Ἀπόλλωνος καὶ Διονύσου
§1.1 τί ἂν λέγοιμεν; ὁμομητρίους, Διόνυσε, ἀδελφοὺς εἶναι Ἔρωτα καὶ Ἑρμαφρόδιτον καὶ Πρίαπον ἀνομοιοτάτους ὄντας τὰς μορφὰς καὶ τὰ ἐπιτηδεύματα; μὲν γὰρ πάγκαλος καὶ τοξότης καὶ δύναμιν οὐ μικρὰν περιβεβλημένος ἁπάντων ἄρχων, δὲ θῆλυς καὶ ἡμίανδρος καὶ ἀμφίβολος τὴν ὄψιν· οὐκ ἂν διακρίναις εἴτʼ ἔφηβός ἐστιν εἴτε καὶ παρθένος· δὲ καὶ πέρα τοῦ εὐπρεποῦς ἀνδρικὸς Πρίαπος.
§1.2 μηδὲν θαυμάσῃς, Ἄπολλον· οὐ γὰρ Ἀφροδίτη αἰτία τούτου, ἀλλὰ οἱ πατέρες διάφοροι γεγενημένοι, ὅπου γε καὶ ὁμοπάτριοι πολλάκις ἐκ μιᾶς γαστρός, μὲν ἄρσην, δὲ θήλεια, ὥσπερ ὑμεῖς, γίνονται.
§1.3 ναί· ἀλλʼ ἡμεῖς ὅμοιοί ἐσμεν καὶ ταὐτὰ ἐπιτηδεύομεν· τοξόται γὰρ ἄμφω.
§1.4 μέχρι μὲν τόξου τὰ αὐτά, Ἄπολλον, ἐκεῖνα δὲ οὐχ ὅμοια, ὅτι μὲν Ἄρτεμις ξενοκτονεῖ ἐν Σκύθαις, σὺ δὲ μαντεύῃ καὶ ἰᾷ τοὺς κάμνοντας.
§1.5 οἴει γὰρ τὴν ἀδελφὴν χαίρειν τοῖς Σκύθαις. γε καὶ παρεσκεύασται, ἤν τις Ἕλλην ἀφίκηταί ποτε ές τὴν Ταυρικήν, συνεκπλεῦσαι μετʼ αὐτοῦ μυσαττομένη τὰς σφαγάς;
§2.1 εὖ γε ἐκείνη ποιοῦσα. μέντοι Πρίαπος, γελοῖον γάρ τί σοι διηγήσομαι, πρῴην ἐν Λαμψάκῳ γενόμενος, ἐγὼ μὲν παρῄειν τὴν πόλιν, δὲ ὑποδεξάμενός με καὶ ξενίσας παρʼ αὑτῷ, ἐπειδὴ ἀνεπαυσάμεθα ἐν τῷ συμποσίῳ ἱκανῶς ὑποβεβρεγμένοι, κατʼ αὐτάς που μέσας νύκτας ἐπαναστὰς γενναῖοςαἰδοῦμαι δὲ λέγειν.
§2.2 ἐπείρα σε, Διόνυσε;
§2.3 τοιοῦτόν ἐστι.
§2.4 σὺ δὲ τί πρὸς ταῦτα;
§2.5 τί γὰρ ἄλλο ἐγέλασα;
§2.6 εὖ γε, τὸ μὴ χαλεπῶς μηδὲ ἀγρίως· συγγνωστὸς γάρ, εἰ καλόν σε οὕτως ὄντα ἐπείρα.
§2.7 τούτου μὲν ἕνεκα καὶ ἐπὶ σὲ ἄν, Ἄπολλον, ἀγάγοι τὴν πεῖραν· καλὸς γὰρ σὺ καὶ κομήτης, ὡς καὶ νήφοντα ἄν σοι τὸν Πρίαπον ἐπιχειρῆσαι.
§2.8 ἀλλʼ οὐκ ἐπιχειρήσει γε, Διόνυσε· ἔχω γὰρ μετὰ τῆς κόμης καὶ τόξα.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1909
Teubner
Jacobitz, Teubner, 1909 · 1909
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up