Plutarch Apophthegmata Laconica
EN Lat Orig
Ἀγασικλέους Ἀγησιλάου τοῦ μεγάλου Ἀγησιπόλιδος τοῦ Κλεομβρότου Ἀγησιπόλιδος τοῦ Παυσανίου Ἄγιδος τοῦ Ἀρχιδάμου Ἄγιδος τοῦ νεωτέρου Ἄγιδος τοῦ Τελευταίου Ἀκροτάτου Ἀλκαμένους τοῦ Τηλέκλου Ἀναξανδρίδου Ἀναξάνδρου τοῦ Εὐρυκράτεος Ἀναξίλα Ἀνδροκλείδου Ἀνταλκίδου Ἀντιόχου Ἄρεως Ἀρίστωνος Ἀρχιδαμίδου Ἀρχιδάμου τοῦ Ζευξιδάμου Ἀρχιδάμου τοῦ Ἀγησιλάου Ἀστυκρατίδου Βίαντος Βρασίδου Δαμωνίδου Δάμιδος Δαμίνδου Δερκυλλίδου Δημαράτου Ἐκπρέπους Ἐπαινέτου Εὐβοίδου Εὐδαμίδου τοῦ Ἀρχιδάμου Εὐρυκρατίδου τοῦ Ἀναξανδρίδου Ζευξιδάμου Ἡρώνδου Θεαρίδου Θεμιστέου Θεοπόμπου Θωρυκίωνος Θεκταμένους Ἱπποδάμου Ἱπποκρατίδου Καλλικρατίδου Κλεομβρότου τοῦ Παυσανίου Κλεομένους τοῦ Ἀναξανδρίδου Κλεομένους τοῦ Κλεομβρότου Λαβώτου Λεωτυχίδου Λεωτυχίδου τοῦ Ἀρίστωνος Λέοντος τοῦ Εὐρυκρατίδα Λεωνίδου τοῦ Ἀναξανδρίδα Λοχάγου Λυκούργου Λυσάνδρου Ναμέρτου Νικάνδρου Πανθοίδου Παυσανίου τοῦ Κλεομβρότου Παυσανίου τοῦ Πλειστώνακτος Παιδαρήτου Πλειστάρχου Πλειστώνακτος Πολυδώρου Πολυκρατίδου Φοιβίδου Σόου Τηλέκλου Χαρίλλου Διάφορα τῶν ἐν τοῖς Λάκωσιν ἀδόξων ἀποφθέγματα
Ἀναξανδρίδου
§1 Ἀναξανδρίδας Λέοντος πρὸς τὸν δυσφοροῦντα διὰ τὴν ἐκ τῆς πόλεως αὐτῷ γενομένην φυγὴν λῷστε ἔφη μὴ τὴν πόλιν φεύγων ὀρρώδει, ἀλλὰ τὴν δικαιοσύνην.
§2 τῷ δὲ τοῖς ἐφόροις τὰ δέοντα μὲν λέγοντι πλείω δὲ τῶν ἱκανῶν ξένε ἔφη οὐκ ἐν δέοντι τῷ δέοντι χρῇ,
§3 πυνθανομένου δέ τινος διὰ τί τοῖς εἵλωσι τοὺς ἀγροὺς ἐγχειρίζουσι καὶ οὐκ αὐτοὶ ἐπιμελοῦνται, ὅτι ἔφη οὐ τούτων ἐπιμελούμενοι ἀλλʼ αὑτῶν αὐτοὺς ἐκτησάμεθα.
§4 ἑτέρου δέ τινος λέγοντος, ὅτι βλάπτουσιν αἱ δόξαι καὶ ὅτι τούτων ἀπαλλαγεὶς εὐδαιμονήσει, οὐκοῦν οἱ τὰ ἄδικα ποιοῦντες ἔφη κατὰ τὸν σὸν λόγον εὐδαίμονες ἄν εἶεν· πῶς γὰρ ἄν τις ἱεροσυλῶν ἀδικῶν δόξης ἐπιμελοῖτο;
§5 ἄλλου δὲ ἐρωτῶντος διὰ τί ἐν τοῖς πολέμοις Σπαρτιᾶται θαρσαλέως κινδυνεύουσιν, ὅτι ἔφη αἰδεῖσθαι περὶ βίου μελετῶμεν, οὐχ ὥσπερ οἱ ἄλλοι φοβεῖσθαι.
§6 ἐρωτῶντος δέ τινος αὐτὸν διὰ τί τὰς περὶ θανάτου δίκας πλείοσιν ἡμέραις οἱ γέροντες κρίνουσιν, κἂν ἀποφύγῃ τις, ἔτι οὐδὲν ἧσσόν ἐστιν ὑπόδικος, πολλαῖς μὲν ἔφη ἡμέραις κρίνουσι, ὅτι περὶ θανάτου τοῖς διαμαρτάνουσιν οὐκ ἔστι μεταβουλεύσασθαι· νόμῳ δὲ ὑπόδικον δεήσει εἶναι, ὅτι κατὰ τοῦτον τὸν νόμον ἂν εἴη καὶ τὸ κρείττονα βουλεύσασθαι.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1889
Teubner
Vernardakēs, Teubner, 1889 · 1889
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up