Book 9
§prooemium–1.2
§prooemium Προοίμιον. Ὅσα μὲν τῶν φυτῶν ἐστι μόρια καὶ καρποὶ καὶ χυλοὶ καὶ ὀποὶ πρόσθεν εἴρηται· νυνὶ δὲ τῶν ὑπολοίπων φαρμάκων ὅσα μεταλλεύεται καὶ ὅσα τῆς γῆς αὐτῆς ἐστιν εἴδη πρόκειται διελθεῖν. ἐφεξῆς δαὐτῷ εἰρήσεταί τι καὶ περὶ τῶν ἐν τοῖς ζώοις μορίων, οἷς ἐν λόγῳ φαρμάκων χρώμεθα πρὸς τὰς ἰάσεις. κοινὸν δὲ τινα περὶ πάντων αὐτῶν λόγον ἄμεινον εἶναί μοι δοκεῖ προτάξαι σαφηνείας τε ἅμα καὶ τοῦ διηρθρωμένως ἀκούειν ἕνεκα τῶν εἰρημένων. ἐὰν γὰρ ἕποιτό τις τὰ πάντα τοῖς γεγραφόσιν ἤτοι τὰς περὶ τῶν φαρμάκων πραγματείας τὰς περὶ ὕλης τὰς περὶ σκευασίας αὐτῶν, ἐν πολλοῖς σφαλήσεται μέγιστα καὶ παρακούσει τῶν ὑπἐμοῦ διωρισμένως λεγομένων. δυοῖν δὄντων κεφαλαίων τοῦ μέλλοντος λεχθήσεσθαι λόγου κοινοῦ, τὸ μὲν ἕτερόν ἐστιν εἰ τῶν αὐτοφυῶν φαρμάκων τὰ κεκαυμένα θερμότερα χρὴ νομίζειν ψυχρότερα, τὸ δἕτερον ὑπὲρ τῶν στυφόντων φαρμάκων, ὧν ἐν εἴδει πρόσθεν ἐδείχθη τὰ αὐστηρὰ καὶ τὰ στρυφνά. λέλεκται μὲν οὖν ἤδη περὶ τούτων ἐν τῷ τετάρτῳ τῶνδε τῶν βιβλίων, ἀναμνῆσαι δὲ καὶ νῦν ἄμεινον ὡς ἐναντιωτάτη φαίνεται ποιότης καὶ δύναμις εἶναι τοῖς στύφουσι φαρμάκοις πρὸς τὰ δριμέα. στύφει μὲν γὰρ ἀκακία καὶ βαλαύστιον, ὑπόκυστίς τε καὶ κύτινοι καὶ κηκὶς καὶ ῥῆον καὶ ῥοῦς, ὀμφάκιόν τε καὶ μέσπιλα, καὶ κρανία καὶ ῥοιᾶς λέμματα καὶ μύρτα. δριμέα δἐστὶν εὐφόρβιον καὶ σκόροδα καὶ κρόμμυα καὶ πράσα καὶ νᾶπυ καὶ πέπερι καὶ γιγγίβερι καὶ σμύρνιον, ὀρίγανόν τε καὶ γλήχων, καὶ καλαμίνθη καὶ θύμος. χρὴ τοίνυν ἀναμνησθῆναι μόνον ἡμᾶς ὁποίαν αἴσθησιν ἔχομεν ἑκάστου τῶν εἰρημένων. ἀκολουθήσει γὰρ εὐθέως διαφορὰ τῆς ποιότητος αὐτῶν, ἣν ἐν τῷ τετάρτῳ λόγῳ διῆλθον ἅμα ταῖς ἄλλαις γευσταῖς ἁπάσαις διαφοραῖς. συνάγει μὲν οὖν καὶ σφίγγει καὶ πιλεῖ τὴν οὐσίαν ἡμῶν τὰ στύφοντα, καὶ διὰ τοῦτο ἐπιτιθέμενα, καθ τι ἂν ἐθελήσῃς μέλος ἔξωθεν, εὐθέως ἀποδείκνυσιν αὐτὸ ῥυσόν τε καὶ προσεσταλμένον. ἔμπαλιν δὲ τούτοις τὰ δριμέα κατὰ τοῦ δέρματος ἐπιτιθέμενα θερμαίνει τε σαφῶς αὐτὸ καὶ εἰς ὄγκον συναίρει σὺν ἐρυθρῷ χρώματι, καὶ εἰ χρονίσειεν, ἑλκοῖ. ταῦτα μὲν οὖν ἐναργῶς φαίνεται τέμνοντά τε καὶ θερμαίνοντα, καὶ διὰ τοῦθἕλκοντα πρὸς ἑαυτὰ τὸ ἐκ τῶν πλησιαζόντων μορίων αἷμα. τὰ στύφοντα δἀποκρουόμενα τὸ περιεχόμενον ἐν αὐτοῖς τῷ ψύχειν τε καὶ συνάγειν καὶ πιλεῖν πέφυκεν. δύναμίς τε οὖν ἐναντιωτάτη τοῖς στύφουσίν ἐστι πρὸς τὰ δριμέα, καὶ κατὰ τὴν γεῦσιν ποιότης οὐδὲν ὅμοιον ἔχουσα. πῶς οὖν ἔνιοι καὶ τὸ πέπερι καὶ τὰ σκόροδα καὶ πάντα τὰ δριμέα στύφειν λέγουσιν οὐδἐπινοῆσαι δυνατόν. εἰ μὲν γὰρ ὥσπερ ταῦτα στύφειν, οὕτω καὶ ῥοῦν καὶ βαλαύστιον ὀμφάκιόν τε καὶ μέσπιλον ὅσα τἄλλα τοιαῦτα δριμέα προσηγόρευον, ὑπαλλάττοντες τὸ τῶν Ἑλλήνων ἔθος ἐν τοῖς ὀνόμασιν, ἀγνοεῖν μὲν ἂν αὐτοὺς ὑπολάβοιμεν τὰς φωνὰς τῶν Ἑλλήνων ἅμα τοῖς ὑπαὐτῶν σημαινομένοις, οὐ μὴν ἀναισθήτους γε κατὰ τὴν γευστικὴν εἶναι δύναμιν, τὴν ὀσφρητικήν· ἐπεὶ δἑνὶ προσαγορεύουσιν ὀνόματι πράγματα δύο, καὶ τῇ κατὰ τὴν ὄσφρησιν αἰσθήσει καὶ τῇ κατὰ τὴν γεῦσιν, οἷς τε φαίνονται πράττοντα φύσιν ἐναντιωτάτην ἀλλήλοις ἔχοντα, θαυμάσαι προσήκει τοὺς ἀνθρώπους ἕνεκεν τῆς ἀναισθησίας τῆς ἀνοίας καὶ ἀμφοτέρου ἅμα. παραπλήσιον γάρ τοι ποιοῦσιν τῷ λέγοντι τὴν χιόνα τῷ πυρὶ τὴν αὐτὴν αἴσθησιν ἐργάζεσθαι, καί τις ὑπὸ συνηθείας τῆς εἰς τοσοῦτον ἀλλοκότου χρήσεως τῶν ὀνομάτων, ἔφη μοί ποτε μηδὲν κωλύειν φάναι τὴν αὐτὴν ἔχειν ποιότητά τε καὶ δύναμιν τῷ πυρὶ τὴν χιόνα· καὶ γὰρ καὶ ταύτην ὦφθαι πολλάκις ἀποκαίουσαν τοὺς πόδας τῶν διαὐτῆς ἐπιπολὺ βαδισάντων· τῶν μὲν δὴ τοιούτων ἀνθρώπων οὐ σμικροῦ χρόνου χρεία τὸν ῥύπον ἀποκαθῆραι τῆς ψυχῆς. ὅσοι δοὐχ οὕτως ἠτύχησαν ὡς ἐν ἀμαθίᾳ τελέᾳ διαβιῶναι, προανεγνωκόσι τὸ τέταρτον τῶνδε τῶν ὑπομνημάτων, ἀρκεῖ τούτοις ἀναμνήσεως ἕνεκα τὰ μέχρι δεῦρο λελεγμένα, χάριν τοῦ διηρθρωμένως ἀκούειν τῶν ὀνομάτων ἐφἑκάστου τῶν οἰκείων πραγμάτων, ὡς ἅπαντες Ἕλληνες εἰώθασιν χρῆσθαι. μεταβήσομαι δἐπὶ τὸ δεύτερον ἤδη σκέμμα, μηκέθὑπὲρ ὀνόματός τε καὶ τοῦ καταὐτὸ σημαινομένου γιγνόμενον, ἀλλὰ περὶ φύσεως πράγματος. οἱ μὲν γὰρ πλεῖστοι νομίζουσι τὰ καυθέντα πάντα ψυχρότερα γίγνεσθαι σφῶν αὐτῶν, ἔνιοι δἔμπαλιν αὐξάνεσθαι τὴν θερμασίαν οἴονται τῶν καυθέντων ἁπάντων, ἁμαρτάνοντες ἑκάτεροι. φανίονται γὰρ ἐναργῶς ἔνια μὲν θερμότερα γινόμενα, κατά τε τὴν γεῦσιν καὶ τὴν ἁφὴν καὶ τὴν ἐν τῇ χρήσει θεωρουμένην δύναμιν, ὡς ἔμπροσθεν εἶπον ἐπί τε τῶν δριμέων καὶ τῶν στυφόντων, ἔνια δἔμπαλιν ἧττον θερμὰ φαινόμενα μετὰ τὸ καυθῆναι· καὶ τοῦτο διαγινώσκομεν σαφῶς τῇ τε αἰσθήσει καὶ τῇ χρήσει. λέγω δὲ χρῆσιν,  ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν εἶπον, ὅταν ἐπιτιθέντα τῷ δέρματι τὰ μὲν ἐρυθρότερά τε καὶ θερμότερα αὐτὰ ποιῇ, τὰ δὲ ἄναιμά τε καὶ ψυχρὰ, καὶ τὰ μὲν εἰς ὄγκον ἐξαίρῃ, τὰ δὲ προστέλλῃ. τὰ μὲν οὖν δριμέα πολὺ τῆς θερμότητος ἀπόλλυσι καυθέντα, τὰ δὲ μὴ τοιαῦτα προσλαμβάνει, τελέως δὲ ψυχρὸν οὐδὲν τῶν καυθέντων ἐστίν. ἐγκαταλείπεται γὰρ αὐτοῖς οἷον ἐμπύρευμά τι· καὶ γὰρ προσηγόρευεν οὕτως Ἀριστοτέλης αὐτὸ, καὶ τοῦτἔστι τὸ κατὰ τὰς πλύσεις ἀποῤῥυπτόμενον. ἔστι δὲ τὸ λεπτομερέστατον τῆς τῶν καυθέντων οὐσίας, οὗ συναπελθόντος τῷ ὕδατι τὸ λοιπὸν τοῦ καυθέντος οὐσία γεώδης ἐστί. τὸ μὲν γὰρ ὑγρὸν ἅπαν καῦσις ἐκδαπανᾷ, τὸ δὑπολειπόμενον γεῶδές ἐστιν ἅμα τῷ πρὸς Ἀριστοτέλους ἐμπυρεύματι κληθέντι. τοῦτοὖν ὅταν τις ἀφέληται καὶ χωρίσῃ τῇ πλύσει, τὸ μὲν ὕδωρ, τὸ φάρμακον ἐπλύθη, θερμὴν δύναμιν ἐπεκτήσατο λεπτομερῆ, τὸ δὑπόλοιπον γίνεται γεῶδες ψυχρὸν, ξηραίνειν ἀδήκτως δυνάμενον. εἴρηται μὲν οὖν μοι καὶ περὶ τούτων ἔμπροσθεν, ἀλλοὐδὲν χεῖρον ἀναμνῆσαι καὶ νῦν, ἵνα τις ὑπόγυον ἐσχηκὼς τὴν ἀνάμνησιν αὐτῶν ἕπηται τοῖς λεχθησομένοις ἀκριβέστερον.
§1.1 Περὶ τῶν γῶν. [α΄. Περὶ τῶν τῆς γῆς διαφορῶν.] Δυοῖν σημαινομένων πραγμάτων ἐκ τοῦ τῆς γῆς ὀνόματος ἀναγκαῖόν ἐστιν διαστεῖλαι πρότερον αὐτὰ σαφηνείας ἕνεκα τῶν λεχθησομένων. τὸ μὲν οὖν ἕτερον αὐτῶν σύνηθές ἐστιν ἅπασι τοῖς Ἕλλησιν. ὅταν τε γὰρ σπείρουσιν πυροὺς κριθὰς τι τῶν ἄλλων σπερμάτων, δημήτρια καλεῖται, μετρίως ὑγρὰν εἶναι χρῆναί φασι τὴν γῆν. ὅταν τε φυτεύουσιν ἀμπέλους συκὰς ἐλαίας τι τῶν ἄλλων δένδρων, φυλάττεσθαι κελεύουσι τήν τἄνικμον ἐσχάτως καὶ ξηρὰν τήν θὑγρὰν καὶ πηλώδη. καὶ γὰρ οὖν ὀνομάζουσι πηλὸν τὴν γῆν ὑγρῷ φυραθεῖσαν, οἵ τε τὰ γεωργικὰ γράψαντες ἐν ταῖς τῶν χωρίων διαφοραῖς τά τε μελάγγαια καὶ ἀργιλώδη καὶ ψαμμώδη διαστελλόμενα λέγουσιν. καλοῦσι δὲ καὶ λιπαρὰν γῆν, ἐξ ἧς πηλὸς γίνεται γλίσχρος. ἑτέραν τε κατὰ τοὐναντίον τῇδε διακειμένην, ἀλιπῆ καὶ ψαθυρὸν, ὡς ἂν εἴποι τις, ἐργαζομένη τὸν πηλόν. ἓν μὲν δὴ τοῦτο σημαινόμενόν ἐστι τοῦ τῆς γῆς ὀνόματος ἅπασι σύνηθες. ἕτερον δὲ μόνον τοῖς φιλοσόφοις, ἐπειδὴ λέγωσι τῶν σωμάτων στοιχεῖα γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ. τὸ γὰρ ξηρὸν ἐσχάτως σῶμα καὶ ψυχρὸν ὀνομάζουσι γῆν. κατὰ τούτους οὖν οὐδὲν μὲν τῶν συνθέτων τούτων σωμάτων ἐστὶν στοιχειώδης γῆ, πλεῖστον μέντοι τῆς γῆς ἔχειν αὐτά φασιν, οἷον τόν τε ἀδάμαντα καὶ τὰς πέτρας, καὶ ὅσῳ γἂν ὦσι σκληρότερα τὸ σῶμα, τοσούτῳ μᾶλλον αὐτὰ εἶναί φασι γεωδέστερα ἔμπαλιν τοῖς γεωργοῖς. οὐ γὰρ τὴν σκληροτέραν σύστασιν τῶν σωμάτων ὀνομάζουσιν οὗτοι γεωδεστέραν, ἀλλὰ λίθους μὲν καὶ πέτρας τὰ τοιαῦτα καλοῦσιν ἀνεπιτηδειότατα πρὸς γεωργίαν. ἀκριβεστάτην δὲ γῆν εἶναί φασι τὴν ποῤῥωτάτην τῇ συστάσει τῆς πέτρας, ὅπου γε καὶ τὴν ἀργιλώδη τε καὶ τὴν ψαμμώδη μέμφονται πρὸς τὰ πλεῖστα. κατὰ μὲν οὖν τὸ παρὰ τοῖς φιλοσόφοις σημαινόμενον αἱ τῆς γῆς διαφοραὶ τρισὶν ὁρισθήσονται γένεσιν. ἔστι γὰρ τὸ μέν τι λίθος αὐτῆς, τὸ δὲ μεταλλευτόν τι σῶμα, τὸ δὲ τρίτον γεωργουμένη γῆ, διαφωνίας γεγονυίας παραὐτοῖς περὶ τῶν χεομένων μεταλλευτῶν σωμάτων, οἷον χαλκοῦ καὶ κασσιτέρου καὶ μολύβδου. ταῦτα γὰρ ἔνιοί φασιν οὐ γῆς, ἀλλὕδατος ἔχειν τὸ πλέον. οἵ γε μὴν ἄλλοι πάντες ἄνθρωποι γῆν ὀνομάζουσιν ἐκείνην μόνην τὴν οὐσίαν, ἥτις ὑγρῷ φυραθεῖσα πηλὸς γίνεται. περὶ ἧς κᾀγὼ νῦν ἔγνωκα τὰς διαφορὰς εἰπεῖν, ἐκεῖνο μόνον ἔτι προσθεὶς, ὡς προειρημένη τομὴ τῶν γεωδῶν σωμάτων εἴς τε λίθους καὶ τὰ μεταλλευόμενα καὶ τὴν γεωργουμένην γῆν ἄνευ τῶν φυσικῶν ἰδίως ὀνομαζομένων σωμάτων εἴρηται. τούτων δὲ προσιόντων καὶ τὰ ξύλα πάντα καὶ καρπῶν μόρια πολλὰ, καθάπερ καὶ ζώων, ὀνομασθήσεται γεώδη τὴν οὐσίαν εἶναι. καρπῶν μὲν μόρια, πυρῆνες ἐλαιῶν καὶ γίγαρτα σταφυλῶν καὶ καρύων λέμματα καὶ κώνων, ἕτερά τε πολλὰ τοιαῦτα, τῶν ζώων δὲ τά τὀστέα καὶ τὰ κέρατα καὶ οἱ ὀδόντες. ἀλλὰ περὶ μὲν τῶν ἐν τοῖς φυτοῖς μορίων ὅσα γεώδη καὶ σκληρὰ, τὸ μέν πού τι καὶ πρόσθεν εἴρηται, τὸ δἂν καὶ νῦν ῥηθείη· περὶ δὲ τῶν ἐν τοῖς ζώοις ἐφεξῆς εἰρήσεται, πρότερον διελθόντος μου τὰ κατὰ τὴν γῆν εἴδη. καλεῖν μὲν γὰρ ἔξεστί σοι καὶ διαφορὰς αὐτὰ καὶ εἴδη καὶ γένη. λέγω δὴ ταῦτα λίθους τε καὶ τὰ μεταλλευτὰ σώματα, καὶ τὴν εἰς πηλὸν λυομένην γῆν, καὶ πρῶτόν γε τὰς διαφορὰς ἐρῶ τῆς ὑπὸ πάντων Ἑλλήνων ὀνομαζομένης γῆς, ἥτις ἔχει κοινὸν ὕδατι πλησιάσασα, διαλύεσθαι παραχρῆμα καὶ πηλὸν γίνεσθαι. τὸ γὰρ τῆς παρὰ τοῖς φιλοσόφοις οὕτω καλούμενον οὐ κοινὸν ἅπασιν, ἀλλἐκείνοις μόνοις σύνηθες ἔχει τοὶ σημαινόμενον.
§1.2 [β΄. Περὶ τῶν διαφορῶν τῆς συνήθως ὀνομαζομένης γῆς.] Γῆν ἔφην ὀνομάζεσθαι σύνηθες ἅπασιν Ἕλλησιν, ἥτις ἂν εἰς τὸ ὑγρὸν ἐμβληθεῖσα παραχρῆμα διαλύεταί τε καὶ πηλὸς γίνεται. ταύτης οὖν μέν τίς ἐστιν ἣν γεωργοῦσιν οἱ ἄνθρωποι, διαφορὰς ἔχουσά τινας μὲν κατὰ τὸν ἴδιον λόγον ἐν τῷ λιπαρά τε εἶναι καὶ γλίσχρος, ἥτις πάντως ἐστὶ καὶ μέλαινα τὴν χρόαν. δὲ ψαθυρωτέρα τε καὶ ἀλιπὴς, ἣν καλοῦσιν ἄργιλον, οὖσα καὶ ἥδε λευκοτέρα πως. ἐναντιώταται μὲν αὗται διαφοραί· αἱ δἄλλαι μεταξὺ τούτων, ἤτοι τῇ ἑτέρᾳ πλησιάζουσαι μᾶλλον τῇ ἑτέρᾳ, τινὲς δὲ κᾀν τῷ  μέσῳ δοκεῖν ἀκριβῶς εἶναι, τὴν ἴσην ἀμφοῖν ἀφεστηκυῖαι διάστασιν. αἱ δἐξ ἐπιμιξίας ἑτερογενῶν σωμάτων διαφοραὶ τῆς γῆς εἰσι, καθὸ λιθώδεις τε καὶ ψαμμώδεις ὑπάρχουσιν, καὶ χωρίζουσί γε τῶν τοιούτων τὴν μεμιγμένην οὐσίαν, ἀναδεύσαντες καὶ ἀναφυράσαντες ὕδατι πολλῷ, μέχρι τοῦ πᾶν ὑγρὸν ἐργάσασθαι. καθισταμένου γὰρ τούτου τὸ μὲν τῆς λιθώδους τε καὶ ψαμμώδους ἐμφερόμενον ὑφιζάνει πᾶν, ἐποχεῖται δὲ ἀκριβὴς γῆ. τοιοῦτον γάρ τι καὶ κατὰ τὴν Λημνίαν γίνεται γῆν, ἣν μίλτον ὀνομάζουσιν ἔνιοι Λημνίαν καί τινες ἄλλοι σφραγῖδα Λημνίαν, διὰ τὴν ἐπιβαλλομένην αὐτῇ σφραγῖδα τῆς Ἀρτέμιδος ἱεράν. ταύτην γάρ τοι τὴν γῆν ἱέρεια λαμβάνουσα μετά τινος ἐπιχωρίου τιμῆς, οὐ ζώων θυομένων, ἀλλὰ πυρῶν καὶ κριθῶν ἀντιδιδομένων τῷ χωρίῳ, κομίζει μὲν εἰς τὴν πόλιν ἀναφυράσασα ὕδατι καὶ πηλὸν ὑγρὸν ἐργασαμένη καὶ τοῦτον ταράξασα σφοδρῶς, εἶτἐάσασα καταστῆναι, πρῶτον μὲν ἀφαιρεῖ τὸ ἐπιπολῆς ὕδωρ, εἶθὑπαὐτῷ τὸ λιπαρὸν τῆς γῆς λαβοῦσα καὶ μόνον ἀπολιποῦσα τὸ ὑφιζηκὸς λιθῶδές τε καὶ ψαμμῶδες, ὅπερ καὶ ἄχρηστόν ἐστιν, ἄχρι τοσούτου ξηραίνει τὸν λιπαρὸν πηλὸν, ἄχρις ἂν εἰς σύστασιν ἀφίκηται μαλακοῦ κηροῦ, καὶ τούτου λαμβάνουσα μόρια σμικρὰ τὴν ἱερὰν τῆς Ἀρτέμιδος ἐπιβάλλει σφραγῖδα, κἄπειτα πάλιν ἐν σκιᾷ ξηραίνει, μέχρις ἂν ἀκριβῶς ἄνικμος ἀποτελεσθῇ, καὶ γένηται τοῦτο δὴ τὸ γινωσκόμενον ἰατροῖς ἅπασι φάρμακον Λημνία σφραγίς. οὕτω γὰρ αὐτὴν ὀνομάζουσιν, ὡς ἔφην, ἔνιοι διὰ τὴν ἐπιβαλλομένην αὐτῇ σφραγῖδα, καθάπερ γε καὶ διὰ τὴν χρόαν ἔνιοι Λημνίαν μίλτον. ἔχει μὲν οὖν τὴν χρόαν τὴν αὐτὴν τῇ μίλτῳ, διαφέρει δαὐτῆς τῷ μὴ μολύνειν ἁπτομένην, καθάπερ ἐκείνην, καὶ κατά γε τὸν λόφον ἐν τῇ Λήμνῳ τὸν ὅλον ὄντα κιῤῥὸν τῇ χρόᾳ, καθὃν οὔτε δένδρον ἐστὶν οὔτε πέτρα οὔτε φυτὸν, μόνη δ τοιαύτη γῆ. τρεῖς δαὐτῆς εὑρίσκονται διαφοραί· μία μὲν προειρημένη τῆς ἱερᾶς γῆς, ἧς οὐδεὶς ἄλλος ἅπτεται πλὴν τῆς ἱερείας. δευτέρα δἑτέρα τῆς ὄντως μίλτου, χρῶνται δοἱ τέκτονες αὐτῇ μάλιστα. τρίτη δ τῆς ῥυπούσης, χρῶνται τῶν πλυνόντων ὀθόνας τε καὶ ἐσθῆτας οἱ βουληθέντες. ἀνεγνωκὼς δὲ ἐγὼ παρά τε Διοσκορίδῃ καὶ ἄλλοις τισὶ μίγνυσθαι τράγειον αἷμα τῇ Λημνίᾳ γῇ, κᾀκ τοῦ διὰ μίξεως ταύτης γενομένου πηλοῦ τὴν ἱέρειαν ἀναπλάττειν τε καὶ σφραγίζειν ἃς ὀνομάζουσι Λημνίας σφραγῖδας, ὠρέχθην αὐτὸς ἱστορῆσαι τὴν συμμετρίαν τῆς μίξεως. ὥσπερ οὖν εἰς Κύπρον ἕνεκα τῶν ἐν αὐτῇ μετάλλων, εἴς τε τὴν κοίλην Συρίαν, μόριον οὖσαν τῆς Παλαιστίνης, ἕνεκεν ἀσφάλτου καί τινων ἄλλων καταὐτὴν ἀξίων ἱστορίας ἐπορεύθην, οὕτως καὶ εἰς Λῆμνον οὐκ ὤκνησα πλεῦσαι, θεασόμενος ὁπόσον μίγνυται τοῦ αἵματος τῇ γῇ. καὶ τό γε δεύτερον ἐξ Ἀσίας εἰς Ῥώμην ἀφικέσθαι πεζῇ πορευόμενος διὰ Θρᾴκης τε καὶ Μακεδονίας, ἔπλευσα πρότερον ἀπὸ Τρῳάδος Ἀλεξανδρείας εἰς Λῆμνον, ἐπιτυχὼν εἰς Θεσσαλονίκην ἀναγομένου πλοίου, συνθεμένῳ τῷ ναυκλήρῳ παραβάλλειν πρότερον τῇ Λήμνῳ· δὲ προσέσχε μὲν, οὐ μὴν γἐχρῆν πόλει. τὴν ἀρχὴν γὰρ οὐδἠπιστάμην δύο πόλεις εἶναι κατὰ τὴν νῆσον, ἀλλὰ ᾤμην, ὡς Σάμον καὶ Χίον καὶ Κῶ Ἄνδρον τε καὶ Τῆνον καὶ πάσας τὰς κατὰ τὸ Αἰγαῖον, οὕτω καὶ τὴν Λῆμνον ὁμώνυμον ἔχειν πόλιν ὅλῃ τῇ νήσῳ μίαν. ὡς δὲ ἀποβὰς τῆς νεὼς, ἔγνων Μυρίναν μὲν ὀνομάζεσθαι τὴν πόλιν, εἶναι δοὔτε κατὰ Φιλοκτήτην οὔτε κατὰ τὸ ἱερὸν τοῦ Ἡφαίστου λόφον ἐν τῇ χώρᾳ τῆς πόλεως ἐκείνης, ἀλλἐν ἑτέρᾳ τῇ Ἡφαιστιάδι καλουμένῃ, καὶ οὐδἐγγὺς εἶναι τὴν πόλιν ἐκείνην τῆς Μυρίνης, τε ναύκληρος οὐκ ἠδύνατό με περιμένειν, ἀνεβαλλόμην εἰσαῦθις, ὅταν ἀπὸ Ῥώμης εἰς Ἀσίαν ἀφίκωμαι, θεάσασθαι τὴν Ἡφαιστιάδα. καί μοι τοῦτἐπράχθη, καθάπερ ἤλπισά τε καὶ προὐθέμην. ὡς γὰρ ἀπὸ τῆς Ἰταλίας διαβαλὼν εἰς τὴν Μακεδονίαν καὶ σχεδὸν ὅλην αὐτὴν ὁδοιπορήσας ἐν Φιλίπποις ἐγενόμην, ἥπερ ἐστὶν ὅμορος τῇ Θρᾴκῃ πόλις, ἐντεῦθεν ἐπὶ τὴν πλησίον θάλατταν εἴκοσιν ἐπὶ τοῖς ἑκατὸν ἀπέχουσαν στάδια κατελθὼν, ἔπλευσα πρότερον μὲν εἰς Θάσον ἐγγύς που διακοσίους σταδίους, ἐκεῖθεν δὲ εἰς Λῆμνον ἑπτακοσίους, εἶταὖθις ἀπὸ Λήμνου τοὺς ἴσους ἑπτακοσίους εἰς Ἀλεξανδρείαν Τρῳάδα. καὶ διὰ τοῦτἐξεπίτηδες ἔγραψα περί τε τοῦ πλοῦ καὶ τῶν σταδίων, ὅπως εἴ τις ἐθέλῃ θεάσασθαι καὶ αὐτὸς ὁμοίως ἐμοὶ τὴν Ἡφαιστιάδα διαγινώσκων τὴν θέσιν αὐτῆς, οὕτως παρασκευάζοιτο πρὸς τὸν πλοῦν. ἐν γάρ τοι τῇ ὅλῃ νήσῳ τῇ Λήμνῳ, κατὰ μὲν τὸ πρὸς ταῖς ἀνατολαῖς μέρος αὐτῆς ἐστιν Ἡφαιστιὰς, κατὰ δὲ τὸ πρὸς ταῖς δυσμαῖς Μυρίνα. καὶ τό γε ὑπὸ τοῦ ποιητοῦ λεγόμενον ἐπὶ τοῦ Ἡφαίστου, κάππεσεν ἐν Λήμνῳ, διὰ τὴν φύσιν τοῦ λόφου δοκεῖ μοι τὸν μῦθον ἐπίστασθαι. φαίνεται γὰρ ὁμοιότατος κεκαυμένῳ κατά γε τὴν χρόαν καὶ διὰ τὸ μηδὲν ἐν αὐτῷ φύεσθαι. εἰς τοῦτον οὖν τὸν λόφον τε ἱέρεια παραγενομένη, καθὃν ἐγὼ καιρὸν ἐπέβην τῆς νήσου, καί τινα πυρῶν τε καὶ κριθῶν ἀριθμὸν ἐμβάλλουσα τῇ γῇ καὶ ἄλλα τινὰ ποιήσασα κατὰ τὸν ἐπιχώριον σεβασμὸν, ἐπλήρωσεν μὲν ὅλην ἅμαξαν τῆς γῆς. κομίσασα δεἰς τὴν πόλιν, ὡς εἶπον ἀρτίως, ἐσκεύασε τὰς πολυθρυλήτους Λημνίας σφραγῖδας. ἔδοξεν οὖν μοι πυθέσθαι μή τι πρότερόν ποτε τράγειον αἴγειον αἷμα τῇ γῇ ταύτῃ μιγνύμενον ἐν ἱστορίᾳ παρειλήφασιν. ἐφ  πεύσει πάντες οἱ ἀκούσαντες ἐγέλασαν, οὐχ οἱ τυχόντες ἄνδρες ὄντες, ἀλλὰ καὶ πάνυ πεπαιδευμένοι τά τἄλλα καὶ τὴν ἐπιχώριον ἱστορίαν ἅπασαν. ἀλλὰ καὶ βιβλίον ἔλαβον. παρά τινος αὐτῶν, γεγραμμένον ὑπό τινος τῶν ἐπιχωρίων ἀνδρῶν ἔμπροσθεν, ἐν τὴν χρῆσιν ἅπασαν ἐδίδασκε τῆς Λημνίας γῆς, ὅθεν οὐκ ὤκνησα κᾀγὼ πειραθῆναι τοῦ φαρμάκου, δισμυρίας λαβὼν σφραγῖδας. ἐχρῆτο δὲ καὶ αὐτὸς δοὺς τὸ βιβλίον, ἐν τοῖς πρώτοις ἀριθμούμενος τῆς Ἡφαιστιάδος, εἰς πολλὰ τῷ φαρμάκῳ. καὶ γὰρ ἐπὶ τραυμάτων καὶ παλαιῶν καὶ δυσεπουλώτων ἐχεοδήκτων τε καὶ ὅλως θηριοδήκτων, ἐπί τε τῶν θανασίμων φαρμάκων, οὐ προδιδοὺς μόνον, ἀλλὰ καὶ ἐπιδιδοὺς, ἐχρῆτο τῇ σφραγῖδι. ἔφασκε δὲ καὶ τοῦ διὰ τῶν ἀρκευθίδων φαρμάκου πεῖραν ἔχειν, εἰς καὶ τῆς Λημνίας ἐμβάλλεται κινοῦντος ἔμετον, εἴ τις ἔτι κατὰ τὴν κοιλίαν ὄντος τοῦ θανασίμου φαρμάκου πίοι τὸ ἀλεξητήριον. ἀλλὰ τούτου μὲν καὶ ἡμεῖς ἔχομεν πεῖραν ἐπί τε λαγωοῦ θαλαττίου καὶ κανθαρίδων, ὑποπτευσάντων μὲν εἰληφέναι τι τοιοῦτον τῶν ἀνθρώπων, ἐμεσάντων δαὐτίκα πᾶν ἐπὶ τῷ διὰ τῆς Λημνίας σφραγῖδος φαρμάκῳ, καὶ μηδὲν μετὰ ταῦτα παθόντων σύμπτωμα τῶν ἑπομένων λαγωῷ τε καὶ κανθαρίσι, καίτοι τῆς δόσεως τῶν ὀλεθρίων φαρμάκων ἐλεγχθείσης. εἰ δὲ καὶ πρὸς τἄλλα θανάσιμα φάρμακα, ταῦτα δὴ τὰ δηλητήρια καλούμενα, τὴν αὐτὴν δύναμιν ἔχει τὸ διὰ τῶν ἀρκευθίδων καὶ τῆς Λημνίας φάρμακον, ἐμοὶ μὲν ἄδηλον. δἐκ τῆς Ἡφαιστιάδος ἐπηγγείλατο μέχρι τοῦ καὶ λυττῶντος κυνὸς ἰᾶσθαι δῆγμα φάσκειν αὐτὴν, πινομένην διοἴνου κεκραμένου, κατὰ δὲ τοῦ ἕλκους ἐπιτιθεμένην διὄξους πάνυ δριμέος. ἀλλὰ διὄξους μὲν καὶ τὰ τῶν ἄλλων θηρίων ἔλεγεν αὐτὴν ἰᾶσθαι δήγματα, φύλλων βοτανῶν ἔξωθεν ἐπιτιθεμένων, ἃς ἐμάθομεν ἀντιπεπονθέναι σηπεδόσιν. μάλιστα δἐπῄνει σκόρδιον, εἶτα κενταύριον τὸ λεπτὸν, εἶτα πράσιον. ἐπί γε μὴν κακοήθων καὶ σηπεδονωδῶν ἑλκῶν εἴ ποτἐχρησάμην τῇ Λημνίᾳ, μεγάλως ὠφέλησε. δὲ χρῆσις γίνεται κατὰ τὸ μέγεθος τῆς τοῦ ἕλκους κακίας. τὸ μὲν γὰρ δυσῶδες καὶ λίαν πλαδαρόν τε καὶ ῥυπαρὸν, ἀνέχεται διὄξους δριμυτάτου τῆς Λημνίας λελυμένης εἰς πηλώδη σύστασιν ὁμοίως τοῖς τροχίσκοις, ὧν ἄλλος ἄλλῳ χρῆται, Πολυείδου λέγω καὶ Πασίωνος καὶ Ἄνδρωνος, καὶ τούτῳ τῷ νῦν εἰρημένῳ, προσαγορευομένῳ δὲ Βητινῷ. καὶ γὰρ οὗτοι πάντες ἰσχυρῶς ξηραίνοντες ὠφελοῦσι τὰ κακοήθη τῶν ἑλκῶν, ἀνιέμενοι ποτὲ μὲν οἴνῳ γλυκεῖ, ποτὲ δὲ σιραίῳ, ποτὲ δοἰνομέλιτι, ποτὲ δὲ τῶν λευκῶν οἴνων ἐνίοις τῶν κιῤῥῶν ξανθῶν, ὡς ἂν χρεία κελεύῃ. διορισθήσεται γὰρ ὑπὲρ τούτων ἐν ἑτέροις. ὡσαύτως δὲ καὶ διὄξους ἀνίενταί ποτε, καὶ διοἴνου ὕδατος ὀξυμέλιτος, ὀξυκράτου τε καὶ μελικράτου. καὶ Λημνία δὲ γῆ διἑκάστου τῶν εἰρημένων ἀνιεμένη φάρμακον ἐπιτήδειόν ἐστιν εἴς τε τὴν τῶν προσφάτων τραυμάτων κόλλησιν εἴς τε τὴν τῶν χρονίων δυσεπουλώτων κακοήθων ἴασιν. ὡσαύτως δὲ καὶ ἄλλη πᾶσα φαρμακώδης γῆ. διελέσθαι γὰρ δεήσει, καθάπερ ἔμπροσθεν ἀπὸ τῆς στοιχειώδους γῆς, ἐν καὶ οἱ λίθοι περιείχοντο τὴν εἰς πηλὸν λυομένην, οὕτω νῦν ἀπὸ τῆς γεωργουμένης τὴν φαρμακώδη. καλέσαι γὰρ οὐδὲν χεῖρον οὕτως πρὸς τὰς θεραπείας χρώμεθα, καίτοι καὶ τῆς γεωργουμένης λιπαρὰ χρήσιμος εἰς θεραπείαν ἐστὶν ἁπάντων τῶν ξηρανθῆναι δεομένων μορίων, ὅθεν αὐτῇ κατὰ Ἀλεξάνδρειάν τε καὶ Αἴγυπτον χρῶνται πολλοὶ μὲν ἰδίᾳ προαιρέσει, πολλοὶ δἐξ ὀνειράτων. εἶδον γοῦν ἐπὶ τῆς Ἀλεξανδρείας ὑδερώδεις τε καὶ σπληνώδεις ἐνίους χρωμένους τῷ πηλῷ τῆς Αἰγυπτίας γῆς. πολλοὶ δὲ καὶ κνήμας καὶ μηροὺς καὶ πήχεις καὶ βραχίονας καὶ νῶτα καὶ πλευρὰς καὶ στέρνα τῷ πηλῷ τῆς γῆς ταύτης χριόμενοι σαφῶς ὠφελοῦντο. κατὰ δὲ τὸν αὐτὸν τρόπον τάς τε παλαιὰς φλεγμονὰς καὶ τὰ χαῦνα τῶν οἰδημάτων ὀνίνησιν πηλὸς οὗτος, ὥστἐνίους οἶδα καὶ ὅλην τὴν ἕξιν οἰδαλέους ἐξ αἱμοῤῥοΐδων ἀμέτρου κενώσεως γενομένους, ὠφεληθέντας ἐναργῶς. καί τινες ἀλγήματα χρόνια κατά τι μόριον ἐστηριγμένα τῷ πηλῷ τούτῳ τελέως ἐξιάσαντο, ξηραντικὴν γὰρ ἔχει πᾶσα γῆ δύναμιν. ἐπεὶ καὶ φύσει ξηρὸν αὐτῆς ἐστι τὸ σῶμα, καὶ ὅτε γε ἀκριβῶς πυρώδους ἄμικτος οὐσίας, ἀδηκτότατα ξηραίνει, συντελεῖ δὲ εἰς τοῦτο αὐτῇ τὸ πεπλύσθαι.
§1.3–1.4
§1.3 [γ΄. Περὶ πλύσεως γῆς.] Πλύνεται δὲ κατὰ τὸν αὐτὸν τρόπον ἅπασα γῆ τῷ προειρημένῳ περὶ τῆς Λημνίας, ὕδατι μὲν πρῶτον ἀναφυραθεῖσα μηδεμιᾶς φαρμακώδους ποιότητος ἔμφασιν ἔχοντι. καταστάντος δὲ τοῦ πηλοῦ καὶ περιαιρεθέντος ἄνωθεν τοῦ ὕδατος, εἶτα τοῦ μεταὐτὸ χωρισθέντος ἀπὸ τῶν ὑφισταμένων κάτω λιθωδῶν τε καὶ ψαμμωδῶν. εἰ δὲ καὶ γεγυμνασμένην ἔχεις τὴν γευστικὴν αἴσθησιν, αὐτὸς ἔσῃ κριτὴς ἀκριβὴς ἧς τε δεῖ πλύνειν γῆς ἧς τε μή. τίνες μὲν γὰρ οὐ δέονται πλύσεως, τινὲς δὲ δὶς τρὶς δέονται πλυθῆναι. τὴν μὲν οὖν Λημνίαν ἑτοίμην λαμβάνεις ἅπαξ πεπλυμένην ὑπὸ τῆς ἱερείας, ἐκ δευτέρου δὲ πλυθῆναι μὴ δεομένην.
§1.4 [δ΄. Περὶ Σαμίας γῆς.] Σαμία δοὐδὲ δεῖται πλυθῆναι. χρώμεθα δαὐτῆς θατέρῳ τῶν εἰδῶν μᾶλλον, δὴ καὶ Σάμιον ἀστέρα καλοῦσιν, εἰς τὰς τοῦ αἵματος πτύσεις,  ὁπόθεν ἂν γιγνόμεναι τύχωσιν, ὥσπερ καὶ τῇ Λημνίᾳ σφραγῖδι. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ὠφελοῦσι καὶ τὰς ἐκ μήτρας αἱμοῤῥαγίας καὶ τὸν ὀνομαζόμενον ῥοῦν γυναικεῖον, καὶ μέντοι καὶ τὰς δυσεντερικὰς ἑλκώσεις πρὸ τοῦ σηπεδονώδη γενέσθαι τὰ ἕλκη, καλεῖν δἔθος ἐστὶν τοῖς ἰατροῖς τὰς τοιαύτας διαθέσεις νομὰς ἀπὸ τοῦ νέμεσθαι τὴν σηπεδόνα πρὸς τὰ πλησιάσαντα μόρια, συνδιαφθείρουσαν αὐτὰ τῷ πρώτῳ κακωθέντι. τῇ γε μὴν Λημνίᾳ κᾀπὶ τοιούτων ἐχρησάμην ἐνίοτε καὶ σαφῶς ὤνησεν ἐνεθεῖσά τε διἕδρας καὶ ποθεῖσα, προαποκλυσθέντων τῶν ἑλκῶν, ὡς εἰώθαμεν πράττειν, μελικράτῳ μὲν ἀκρατεστέρῳ προτέρῳ, δευτέρῳ δἅλμῃ. ἐνέθη μὲν οὖν διἀρνογλώσσου χυλοῦ, διὀξυκράτου δὑδαροῦς ἐπόθη. φαίνεται δοὐκ ὀλίγῳ τινὶ δραστικωτέραν δύναμιν ἔχειν Λημνία γῆ τῆς Σαμίας, ὅθεν οὐδὲ τὰ φλεγμῆναι φθάσαντα φέρει τὴν δύναμιν αὐτῆς, ἀλλὰ τραχύνεται σαφῶς καὶ μάλισθὅταν ἄνθρωπος μαλακόσαρκος. ὑπὸ δὲ τῆς Σαμίας οὐ μόνον οὐ παροξύνεταί τι τῶν οὕτως ἐχόντων μορίων, ἀλλὰ καὶ παρηγορεῖται, καὶ μάλιστά γε τὰ θερμότερα καὶ χαυνότερα, καθάπερ οἵ τε τιτθοὶ καὶ οἱ ὄρχεις καὶ οἱ ἀδένες. ἐπιτηδείως δἂν χρῶ τηνικαῦτα τῇ τοιαύτῃ γῇ, μετὰ τὸ λειῶσαι διὕδατος, ἐπιμιγνὺς ῥοδίνου καλοῦ τοσοῦτον, ὅσον τὸ μιχθὲν οὐκ ἐάσει ξηρανθῆναι τὸ φάρμακον. ἀγαθὸν δὲ τὸ οὕτως σκευασθέν ἐστι καὶ πρὸς τὰς ἄλλας φλεγμονὰς ὅσαι θερμαὶ καὶ βουβῶνας ἀρχομένους καὶ ποδαγρικὰ ῥεύματα καὶ ὅλως ὅπου ψῦξαι βουλόμεθα μετρίως μετὰ τοῦ παρηγορεῖν, ὥστἐναργῶς φαίνεσθαι τῆς Σαμίας τὴν δύναμιν μετρίως ψυκτικήν. ἔστι δὲ καὶ ἀερωδεστέρα πως αὐτῆς οὐσία παραβαλλομένη τῇ Λημνίᾳ, δηλοῖ δ κουφότης. ἐκ τούτων οὖν τῶν γνωρισμάτων καὶ πᾶσαν ἄλλην φαρμακώδη γῆν δοκίμαζε. λέγω δὲ γνωρίσματα τήν τε ἐν τῇ συστάσει κουφότητά τε καὶ βαρύτητα καὶ τὴν ἐν τῇ γεύσει τραχύτητα καὶ λειότητα καὶ προσέτι τὸ κολλῶδές τε καὶ ῥυπτικόν. ἐχέκολλος μὲν γάρ ἐστι καὶ γλίσχρος Σάμιος ἀστὴρ, ἐχούσης τι καὶ τῆς Λημνίας σφραγῖδος ὀλίγον τοιοῦτον. ῥυπτικήν τε δύναμιν ἔχει καὶ μετρίαν Σελινουσία τε γῆ καὶ Χία, διὸ καί τινες τῶν γυναικῶν ἐπὶ τὸ πρόσωπον αὐταῖς χρῶνται. δέδεικται δὲ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου τὸ βραχέως ῥυπτικὸν ἅπαν εἰς σάρκωσιν ἑλκῶν ἐπιτήδειον, ἐὰν δὲ ξηραίνῃ, καὶ πρὸς ἐπούλωσιν ἀγαθόν· ἐπιτηδειότατα δἐξ αὐτῶν ἐστι τοῖς τε ἐπιπολῆς ἕλκεσι καὶ πυρικαύτοις ὅσα πρὸς τῷ ξηραίνειν ἀδήκτως οὔτε θερμαίνει σαφῶς οὔτε ψύχει. ὅθεν τε Σελινουσία καὶ Χία γῆ κάλλιστα φάρμακα πρὸς τὰ πυρίκαυτα τῶν ἑλκῶν ἐστι· δεῖται γὰρ ταῦτα μετριώτατα ῥυπτόντων φαρμάκων ἄνευ θάλψεως ψύξεως ἐπιφανοῦς, ὅπερ ὑπάρχει καὶ τῇ Σελινουσίᾳ καὶ τῇ Χίᾳ καὶ τῇ Σαμίᾳ γῇ. λέλεκται δὲ ὅτι καὶ ταύτης εἶδός ἐστιν ἀστὴρ ὀνομαζόμενος, ὑπερέχων τῆς ἄλλης γῆς τῷ γλίσχρον τι καὶ κολλῶδες ἔχειν, ὅθεν οὔτε πρὸς τὰ ἄλλα τῶν ἑλκῶν οὔτε πρὸς τὰ πυρίκαυτα ταῖς ἄλλαις ἐνάμιλλός ἐστιν, ὅσαι τε κολλῶδες οὐκ ἔχουσιν. ἐμπλαστικωτέραν γὰρ ἐργάζεται τὴν οὐσίαν τὸ κολλῶδες, ὡς μὴ ῥύπτειν, ὅταν γε δηλονότι μηδεμία δριμύτης ἄλλη προσῇ τῷ γλίσχρῳ τε καὶ κολλώδει σώματι, καθάπερ ἐν τοῖς ἰξοῖς ἐστιν. γε μὴν Χία καὶ Σελινουσία γῆ τῆς μὲν Σαμίας λείπονται πρὸς τὰς περὶ τιτθοὺς καὶ ὄρχεις καὶ βουβῶνας ἀρχομένας φλεγμονάς. ὅμως δοὐκ ἀνάρμοστοι τυγχάνουσιν οὖσαι, μηδενὸς ἄλλου τῶν ἄκρως ποιούντων παρόντος. δὲ Κιμωλία μικτῆς οὖσα δυνάμεως, ἔχει μέν τι καὶ ψυκτικὸν, ἔχει δέ τι καὶ διαφορητικὸν βραχὺ, διό πλυθεῖσα μὲν ἀποτίθεται τοῦτο, χωρὶς δὲ τοῦ πλυθῆναι κατἀμφοτέρας ἐνεργεῖ τὰς δυνάμεις, καθάπερ καὶ ἄλλα πολλὰ τῶν συνθέτων φαρμάκων διαφοροῦντά τε καὶ ἀποκρουόμενα. παρὰ δὲ τὴν τῶν μιγνυμένων ὑγρῶν αὐτῇ φύσιν ἐναργῶς ἐπιδείκνυται τῶν δυνάμεων ἑκατέραν. τοῖς μὲν γὰρ ἀποκρουομένοις καὶ ψύχουσι μιχθεῖσα τὸν γενόμενον ἐξ αὐτῆς τε κᾀκείνων πηλὸν ἐργάζεται ψύχοντά τε καὶ ἀποκρουόμενον, τοῖς δὲ διαφορητικοῖς διαφοροῦντα καὶ αὐτόν. οὕτω γοῦν καὶ τοῖς πυρικαύτοις ἁρμόττει, καί τινες τῶν ἰδιωτῶν ἐπιχρίουσιν αὐτὴν, παραχρῆμα φυράσαντες ὄξει. χρὴ δἐν τῇ τοιαύτῃ χρήσει μὴ λίαν εἶναι δριμὺ τὸ ὄξος. εἰ δὲ τοιοῦτον εἴη, βέλτιον ὕδατος αὐτῷ μιγνύναι. μέμνησό γε μὴν τοῦτο κοινὸν ἐπὶ πάσης γῆς εἶναι τῆς κούφης. ἅπασαι γὰρ ὀνίνασι τὰ πυρίκαυτα παραχρῆμα παραχριόμεναι διὄξους, ὀξυκράτου, κωλύουσαι φλυκταινοῦσθαι. προσεπιβλέπειν δἐν τούτῳ καὶ τὴν φύσιν τοῦ θεραπευομένου σώματος, εἰ μαλακὸν σκληρὸν, εἰδὼς ἀεὶ καθόλου τοῦτο, τὰ μὲν μαλακὰ σώματα μὴ φέρειν τὴν δύναμιν τῶν ἰσχυρῶν φαρμάκων, τὰ δὲ σκληρὰ φέρειν. οὐ μὴν τῆς γἐνεστώσης πραγματείας ἴδια ταῦτα. ῥηθήσεται γὰρ ἐπιπλέον ἔν τε τοῖς περὶ συνθέσεως φαρμάκων κᾀν τοῖς περὶ τῶν εὐπορίστων. δὲ παροῦσα διέξοδος ἀπἀρχῆς ἐσπούδακε τὰς καθόλου δυνάμεις τῶν φαρμάκων εὑρεῖν, αἷς προσέχων τις τὸν νοῦν εἰς τὴν τῶν κατὰ μέρος χρῆσιν εὐπορίαν ἕξει παμπόλλην ἐπιμαθὼν δηλονότι τὴν μέθοδον τῆς χρήσεως αὐτῶν, ὥστοὐκέτι προσήκει μηκύνειν, ἀλλὅπερ εἴρηται καὶ πρόσθεν ἀναμνῆσαι καὶ νῦν αὐτὴν μὲν τὴν ἄμικτον γῆν ἄλλῃ τινὶ τῶν ἑτερογενῶν οὐσιῶν ξηραντικῆς ἀδήκτως εἶναι δυνάμεως. ἐπεὶ δἀδύνατόν ἐστιν ἄμικτον εὑρεῖν ἀκριβῶς τι σῶμα, προσεπισκέπτεσθαι προσήκει τὴν μίξιν τῶν συμβεβηκότων  αὐτῇ κατά τε τὰς ἐν κουφότητι καὶ βαρύτητι διαφορὰς καὶ τὰς ἐν τῇ γεύσει. στύψεως μὲν γάρ τινος ἔμφασιν ἔχουσα τοσοῦτον προσείληφε ψύξεως, ὅσον καὶ στύψεως. εἰ δὲ δριμύτητος ἐμφαίνοιτό τι, τοσοῦτον ἔχει θερμότητος, ὅσον δριμύτητος. ὡσαύτως δἐπὶ τῆς κούφης καὶ βαρείας σκοπεῖσθαι. τῆς μὲν κούφης τοιαύτης γινομένης, ὅταν ἀερώδους οὐσίας μετέχῃ δαψιλοῦς ἐν τῇ διὅλης ἑαυτῆς κράσει, τῆς δὲ βαρείας, ὅσῳ περ ἂν μᾶλλον τοιαύτη, τοσούτῳ μᾶλλον εἰλικρινεστέρας γῆς ὑπαρχούσης. ἴδιον δὲ γῆς ἐστι τὸ μὴ χεῖσθαι πυρὶ πλησιάζουσαν, ὅπερ τε μόλυβδος καὶ καττίτερος, ἄργυρός τε καὶ χρυσὸς ἔχουσιν, ὥσθὅταν ἀργυρῖτιν χρυσῖτιν σιδηρῖτιν ἀκούσῃς γῆν, ὀνομάζουσι γὰρ οὕτως ἔνιοι τὰς ἐκ τῶν μετάλλων λαμβανομένας, μὴ νόμιζε διὅλου κεκρᾶσθαι τὸν ἄργυρον τὸν χρυσὸν τὸν σίδηρον τῇ γῇ· πλησιάζειν δὲ μορίοις μικροῖς τῆς γῆς ἀναμεμιγμένα μόρια μικρὰ, κατὰ μὲν τὴν χρυσῖτιν χρυσοῦ, κατὰ δὲ τὴν ἀργυρῖτι νἀργύρου, κατὰ δὲ τὴν σιδηρῖτιν σιδήρου, καὶ ταῦτἐν ταῖς καμίνοις ὑπὸ τοῦ πυρὸς χεόμενα συνέρχεσθαι πρὸς ἄλληλα. κατὰ δὲ τὸν αὐτὸν τρόπον τὴν ὕαλον ἔχουσα ψάμμιός ἐστιν, ἐν ψάμμῳ γὰρ μάλιστα τῆς τοιαύτης οὐσίας εὑρίσκεται ψήγματα πολλάκις μικρά. καὶ ὅσοι τούτων ἔμπειροι θεασάμενοι τὰς τοιαύτας ψάμμους γνωρίζουσιν ὁπόσον ἐξ αὐτῶν ἀθροῖσαι δύνανται τῆς ὑάλου, καὶ χρυσοῦ δὲ ψήγματα μικρὰ πολλὰ κατά τινας εὑρίσκεται ψάμμους, ἀλλοὐκ ἐξ ἁπάσης ψάμμου τὸν χρυσὸν ἐξαίρουσι καὶ τὴν ὕαλον οἱ περὶ ταῦτἔχοντες, ἐκλεγόμενοι δηλονότι τὰς μετὀλίγης δαπάνης ἀθροιζούσας πλεῖστον, ὡς τό γἐν ταῖς καμίνοις ἀναλώσαντας πολλὰ βραχύ τι σχεῖν τῆς διαθροιζομένης οὐσίας ἀκερδὲς αὐτοῖς εἶναι δοκεῖ. διὰ τοῦτο μὲν οὖν καίτοι γε πολλαῖς ψάμμοις χρυσοῦ καὶ ὑάλου ψηγμάτων περιεχομένων οὐκ ἐπὶ πάσας οἱ περὶ ταῦτα δεινοὶ παραγίνονται. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ χαλκὸν ἄργυρον σίδηρον κασσίτερον μόλυβδον ἐκ πάσης γῆς ἐκλέγουσιν. οὐ μὴν οὐδὅταν χωρίσωσιν ἑκάστην τῶν εἰρημένων ἀπὸ τῆς ἀναμεμιγμένης γῆς, καταλειπομένη παραπλησία ταῖς ἄλλαις γαῖς ἐστιν, ἃς συνήθως ἔφην ὀνομάζεσθαι πᾶσιν Ἕλλησιν, ἐχούσαις γνώρισμα κοινὸν τὸ τέγγεσθαί τε καὶ διαλύεσθαι ῥᾳδίως εἰς πηλόν. τῆς γὰρ ἐν τοῖς μετάλλοις γῆς ὑπόλειμμα λιθῶδες γίγνεται, ἄτηκτόν τε καὶ ἄτεγκτον. λέγω δὲ τέγγεσθαι μὲν τὸ διὅλης τῆς οὐσίας ὑγραίνεσθαι, βρέχεσθαι δὲ τὸ κατὰ τὴν ἔξωθεν ἐπιφάνειαν μόνην, οὐ διικνουμένης εἰς τὸ βάθος αὐτῆς τῆς ὑγρότητος. οὕτως οὖν καὶ μεταλλευομένη Καδμεία γεννᾶται, λιθώδης οὖσα καὶ ἄτεγκτος. ἀλλὰ περὶ μὲν τῶν τοιούτων σωμάτων ἐφεξῆς εἰρήσεται· νυνὶ δἐπανήξω πάλιν ἐπὶ τὴν φαρμακώδη γῆν, ἥτις, ὅτι μὲν εἰς πηλὸν λύεται ῥᾳδίως ἐν ὕδατι τεγγομένη, διὰ τοῦτὀνομάζεται γῆ, διότι δὲ χρῄζομεν αὐτῆς ὥσπερ καὶ ἄλλων φαρμάκων, διὰ τοῦτο φαρμακῖτις εἰκότως ἂν λέγοιτο. καίτοι τήν γἀμπελῖτιν ὀνομαζομένην γῆν ἔνιοι φαρμακῖτιν ὀνομάζουσιν μόνην, ἤτοι γὡς μόνην τοιαύτην οὖσαν ὡς ἐνεργεστέραν τὴν φαρμακώδη δύναμιν ἔχουσαν, ὅπερ καὶ ἀληθές ἐστιν. ὀνομάζεται δἀμπελῖτις οὐχ ὅτι φυτεύειν ἀμπέλους ἐν ταύτῃ βέλτιον, ἀλλὅτι περιχριομένη ταῖς ἀμπέλοις φθείρει τοὺς γεννωμένους ἐπαὐτῶν σκώληκας, οὓς σκνῖπας ὀνομάζουσιν οἱ παρἡμῖν ἀμπελουργοί. γεννῶνται δὲ οὗτοι τοῦ ἦρος εἰσβάλλοντος, ἡνίκα βλαστάνουσιν οἱ ἄμπελοι καὶ τό γἐνοιδισκόμενον αὐτῶν μέρος, ὅθεν βλαστὸς φύεται, καλοῦσιν ὀφθαλμόν. τούτους οὖν τοὺς ὀφθαλμοὺς διεσθίοντες οἱ σκνῖπες οὐ μικρὰ βλάπτουσιν τὰς ἀμπέλους, διὸ καὶ τὰς ῥίζας τῶν ὀφθαλμῶν τούτων περιχρίουσιν οἱ περὶ ταῦτα δεινοί. κατὰ τοῦτο μὲν οὖν ἀμπελῖτίς τε καὶ φαρμακῖτις τοιαύτη γῆ προσαγορεύεται, δηλοῦσα κᾀκ τοῦ φθείρειν τοὺς σκνῖπας ὅσον αὐτῇ μέτεστι δυνάμεως φαρμακώδους. ἀφέστηκεν δὲ πολὺ καὶ τῶν ἄλλων εἰδῶν τῆς γῆς, οἷς χρώμεθα πρὸς τὰς ἰάσεις, ἐγγὺς ἤδη τῆς λιθώδους ἥκουσα. διὸ καὶ μιγνυμένην αὐτὴν ἐν ταῖς τῶν φαρμάκων γραφαῖς εὑρήσεις, ἔνθα ξηρᾶναί τι καὶ διαφορῆσαι προσήκει. τὸ γὰρ ἄδηκτον καὶ μέτριον καὶ παρηγορικὸν οὐκ ἔχει καθάπερ Χία τε καὶ Σαμία καὶ Σελινουσία. καὶ περὶ τῆς Κιμωλίας δὲ προείρηται βραχὺ τούτων οὔσης ἰσχυροτέρας, ἀδήκτου δἔτι καὶ αὐτῆς, καὶ μάλιστα εἰ πλυθείη. καὶ Κρητικὴ δὲ γῆ παραπλησία πώς ἐστι ταύταις, ἀλλἱκανῶς ἀσθενὴς ὑπάρχει, πολὺ τὸ ἀερῶδες ἔχουσα, τὸ μέντοι ῥυπτικὸν ἔχει, διὸ καὶ οἱ ἄνθρωποι λαμπρύνουσιν αὐτῇ τὰ ῥυπαρὰ τῶν ἀργυρωμάτων, ὥστἔχοις ἂν καὶ ταύτην ἐς ὅπερ καὶ τὰς ἄλλας τὰς ἀδήκτως ῥυπτούσας προειρήκαμεν ἐπιτηδείους εἶναι. τούτων δἁπασῶν Λημνία δύναμιν ἰσχυροτέραν ἔχει, πρόσεστι γὰρ αὐτῇ τι καὶ στύψεως, δἘρετριὰς ἔτι καὶ ταύτης ἰσχυροτέραν, οὐ μὴν ὥστἤδη δάκνειν. ἐὰν δὲ καὶ πλυθῇ, πάνυ μετρία γίνεται παραπλησίως ταῖς προειρημέναις. ἐγχωρεῖ δὲ τὴν γῆν ταύτην οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς τρὶς πλυθῆναι, καθάπερ καὶ τὴν Κιμωλίαν. καὶ μέντοι καὶ καίουσιν αὐτὴν ἔνιοι ποιοῦντες δηλονότι λεπτομερεστέραν τε καὶ δριμυτέραν, ὥστεἰς τὴν διαφορητικὴν μεταπίπτειν δύναμιν. εἰ δὲ πλυθείη καυθεῖσα, τὸ μὲν δριμὺ καταλιποῦσα τῷ ὕδατι, τὸ δἐκ τῆς ὀπτήσεως λεπτομερὲς ἔχουσα, ξηραντικωτέρα γίνεται. διὸ τῆς ἀκαύστου τῷ κοινῷ λόγῳ γῆς ἁπάσης ἐπὶ τῶν ἑλκῶν οὔσης χρησίμης, ἔτι μᾶλλον μετὰ τὸ καυθῆναι πλυθεῖσα, καὶ πρὸς τὰ δυσσάρκωτά τε καὶ δυσεπούλωτα χρήσιμός ἐστιν. ὄντων δαὐτῆς δυοῖν εἰδῶν  τεφρώδης κατὰ τὴν χρόαν ἀμείνων ἐστὶ τῆς πάνυ λευκῆς. ἔστι δὲ καὶ ἄλλη γῆ πνιγῖτις ὀνομαζομένη, κατὰ μὲν τὴν ὅλην δύναμιν ἐοικυῖα τῇ Κιμωλίᾳ, κατὰ δὲ τὴν χρόαν ἀφεστηκυῖα. μέλαινα γάρ ἐστιν ὁμοίως τῇ ἀμπελίτιδι, τὸ δὲ γλίσχρον καὶ κολλῶδες οὐχ ἧττον ἔχει Σαμίας γῆς, ἀλλἔστιν ὅτε καὶ μᾶλλον. ἐδόθη δἡμῖν ἐν τῷ μεγάλῳ τούτῳ λοιμῷ, καὶ ἄλλη τις ἐξ Ἀρμενίας τῆς ὁμόρου Καππαδοκίας γῆ ξηραντικωτέρα, τὴν χρόαν ὠχρά· λίθον δαὐτὴν ὠνόμαζεν, οὐ γῆν, δοὺς, καὶ ἔστιν εὐλειοτάτη, καθάπερ καὶ τίτανος. ὀνομάζω δοὕτω δηλονότι τὴν κεκαυμένην πέτραν. ἀλλὰ καὶ ὥσπερ ἐκείνης οὐδὲν ἐμφέρεται ψαμμῶδες, οὕτως οὐδὲ τῆς Ἀρμενίας. μετὰ γὰρ τὸ θραυσθῆναι τῷ δοίδυκι κατὰ τὴν θυίαν, οὕτως ἐστὶ λεία καὶ ἄλιθος ὥσπερ τίτανος καὶ Σάμιος ἀστὴρ, οὐ μὴν ὁμοίως γε κούφη τῷ ἀστέρι. διὸ καὶ πεπύκνωται μᾶλλον αὐτοῦ καὶ ἧττον ἀερώδης ἐστὶν, καὶ διὰ τοῦτο φαντασίαν ἀποφαίνει τοῖς ἀμελέστερον ὁρῶσι λίθος εἶναι. διαφέρει δοὐδὲν ὡς πρὸς τὰ παρόντα λίθον γῆν αὐτὴν ὀνομάζειν, εἰδότας ἄκρως ξηραίνουσαν. ἐπί τε γὰρ δυσεντεριῶν καὶ τῶν κατὰ γαστέρα ῥευμάτων, αἵματός τε πτύσεως καὶ κατάῤῥου καὶ προσέτι τῶν κατὰ τὸ στόμα σηπεδονωδῶν ἑλκῶν ἁρμόττει μάλιστα. καὶ μέντοι καὶ τοὺς ἀπὸ κεφαλῆς εἰς θώρακα ῥευματιζομένους ὀνίνησι μεγάλως, ὥστε καὶ τοὺς διὰ τὴν τοιαύτην αἰτίαν συνεχῶς δυσπνοοῦντας ἰσχυρῶς ὠφελεῖ. καὶ μέντοι καὶ ὅσοι φθόῃ κάμνουσιν, καὶ τούτους ὀνίνησιν. ξηραίνει γὰρ αὐτῶν τὸ ἕλκος, ὡς μηδὲ βήττειν ἔτι, πλὴν εἰ κατὰ τὴν δίαιταν ἁμαρτάνοιεν ἀξιολόγως τὸ περιέχον ἐξαιφνίδιον εἰς δυσκρασίαν μεταπέσοι. καί μοι δοκεῖ, καθάπερ ἐπὶ τῶν συρίγγων ἐθεασάμεθα πολλάκις, οὐ μόνον ἐν ἄλλοις μορίοις, ἀλλὰ καὶ κατὰ τὴν ἕδραν ἄνευ τοῦ κολλύριον καθεῖναι τὸν ῥύπον τὸν τύλον ἐξαιροῦν τῆς σύριγγος, αὐτῷ μόνῳ τῷ ξηραίνοντι φαρμάκῳ προστελλομένας τε καὶ κλειομένας αὐτὰς, οὕτω κᾀπὶ τοῦ κατὰ τὸν πνεύμονα συμβαίνειν ἕλκους. φαίνεται γὰρ καὶ τοῦτο διὰ τῶν ξηραινόντων φαρμάκων ὁμοίως ὀνινάμενον, ὅταν τε μέτριον καὶ μὴ μέγα λίαν, ὥστἔδοξαν ἔνιοι τῶν ἐχόντων αὐτὰ τελείως ἀπηλλάχθαι, καὶ τῶν γεἰς τὴν Λιβύην ἀπὸ Ῥώμης διὰ τοιαύτην αἰτίαν πορευθέντων ἔνιοι τελείως ἐπείσθησαν ὑγιεῖς εἶναι, καὶ μέχρι γέ τινων ἐτῶν ἀμέμπτως διήγαγον, εἶθὕστερόν ποτε πάλιν ἀφυλακτότερον αὐτοῖς διαιτηθεῖσιν ὑποστροφὴ τοῦ νοσήματος ἐγένετο. τούτους οὖν, ὡς ἔφην, ἐκ τῆς Ἀρμενίας βῶλος ἐναργῶς ὠφέλησε καίτοι γἐν Ῥώμῃ διατρίβοντας, ἔτι τε μᾶλλον τοὺς δυσπνοοῦντας συνεχῶς. ἐν δὲ τῷ μεγάλῳ τούτῳ λοιμῷ παραπλησίῳ τὴν ἰδέαν ὄντι τῷ κατὰ Θουκυδίδην γενομένῳ πάντες οἱ πιόντες τούτου τοῦ φαρμάκου διὰ ταχέων ἐθεραπεύθησαν, ὅσους δοὐδὲν ὤνησεν ἀπέθανον πάντες, οὐδὑπἄλλου τινὸς ὠφελήθησαν, καὶ δῆλον ὅτι μόνους τοὺς ἀνιάτως ἔχοντας οὐκ ὠφέλησε. πίνεται δὲ μετοἴνου λεπτοῦ τὴν σύστασιν, κεραμένου μετρίως μὲν, εἰ ἀπύρετος εἴη παντάπασιν ἄνθρωπος βραχὺ πυρεταίνοι, πάνυ δὑδαροῦς, εἰ πυρέττοι μειζόνως. οὐ μὴν οὐδὲ σφοδροὶ κατὰ τὴν θερμασίαν εἰσὶν οἱ λοιμώδεις πυρετοί. περὶ δὲ τῶν ξηρανθῆναι δεομένων ἑλκῶν τί δεῖ καὶ λέγειν ὁπηλίκην ἔχει δύναμιν Ἀρμενικὴ βῶλος αὕτη; καλεῖν δἔξεστί σοι, καθάπερ ἔφην, καὶ λίθον αὐτὴν, ὡς δοὺς ὠνόμαζεν, καὶ γῆν, ὡς ἂν ἐγὼ φαίην, ἐπειδὴ καὶ τέγγεται τοῖς ὑγροῖς.
§2.1–2.18
§2.1 Περὶ λίθων. [α΄. Περὶ ἐνεργουσῶν ποιοτήτων τῶν λίθων.] Τῶν αὐτοφυῶν σωμάτων εἰσὶ καὶ αἱ λίθοι, διαφέρουσαι τῆς συνήθως ὀνομαζομένης γῆς τῷ μὴ τέγγεσθαι. δυνάμεις δἔχουσι τὰς μὲν κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας, τὰς δὲ κατὰ τὰς δραστικὰς ποιότητας. ὅπως δἀλλήλων διαφέρει ταῦτα πρόσθεν εἴρηται. νῦν οὖν λόγος ἡμῖν ἔστω περὶ τῶν κατὰ τὰς δραστικὰς ποιότητας ἐνεργουσῶν, ἐν αἷς ἐστι καὶ τῆς χρήσεως αὐτῆς μέθοδος. ἐδείκνυντο γὰρ αἱ κατὰ τὴν ἰδιότητα τῆς ὅλης. οὐσίας δυνάμεις ἀμέθοδοί τεἶναι καὶ ἄλογοι καὶ διἐμπειρίας μόνης γινωσκόμεναι. διὰ τί γὰρ ἥδε λίθος ἁψαμένη τραύματος αἱμοῤῥαγοῦντος ἐπέχει τὴν φορὰν οὐκ ἴσμεν· διὰ τὶ μέντοι τὸν αἱματίτην καλούμενον λίθον ἐμβάλλουσιν ὀφθαλμικαῖς δυνάμεσιν ἴσμεν, ἔστι γὰρ εὕρημα λόγου τὸ τοιοῦτον. ἐὰν γοῦν ἐπἀκόνης ὀφθαλμικῆς ἀποτρίψας μεθὕδατος αὐτὸν εἰς πάχος μέλιτος ἐθελήσῃς γεύσασθαι, στυφούσης αἰσθήσῃ δυνάμεως. ἔμαθες δὅτι τὰς αὐξανομένας ἔτι φλεγμονὰς, καὶ μάλιστα ἐν νευρώδεσι μορίοις, ἀποκρούεσθαι δεῖ τοῖς στύφουσι φαρμάκοις. ὅταν δὲ μηκέτἐπιῤῥέῃ τὸ αἷμα τῷ μέρει, προσμιγνύναι τοῖς στύφουσιν τὰ διαφοροῦντα, καὶ κατὰ βραχύ γε μεταβαίνειν ἐπαὐτὰ μόνα. περὶ μὲν οὖν τῶν τοιούτων δυνάμεων ἐν ταῖς λίθοις ἐροῦμεν, ἀναμνήσαντες πρότερον ὧν ἐπὶ πλεῖστον διήλθομεν ἐν τοῖς πρὸς τοὺς ἐπιτιμῶντας τοῖς σολοικίζουσιν τῇ φωνῇ. τούτων γὰρ ἔνιοι λίθον ἀῤῥενικῶς οὐκ ἐπιτρέπουσι λέγειν, ἀλλἐὰν εἴπῃς, ἔμβαλλον τὸν λίθον ἐπὶ τὸν κύνα, κεκράγασιν ὡς αὐτοὶ πεπληγμένοι λίθῳ τὴν κεφαλήν· ὥσπερ γε καὶ ἂν τὸν δρῦν εἴπῃ τις, ὡς ξύλῳ πεπληγότος ἐκβοῶσιν. ἐὰν οὖν ἐκείνοις τις πειθόμενος τὰ συνήθη τοῖς ἰατροῖς ὀνόματα μεταῤῥυθμίζῃ, τὴν λίθον λέγων τὴν αἱματῖτιν καὶ τὴν πυρῖτιν καὶ τὴν γαλακτῖτιν καὶ τὴν σχιστὴν, ὡς περίεργός τε καὶ παράσημος καταγνωσθήσεται,  πάντων ἐξ ἔθους ἤδη παλαιῶν λεγόντων ἀῤῥενικῶς τὰς διαφορὰς αὐτῶν, αἱματίτην, πυρίτην, γαλακτῖτην, μελιτίτην, γαγάτην, σχιστὸν, Φρύγιον, Ἀράβιον, Μεμφίτην. ἔμπαλιν δὲ τὴν πέτραν λέγουσιν θηλυκῶς, οὐ τὸν πέτρον ἀῤῥενικῶς. Ἀσίαν οὖν πέτραν ὀνομάζουσιν, οὐκ Ἄσιον πέτρον, τὸν λίθον Ἄσιον. οὕτως δὲ καὶ Ἀσίας πέτρας ἄνθος, ἐκ πέτρας δὲ κεκαυμένης φασὶ γίνεσθαι τὴν τίτανον. γε μὴν Ταραντῖνος Ἡρακλείδης καὶ ἄλλοι τινὲς οὐκ ἐκ πάσης λίθου φασὶ γίγνεσθαι τὴν τίτανον, ἀλλἐκ μόνης γε τῆς πέτρας, ὀνομάζοντες οὕτως κατἐξοχὴν τῶν λίθων μίαν τὴν σκληροτάτην. ἐγὼ γοῦν ἐξεπίτηδες εἴωθα, μεταβάλλων τὰ ὀνόματα, λέγειν ἑκατέρως ἅπαντα τὰ τοιαῦτα, περὶ ὧν ἀχρήστως ἐρίζουσιν ἔνιοι, δεικνὺς ἔργῳ μηδὲν βλαπτομένην τὴν σαφήνειαν τῆς ἑρμηνείας, ὁποτέρως ἄν τις εἴπῃ. θαυμαστὸν δοὐδὲν τοὺς ἀγνοοῦντας ὅτι τῆς κατὰ φύσιν ἑρμηνείας ἤτοι μίαν μόνην ἀρετὴν θετέον εἶναι τὴν σαφήνειαν, πρώτην γε τῶν ἄλλων ἁπασῶν καὶ ἀρίστην, εἰς τοσούτους λήρους ἐκτρέπεσθαι. περὶ πρώτων οὖν ἐρῶ λίθων ὅσοι παρατριβόμενοι θυίαις ἀκόναις εἰς χυλὸν ἀναλύονται.
§2.2 [β΄. Περὶ αἱματίτου, γαλακτίτου καὶ μελιτίτου.] εἷς δέ τίς ἐστι τῶν τοιούτων καὶ καλούμενος αἱματίτης, ἀπὸ τῆς κατὰ τὴν χρόαν ὁμοιότητος οὕτως ὠνομασμένος, ὥσπερ γε καὶ γαλακτίτης, ἐπειδὴ κᾀκεῖνος εἰς χυλὸν λυθεὶς ὅμοιος φαίνεται γάλακτι. παραπλήσιον δαὐτῷ κατὰ τὴν χρόαν τὸν χυλὸν ἐργαζόμενος μελιτίτης, ἀπὸ τῆς κατὰ τὴν γεῦσιν ὁμοιότητος οὕτως ὠνόμασται. δέδεικται δἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων μὲν γλυκὺς ἅπας χυλὸς ὑπὸ συμμέτρου θερμασίας τοιοῦτος γινόμενος, δὲ στύφων ὑπὸ ψύξεως. ἕξει τοιγαροῦν μὲν αἱματίτης λίθος τοσοῦτον τῆς ψύξεως, ὅσον καὶ τῆς στύψεως, δὲ μελιτίτης σύμμετρον θερμότητα, μέσην δἀμφοῖν κρᾶσιν γαλακτίτης. εἰκότως οὖν ἐτόλμησαν οἱ ἰατροὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν μιγνύναι τὸν αἱματίτην λίθον. καὶ μόνῳ δἂν αὐτῷ χρήσαιο τραχέων γεγονότων βλεφάρων, εἰ μὲν ἅμα φλεγμονὴ τοιαῦτεἴη γεγονότα, διὠοῦ τὴν ἄνεσιν ποιούμενος, μᾶλλον ἔτι διὰ τήλεως ἀφεψήματος· εἰ δὲ χωρὶς φλεγμονῆς, διὕδατος. ἄρχου δἀεὶ μὲν ἀπὸ μετρίως ὑγροῦ διὰ τῆς μήλης ἐγχέων, ὅταν δὅτι φέρει τὴν δύναμιν αὐτοῦ θεάσῃ, παχύτερον ἀεὶ καὶ μᾶλλον ἐργάζου. καὶ τελευτῶν οὕτω παχὺ ποιήσεις ὡς διὰ μήλης πυρῆνος ὑπαλείφεν καθὑποβολὴν ἐκτροπὴν τοῦ βλεφάρου. δαὐτὸς οὗτος λίθος ὁμοίως ἐπἀκόνης ἀποτριβόμενος αἵματος πτύσεσιν ἁρμόττει καὶ πᾶσιν ἕλκεσιν. ξηρὸς δὲ λειωθεὶς ὡς χνοώδης γενέσθαι καταστέλλει τὰ ὑπερσαρκοῦντα. χρῆται μὲν οὖν οὐδεὶς αὐτῷ μόνῳ καθαὑτόν. ἐγὼ δἐφὧν εἶπον ἐχρησάμην, ἐκ τῆς κατὰ τὴν γεῦσιν ποιότητος εὑρὼν τὴν δύναμιν, εἶτα τῇ πείρᾳ βασανίσαι βουληθεὶς εἰ καλῶς ἐτεκμηράμην. καὶ αὐτὰ δὲ τὰ κατὰ τοὺς ὀφθαλμοὺς ἕλκη συνουλοῖ μόνος αὐτὸς, ἀποτριβόμενος μὲν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, ἤτοι δἐγχυματιζόμενος ὑπαλειφόμενος. ἐβασάνισα γὰρ καὶ τοῦτο τῇ πείρᾳ.
§2.3 [γ΄. Περὶ σχιστοῦ καὶ ἄλλων πολλῶν λίθων.] Τούτῳ δὲ τῷ λίθῳ παραπλησίαν μὲν, ἀσθενεστέραν δὲ τὴν δύναμιν σχιστὸς καλούμενος ἔχει, καὶ μεταὐτὸν γαλακτίτης. δὲ μελιτίτης, ὡς ἔφην, ἤδη τι καὶ θερμότητος προσείληφεν. ἕκαστος οὖν αὐτῶν ἀποχωρῶν κατὰ βραχὺ τῆς τοῦ αἱματίτου δυνάμεως ἐπὶ μὲν τῶν ὀφθαλμῶν ὁμοίως εἰς χρῆσιν ἄγεται, πρᾳότερος δέ ἐστιν· ἀεὶ δὲ τὰ πρᾳότερα φάρμακα τοῖς μὲν ἔτι φλεγμαίνουσι μορίοις ἐστὶ προσηνέστερα, τοῖς δἀποφλεγμήνασιν μορίοις ἀσθενέστερα πρὸς τὸ τέλος ἐξυγιάσαι. κοινοῦ δὲ τοῦ ξηραίνειν ἅπασι τοῖς λίθοις ὑπάρχοντος, ὅσοι μὲν αὐτῶν εἰς χυλὸν λυθέντες ἄλλως λειωθέντες οὐδεμίαν ἐν ἀρχῇ κατὰ τὴν γεῦσιν ἔχουσι ποιότητα, τούτους μὲν ἡγητέον ἀσθενεστάτους τεἶναι καὶ προσηνεστάτους καὶ ἀδηκτοτάτους. ὅσοι δὲ φαίνονταί τινα σαφῆ ποιότητα κατὰ γεῦσιν ἐνδεικνύμενοι, τῆς ποιότητος ἀνάλογον ἔχουσι τὴν ἰσχύν· εἰ μὲν στύφοιεν, εἰς τὸ καταστεῖλαι καὶ σφίγξαι καὶ πιλῆσαι καὶ συναγαγεῖν, εἰ δὲ δάκνοιεν, εἰς τὸ θερμῆναί τε καὶ διαφορῆσαι καὶ τῆξαι, μέσοι δαὐτῶν εἰσὶν οἱ ῥύπτοντες μόνον ἄνευ τοῦ στύφειν δάκνειν. μὲν οὖν αἱματίτης καὶ σχιστὸς, τε γαλακτίτης καὶ μελιτίτης εἰς χυλὸν ἀναλύονται, παρατριβόμενοι, καθάπερ εἶπον, ἀκόναις τε καὶ θυίαις, ὄντων καὶ ἄλλων εἰς χυλὸν λυομένων λίθων, ὥσπερ οὗτος κατΑἴγυπτον γεννώμενος, χρῶνται στιλπνοῦντες τὰς ὀθόνας. ἔστι δἀποιότερος τῶν εἰρημένων, οὔτε στύψιν οὔτε ῥύψιν οὔτε δῆξιν ἐμφαίνων. ὅθεν αὐτὸ δὴ τοῦτο μόνον ὑπάρχει τῷ λίθῳ τούτῳ τὸ ξηραίνειν, καὶ διὰ τοῦτο κηρωτῇ μιγνύντες αὐτὸν εἰς ἐπούλωσιν ἑλκῶν ἐπὶ τῶν μαλακῶν σωμάτων χρῶνται. μίγνυνται δὲ καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν ὁμοίως τοῖς προειρημένοις. ὅσῳ δἐστὶ μαλακτικώτερος αὐτῶν διὰ τὸ μηδεμίαν ἔχειν δραστικὴν ποιότητα, τοσούτῳ μετριώτερός τε καὶ ἀναισθητότερος ὑπάρχει. τοῦτον τὸν λίθον ἔνιοι μὲν μόροξον, ἔνιοι δὲ γραφίδα καλοῦσιν.
§2.4 [δ΄. Περὶ τοῦ Διοσκουρίδου θυΐτου.] Ἁπάντων δὲ τῶν εἰρημένων λίθων ἰσχυροτέραν ἔχει δύναμιν ἐκ τῆς Αἰθιοπίας κομιζόμενος, ὑπόχλωρός πως, ὡς ἴασπις ὀνομαζόμενος. ἀνιέμενος οὗτος λίθος εἰς χυλὸν γαλακτώδη κατὰ τὴν χρόαν δακνώδη τοῖς γενομένοις, καὶ διὰ τοῦταὐτὴν οὐδεὶς ἔμιξεν  ὀφθαλμικαῖς δυνάμεσιν, οὔτἀποκρουστικαῖς ῥευμάτων οὔθἑλκῶν ἰατικαῖς, ἀλλὰ μόνον εἰς τὸ καθῆραί τε καὶ ῥύψαι τὰ χωρὶς φλεγμονῆς ἐπισκοτοῦντα ταῖς κόραις, ἐξ ὧν εἰσι καὶ αἱ πρόσφατοι τῶν οὐλῶν, ἃς λεπτύνειν πέφυκεν. ἀποῤῥύπτει δὲ καὶ τὰ μὴ πάνυ σκληρὰ τῶν πτερυγίων.
§2.5 [ε΄. Περὶ Ἰουδαϊκοῦ.] Ἔστι δὲ καὶ ἄλλος λίθος ἰσχυρότερος τὴν δύναμιν ἐν τῇ Παλαιστίνῃ Συρίᾳ γινόμενος, λευκὸς μὲν τὴν χρόαν, εὔρυθμος δὲ κατὰ τὸ σχῆμα καὶ γραμμὰς ἔχων ὡς ἀπὸ τόρνου γεγονυίας. ὀνομάζουσι δαὐτὸν ἀπὸ τῆς χώρας ἐν γεννᾶσθαι πέφυκεν Ἰουδαϊκὸν, καὶ χρῶνται πρὸς τοὺς ἐν τῇ κύστει λίθους, ἀνιέντες μὲν ἐπἀκόνης, ποτίζοντες δὲ διὕδατος θερμοῦ κυάθων τριῶν. ἡμεῖς δἐφὧν ἐπειράθημεν οὐδὲν ἤνυσεν ὡς πρὸς τοὺς ἐν κύστει λίθους, ἐπὶ δὲ τῶν ἐν νεφροῖς συνιμένων ἐστὶ δραστήριος.
§2.6 [στ΄. Περὶ πυρίτου.] Εἷς τῶν ἰσχυρὰν δύναμιν ἐχόντων ἐστὶν καὶ πυρίτης ὀνομαζόμενος, χρώμεθα μιγνύντες ἐμπλάστρῳ διαφορητικῷ. προσεμβάλλεται δαὐτῇ καὶ σχιστός. ὑπὸ τούτου τοῦ φαρμάκου καὶ πτύον μὲν πολλάκις, ἀλλὰ καὶ θρομβώδης σύστασις ἐν ταῖς μεταξὺ χώραις τῶν μυῶν γενομένη διεφορήθη. κεκόφθαι δὲ καὶ λελειῶσθαι πάνυ σφόδρα χρὴ τοὺς λίθους ἅπαντας ὅταν εἰς χρῆσιν ἄγωνται, παραπλησίως τοῖς εἰς τὰς ὀφθαλμικὰς δυνάμεις μιγνυμένοις. εἰ μὴ γὰρ χνοώδεις γεννηθεῖεν ὡς εἰς τὸ βάθος καταδύεσθαι τῶν σωμάτων οἷς προσφέρονται, παραπλήσιοι μενοῦσι ταύταις ταῖς θαλαττίαις τε καὶ ποταμίαις ψάμμοις, αἵτινες καὶ αὐταὶ τὴν μὲν κοινὴν ἁπάντων λίθων δύναμιν ἔχουσιν. ξηραίνουσι γοῦν τὴν ὕποιδόν τε καὶ ὑδερώδη σάρκα, κατακλινομένων ἐν αὐταῖς τεθερμασμέναις τῶν καμνόντων. οὐ μὴν εἰς ἄλλο γέ τι χρώμεθα αὐταῖς, ὥσπερ τοῖς προειρημένοις εἰς ὀφθαλμικάς τε καὶ σταλτικὰς αἵματος καὶ ῥοῦ γυναικείου δυνάμεις, ἔτι τε κολλητικὸν ἑλκῶν, ἐπουλωτικόν τε καὶ σαρκωτικόν. ὅσοι γὰρ αὐτῶν οὐκ εἰσὶ δριμεῖς, εἰς ταῦτα πάντες εἰσὶ χρήσιμοι, καθάπερ οἱ δριμεῖς, ὧν ὕστερον ἐμνημόνευσα, πρὸς τὸ ῥύψαι τε καὶ ἀποσμῆξαι καὶ ἀφελεῖν, λεπτῦναί τε καὶ διαφορῆσαι καὶ σφοδρῶς ξηρᾶναι καὶ τῆξαι.
§2.7 [ζ΄. Περὶ φρυγίου.] Ταύτης τῆς δυνάμεως ἔχεται καὶ φρύγιος καλούμενος. ἀεὶ δαὐτῷ κεκαυμένῳ κέχρημαι, καὶ πρὸς μὲν τὰ σηπεδονώδη τῶν ἑλκῶν αὐτὸν καθἑαυτὸν διὄξους διοἰνομέλιτος διὀξυκράτου. πρὸς ὀφθαλμοὺς δὲ ξηρὸν ποιῶν φάρμακον, πολλοὶ λαβόντες ἔχουσιν ἤδη παρἐμοῦ. μίγνυμι δὲ αὐτῷ καὶ ἄλλα τινά. λεχθήσεται δὲ περὶ αὐτοῦ κατὰ τὴν περὶ συνθέσεως τῶν φαρμάκων πραγματείαν. νυνὶ δἀρκεῖ περὶ τῆς καθόλου δεδηλῶσθαι δυνάμεως αὐτοῦ. ξηραίνει γὰρ ἰσχυρῶς, ἔχων τι καὶ στύψεως ἅμα καὶ δήξεως. εἴρηται δέ μοι κᾀν τοῖς ἔμπροσθεν ἄριστά τε καὶ πολύχρηστα φάρμακα εἶναι πάντα τὰ μεμιγμένα, ἐν αὑτοῖς ἔχοντα τὰς δύο δυνάμεις, τήν τε ἀποκρουστικὴν καὶ διαφορητικήν.
§2.8 [η΄. Περὶ ἀγηράτου.] Ἔστι δὲ καὶ ἀγήρατος καλούμενος λίθος, τοὺς σκυτοτόμους ὁρῶμεν χρωμένους, μικτῆς δἐστὶ δυνάμεως στυπτικῆς τε καὶ διαφορητικῆς, ἀλλὰ περὶ μόνης τῆς στυπτικῆς σκεπτέον. ὠφελεῖ μὲν ἐναργῶς γαργαρεῶνας φλεγμαίνοντας, οὐ μὴν γευομένοις γε σαφῆ στύψιν ἔχων δριμύτητα φαίνεται.
§2.9 [θ΄. Περὶ Ἀσσίου.] Ἔστι δὲ καὶ ἄλλος λίθος ἐν Ἀσσῷ γεννώμενος, ὃν καὶ διαὐτὸ τοῦτο καλοῦσιν Ἄσσιον, οὐ σκληρὸς ὡς αἱ πέτραι· πωροειδὴς γάρ ἐστι κατά τε χρόαν καὶ σύστασιν, εὔθρυπτός τε καὶ χαῦνος, ἐπιτρέφεται δαὐτῷ παραπλήσιόν τι ἀλεύρῳ λεπτοτάτῳ, τῷ προσιζάνοντι τοῖς τοίχοις τῶν ἐν τοῖς μύλωσι διαττομένων ἀλεύρων. καλοῦσι μὲν οὖν τὸ φάρμακον τοῦτο πέτρας Ἀσίας ἄνθος. ἔστι δὲ λεπτομερὲς, ὡς ἀδήκτως τὰς πλαδαρὰς σάρκας ἐκτήκειν. ὁμοίαν δαὐτῷ δύναμιν ἔχουσα καὶ πέτρα καθἣν γεννᾶται τῷ σφοδρῷ τῆς ἐνεργείας ἀπολείπεται. πλεονεκτεῖ γὰρ αὐτῆς τὸ ἄνθος οὐ μόνον τῷ μᾶλλον ἐκτήκειν καὶ διαφορεῖν καὶ ταριχεύειν, ἀλλὰ καὶ τῷ χωρὶς δήξεως ἰσχυρῶς ταῦτα ποιεῖν. ἔχει δέ τι καὶ ἁλμυρὸν ἐν τῇ γεύσει τουτὶ τὸ τῆς Ἀσίας πέτρας ἄνθος, ὡς εἰκάσαι τὴν γένεσιν ἴσχειν αὐτὸ, δρόσου τινὸς ἐκ θαλάττης ἐφιζούσης τῇ πέτρᾳ, κᾄπειτα ξηραινομένης ὑπὸ τοῦ ἡλίου.
§2.10.1 [ι΄. Περὶ γαγάτου καὶ θρᾳκίου.] Ἔστι δὲ καὶ ἄλλος λίθος μέλας τὴν χρόαν, ὅταν ὁμιλήσῃ πυρὶ, παραπλησίαν ὀσμὴν ἀσφάλτου ποιῶν, ὃν Διοσκορίδης καὶ ἄλλοι τινὲς ἐν Λυκίᾳ φασὶν εὑρίσκεσθαι, κατὰ τὸν ποταμὸν ὄνομα Γαγάτην, ὅθεν περ καὶ αὐτῷ τῷ λίθῳ τὴν προσηγορίαν εἶναι φαμέν. οὐ μὴν ἐγὼ εἶδον ἐκεῖνον τὸν ποταμὸν, καίτοι παραπλεύσας ὅλην Λυκίαν μικρῷ πλοίῳ τῆς ἱστορίας ἕνεκα τῶν ἐν αὐτῇ. πλακώδεις δὲ λίθους μελαίνας, εἰ κατὰ πυρὸς ἐπιτεθεῖεν, ἀσθενῆ φλόγα γεννῶντας ἐκόμισα πολλὰς ἐκ τῆς κοίλης Συρίας, ἐν τῷ λόφῳ γεννωμένας τῷ περιέχοντι τὴν νεκρὰν ὀνομαζομένην θάλασσαν, ἐν τοῖς ἀνατολικοῖς αὐτῆς μέρεσιν, ἔνθα καὶ ἄσφαλτος γίνεται. καὶ ἦν ὀσμὴ τῶν λίθων τῇ ἀσφάλτῳ παραπλησία. ἐχρησάμην δαὐτοῖς εἰς ἐμφυσήματα χρόνια κατὰ γόνυ γινόμενα δυσθεράπευτα, μιγνὺς ταῖς πρὸς τοῦτο τὸ σύμπτωμα πεπειρασμέναις δυνάμεσιν, καὶ σαφῶς ἔδοξεν ἡμῖν ἐναργεστέραν αὐτῶν πεποιηκέναι τὴν δύναμιν. ἔμιξα δαὐτὸν καὶ τῇ βαρβάρῳ καλουμένῃ καὶ σαφῶς ἐγένετο ξηραντικώτερον τὸ φάρμακον, ὡς καὶ κόλπους προστέλλειν, οὐ μόνον ἔναιμα τραύματα κολλᾷν  ἐφὧν ἡρμοκέναι μάλιστα πεπίστευται. ἔστι δὲ καὶ ἄλλη τις λίθος, ἧς καὶ Νίκανδρος μέμνηται γράφων οὕτως.
§2.10.2 Ἀλλοὐδὲν ἐξ αὐτῆς ὤφελος ἐς ἰατρικὴν οὐδ Νίκανδρος γράφει παρὰ τὴν δυσωδίαν, τὰ θηρία θυμιώμενα διώκει.
§2.11 [ια΄. Περὶ μαγνίτιδός τε καὶ ἡρακλείας.] Τῶν λίθων δἐστὶ μία καὶ μαγνῖτις τε καὶ Ἡρακλεία καλουμένη, παραπλησίαν ἔχουσα τῷ αἱματίτῃ τὴν δύναμιν.
§2.12 [ιβ΄. Περὶ Ἀραβίου.] γε μὴν Ἀράβιος καλούμενος λίθος, ἐοικὼς ἐλέφαντι, ξηραντικῆς τε καὶ ῥυπτικῆς ἐστι δυνάμεως.
§2.13 [ιγ΄. Περὶ ἀλαβαστρίτου.] Καὶ ἀλαβαστρίτης δὲ καλούμενος ὄνυξ εἰς χρείαν ἰατρικὴν ἔρχεται καυθείς. ἔνιοι δὲ καὶ ποτίζουσι τοὺς στομαχικοὺς αὐτήν.
§2.14 [ιδ΄. Περὶ σμυρίδος.] Καὶ καλουμένη δὲ σμυρὶς, ὅτι μὲν ἱκανῶς ῥυπτικῆς ἐστι δυνάμεως, δῆλόν ἐστιν κᾀκ τῶν χρωμένων αὐτῇ δακτυλιογλύφων, εἰς τὴν τοιαύτην χρείαν, ἀλλὅτι καὶ τοὺς ὀδόντας ἐργάζεται καθαροὺς ἐπειράθημεν.
§2.15 [ιε΄. Περὶ κισσήρεως.] Εἰ δὲ καὶ κίσσηρις ἐν τοῖς λίθοις ἀριθμεῖτο καὶ αὕτη τῆς αὐτῆς ἐστι δυνάμεως ὅσον ἐπὶ τῷ ῥύπτειν, ὥσπερ γε καὶ τὸ ἐκ τῶν κεραμίδων ὄστρακον, ἔτι τε μᾶλλον αὐτοῦ τὸ ἐκ τῶν κλιβάνων, ἀλλ γε σμυρὶς ἔχει τι δριμὺ, καὶ διὰ τοῦτο τινὲς αὐτὴν μιγνύουσιν καυστικαῖς τε καὶ ξηραντικαῖς δυνάμεσιν καὶ ταῖς θεραπευούσαις οὖλα πλαδαρά. καυθεῖσα δ κίσσηρις οὐκ ἀπολείπεται σμίρεως εἰς τὰς αὐτὰς χρείας.
§2.16 [ιστ΄. Περὶ λίθων τῶν ἐν τοῖς σπόγγοις.] Εἰσὶ δὲ καὶ οἱ ἐν τοῖς σπόγγοις εὑρισκόμενοι λίθοι θρυπτικῆς δυνάμεως, οὐ μὴν οὕτως ἰσχυρᾶς ὥστε τοὺς ἐν τῇ κύστει λίθους θρύπτειν, ἀλλοἱ τοῦτο γράψαντες ἐψεύσαντο, τοὺς δἐν νεφροῖς ὄντας θρύπτουσιν, ὥσπερ καὶ οἱ ἐκ τῆς Καππαδόκης, οὓς ἐν τῷ Ἀργαίῳ φασὶ γεννᾶσθαι. λύονται δεἰς χυλὸν οὗτοι γαλακτώδη κατὰ τὴν χρόαν, ὥστεὔδηλον ὅτι λεπτυντικῆς εἰσι δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς.
§2.17 [ιζ΄. Περὶ ὀστρακίτου.] Τὸν δὲ ὀστρακίτην ὀνομαζόμενον λίθον ἐπαινούντων ἀκούω τινῶν ὡς ξηραντικὴν ἱκανῶς ἔχοντα δύναμιν ἐκ στύψεώς τε καὶ δριμύτητος ἐπιμεμιγμένην, ὥσπερ γε καὶ τὸν γεώδη καλούμενον ἀποκαθαίρειν τε τὰς κόρας καὶ τιτθῶν καὶ ὄρχεων ἰᾶσθαι φλεγμονὰς, ἐνιέμενοι ὕδατι. τό γε μὴν τῆς Ναξίας ἀκόνης ἀπότριμμα καὶ τιτθοὺς παρθένων κωλύει πρὸς ὥρας ἐμφυσᾶσθαι καὶ παίδων ὄρχεις, ὡς μετέχον δηλονότι καὶ καὶ ψυκτικῆς δυνάμεως.
§2.18 [ιη΄. Περὶ ὀφίτου.] Καὶ ὀφίτης δὲ καλούμενος λίθος καυθεὶς ῥυπτικῆς τε καὶ θρυπτικῆς ἐστι δυνάμεως, ὥσπερ γε καὶ ὕαλος. ἱκανῶς γὰρ καὶ αὐτὴ θρύπτει πινομένη μετοἴνου λευκοῦ καὶ λεπτοῦ τοὺς ἐν κύστει λίθους, ἀλλοὐκ ἄν τις αὐτὴν ἐν τοῖς λίθους ἀριθμοίη.
§2.19–3.11
§2.19 [ιη΄. Περὶ χλωροῦ ἰάσπεώς τε καὶ ὀμφατίτεως καὶ ἱερακίτου καὶ Ἰνδικοῦ.] Ἰδιότητα δέ τινες ἐνίοις λίθους μαρτυροῦσι τοιαύτην, οἵαν ὄντως ἔχει καὶ χλωρὸς ἴασπις, ὠφελῶν τόν τε στόμαχον καὶ τὸ τῆς γαστρὸς στόμα περιαπτόμενον. ἐντιθέασί τε καὶ δακτυλίῳ αὐτὸν ἔνιοι καὶ γλύφουσιν ἐν αὐτῷ τὸν τὰς ἀκτῖνας ἔχοντα δράκοντα, καθάπερ καὶ βασιλεὺς Νεχεψὼς ἔγραψεν ἐν τῇ τεσσαρακαιδεκάτῃ βίβλῳ. τούτου μὲν οὖν τοῦ λίθου κᾀγὼ πεῖραν ἱκανὴν ἔχω, καὶ ὁρμάθιόν γέ τι ποιήσας ἐκ λιθιδίων τοιούτων ἐξῆπτον τοῦ τραχήλου σύμμετρον οὕτως, ὡς ψαύειν τοὺς λίθους τοῦ στόματος τῆς γαστρός. ἐφαίνοντο δὲ μηδὲν ἧττον ὠφελοῦντες εἰ τὴν γλυφὴν οὐκ ἔχοιεν, ἣν Νεχεψὼς ἔγραψε. τὸν δὀμφατίτην λίθον ἀνὴρ ἀξιόπιστος ὄντως ἔφη τοὺς ἐχεοδήκτους ὠφελεῖν περιαπτόμενον. ἀλλἔξω τῆς κατὰ μέθοδον χρήσεως αἱ τοιαῦται δυνάμεις εἰσὶν, ὥσπερ γε καὶ τοῦ ἱερακίτου τε καὶ Ἰνδικοῦ τὸ ἐκ τῶν αἱμοῤῥοΐδων ἱστῶντος αἷμα.
§2.20 [κ΄. Περὶ σαπφύρου.] Καὶ γὰρ οὖν καὶ σάπφυρος πεπίστευται πινόμενος ὠφελεῖν τοὺς ὑπὸ σκορπίου πληγέντας.
§2.21 [κα΄. Περὶ ἀφροσελίνου.] Καὶ ἀφροσέλινος καλούμενος καὶ τοὺς ἐπιλήπτους, οὐ μὴν ἡμεῖς ἐπειράθημεν. εἰσὶ δὲ καὶ ἄλλοι τινὲς λίθοι περιαπτόμενοι πρός τινων, ἔνιοι δὲ καὶ χαρακτῆράς τινας ἐγγραφομένους ἔχοντες καὶ γράμματα, καθάπερ καὶ πρὸς τὰς αἱμοῤῥοΐδας ἥρμοκεν ἱερακίτης, οὗ καὶ ἡμεῖς ἐπειράθημεν. ἀλλοὐ νῦν περὶ τῶν τοιούτων λέγειν καιρὸς ἐξ ἐμπειρίας μόνης ἐχόντων τὴν πίστιν, οὐ κατὰ μέθοδόν τινα λογικὴν εἰς χρῆσιν ἠγμένων. ἄλλος οὖν περὶ τούτων ἔσται καιρός τε καὶ τόπος. νυνὶ δἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆς ἡμῖν ἐν ὅλῃ τῇ πραγματείᾳ πάλιν ἀνέλθωμεν.
§3.1 Περὶ τῶν μεταλλικῶν φαρμάκων. [α΄. Περὶ κοινῶν τῶν μετάλλων λόγων τε καὶ συστάσεων καὶ δυνάμεων.] Μεταλλικὰ φάρμακα προσαγορεύειν ἔθος ἐστὶν τοῖς ἰατροῖς ὧν γένεσις ἐν τοῖς μετάλλοις ἐστὶν, ἤτοι γε αὐτοφυὴς διὰ καμίνου γινομένη. καὶ τρίτα γε πρὸς αὐτοῖς ἐστιν ὅσα πάλιν ἐκ τούτων αὐτῶν οἱ ἄνθρωποι συσκευάζουσιν καθὁντιναοῦν τρόπον, οἷον ψιμμύθιον, ψωρικὸν, σάνδικα, φύκον. ἐφεξῆς οὖν ὑπὲρ ἁπάντων εἰρήσεται  κατὰ τὴν τῶν γραμμάτων τάξιν, ἀφὧν ἄρχεται τῶν ὀνομάτων ἕκαστον, ἐκεῖνο πρότερον ὑπὲρ ἁπάντων αὐτῶν κοινῇ προειποῦσιν ἡμῖν, ὥσπερ ἐπί τε τῶν λίθων ἐποιήσαμεν ὀλίγον ἔμπροσθεν ἐπί τε τούτων ἀνώτερον περὶ τῆς φαρμακώδους γῆς. ὥσπερ γὰρ ἐκεῖνα, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ μεταλλικὰ πάντα φάρμακα κοινὸν ἔχει τὸ ξηραίνειν. γεώδης γὰρ αὐτῶν ἐστιν οὐσία, κατὰ τὸ τῆς στοιχειώδους γῆς σημαινόμενον ὀνομάζοντός μου νῦν. ἀλλὥσπερ ὑφἡμῶν ἐκ τῆς κεραμίτιδος γῆς οἱ πίθοι τε καὶ αἱ κεραμίδες αἵ τε χύτραι καὶ τἄλλα τὰ τοιαῦτα γίνεται, διὰ πυρὸς ἐκφρυγέντος αὐτῆς τοῦ νοτεροῦ σκληρυνθέντας, τὸν αὐτὸν τρόπον ἐν τῇ γῇ θερμασίας πολυχρονίου τὴν μικτὴν οὐσίαν ἐκ γῆς καὶ ὕδατος, ἐνίοτε δὲ καὶ ἀέρος ἑνοῦντός τε καὶ κεραννύντος, εἶτα ξηραίνοντος, αἱ συστάσεις γίνονται τῶν μεταλλικῶν φαρμάκων. δὲ τῶν χωρίων φύσις ἐν οἷς ταῦτα συνίσταται παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον εἶναι ψυχρὰ τὰ μὲν μᾶλλον πήγνυσι, τὰ δἧττον. ὥσπερ οὖν ἐν ταῖς τῆς γῆς διαφοραῖς πλείστη μὲν οὐσία τῆς στοιχειώδους γῆς, ὀλίγη δὲ τοῦ ἀερώδους, οὕτως ἐν τοῖς μεταλλευτοῖς πολὺ τῆς πυρώδους ἐγκέκραται. μεταξὺ δαὐτῶν εἰσιν αἱ λίθοι, διὸ καὶ τὰ πλεῖστα τῶν μεταλλικῶν φαρμάκων πλυνόμενα τὰ μὲν ἅπαξ δὶς, τὰ δὲ πλεονάκις, εἰς τὰς ἀδήκτως ξηραινούσας δυνάμεις γίγνεται χρήσιμα. οὕτω μὲν οὖν οἱ κοινοὶ λόγοι, οὓς περὶ πάντων αὐτῶν ἀναγκαῖον προεγνῶσθαι· λεχθήσονται δἐφεξῆς οἱ καθἕκαστον ἴδιον κατὰ τὴν τῶν γραμμάτων τάξιν, ἀφὧν αἱ προσηγορίαι τῶν φαρμάκων ἄρχονται.
§3.2 [β΄. Περὶ ἁλῶν.] Ἅλες. εἰσὶ μὲν καὶ οὗτοι ἐκ τῆς θαλάσσης γενόμενοι κατὰ τὰς καλουμένας ἅλας, ὧν κᾀν τοῖς θαλαττίοις φαρμάκοις μνημονεύσομεν. εἰσὶ δὲ καὶ οἱ ὀρυκτοὶ καλούμενοι τῷ τῶν μεταλλικῶν φαρμάκων περιλαμβανόμενοι γένει. δύναμιν δἔχουσι παραπλησίαν ἀλλήλοις ἅπαντες οἵ τὀρυκτοὶ καὶ οἱ ἀπὸ τῆς θαλάττης, ὑπὲρ ὧν εἴρηται μὲν πρόσθεν ἐν τῷ τετάρτῳ γράμματι κατἐκεῖνον τὸν λόγον ἡνίκα τὸν ἁλυκόν τε καὶ ἁλμυρὸν χυμὸν ἀπὸ πικροῦ διωρίζομεν. εἰρήσεται δὲ καὶ νῦν ὡς μὲν ἐν τοῖς ἀφρονίτροις πικρός τέ ἐστι καὶ ῥυπτικὸς, δἐν τοῖς ἁλσὶ τοσοῦτον ἀπολείπεται κατὰ τὸ ῥύπτειν, ὅσον πλεονεκτεῖ κατὰ τὴν στύψιν. ἔστι γὰρ μικτὸς ἐκ δυοῖν ποιοτήτων, ῥυπτικῆς τε καὶ στυπτικῆς. ὅτι δἱκανῶς ἀμφότεροι ξηραίνουσιν ἐδέδεικτο καὶ πρόσθεν. ἐν τῷ μέσῳ δἀμφοῖν ἐστιν τοῦ λίτρου.
§3.3 [γ΄. Περὶ ἀρμενιακοῦ.] Ἀρμενιακὸν δύναμιν ἔχει ῥυπτικὴν ἅμα βραχείᾳ δριμύτητι καὶ στύψει βραχυτάτῃ. μίγνυται τοιγαροῦν ὡς τοιοῦτο καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, καὶ αὐτὸ δὲ καθαὑτὸ λειώσαντες καὶ χνοῶδες ἐργασάμενοι χρῶνται ξηρῷ πρὸς αὔξησιν τῶν ἐν τοῖς βλεφάροις τριχῶν, ὅταν ὑπὸ δριμύτητος χυμῶν τινὲς μὲν ἐκπίπτοντες αὐτῶν, τινὲς δὲ ἀναυξεῖς καὶ ἄτροφοι γίγνωνται. τὰς γὰρ δριμύτητας ταύτας ἐπιδαπανῆσαν εἰς τὴν κατὰ φύσιν εὐεξίαν ἐπανάγειν τὸ μόριον, οὗ τά τἄλλα καὶ τὸ φύειν καὶ αὔξειν καὶ ῥωννύναι τὰς τρίχας τῶν βλεφάρων ὑπάρχει. τινὰ μὲν γὰρ αὐτῶν ἐστιν ἄντικρυς τῶν φαρμάκων ἔργα, τινὰ δὲ διὰ μέσης τῆς τῶν ζώων σωμάτων διοικούσης φύσεως, καθάπερ καὶ τὰ τούτων αὐτῶν καλλιβλέφαρα προσαγορεύουσιν· αὐτὰ μὲν γὰρ ξηραίνει μετρίως τὰ μετρίως βεβλαμμένα μόρια, τὴν φθείρουσαν τὰς τρίχας ὑγρότητα δαπανῶντα. ταύτης δὲ ἀπολομένης φύσις ἐπὶ τὰς ἰδίας ἐνεργείας ἀφικνεῖται τῶν τέως αὐτὴν ἐμποδιζόντων οὐκέτἐνόντων.
§3.4 [δ΄. Περὶ ἀῤῥενικοῦ.] Ἀῤῥενικὴ ἀῤῥενικὸν, ἑκατέρως γὰρ ὀνομάζεται, καυστικῆς ἐστι δυνάμεως, ἄκαυτόν τε καὶ κεκαυμένον. εὔδηλον δὅτι καὶ λεπτομερέστερον γίγνεται καυθέν. χρῶνται δαὐτῷ καὶ εἰς τὰς ψιλώσεις τῶν τριχῶν ὡς ἀποκαίοντι· εἰ χρονίσειέ γε, καὶ αὐτοῦ τοῦ δέρματος ἅπτεται.
§3.5 [ε΄. Περὶ ἀφρολίτρου.] Ἀφρόλιτρον ἀφρονίτρου διαφέρει. νίτρου μὲν γὰρ ἀφρὸς ξηραντικόν ἐστι φάρμακον ἀλεύρῳ πυρίνῳ παραπλήσιος ὀφθῆναι. καὶ γὰρ καὶ λευκός ἐστιν, οὐχ ὥσπερ τὸ τῆς Ἀσίας πέτρας ἄνθος τεφρώδης. ἀφρόνιτρον δοὐκ ἀλευρῶδες οὐδὲ διαλελυμένον, ἀλλὰ πεπηγός ἐστιν καὶ συνεστὸς, πάντες οἱ ῥυπῶντες ἐν τοῖς βαλανείοις ὁσημέραι χρῶνται, ῥυπτικὴν ἔχοντι δύναμιν, ὡς μὴ μόνον ἀποσμῆξαι ῥύπον, ἀλλὰ καὶ κνησμὸν ἰάσασθαι, διαφορουμένων ὑπαὐτοῦ τῶν ἐργαζομένων αὐτὸν ἰχώρων. εἰκότως οὖν διαὐτοῦ σκευάζουσιν ἰατροὶ πολλὰ τῶν διαφορούντων φαρμάκων. δἀφρὸς τοῦ νίτρου τῆς αὐτῆς μέν ἐστι φύσεως καὶ δυνάμεως τῷ νίτρῳ, λεπτομερεστέραν δἔχει τὴν οὐσίαν. ἐῤῥέθη γε μὴν ὀλίγον ἔμπροσθεν ἐν τῷ μεταξὺ κατὰ τὴν δύναμιν εἶναι τὸ ἀφρόλιτρον ἀφρονίτρου τε καὶ ἁλῶν. ἀφρολίτρῳ μὲν γὰρ ῥυπτικὴ δύναμις ὑπάρχει μόνη, τοῖς δἁλσὶ καὶ στυπτικὴ, πολὺ πλείων δὲ ῥυπτική.
§3.6 [στ΄. Περὶ γύψου.] Γύψος καὶ αὐτὴ πρὸς τῇ κοινῇ πάντων τῶν γεωδῶν σωμάτων καὶ λιθωδῶν δυνάμει, καθἣν ἐλέγετο ξηραίνειν, ἔτι καὶ τοῦτο προσείληφεν, ὅτι ἐμπλαστικῆς τἐστὶ δυνάμεως. ἑνοῦται γὰρ αὐτὴ πρὸς αὑτὴν καὶ πήγνυται καὶ λιθοῦται βρεχεῖσα, διὸ καὶ τοῖς πρὸς αἱμοῤῥαγίαν ἁρμόττουσι φαρμάκοις ξηροῖς μίγνυται χρησίμως. αὐτὴ γὰρ μόνη καθαὑτὴν λιθώδης γίγνεται καὶ σκληρὰ πηγνυμένη, καὶ διὰ τοῦτο ἐπενόησα δεύειν αὐτὴν ὠοῦ τῷ λεπτῷ καὶ λευκῷ, τῷ πρὸς τὰς ὀφθαλμίας χρησίμῳ, μιγνὺς ἀλεύρου πυρίνου τὸ χνοωδέστατον, προσίζει τοῖς τοίχοις  κατὰ τοὺς μύλωνας. ἀναλαμβάνειν δὲ χρὴ τὸ οὕτως φυραθὲν ἁπαλαῖς ταῖς θριξὶν λαγῴαις, καί τισι τῶν ὁμοίως μαλακῶν.
§3.7 [ζ΄. Περὶ γύψου κεκαυμένης.] Καυθεῖσα δὲ γύψος τὸ μὲν ἐμπλαστικὸν οὐχ ὁμοίως ἔχει, λεπτομερεστέρα δὲ καὶ ξηραντικωτέρα γίγνεται, καὶ μέντοι καὶ ἀποκρουστικὴ, καὶ μάλισθὅταν ὀξυκράτῳ δευθῇ.
§3.8 [η΄. Περὶ διφρυγοῦς.] Διφρυγὲς μικτῆς ἐστι ποιότητος καὶ δυνάμεως. ἔχει γάρ τι καὶ μετρίως στῦφον ἐν αὑτῷ καὶ δριμὺ μετρίως, διὸ καὶ τῶν κακοήθων ἑλκῶν ἀγαθόν ἐστι φάρμακον. ἐκόμισα δὲ καὶ τούτου τοῦ φαρμάκου πολύ τι πλῆθος ἐκ τῶν ἐν Κύπρῳ Σόλων, ἔνθα τὸ μέταλλόν ἐστιν, ὡς ἀπὸ σταδίων τῆς πόλεως τριάκοντα. ἔῤῥιπτο γὰρ ἐν τῷ μεταξὺ τόπῳ τοῦ τε προκειμένου κατὰ τὸ μέταλλον οἴκου καὶ τῆς ὑποκειμένης αὐτῷ κώμης. δὲ προεστὼς ἐπίτροπος τοῦ μετάλλου τὸ μετὰ τὴν. καδμείαν εὑρισκόμενον ἄχρηστον ἔλεγεν ὑπάρχειν αὐτὸ, διὸ καὶ ῥίπτεσθαι παραπλησίως τῇ κατὰ τὰς ἑστίας τέφρᾳ τῶν καόντων ξύλων. πολύχρηστον δἱκανῶς ἐγένετό μοι τὸ φάρμακον τοῦτο πρός τε τὰ κατὰ τὸ στόμα σηπεδονώδη τῶν ἑλκῶν, αὐτό τε καθαὑτὸ καὶ μετὰ μέλιτος ἀπηφρισμένον καὶ πρὸς συνάγχην, ὅταν ἤδη φθάνῃ διὰ τῶν στυφόντων ἀνεσταλμένον τὸ ἐπιῤῥέον. καὶ γαργαρεῶνα δὲ ἀποτεμὼν αὐτῷ μόνῳ παραχρῆμά τε καὶ μέχρι συνουλώσεως ἐχρησάμην, πολλάκις ἐσφραγισμένην ἀκριβῶς οὐλὴν ἐργαζομένῳ καὶ τούτου τοῦ μορίου καὶ πάντων τῶν ἑλκωθέντων. οὕτω δὲ καὶ κατὰ τῶν ἐν αἰδοίοις τε καὶ ἕδρᾳ πάντων ἑλκῶν. δὲ χρῆσις ὁμοία τοῖς κατὰ τὸ στόμα. καὶ γὰρ καὶ χαίρει πως τοῖς αὐτοῖς φαρμάκοις τὰ μέρη θερμὰ καὶ ὑγρὰ παραπλησίως ὄντα. προσάπτεται δὲ τοιοῦτος λόγος ἤδη καὶ τῆς περὶ συνθέσεως φαρμάκων πραγματείας. ἐάσαντες οὖν αὐτὸν ἐπὶ τὸ προσκείμενον ἴωμεν, αὐτὴν τὴν καθόλου δύναμιν ἑκάστου λέγοντες φαρμάκου, ὥσπερ καὶ τοῦ διφρυγοῦς εἴπομεν. προσθήσω δή τι τῷ καταὐτὸ λόγῳ χρήσιμον οὐ περὶ διφρυγοῦς μόνον γινώσκειν, ἀλλὰ καὶ περὶ Λημνίας σφραγῖδος καὶ πομφόλυγος καὶ ὀποβαλσάμου καὶ λυκίου τοῦ Ἰνδικοῦ. τούτων γὰρ ἔμαθον ἔτι μειράκιον ὢν σκευασίας, ἀδιάγνωστον τὸ σκευασθὲν ἐργαζόμενος τῶν ἀληθινῶν. ἦν δὲ διδάξας ἄνθρωπος ἐπὶ μισθῷ μεγάλῳ περιεργότατος οὐκ ἐς ταῦτα μόνον, ἀλλὰ καὶ ἄλλα παραπλήσια. διὰ τοῦτο τοιγαροῦν ἔς τε Λῆμνον καὶ Κύπρον καὶ τὴν Παλαιστίνην Συρίαν ἐσπούδασα πορευθεὶς ἑκάστου· τῶν φαρμάκων τούτων πολὺ πλῆθος εἰς ὅλον ἐμαυτοῦ παραθέσθαι τὸν βίον, ἀλλὰ καὶ τὸ λύκιον τὸ Ἰνδικὸν ἀρτίως ἐνηνεγμένον ἐς Φοινίκην ἅμα τῇ Ἰνδικῇ ἀλόῃ κατἐκεῖνον τὸν χρόνον εὐτύχησα λαβεῖν, ἡνίκα τὴν ἀπὸ τῆς Παλαιστίνης ὁδὸν ἐπανῄειν, αὐτῷ τε τῷ κεκομίσθαι διὰ τῶν καμήλων, σὺν τῷ παντὶ φορτίῳ, πεισθεὶς Ἰνδικὸν ὑπάρχειν αὐτὸ καὶ τῷ τὸ νοθευόμενον οὐ δύνασθαι πρὸς τῶν κομιζόντων γινώσκεσθαι, τῆς ὕλης ἐξ ἧς σκευάζεται κατὰ τοὺς τόπους ἐκείνους μὴ γεννωμένης. ἄμεινον δἔδοξέ μοι οὐδαμῶς γράφειν τὰς τῶν νόθων συνθέσεις, τῶν πονηρῶν ἀνθρώπων ἕρμαιον ἡγουμένων τὰ τοιαῦτα μανθάνειν. οὐδὲ γὰρ ἀναγκαῖον ἅμα τοῖς διαγνώσεσιν τῶν ἀληθινῶν καὶ γνησίων τὰς τῶν νόθων συνθέσεις γινώσκειν, μηδέν γε συντελούσας εἰς τὴν διάγνωσιν αὐτῶν. ἐβουλόμην δἂν, εἴ μοι δυνατὸν ἦν, καὶ τὰς παρὰ τοῖς ἐμοῦ πρεσβυτέροις τῶν παραπεποιημένων φαρμάκων σκευασίας ἀπαλεῖψαι.
§3.9 [θ΄. Περὶ θείου.] Ἅπαν μὲν θεῖον ἑλκτικῆς ἐστι δυνάμεως, θερμὸν μὲν τῇ κράσει, λεπτομερὲς δὲ κατὰ τὴν οὐσίαν ὑπάρχον, ὡς καὶ πρὸς πολλὰ τῶν ἰοβόλων ἀνθίστασθαι. ἔγωγοὖν ἐπί τε τρυγόνος θαλασσίας καὶ δράκοντος ἐχρησάμην αὐτῷ πολλάκις, ἁλιεῖς τέ τινας διδάξας ἤκουσα μετὰ χρόνον αὐτῶν ἐπαινούντων μεγάλα τὸ φάρμακον. δὲ χρῆσις γίνεται καὶ ξηροῦ κατὰ τοῦ νύγματος ἐπιπαττομένου τοῦ φαρμάκου καὶ σιάλου μεμιγμένου. καὶ γὰρ καὶ τοῦτο ἐπινοήσας εὗρον ὑπὸ τῆς πείρας μαρτυρούμενον, ἐπενόησα δὲ καὶ διοὔρου δευθὲν αὐτὸ ποιήσειν. εὐπόριστα γὰρ ἁλιεῖς ὅλως ἐδίδασκον φάρμακα, καὶ σὺν ἐλαίῳ δὲ παλαιῷ καὶ σὺν μέλιτι καὶ σὺν ῥητίνῃ τερμινθίνῃ καλῶς ἂν ἔφην αὐτοὺς χρήσασθαι. καὶ μέντοι καὶ πάντων τούτων πεῖρα τὴν κρίσιν ἐποιήσατο. καὶ ψώρας δὲ καὶ λειχῆνας καὶ λέπρας οὐκ ὀλιγάκις ἰασάμην τῷ φαρμάκῳ τῷδε, μετὰ ῥητίνῃ τερμινθίνῃ. ἀποῤῥύπτει γὰρ τὰ τοιαῦτα πάντα πάθη χωρὶς τοῦ πρὸς τὸ βάθος ἀποκρούεσθαι, πολλῶν ἄλλων φαρμάκων τῶν ἰωμένων αὐτὰ μικτὴν ἐχόντων δύναμιν ὡς διαφορεῖν τε καὶ ἀποκρούεσθαι.
§3.10 [ι΄. Περὶ ἰοῦ.] Ἰὸς δριμεῖαν ἔχει γευομένοις ποιότητα διαφορητικός τε καὶ καθαιρετικὸς καὶ τηκτικὸς ὢν οὐχ ἁπαλῆς μόνον, ἀλλὰ καὶ σκληρᾶς σαρκός. εἴρηται δἐν τοῖς ἔμπροσθεν ὡς ἔνιοι πολλὰ τῶν τοιούτων φαρμάκων ἐπουλωτικὰ καλοῦσιν, ἐπειδὴ λειώσαντες αὐτὸν καὶ χνοώδη ποιήσαντες, ἅπτονται τῶν ὑπερσαρκούντων ἑλκῶν διὰ μήλης πυρῆνος. εἶτα καὶ τὴν ὑστεραίαν εὑρίσκουσιν προσεσταλμένα, καίτοι γε γινώσκοντες ὡς εἰ βραχεῖ πλέον ἐπιθεῖεν, οὐ κατεσταλμένον, ἀλλὰ καὶ καταβιβρωσκόμενον εὑρήσουσι τὸ ἕλκος· τήκει γὰρ καὶ διαφορεῖ τὴν σάρκα, τῶν ἐπουλωτικῶν φαρμάκων συναγόντων τε καὶ πιλούντων καὶ σφιγγόντων καὶ τυλούντων αὐτήν. ἔστι δὲ καὶ τῇ γεύσει δακνώδης, οὐ μόνον τοῖς ἕλκεσιν ἰός. εἰ δέ τις μίξειεν ὀλίγον κηρωτῇ  πολλῇ, ῥυπτικὸν ἀδήκτως γίνεται τὸ μικτὸν ἐξ ἀμφοῖν. εἴρηται δἔμπροσθεν ὑπὲρ τῆς φύσεως τῶν τοιούτων φαρμάκων, ὅπως τε παραλογίζονταί τινες ἑαυτοὺς ἐκ τῶν τοιούτων συνθέσεων, ἤτοι σαρκωτικὴν ἐπουλωτικὴν δύναμιν οἷς οὐ χρὴ προσάπτοντες φαρμάκοις, οὐκ αὐτοῖς τοῦτο ποιεῖν πεφυκόσιν, ἀλλὰ τοῖς ἐξ αὐτῶν συντελοῦσιν συγκειμένοις.
§3.11 [ια΄. Περὶ καδμείας.] Καδμεία γίνεται μὲν καὶ κατὰ τὴν ἐν ταῖς καμίνοις γένεσιν τοῦ χαλκοῦ, τῆς γῆς ὅλης ἐκείνης ἐξ ἧς χαλκὸς γεννᾶται κατὰ τὴν καμινείαν ἀναπεμπούσης εἰς ὕψος οἷον αἴθαλόν τινα ἄσβολον, αἰθάλην γε καὶ ἀσβόλην, ὡς ἂν ἐθέλῃ τις καλεῖν. εἰ δοὐ γῆν, ἀλλὰ λίθον ἐθέλεις καλεῖν, ἐξ οὗ διακρινομένου κατὰ τὰς καμίνους τὸ μέν τι χαλκὸς γίνεται, τὸ δὲ καδμεία, τὸ δὲ διφρυγὲς, διαφερέτω μηδέν. γίγνεται δὲ καὶ ἐν τοῖς ἀργυρίοις μετάλλοις κατὰ τὴν ὁμοίαν διάκρισιν γένεσιν ὅπως ἂν ἐθέλῃς ὀνομάζειν. ἀλλὰ καὶ τοῦ πυρίτου λίθου καμινευομένου γίγνεται καδμεία. καὶ χωρὶς δὲ καμίνου καδμεία κατὰ Κύπρον εὑρίσκεται, καὶ δικαίως ἄν τις τὴν τοιαύτην ὀνομάζοι λίθον. ἐν γοῦν τοῖς Σόλοις τῆς ἐν ταῖς καμινείαις γεννωμένης καδμείας ὀλίγιστον ἦν ἔτι καθὃν ἐγὼ χρόνον ἐπεδήμησα τῇ νήσῳ. λίθους δὲ λαβὼν παρὰ τοῦ τοῖς μετάλλοις ἐπιτεταγμένου κατά τε τὰ ὄρη καὶ τοὺς ῥύακας εὑρισκομένους, οὓς εἰς Ἀσίαν τε καὶ Ἰταλίαν κομίσαντός μου, μέγιστον δῶρον ἐδόκουν οἱ φίλοι λαμβάνειν, ὡς τῆς ἄλλης καδμείας ἐκείνην οὖσαν ἀμείνονα. τὴν τοιαύτην μὲν οὖν εἰκότως ἄν τις ὀνομάζοι λιθώδη καδμείαν, τῆς δὲ καμινευομένης μέν τις βοτρυῗτις, δὲ πλακῖτις ὑπὸ τῶν ἰατρῶν καλεῖται· βοτρυῗτις μὲν ἐν τοῖς ὑψηλοτέροις μέρεσι τῶν οἴκων ἀθροιζομένη κατὰ τὰς καμινείας, πλακῖτις δὲ ἐν τοῖς ταπεινοτέροις. καὶ πρόδηλον ὅτι λεπτομερεστέρα μὲν βοτρυῗτίς ἐστι, παχυμερεστέρα δὲ πλακῖτις, ἀμφότεραι δὲ ξηραντικῆς δυνάμεως, ὥσπερ καὶ τἄλλα τὰ μεταλλευόμενά τε καὶ λιθώδη καὶ γεώδη. πρὸς δὲ τῇ ξηραντικῇ καὶ τὴν ῥυπτικὴν μετρίως ἔχει. γε μὴν ἐκ τῶν καμίνων ἐξ ἀνάγκης ἔχει τι καὶ τῆς τοῦ πυρὸς δυνάμεως. εἰκότως οὖν πλύνοντες αὐτὴν φάρμακον ἐργάζονται ξηραῖνόν τε καὶ ῥύπτον μετρίως ἄνευ δήξεως ὡς εἰς τὰ πληρώσεως ἕλκη δεόμενα κατά τε τοὺς ὀφθαλμοὺς καὶ τὸ πᾶν σῶμα χρήσιμον. τὰ δὲ λίαν ὑγρὰ τῶν ἑλκῶν σηπεδονώδη κατὰ μὲν τὰ πάνυ μαλακὰ τῶν σωμάτων, οἷα τὰ τῶν εὐνούχων τε καὶ παίδων καὶ γυναικῶν ἐστιν, ὀνίνησιν τοιαύτη καδμεία· κατὰ δὲ τὰ σκληρὰ καὶ σύντονα τῶν εὐτονώτερον ξηραινόντων ἐστὶ χρεία φαρμάκων. ἀεὶ τοίνυν χρὴ μεμνῆσθαι πρὸς τὴν εὔκρατόν τε καὶ μέσην τῶν ὑπερβολῶν φύσιν ἀναφέρεσθαι τὸν λόγον ἐν ἅπασι τοῖς ἁπλῶς λεγομένοις, οἷον ὅτε εἴπωμεν ἤτοι πληρωτικὸν ἑλκῶν ἐπουλωτικὸν εἶναι φάρμακον, ἄλλο ὁτιοῦν ἄλλο ποιοῦν, πρὸς ἣν καὶ ἡμεῖς νῦν ἀναφέροντες ξηραντικὴν καὶ βραχέως ῥυπτικὴν τῇ καδμείᾳ τὴν δύναμιν εἶναί φαμεν, ἐν δὲ τῇ κατὰ θερμότητά τε καὶ ψύξιν διαφορᾷ σύμμετρός πώς ἐστιν οὐδέτερον ἐπιφανῶς ἐργαζομένη.
§3.12–3.28
§3.12 [ιβ΄. Περὶ κινναβάρεως.] Κιννάβαρι δριμείας μετρίως δυνάμεώς ἐστιν, ἔχει δέ τι καὶ στύψεως.
§3.13 [ιγ΄. Περὶ κισσήρεως.] Κίσσηρις ἐάν τἐν τοῖς μεταλλευτοῖς τάξῃς αὐτὴν, ἐγκαλέσουσιν οἱ φιλεγκλήμονες, ἄν τἐν τοῖς λίθοις, οὐ συγχωρήσουσι λίθον εἶναι, πολὺ δὲ μᾶλλον οὐδὲ γῆν, οὐδὲ τῶν ἐκ θαλάττης τι. καὶ μὴν δεῖ ποτε περὶ αὐτῆς εἰπεῖν, ἐμβαλλομένης εἴς τε τὰ σαρκωτικὰ φάρμακα καὶ τὰ τῶν ὀδόντων ῥυπτικά. τοῦτο μὲν οὖν ἀκαύτου, τοῦτο δὲ κεκαυμένης, ἡνίκα καὶ λεπτομερεστέρα γίνεται τοῖς ἄλλοις τοῖς κεκαυμένοις ἅπασι παραπλησίως, ἀλλἐν τῇ καύσει προσλαμβάνει τι δριμὺ, καὶ ἀποτίθεταί γε πάλιν αὐτὸ πλυνομένη. δόξειε δἂν τοὺς ὀδόντας λαμπρύνειν οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ τῇ τραχύτητι, καθάπερ εἰ καὶ σμύριν ὄστρακον τι τοιοῦτον λειώσας προσφέροις, ἅτινα καὶ αὐτὰ λαμπρύνει τάχα κατἄμφω, διότι τε ῥυπτικὸν ἔχει τι καὶ τῇ τραχύτητι. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ κεκαυμένα κέρατα λαμπρυντικὰ τῶν ὀδόντων ἐστίν.
§3.14 [ιδ΄. Περὶ κονίας τῆς ἐκ τῆς τέφρας.] Κονία. τῆς τέφρας πλυθείσης κονία γίνεται, τέφραν δὲ τὸ ὑπόλειμμα τῶν κεκαυμένων σωμάτων ὀνομάζουσιν οἱ Ἕλληνες, ἐάν τε λιθώδη τὴν φύσιν, ἐάν τε δένδρων ζώων μόρια. κατὰ τὴν φύσιν οὖν τοῦ πλυνομένου καὶ κονία γίνεται, τοῦ μὲν ἐμπύρευμα δριμύτατον ἔχοντος δριμυτάτη, τοῦ δὲ μὴ τοιούτου μετριωτέρα, διὸ καὶ ταῖς σηπταῖς λεγομέναις δυνάμεσι μίγνυται καυστικὴν ἔχουσα θερμότητα, τῷ λεπτομερεῖ τῆς οὐσίας ἀνωδύνως κάουσα.
§3.15 [ιε΄. Περὶ κυανοῦ.] Κυανὸς εἴτἀρσενικῶς εἴτε θηλυκῶς ἐθέλεις ὀνομάζειν τὸ φάρμακον τοῦτο, δριμείας ἐστὶν δυνάμεως, καθαιρετικῆς τε καὶ διαφορητικῆς πλέονος κατὰ τὸ κιννάβαρι· μετέχει δὲ καὶ στύψεως.
§3.16 [ιστ΄. Περὶ λεπίδος τῆς ἀπὸ χαλκοῦ καὶ σιδήρου καὶ στομώματος.] Λεπὶς μέν τίς ἐστι. χαλκοῦ πολύχρηστον φάρμακον, δέ τις σιδήρου τε καὶ στομώματος. ὀνομάζουσι δέ τινες καὶ ἡλῖτιν λεπίδα. ξηραίνουσι μὲν οὖν ἰσχυρῶς ἅπασαι, διαφέρουσι δἀλλήλων αὐτῷ τε τῷ ξηραίνειν ἧττόν τε καὶ μᾶλλον καὶ τῷ παχυμερεστέρας λεπτομερεστέρας οὐσίας εἶναι καὶ τῷ στύψεως μετέχειν ἧττόν τε καὶ μᾶλλον. μὲν οὖν ἡλῖτις ἐν τῷ ξηραίνειν πρωτεύει. καὶ  γὰρ καὶ λεπτομερεστέρα τῶν ἄλλων ἐστὶν, προσειληφυῖά τι καὶ ἰοῦ, στύψεως δὲ πλείονος τοῦ σιδήρου μετέχει λεπὶς, καὶ ταῦτἔτι μᾶλλον τοῦ στομώματος, διὸ καὶ πρὸς τὰ κακοήθη τῶν ἑλκῶν ἀμείνους εἰσὶ τῆς τοῦ χαλκοῦ. καθαιρεῖ δὲ καὶ τήκει σάρκα μᾶλλον τοῦ χαλκοῦ, ταύτης δἔτι μᾶλλον ἡλῖτις. ἅπασαι δὲ λεπίδες δακνώδεις εἰσὶν οὐκ ἀγγεννῶς, καὶ δῆλον ὡς τῆς οὐσίας αὐτῶν σύστασις οὐ πάνυ τι λεπτομερής ἐστιν, ἀλλὰ παχυμερὴς μᾶλλον. ἀδηκτότερον γὰρ ἀεὶ τῶν τὴν αὐτὴν δύναμιν ἐχόντων ἐστὶ τὸ λεπτομερέστερον, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐδείχθη.
§3.17 [ιζ΄. Περὶ λιθαργύρου.] Λιθάργυρος ξηραίνει μὲν ὥσπερ καὶ τἄλλα πάντα τὰ μεταλλικά τε καὶ γεώδη καὶ λιθώδη φάρμακα, μετριώτατά γε μὴν τοῦτο ποιεῖ. καὶ κατὰ τὰς ἄλλας δὲ ποιότητάς τε καὶ δυνάμεις ἐν τῷ μέσῳ πώς ἐστιν, οὔτε θερμαίνουσα σαφῶς οὔτε ψύχουσα καὶ τοῦ στύφειν τε καὶ ἀποῤῥύπτειν μετρίως μετέχει. διὸ καὶ τῶν σαρκωτικῶν φαρμάκων, μετρίως ἐδείχθη ῥυπτικὰ, λείπεται καὶ τῶν συναγόντων δὲ καὶ στυφόντων. πρὸς δὲ τὰ κατὰ μηροὺς παρατρίμματα χρήσιμόν ἐστι φάρμακον, ἐπειδὴ βραχέως ἀμφοτέρων τῶν εἰρημένων μετέχει δυνάμεων. τῆς μέσης οὖν τάξεως εἰκότως ἂν ἐν τοῖς μεταλλικοῖς νομίζοιτο. διὸ καὶ ὡς ὕλῃ χρώμεθα πολλάκις αὐτῇ, μιγνύντες τοῖς ἰσχυρὰν ἔχουσι δύναμιν δάκνουσαν στύφουσαν τι ἄλλο ποιοῦσαν, ὥσπερ κᾀν τοῖς τηκτοῖς τῷ κηρῷ χρώμεθα πρὸς τὰ πλεῖστα τῶν φαρμάκων ὥσπερ ὕλῃ τινί. διότι καὶ αὐτὸς ἐν τῷ μέσῳ πως τέτακται τῶν ἰσχυρὰν ἐχόντων δύναμιν.
§3.18 [ιη΄. Περὶ νίτρου.] Νίτρον εἴρηται καὶ πρόσθεν ἐν τῷ μεταξὺ τοῦ ἀφρονίτρου τε καὶ ἁλῶν δυνάμεως εἶναι, καυθὲν δἐγγυτέρω γίγνεται τῷ ἀφρονίτρῳ, λεπτομερέστερον δἐκ τῆς καύσεως ἀποτελούμενον. ξηραίνει τοιγαροῦν καὶ διαφορεῖ καὶ, εἰ εἴσω τοῦ σώματος ληφθείη, τέμνει καὶ λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς πολὺ μᾶλλον τῶν ἁλῶν. ἀφρόνιτρον δεἰ μὴ μεγάλης ἀνάγκης οὔσης οὐδὲ καταπίνει τις ὡς ἂν κακοστόμαχον ὂν, ἐπεί τοι μᾶλλόν ἐστι νίτρου τμητικόν. ἐπὶ γοῦν μυκήτων πνιγόντων ἐχρῆτό τις ἀγροῖκος αὐτῷ καὶ διὰ παντὸς εὐδοκίμει. νίτρῳ δὲ κεκαυμένῳ τε καὶ ἀκαύστῳ καὶ ἔτι μᾶλλον αὐτοῦ τῷ ἀφρῷ καὶ ἡμεῖς ἐπὶ τοιούτων χρώμεθα.
§3.19 [ιθ΄. Περὶ μελαντηρίας.] Μελαντηρία τῶν στυφόντων ἱκανῶς ἐστι φαρμάκων, μετὰ τοῦ καὶ λεπτομερὴς εἶναι σχεδὸν ἁπάντων τῶν στυφόντων μάλιστα.
§3.20 [κ΄. Περὶ μέλανος γραφικοῦ.] Μέλαν γράφομεν, ἱκανῶς καὶ τοῦτο ξηραίνει λυόμενον ὕδατι. καὶ τὰ πυρίκαυτα δὲ τῶν ἑλκῶν παραχρῆμα καταχριόμενον ὀνίνησιν. εἰ δὲ καὶ ὄξους ἔχει, πολὺ μᾶλλον.
§3.21 [κα΄. Περὶ μίσυος.] Μίσυ. κατὰ τὸ μέταλλον ἐν Κύπρῳ τὸ προειρημένον ἐν τοῖς τῶν Σόλων ὄρεσι μέγας τις ἦν οἶκος, οὗ κατὰ τὸν δεξιὸν τοῖχον, ὡς πρὸς ἡμᾶς δὲ τοὺς εἰσιόντας ἀριστερὸν, εἴσοδος ἦν εἰς αὐτὸ τὸ μέταλλον, ἐν τινας ἐθεασάμην ἐπὶ πλεῖστον ἐκτεταμένας οἷον ζώνας ἐπἀλλήλαις τρεῖς, ταπεινοτάτην μὲν τὴν τοῦ σώρεως, ἐπαὐτῇ δὲ τὴν τῆς χαλκίτεως, εἶτα τοῦ μίσυος. δὲ κατἐκεῖνον τὸν καιρὸν ἐπίτροπος τοῦ μετάλλου, δεικνύς μοι ταῦτα, καθάπερ, ἔφη, νῦν ἥκεις ἐν πενίᾳ τῆς καμινευομένης καδμείας ὄντων ἡμῶν, οὕτω ἐν πλούτῳ θαυμαστῷ τὰ τρία ταῦτα ὁρᾷς καθεστηκότα. καὶ τοίνυν καὶ λαβὼν ἐξ αὐτοῦ πάμπολυ πρῶτον μὲν εἰς τὴν Ἀσίαν, ἐκεῖθεν δεἰς τὴν Ῥώμην ἐκόμισα καὶ μέχρι νῦν ἔσχον ἐτῶν μεταξὺ γενομένων ὡς λ΄. καὶ κατά τινα τύχην προκειμένη πραγματεία μέχρι μὲν τῆς ὀγδόης βίβλου προῆλθεν, ὡς πρὸ ἐτῶν εἴκοσιν, οὐ προστεθέντος αὐτῇ τοῦ ἐννάτου τούτου, διὰ τὸ τινὰς μὲν τῶν λίθων μηδέπω τεθεᾶσθαι. καὶ μέντοι καὶ τὰς μεταξὺ γενομένας ἀσχολίας ἑτέρων ἕνεκα. νυνὶ δὲ προστεθέντος μου τὸ ἔννατον τοῦτο βιβλίον, ἐν τῷ μεταξὺ συνέβη τι θέαμα κατὰ τύχην κάλλιστον, ὅπερ ἐξεπίτηδες ἄν τις αὐτὸς ἐτεχνήσατο. δεηθεὶς γὰρ εἴς τι φάρμακον σκευαζόμενον μίσυος, ἀνειλόμην ὡς χειροπληθῆ βῶλον, οὐ πάνυ τι τοιαύτην σύστασιν ἴσχοντος τοῦ μίσυος, ἀλλὰ κατὰ μικρὰς ἑνώσεις διαλυομένου. θαυμάσας οὖν τὴν ἀήθη πύκνωσιν αὐτοῦ καὶ θλάσας τὴν βῶλον, εὗρον ἐπιπολῆς μὲν ἐν κύκλῳ τὸ μίσυ καθάπερ ἐπάνθισμά τι τοῦ ἔνδον. ἐπαὐτῷ δὲ μεταξὺ χαλκίτεώς τε καὶ μίσυος οἷον ἡμίῤῥοπός τις ἐκ χαλκίτεως εἰς μίσυ μεταβολή. τὸ γὰρ ἐξ ἀρχῆς βῶλος ἦν χαλκίτεως. ὅσον δἐν τῷ βάθει χαλκῖτις ἀκριβὴς ἦν, ἔτι μηδεμίαν ἀλλοίωσιν ἐσχηκυῖα. τοῦτοὖν θεασάμενος, ἐννοήσας τε καὶ κατὰ τὸ μέταλλον, οὕτως ἐπὶ τῇ χαλκίτιδι γεννᾶσθαι τὸ μίσυ, καθάπερ τὸν ἰὸν ἐπὶ τῷ χαλκῷ, τὸ διασωζόμενον ἔτι παρἐμοὶ τοῦ σώρεως, ἐσκοπούμην εἴ τινα μεταβολὴν εἰς χαλκῖτιν λαμβάνοι καὶ βραχεῖά τις ὑπόφασις ἐφάνη τάχα καὶ αὐτὴ χρόνῳ πολλῷ δυνησομένη τὴν μεταβολὴν εἰς χαλκῖτιν ἔχειν, ὥστοὐδὲν θαυμαστὸν ὁμογενοῦς εἶναι δυνάμεως τὰ τρία φάρμακα, τὸ σῶρυ λέγω καὶ τὴν χαλκῖτιν καὶ τὸ μίσυ, διαφέροντα λεπτομερείᾳ τε καὶ παχυμερείᾳ. παχυμερέστατον μὲν γὰρ ἐν αὐτοῖς τὸ σῶρυ, λεπτομερέστατον δὲ τὸ μίσυ, μέσην δἀμφοῖν δύναμιν χαλκῖτις ἔχει. καίονται πάντα τὰ τρία καὶ τὰς καλουμένας ἐσχάρας ἐργαζόμενα, μετέχει γε μὴν καίτοι καίοντα στύψεως. ἧττον δἐν τῷ προσφέρεσθαι ταῖς σκληραῖς  σαρξὶ δάκνει τὸ μίσυ τῆς χαλκίτεως, καίτοι γε οὐχ ἧττον αὐτῆς ὂν θερμὸν, ἀλλἐκ τοῦ κατὰ τὴν οὐσίαν λεπτομεροῦς ἔχει τοῦτο. χυτῶν δὄντων ἀμφοτέρων ἐν ταῖς ἑψήσεσιν, καὶ μᾶλλόν γε τῆς χαλκίτεως τοῦ μίσυος, οὐ τήκεται τὸ σῶρυ, διὰ τὸ λιθωδεστέραν τε καὶ σφοδροτέραν ἔχειν τὴν πῆξιν, ὥσπερ αὖ πάλιν τὸ μίσυ τῷ κατειργάσθαι διὰ τῆς συμφύτου θερμότητος, ξηρότερον ὂν τῆς χαλκίτεως, εἰκότως δὲ καὶ δυστηκτότερόν ἐστιν.
§3.22 [κβ΄. Περὶ μολυβδαίνης.] Μολύβδαινα λιθαργύρῳ παραπλησίαν ἔχει δύναμιν, ἀποκεχωρηκυῖα βραχύ τι τῆς μέσης κράσεως ἐπὶ τὸ ψυχρότερον, ἀλλοὐδὲ ῥυπτικῆς μετέχει δυνάμεως, ἔστι δἄμφω τὰ φάρμακα τηκτὰ καὶ οὐχ ὥσπερ οἱ λίθοι καὶ καδμεία καὶ ψάμμος ἄτηκτα. ταχίστη δαὐτῶν τῆξις γίνεται προσλαβόντος ὄξους τοῦ ἐλαίου. τήκεταί γε μὴν καὶ εἰ ὕδωρ μίξας ἐπιπλεῖστον ἑψήσαις. ὥσπερ δἐν Κύπρῳ τὴν ἐν τοῖς ὄρεσιν καὶ ῥύαξι γεννωμένην καδμείαν ἔλαβον οὖσαν, ὡς ἔφην, εἶδός τι λίθου, κατὰ τὸν αὐτὸν τρόπον καὶ μολύβδαιναν, ἐῤῥιμμένην παμπόλλοις ἅμα τοῖς ἄλλοις λίθοις ἐθεασάμην κατὰ τὴν εἰς Ἐργαστήρια φέρουσαν ὁδὸν ἀπὸ Περγάμου. καλεῖται δἘργαστήρια κώμη τις, ἐν καὶ μέταλλά ἐστι, μεταξὺ Περγάμου καὶ Κυζίκου, σταδίους ἀπέχουσα Περγάμου τετρακοσίους τεσσαράκοντα.
§3.23 [κγ΄. Περὶ μολύβδου.] Μόλυβδος δυνάμεώς ἐστι ψυκτικῆς. ἔχει γὰρ οὐ μόνον ὑγρὰν οὐσίαν πολλὴν ὑπὸ ψύξεως πεπηγυῖαν, ἀλλὰ καὶ ἀερώδη, τῆς γεώδους ὀλίγης μετέχων. ὅτι μὲν οὖν ὑγρὰν οὐσίαν ἔχει πλείστην ὑπὸ ψύξεως πεπηγυῖαν γινομένη διὰ ταχέων, ἐπειδὰν ὁμιλήσῃ πυρὶ, χύσις τε καὶ ῥύσις αὐτῷ γινέσθω σοι τεκμήριον. ὅτι δὲ καὶ ἀερώδη, σημεῖον τόδἐστίν. μόλυβδος μόνος μόνος ὧν ἴσμεν αὐξάνεται καὶ ὄγκῳ καὶ σταθμῷ, κατατιθέμενος ἐν οἴκοις καταγείοις ἀέρα θολερὸν ἔχουσιν, ὡς εὐρῶτος πληροῦσθαι ταχέως τὰ καταὐτοὺς κείμενα· καὶ οἱ τοὺς πόδας δὲ τῶν ἀνδριάντων συνδοῦντες τοῖς λίθοις μόλυβδοι πολλάκις ὤφθησαν ηὐξημένοι. καί τινες εἰς τοσοῦτον ᾔρθησαν ὄγκον, ὡς. ἀποκρεμάννυσθαι τῶν λίθων ὁμοίως κρυστάλλῳ. ταῦτα μὲν οὖν πιθανὰ πρὸ τῆς πείρας γνωρίσματα τῆς ὑγρότητός τι καὶ ψύξεως αὐτοῦ. τὰ δἐπιστημονικά τε καὶ βέβαια διὰ τῆς πείρας γινώσκεται. θυίαν γοῦν σκευάσας ἐκ μολύβδου, μετὰ δοίδυκος μολυβδίνου βαλὼν εἰς αὐτὴν, τι ἂν ἐθέλοις ὑγρὸν, εἰ τρίβοις, ὡς ἀνεῖναι χυλόν τινα τόν τε δοίδυκα καὶ τὸν μόλυβδον, τὸ γεννώμενον ἐξ ἀμφοῖν εὑρήσεις πολὺ ψυχρότερον τὴν δύναμιν τὸ ὑγρὸν ἐτύγχανεν ὄν. ἔξεστι δἐμβάλλειν σοι καὶ ὕδωρ καὶ οἶνον λεπτὸν ὑδατώδη καὶ ἔλαιον καὶ πᾶν ὁτιοῦν τοιοῦτον. εἰ δὲ καὶ μᾶλλον βούλοιο τὸν χυλὸν ἐμψυκτικὸν ποιῆσαι, τὸ ἔλαιον ὀμφάκινον ῥόδινον μήλινον μύρσινον ἔστω. τῷ δὲ γεννωμένῳ χυλῷ χρώμενος εἴς τε τὰς ἐν ἕδρᾳ μεθἑλκῶν στολίδων ἀνεχομένας φλεγμονὰς, εἴς τε τὰς ἐν αἰδοίοις καὶ ὄρχεσιν καὶ τιτθοῖς, ἄριστον ἕξεις φάρμακον. ὁμοίως δὲ καὶ κατὰ τῶν ἄλλων ἁπάντων ῥευμάτων ἀρχομένων, ὅσα τε βουβῶσιν ποσὶν τοῖς ἄλλοις ἄρθροις ἐγκατασκήπτει, καὶ μέντοι καὶ τοῖς ἕλκεσι τοῖς κακοήθεσιν, ὡς καὶ πρὸς τὰ καρκινώδη χρησάμενος αὐτῷ θαυμάσεις τὸ φάρμακον. εἰ δὲ βούλει διὰ ταχέων πλεῖστον ἀθροῖσαι τοῦ μολύβδου χυλὸν, ἐν ἡλίῳ πειρῶ τρίβειν ὁπωσοῦν ἀέρι θερμῷ γεγονότι. πολύχρηστον δἔσται σοι τὸ φάρμακον, εἰ καὶ τῶν ψυκτικῶν χυλῶν ἐμβαλὼν τρίβοις, οἷον ἀειζώου, κοτυληδόνος καὶ σέρεως καὶ θριδακίνης καὶ χονδρίλης καὶ ψυλλίου καὶ ὄμφακος καὶ ἀνδράχνης. ὅσα δὲ τούτων οὐ μεθίησι ῥᾳδίως χυλὸν, ὥσπερ καὶ ἀνδράχνη, μιγνύειν αὐτοῖς τινα τῶν ἄλλων ὑγρῶν, οἷος καὶ τῆς ὄμφακός ἐστιν, ὃς καὶ αὐτὸς καθἑαυτὸν ἐμβαλλόμενος τῇ προειρημένῃ θυίᾳ, κάλλιστον ἐμψυκτικὸν ἐργάζεται φάρμακον. ἀλλὰ καὶ πλατυνθεὶς μόλυβδος ἄνευ τῶν ἄλλων τινὸς, αὐτὸς καθἑαυτὸν μόνος, ὑποστόρεσμα γίνεται ταῖς ψόαις τῶν ἀσκούντων ἀθλητῶν, ὅταν ὀνειρώττωσιν, φανερῶς ἐμψύχων αὐτούς. καί που λεπὶς ἐκ μολύβδου λεπτὴ γενομένη καλῶς ἐπιδεθεῖσα κατὰ γαγγλίου τελέως ἠφάνισιν αὐτό. καλῶς δἐπιδήσει πᾶς μεμαθηκὼς ὑφἹπποκράτους κατὰ τὸ σῖνος ἐρείδειν μᾶλλον ἔνθεν καὶ ἔνθεν. οὐδὲν οὖν θαυμαστόν ἐστιν οὐδὲ τὸν κεκαυμένον μόλυβδον, ὅταν πλυθῇ, ψυκτικῆς γίνεσθαι δυνάμεως, πρὸ πλυθῆναι δὲ μικτῆς ἐστιν δηλονότι. καὶ τοῦτο μὲν οὖν αὐτὸ τὸ φάρμακον κεκαυμένος μόλυβδος ἀγαθόν ἐστιν πρὸς τὰ κακοηθευόμενα τῶν ἑλκῶν. ὅταν δὲ πλυθῇ, πολὺ μᾶλλον εἴς τε πλήρωσιν αὐτῶν καὶ συνούλωσιν ἄριστον γίνεται φάρμακον. ἁρμόττει δὲ καὶ τοῖς χειρωνείοις καλουμένοις καὶ καρκινώδεσιν ἅπασιν αὐτός τε καθἑαυτὸν καί τισι τῶν ἀπουλωτικῶν φαρμάκων μιγνύμενος, οἷόν ἐστι καὶ τὸ διὰ τῆς καδμείας. χρὴ δὲ λύειν μὲν ἐν ἀρχῇ, εἰ πολὺς ἰχὼρ εἴη, καθἑκάστην ἡμέραν· εἰ δὲ μὴ, διὰ τρίτης καὶ διὰ τετάρτης. ἐπικείσθω δὲ ἔξωθεν ἐξ ὕδατος ψυχροῦ σπόγγος, ὃς ὅταν ξηραίνηται, βρεχέσθω. ταῦτα μὲν οὖν ἐπὶ πλέον κατὰ τὴν προκειμένην πραγματείαν εἴρηται, διὰ τὴν οἰκειότητα τοῦ λόγου προαχθέντος μου. καιρὸς δἤδη πρὸς τὰ συνεχῆ μετιέναι.
§3.24 [κδ΄. Περὶ ὀστράκου.] Ὄστρακον ξηραντικῆς τἐστὶ καὶ ῥυπτικῆς δυνάμεως, μάλιστα δὲ τὸ ἐκ τῶν κλιβάνων, τῷ κατωπτῆσθαι. διὸ καὶ τῶν ἐμπλάστρων ἣν ὀνομάζουσιν  ἡφαιστιάδα, διὰ τούτου σκευαζομένη κάλλιστον ἐπουλωτικὸν γίνεται φάρμακον.
§3.25 [κε΄. Περὶ πομφόλυγος καὶ σποδίου.] Πομφόλυξ γίνεται μὲν καὶ κατὰ τὴν τοῦ χαλκοῦ καμινείαν, ὥσπερ καὶ καδμεία. γίνεται δὲ καὶ αὐτῆς τῆς καδμείας καμινευομένης καὶ κατά τε τὴν Κύπρον, ἐπειδὴ τὴν παρασκευὴν οὐκ εἶχεν εἰς τὴν τοῦ χαλκοῦ καμινείαν ἐπίτροπος, ἐκέλευσεν ἐξ αὐτῆς τῆς καδμείας σκευασθῆναι παρόντι καὶ θεωμένῳ πομφόλυγα, κατὰ σμικρὰ θραύματα τῆς καδμείας ἐπιβαλλομένης τῷ πυρὶ, προσκειμένῳ αὐτῷ δηλονότι χαλκευτικῆς φύσεως. ὄροφος δἦν τις στεγανὸς ὑποδεχόμενος τὸν ἀναφερόμενον αἴθαλον, καμινευομένης τῆς καδμείας, ὃν ἀθροίσας ἔσχον πομφόλυγα. τὸ δἀντικαταφερόμενον κάτω καὶ πῖπτον ἐπὶ τοὔδαφος καλουμένη σποδός ἐστι, πλείων ἀθροιζομένη κατὰ τὰς τοῦ χαλκοῦ καμινείας. ἔνιοι δὲ σπόδιον οὐδετέρως αὐτὴν ὀνομάζουσιν, δοκεῖ παραπλησίαν δύναμιν ἔχειν τὸ καλούμενον ἀντισπόδιον. ἐγὼ δοὐδέποτε ἐχρησάμην αὐτῷ διὰ τὸ δαψιλῆ ἔχειν ἀεί τις πομφόλυγα. ταύτην γὰρ ἔχων τις οὐδἂν τῷ σποδίῳ χρήσαιτο, μήτοι γε τῷ ἀντισποδίῳ. φάρμακον δἔστιν πομφόλυξ, εἰ πλυθείη, σχεδὸν ἁπάντων ὅσα ξηραίνειν ἀδήκτως πέφυκε προφερέστατον, ὅθεν εἴς τε τὰ καρκινώδη τῶν ἑλκῶν ἐστιν ἐπιτήδειος καὶ τἄλλα τὰ κακοήθη πάντα. μίγνυται τοιγαροῦν εἴς τε τὰ κατὰ τοὺς ὀφθαλμοὺς ῥεύματα συντιθέμενα κολλύρια καὶ ὅσα φλυκταίνας τὰς ἐν αὐτοῖς ἕλκη θεραπεύει, καὶ πρὸς τὰ κατὰ τὴν ἕδραν τε καὶ αἰδοῖον ἕλκη. καὶ κάλλιστόν ἐστι φάρμακον ἀδήκτως, ὡς ἔφην, ξηραῖνον. ἀλλοὐ τῇς προκειμένης πραγματείας τὸ χρονίζειν ἐν τούτοις.
§3.26 [κστ΄. Περὶ σανδαράκης.] Σανδαράκη καυστικῆς ἐστι δυνάμεως, ὥσπερ τὸ ἀῤῥενικὸν ὀνομαζόμενον. εἰκότως οὖν εἴς τε τὰς διαφορητικὰς δυνάμεις αὐτὴν μιγνύουσιν καὶ τὰς ῥυπτικάς.
§3.27 [κζ΄. Περὶ σάνδικος.] Σάνδιξ ὁποίας ἐστὶν δυνάμεως τῷ περὶ ψιμμυθίου λόγῳ ῥηθήσεται.
§3.28 [κη΄. Περὶ σκωρίας.] Σκωρία πᾶσα ξηραντικὸν ἱκανῶς ἐστι φάρμακον, δὲ τοῦ σιδήρου μάλιστα. καὶ λειοτάτην γε ποιῶν αὐτὴν ἐν ὄξει δριμυτάτῳ, καὶ μετὰ ταῦθἑψῶν εἴς τε τὰ πυοῤῥοῦντα τῶν ὤτων χρονίως χρῶμαι φαρμάκῳ ξηραντικωτάτῳ, ὥστε θαυμάζειν τοὺς ἰδόντας σκευαζόμενον αὐτὸ καὶ ἀπιστεῖν αὐτῷ πρὸ τῆς πείρας, εἰ ἀναδέχεσθαι δύναται τὰ ὦτα τοιούτου φαρμάκου. τὴν δὲ τοῦ ἀργυρίου σκωρίαν ἰδίως προσαγορεύουσιν ἕλκυσμα, καὶ μίγνυται δὲ καὶ ἐμπλάστροις τισὶ ξηραντικῆς δηλονότι δυνάμεως οὖσιν.
§3.29–3.40
§3.29 [κθ΄. Περὶ στίμμεως.] Στίμμι. πρὸς τῇ δυνάμει τῇ ξηραντικῇ καὶ στύψιν ἔχει τὸ φάρμακον τοῦτο, διὸ καὶ τοῖς ὀφθαλμικοῖς φαρμάκοις μίγνυται τοῖς τἀναπλαττομένοις εἰς τὰ καλούμενα κολλύρια καὶ τοῖς ξηροῖς, δὴ ξηρὰ κολλύρια προσαγορεύουσιν.
§3.30 [λ΄. Περὶ στυπτηρίας σχιστῆς καὶ στρογγύλης καὶ ὑγρᾶς.] Στυπτηρία. τούτου τοῦ φαρμάκου καὶ τοὔνομα παρωνόμασται τῇ στύψει, σφοδροτάτην γὰρ αὐτὴν ἔχει. παχυμεροῦς δὄντος αὐτοῦ, λεπτομερεστέρα πώς ἐστιν τῶν ἄλλων στυπτηριῶν σχιστὴ καλουμένη. μεταὐτὴν δ στρογγύλη καὶ ἀστραγαλωτή. παχυμερὴς δἱκανῶς θὑγρὰ καὶ πλακῖτίς τε καὶ πλινθῖτις ὀνομαζομένη.
§3.31 [λα΄. Περὶ τιτάνου.] Τίτανος, μὲν ἄσβεστος καίει σφοδρῶς, ὡς ἐσχάραν ποιεῖν, σβεσθεῖσα δὲ παραχρῆμα μὲν ἐσχαροῖ καὶ αὐτὴ, μεθἡμέραν δὲ μίαν δευτέραν ἧττον καίει καὶ ἧττον ἐσχαροῖ, μετὰ δὲ χρόνον οὐδὅλως ἐσχάρας ἐργάζεται. θερμαίνει δἔτι καὶ διατήκει τὰς σάρκας. εἰ δὲ πλυθείη, τὴν μὲν δῆξιν ἐναποτίθεται τῷ ὕδατι καὶ ποιεῖ τὴν καλουμένην κονίαν, αὐτὴ δἀδήκτως ξηραίνει. καὶ εἰ δίς γε τρὶς πλεονάκις πλυθείη, τελέως ἄδηκτος γίγνεται καὶ ξηραίνει γενναίως ἄνευ δήξεως.
§3.32 [λβ΄. Περὶ ὑδραργύρου.] Ὑδράργυρος οὐκ ἔστι τῶν αὐτοφυῶν φαρμάκων, ἀλλὰ τῶν σκευαζομένων, ὥσπερ ψιμμύθιόν τε καὶ ἰὸς καὶ ψωρικὸν καὶ λιθάργυρος. ἔχω δαὐτῆς οὐδεμίαν πεῖραν οὔθὡς ἀναιρούσης, εἰ καταποθείη, οὔτἔξωθεν ἐπιτιθεμένης.
§3.33 [λγ΄. Περὶ φύκους.] Φῦκος ὁποίας ἐστὶ δυνάμεως ἐν τῷ περὶ ψιμμυθίου λόγῳ ῥηθήσεται.
§3.34 [λδ΄. Περὶ χαλκάνθου.] Χάλκανθος. ἱστόρηταί μοι καὶ περὶ χαλκάνθου κατὰ τύχην εἰς χαλκῖτιν μεταβάλλοντι. ἐκόμισα γὰρ καὶ τοῦτο τὸ φάρμακον ἐκ τῆς Κύπρου πάμπολυ. τὸ δἔξωθεν αὐτοῦ πᾶν, ὡς μετὰ ἔτη σχεδὸν κ΄ χαλκῖτις ἐγένετο, τοῦ ἔνδον ὄντος ἔτι χαλκάνθου. διὸ καὶ φυλάττω μέχρι νῦν ἔτι τὸ μεταβάλλον οὕτως ἐπιτηρῶν, ὅπως ἄχρι τοῦ βάθους μεταβολὴ προσέρχηται καθἕκαστον ἔτος, ὥσπερ τῆς χαλκίτεως εἰς τὸ μίσυ, ὡς προείρηται. θαυμάσαι δἔστιν ἐπὶ τοῦ φαρμάκου τούτου πῶς ἰσχυροτάτῃ στύψει μέμικται θερμότης οὐκ ἀγεννής. δῆλον οὖν ὅτι ταριχεῦσαι μάλιστα πάντων δύναται τὰς ὑγρὰς σάρκας ἐκδαπανῶν μὲν τῇ θερμότητι τὴν ὑγρότητα, τῇ στύψει δὲ συνάγον καὶ πιλοῦν τὴν οὐσίαν. ἐν τούτῳ γάρ τοι τῷ ἔργῳ προσεκθλίβει μέν τι καὶ αὐτῆς τῆς ὑγρότητος, σφίγγει δὲ καὶ ξηραίνει καὶ συνάγει πρὸς ἑαυτὴν ὅλης τῆς σαρκὸς τὴν  οὐσίαν. ἐν δοὖν τῇ Κύπρῳ, καθὃν ἐγὼ καιρὸν ἐγενόμην ἐν αὐτῇ, τὸ φάρμακον τοῦτο τόνδε τὸν τρόπον ἐθεασάμην ἀθροιζόμενον. οἶκος ἦν μέγας μὲν, οὐ μὴν ὑψηλός γε προκείμενος τῆς εἰς τὸ μέταλλον εἰσόδου. καὶ τούτου τοῦ οἴκου κατὰ τὸν ἀριστερὸν τοῖχον, ὅστις ἦν τοῖς εἰσιοῦσιν κατὰ χεῖρα δεξιὰν, ἐξεκεκόλαπτο διῶρυξ εἰς τὸν συνεχῆ λόφον, εὖρος μὲν ὡς ψαύειν ἀλλήλων τρεῖς ἄνδρας, ὕψος δὲ ὡς τὸν μακρότατον ἄνθρωπον ὀρθὸν δύνασθαι βαδίζειν. δὲ διῶρυξ αὕτη κατάντης μὲν, οὐ μὴν ὀξεῖά γε καὶ κριμνώδης. ἐπὶ τῷ τέλει δαὐτῆς οὔσης ὡς σταδιαίας λάκκος ὕδατος χλωροῦ τε καὶ παχέος χλιαροῦ μεστὸς ἦν. ἐν ἁπάσῃ δὲ τῇ καταβάσει θερμασία παραπλησία τῇ κατὰ τοὺς πρώτους οἴκους τῶν βαλανείων, οὓς εἰώθασιν προμαλακτήρια καλεῖν. τὸ δὲ καθἑκάστην ἡμέραν ἀθροιζόμενον ὕδωρ πλῆθος ἦν ἀμφορέων Ῥωμαϊκῶν ὡς ὀκτὼ, κατὰ σταγόνας μικρὰς, ἐν ταῖς τέτταρσιν καὶ εἴκοσιν ὥραις ὅλης τῆς ἡμέρας καὶ νυκτὸς ἐκ τοῦ διατιτραμένου λόφου καταφερόμενον. ἀναφέροντες οὖν τὸ ὕδωρ τοῦτο πεδῆταί τινες ἐνέβαλον πυέλοις τετραγώνοις κατὰ τὸν προκείμενον οἶκον, ἐκ κεραμίων γεγονυίαις, ἐν αἷς πηγνύμενος ἡμέραις ὀλίγαις ἐγίνετο χάλκανθος. ἐμοὶ δ’, ὁπότε κατέβην ἐπὶ τὸ πέρας τοῦ ὀρύγματος, ἔνθα τὸ χλιαρόν τε καὶ χλωρὸν ὕδωρ ἠθροίζετο, καὶ ὀδμὴ τοῦ ἀέρος ἐφαίνετο πνιγώδης καὶ δύσφορος, ὄζουσα χαλκίτεώς τε καὶ ἰοῦ. τοιαύτην δεἶχε ποιότητα καὶ αὐτὸ τὸ ὕδωρ γευόμενον. ταῦτἄρα καὶ γυμνοὶ καὶ μετὰ σπουδῆς τοὺς ἀμφορέας ἀνεκόμιζον οἱ πεδῆται καὶ πλείω χρόνον οὐχ ὑπέμενον ἐνδιατρίβειν, ἀλλὰ ταχέως ἀνέτρεχον, ἑκατέρωθεν ἐν τοῖς τοίχοις τοῦ ὀρύγματος, λύχνων καιομένων ἐκ συμμέτρου διαστήματος, οἵτινες οὐδαὐτοὶ χρόνον ἐξήρκουν μακρὸν, ἀλλἐσβέννυντο τάχιστα. τὸ δοὖν ὄρυγμα τοῦτο κατὰ βραχὺ διωρύχθαι παραὐτῶν ἤκουον σὺν ἔτεσι πολλοῖς. τουτὶ γὰρ ἔφασαν, νῦν ὁρᾷς, ἀπὸ τοῦ λόφου καταφερόμενον εἰς τὸν λάκκον ὕδωρ χλωρὸν ἔλαττον εἴωθεν αὑτοῦ γίγνεσθαι κατὰ βραχὺ, κᾀπειδὰν ἐγγὺς τοῦ παύσασθαι, πάλιν ὑπορύττουσιν οἱ πεδῆται τὸ συνεχὲς τοῦ λόφου. καί ποτε πρόσθεν ἔπεσεν ἀθρόως τὸ διορυττόμενον, ὡς ἀποκτεῖναι μὲν πάντας αὐτοὺς, ὅλην δὲ διαφθεῖραι τὴν ὁδόν. ὅταν οὖν τοῦτο γένηται, πάλιν ἄλλην ὀπὴν ποιησάμενοι διορύττουσιν, ἄχρις ἂν ὑπακούσῃ τὸ ὕδωρ. ταῦτά σοι περὶ χαλκάνθου λέγειν εἶχον, ἴσως μὲν οὖν οὐκ ἀναγκαῖα, γινώσκεσθαι μέντοι μᾶλλον ἀγνοεῖσθαι βελτίω. μέμνησο δὅτι κατὰ τὴν ἀριστερὰν εἰσιόντων χεῖρα τὸ τοῦ σώρεως καὶ χαλκίτεως καὶ μίσυος ἔφην ἑωρᾶσθαί μοι μέταλλον, ὥστἐκ τούτων ἐπινοῆσαί μοι δύνασθαι τὸ διηθούμενον ὕδωρ ὄμβριον ἐν τῷ λόφῳ περικλύζειν τε καὶ περιπλύνειν ὅλην ἐκείνην τὴν γῆν, ἐξ ἧς αὐτοφυῶς μὲν ἐγένετο τὸ σῶρυ καὶ μίσυ καὶ χαλκῖτις καὶ καμινευόμενος δὲ χαλκὸς καὶ καδμεία καὶ πομφόλυξ καὶ, σπόδιον καὶ διφρυγές.
§3.35 [λε΄. Περὶ χαλκίτεως.] Χαλκῖτις, εἴρηται περὶ αὐτῆς ἐν τῷ περὶ μίσυος λόγῳ, νῦν οὖν ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς μεμιγμένας ἔχει τήν τε στυπτικὴν καὶ δριμεῖαν δύναμιν. ἐπικρατεῖ δ δριμεῖα σφοδρά τις οὖσα μέχρι τοῦ καίειν τε τὴν σάρκα καὶ τὴν καλουμένην ἐσχάραν ἐργάζεσθαι. καυθὲν δὲ τὸ φάρμακον τοῦτο δάκνει μὲν ἧττον, ξηραίνει δοὐχ ἧττον, ἀποτίθεται δὲ καὶ τῆς στύψεως οὐκ ὀλίγον, ὥστε πάντῃ κρείττων ἐστὶν κεκαυμένη χαλκῖτις τῆς ἀκαύστου, λεπτομερεστέρα μὲν, ὥσπερ καὶ τἄλλα τὰ κεκαυμένα, γιγνομένη, δριμύτητα δοὐ προσλαμβάνουσα, καθάπερ ἄλλα πολλά. μεμάθηκας δὲ καὶ ὅτι πάντα τὰ κεκαυμένα πλυνόμενα μετριώτερά τε καὶ ἀδηκτότερα γίγνεται.
§3.36 [λστ΄. Περὶ χαλκοῦ κεκαυμένου.] Χαλκὸς κεκαυμένος ἔχει μέν τι καὶ δριμὺ, καὶ στύψεως δὲ μετέχει, καὶ διὰ τοῦτο, εἰ πλυθείη, κάλλιστόν ἐστι φάρμακον εἰς συνούλωσιν ἑλκῶν, ἐργάζεσθαι δὲ τοῦτο δύναται καὶ πρὶν πλυθῆναι, καὶ μάλιστ’. ἐπὶ τῶν σκληροτέρων σαρκῶν. ταῖς δἁπαλαῖς πεπλυμένος χρησιμώτερος.
§3.37 [λζ΄. Περὶ χαλκοῦ ἄνθους.] Χαλκοῦ ἄνθος λεπτομερεστέρας ἐστὶ τοῦτο δυνάμεως τοῦ τε κεκαυμένου χαλκοῦ καὶ τῆς λεπίδος. εἰκότως οὖν διαὐτοῦ σκευάζοντες κολλύρια ῥύπτουσί τε καὶ ἀφαιροῦσιν τῶν βλεφάρων τὰς μεγάλας τραχύτητας, ἃς συκώσεις ὀνομάζουσιν.
§3.38 [λη΄. Περὶ χρυσοκόλλης.] Χρυσοκόλλα. καὶ τοῦτο τὸ φάρμακον ἐκ τῶν τηκόντων σάρκας ἐστὶν, οὐ μὴν ἰσχυρῶς γε δάκνει, διαφορητική γε μὴν ἱκανῶς ἐστιν καὶ ξηραντική. ἔνιοι μὲν οὖν τὸ μεταλλευόμενον μόνον οὕτως ὀνομάζουσιν, ἔνιοι δὲ τὸ σκευαζόμενον ἐν θυίᾳ χαλκῇ καὶ δοίδυκι χαλκῷ διοὔρου παιδὸς, ὅπερ ἔνιοι κατὰ τὰς διαφορὰς τῶν ἰῶν ἀριθμοῦσιν. ἄμεινον δὲ θέρους αὐτὸ σκευάζειν, πάντως γε ἐν ἀέρι θερμῷ, τρίβοντας τὸ οὖρον ἐν τῇ θυίᾳ. κάλλιον δὲ ἐρυθρὸν εἶναι τὸ χαλκὸν, ἐξ οὗ κατασκευάζεις αὐτήν τε τὴν θυίαν καὶ τὸν δοίδυκα. πλέον γὰρ ἀποτρίβεται περιαγομένου τοῦ δοίδυκος, ὅταν ἁπαλώτερος χαλκὸς . τοῦτο τὸ φάρμακον ἐπιτηδειότατόν ἐστι κακοήθεσιν ἕλκεσιν, αὐτό τε καθἑαυτὸ καὶ μιγνύμενον ἑτέροις, ὡς ἐν τοῖς περὶ συνθέσεως φαρμάκων εἰρήσεται. νυνὶ δὲ ἀρκεῖ τό γε γινώσκειν ὡς τῆς μεταλλευτῆς χρυσοκόλλης ὅσον τοι μᾶλλον ξηραίνει ἧττον δάκνει, τοσοῦτον αὐτῆς ὑπερέχει τῇ λεπτομερείᾳ. καὶ αὐτὴν μέντοι αὐτὴν χρυσοκόλλην ἐκείνην καύσας πολὺ λεπτομερεστέραν ἐργάσῃ.
§3.39 [λθ΄. Περὶ ψιμμυθίου.] Ψιμμύθιον. καὶ τοῦτο τὸ φάρμακον μαρτυρεῖ τῇ προειρημένῃ πρὸ τούτου δυνάμει. ὑπὸ γοῦν ὄξους δριμέος αὐτὸ διαλυόμενον γευόμενον ὅμως οὔτε δριμὺ οὔτε δακνῶδές ἐστιν οὔτε διαφορητικὸν, ἀλλἐμπλαστικόν τε καὶ ἐμψυκτικὸν, ἐναντιωτάτης ὂν ἰῷ δυνάμεως. καίτοι κᾀκεῖνος ὄξους διαλύοντος τὸν χαλκὸν γίγνεται. καιόμενον δὲ τὸ ψιμμύθιον εἰς τὴν καλουμένην σάνδικα μεταβαλὸν λεπτομερέστερόν γε αὐτοῦ φάρμακον, οὐ μὴν ἤδη γέ πω θερμαῖνον. τὸ δέ γε φῦκος, τὴν ψύξιν τοῦ ψιμμυθίου φυλάττον, λεπτομέρειαν προσείληφε, ὡς δύνασθαι διαὐτὴν εἰς τὸ βάθος καταδύεσθαι τῶν ὁμιλούντων σωμάτων τὴν δύναμιν αὐτοῦ.
§3.40 [μ΄. Περὶ ψωρικοῦ.] Ψωρικόν. λιθαργύρῳ μιγνυμένης διπλασίας χαλκίτεως γίνεται τὸ φάρμακον, ὄξει μὲν πρῶτα δριμυτάτῳ λειωθέντων ἀμφοῖν, εἶτεἰς καινὴν χύτραν ἐμβληθέντων, ἣν καταχώσεις ἡμέρας μ΄. μέσου θέρους ἐν κοπρίᾳ τοῦτο τὸ φάρμακον ξηραντικώτερόν τε ἅμα καὶ ἀδηκτότερον γίνεται χαλκίτεως καὶ δηλονότι καὶ λεπτομερέστερον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up