Διὸς καὶ Ἀσκληπιοῦ καὶ Ἡρακλέους
§1.1 παύσασθε, Ἀσκληπιὲ καὶ Ἡράκλεις, ἐρίζοντες πρὸς ἀλλήλους ὥσπερ ἄνθρωποι· ἀπρεπῆ γὰρ ταῦτα καὶ ἀλλότρια τοῦ συμποσίου τῶν θεῶν.
§1.2 ἀλλὰ ἐθέλεις, Ζεῦ, τουτονὶ τὸν φαρμακέα προκατακλίνεσθαί μου;
§1.3 νὴ Δία· καὶ ἀμείνων γάρ εἰμι.
§1.4 κατὰ τί, ἐμβρόντητε; διότι σε Ζεὺς ἐκεραύνωσεν μὴ θέμις ποιοῦντα, νῦν δὲ κατʼ ἔλεον αὖθις ἀθανασίας μετείληφας;
§1.5 ἐπιλέλησαι γὰρ καὶ σύ, Ἡράκλεις, ἐν τῇ Οἴτῃ καταφλεγείς, ὅτι μοι ὀνειδίζεις τὸ πῦρ;
§1.6 οὔκουν ἴσα καὶ ὅμοια βεβίωται ἡμῖν, ὃς Διὸς μὲν υἱός εἰμι, τοσαῦτα δὲ πεπόνηκα ἐκκαθαίρων τὸν βίον, θηρία καταγωνιζόμενος καὶ ἀνθρώπους ὑβριστὰς τιμωρούμενος· σὺ δὲ ῥιζοτόμος εἶ καὶ ἀγύρτης, νοσοῦσι μὲν ἴσως ἀνθρώποις χρήσιμος ἐπιθήσειν τῶν φαρμάκων, ἀνδρῶδες δὲ οὐδὲν ἐπιδεδειγμενος.
§2.1 εὖ λέγεις, ὅτι σου τὰ ἐγκαύματα ἰασάμην, ὅτε πρῴην ἀνῆλθες ἡμίφλεκτος ὑπʼ ἀμφοῖν διεφθαρμένος τὸ σῶμα, καὶ τοῦ χιτῶνος καὶ μετὰ τοῦτο τοῦ πυρός· ἐγὼ δὲ εἰ καὶ μηδὲν ἄλλο, οὔτε ἐδούλευσα ὥσπερ σὺ οὔτε ἔξαινον ἔρια ἐν Λυδίᾳ πορφυρίδα ἐνδεδυκὼς καὶ παιόμενος ὑπὸ τῆς Ὀμφάλης χρυσῷ σανδάλῳ, ἀλλὰ οὐδὲ μελαγχολήσας ἀπέκτεινα τὰ τέκνα καὶ τὴν γυναῖκα.
§2.2 εἰ μὴ παύσῃ λοιδορούμενός μοι, αὐτίκα μάλα εἴσῃ ὡς οὐ πολύ σε ὀνήσει ἀθανασία, ἐπεὶ ἀράμενός σε ῥίψω ἐπὶ κεφαλὴν ἐκ τοῦ οὐρανοῦ, ὥστε μηδὲ τὸν Παιῶνα ἰάσασθαί σε τὸ κρανίον συντριβέντα.
§2.3 παύσασθε, φημί, καὶ μὴ ἐπιταράττετε ἡμῖν τὴν ξυνουσίαν, ἀμφοτέρους ἀποπέμψομαι ὑμᾶς τοῦ ξυμποσίου. καίτοι εὔγνωμον, Ἡράκλεις, προκατακλίνεσθαί σου τὸν Ἀσκληπιὸν ἅτε καὶ πρότερον ἀποθανόντα.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1909
Teubner
Jacobitz, Teubner, 1909 · 1909
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up