίδα Λοχάγου Λυκούργου Λυσάνδρου Ναμέρτου Νικάνδρου Πανθοίδου Παυσανίου τοῦ Κλεομβρότου Παυσανίου τοῦ Πλειστώνακτος Παιδαρήτου Πλειστάρχου Πλειστώνακτος Πολυδώρου Πολυκρατίδου Φοιβίδου Σόου Τηλέκλου Χαρίλλου Διάφορα τῶν ἐν τοῖς Λάκωσιν ἀδόξων ἀποφθέγματα
Ἄγιδος τοῦ Ἀρχιδάμου
§1 Ἆγις Ἀρχιδάμου, τῶν ἐφόρων ποτὲ εἰπόντων βάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου πατρίδα· ἡγήσεται δέ σοι αὐτὸς οὗτος ἐπὶ τὴν ἀκρόπολιν, καὶ πῶς εἶπε καλῶς ἔχον ἐστίν, ἔφοροι, τοσούτους νέους πιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι
§2 ἐρωτηθεὶς δὲ τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖται τὸ γινώσκειν εἶπεν ἄρχειν τε καὶ ἄρχεσθαι.
§3 οὐκ ἔφη δὲ τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσὶν οἱ πολέμιοι, ἀλλὰ ποῦ εἰσίν.
§4 ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.
§5 πυνθανομένου δέ τινος πόσοι εἰσὶν οἱ Λακεδαιμόνιοι, ὅσοι ἱκανοί εἶπε τοὺς κακοὺς ἀπερύκειν.
§6 διερχόμενος δὲ τὰ τῶν Κορινθίων τείχη καὶ θεασάμενος ὑψηλά τε καὶ ὀχυρὰ ἐπὶ πολύ τε παρατείνοντα, τίνες εἶπεν αἳ τὸν τόπον κατοικοῦσι γυναῖκες;
§7 σοφιστοῦ δέ τινος εἰπόντος πάντων λόγος ἐστὶ κράτιστον , οὐκοῦν ἔφη σὺ ἐὰν σιωπᾷς οὐδενὸς ἄξιος εἶ.
§8 ὡς δὲ Ἀργεῖοι μετὰ τὴν ἧτταν ἀπήντων αὐτῷ πάλιν θρασύτερον, ταρασσομένους ὁρῶν τοὺς συμμάχους θαρρεῖτε εἶπεν ἄνδρες· ὅπου γὰρ ἡμεῖς οἱ νικῶντες ὀρρωδοῦμεν, τί δοκεῖτε ποιεῖν τοὺς ὑφʼ ἡμῶν νενικημένους;
§9 πρὸς δὲ τὸν ἐκ τῶν Ἀβδήρων πρεσβευτήν, ὅτε κατεπαύσατο πολλὰ εἰπών, ἐρωτῶντα τί τοῖς πολίταις ἀπαγγείλῃ, ὅτι ἔφη ὅσον σὺ χρόνον λέγειν ἔχρῃζες, τοσοῦτον ἐγὼ σιωπῶν ἤκουον.
§10 ἐπαινούντων δέ τινων Ἠλείους, ὅτι δικαιότατοί εἰσι περὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων, καὶ τί μέγα εἶπεν θαυμαστὸν ποιοῦσιν, εἰ ἐν ἔτεσι πέντε μιᾷ μόνον ἡμέρᾳ δικαιοσύνῃ χρῶνται;
§11 πρὸς δὲ τοὺς φάσκοντας ὅτι φθονοῦσί τινες αὐτῷ τῶν ἐκ τῆς ἑτέρας οἰκίας, οὐκοῦν ἔφη τὰ ἴδια αὐτοὺς κακὰ λυπήσει, καὶ πρὸς τούτοις τά τε ἐμὰ καὶ τὰ τῶν ἐμῶν φίλων ἀγαθά.
§12 συμβουλεύοντος δέ τινος ὅτι δεῖ τοῖς φεύγουσι τῶν πολεμίων διδόναι δίοδον, καὶ πῶς ἔφη τοῖς διὰ δειλίαν φεύγουσι μὴ μαχόμενοι τοῖς διʼ ἀνδρείαν μένουσι μαχεσόμεθα.
§13 προφερομένου δέ τινος περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐκ ἀγεννῆ μέν, δυσχερῆ δὲ ἐπιτελεσθῆναι, προσδέονταί σου ξένε ἔφη οἱ λόγοι δυνάμεως καὶ χρημάτων.
§14 λέγοντος δέ τινος ὅτι Φίλιππος αὐτοῖς ἀνεπίβατον τὴν Ἑλλάδα ποιήσει, ἱκανὴ ἡμῖν ἔφη ξένε ἐν τῇ ἰδίᾳ ἀναστροφή.
§15 πρεσβευτὴς ἐκ Περίνθου παραγενόμενος εἰς Λακεδαίμονα ἐμακρηγόρει· ὡς δὲ ἐπαύσατο λέγων καὶ ἠρώτα τὸν Ἆγιν τί δεῖ τοῖς Περινθίοις ἀπαγγεῖλαι, τί δʼ ἄλλο ἔφη ὅτι σὺ μὲν μόλις ἐπαύσω λέγων, ἐγὼ δὲ σιωπῶν;
§16 πρεσβεύων δὲ μόνος ἧκε πρὸς Φίλιππον· εἰπόντος δʼ ἐκείνου τί τοῦτο; μόνος ἥκεις; ἔφη καὶ γὰρ πρὸς ἕνα.
§17 φήσαντος δέ τινος τῶν πρεσβυτέρων πρὸς αὐτὸν γηραιὸν ὄντα, ἐπειδὴ τὰ ἀρχαῖα νόμιμα ἐκλυόμενα ἑώρα ἄλλα δὲ παρεισδυόμενα μοχθηρά, διότι τὰ ἄνω κάτω ἤδη γίνεται ἐν τῇ Σπάρτῃ, παίζων εἶπε κατὰ λόγον οὕτω προβαίνει τὰ πράγματα, εἰ τοῦτο γίνεται· καὶ γὰρ ἐγὼ παῖς ὢν ἤκουον παρὰ τοῦ πατρός, ὅτι τὰ ἄνω κάτω γέγονε παρʼ αὐτοῖς· ἔφη δὲ καὶ τὸν πατέρα αὐτῷ παιδὶ ὄντι τοῦτο εἰρηκέναι· ὥστε οὐ χρὴ θαυμάζειν, εἰ χείρω τὰ μετὰ ταῦτα τῶν προτέρων, ἀλλʼ εἴ που βελτίω καὶ παραπλήσια γένοιτο.
§18 ἐρωτηθεὶς δὲ πῶς ἄν τις ἐλεύθερος διαμένοι, θανάτου καταφρονῶν ἔφη.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1889
Teubner
Vernardakēs, Teubner, 1889 · 1889
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up