Ἡφαίστου καὶ Ἀπόλλωνος
§1.1 ἑώρακας, Ἄπολλον, τὸ τῆς Μαίας βρέφος τὸ ἄρτι τεχθέν; ὡς καλόν τέ ἐστι καὶ προσμειδιᾷ πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον.
§1.2 ἐκεῖνο τὸ βρέφος, Ἥφαιστε, μέγα ἀγαθόν, τοῦ Ἰαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ;
§1.3 καὶ τί ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν;
§1.4 ἐρώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν ἔκλεψεν, τὸν Ἄρη· καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν ἐκ τοῦ κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν.
§2.1 τὸ νεογνὸν ταῦτα, μόλις ἕστηκε, τὸ ἐν τοῖς σπαργάνοις;
§2.2 εἴσῃ, Ἥφαιστε, ἤν σοι προσέλθῃ μόνον.
§2.3 καὶ μὴν προσῆλθεν ἤδη.
§2.4 τί οὖν; πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν αὐτῶν;
§2.5 πάντα, Ἄπολλον.
§2.6 ὅμως ἐπίσκεψαι ἀκριβῶς.
§2.7 μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ.
§2.8 ἀλλʼ ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοὺ βρέφους.
§2.9 οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκ μελετήσας τὴν κλεπτικήν;
§3.1 οὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα· δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει. χθὲς δὲ προκαλεσάμενος τὸν Ἔρωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδʼ ὅπως ὑφελὼν τὼ πόδε· εἶτα μεταξὺ ἐπαινούμενος τῆς Ἀφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ, τοῦ Διὸς δὲ γελῶντος ἔτι τὸ σκῆπτρον· εἰ δὲ μὴ βαρύτερος κεραυνὸς ἦν καὶ πολὺ τὸ πῦρ εἶχε, κἀκεῖνον ἂν ὑφείλετο.
§3.2 γοργόν τινα τὸν παῖδα φής.
§3.3 οὐ μόνον, ἀλλʼ ἤδη καὶ μουσικόν.
§3.4 τῷ τοῦτο τεκμαίρεσθαι ἔχεις;
§4.1 χελώνην που νεκρὰν εὑρὼν ὄργανον ἀπʼ αὐτῆς· συνεπήξατο· πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας, ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδα ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς ἐμελῴδει πάνυ γλαφυρόν, Ἥφαιστε, καὶ ἐναρμόνιον, ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα. ἔλεγε δὲ Μαῖα, ὡς μηδὲ μένοι τὰς νύκτας ἐν τῷ οὐρανῷ, ἀλλʼ ὑπὸ περιεργίας ἄχρι τοῦ ᾅδου κατίοι, κλέψων τι κἀκεῖθεν δηλαδή. ὑπόπτερος δʼ ἐστὶ καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν, ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς.
§4.2 ἐγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι.
§4.3 τοιγαροῦν ἀπέδωκέ σοι τὸν μισθόν, τὴν πυράγραν
§4.4 εὖ γε ὑπέμνησας· ὥστε βαδιοῦμαι ἀποληψόμενος αὐτήν, εἴ που ὡς φὴς εὑρεθείη ἐν τοῖς σπαργάνοις.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1909
Teubner
Jacobitz, Teubner, 1909 · 1909
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up