Book 6
§prooemium–1.1
§prooemium Προοίμιον. Περὶ τῆς τῶν ἁπλῶν φαρμάκων ἰδέας καὶ δυνάμεως ἐγχειρήσαντες γράφειν, ἐν μὲν τοῖς πρώτοις δύο βιβλίοις ἐπιδεῖξαι προειλόμεθα τοὺς μοχθηροὺς τρόπους τῶν ἐπιχειρημάτων, οἷς πλεῖστοι τῶν νεωτέρων ἰατρῶν χρώμενοι σφάλλονται μέγιστα. κατὰ δὲ τὸ τρίτον οἷον στοιχείωσίν τινα τῆς συμπάσης ἐποιησάμεθα διδασκαλίας, εἶτα ἑξῆς κατὰ τὸ τέταρτον ὑπὲρ τῆς τῶν χυμῶν φύσεως ἐζητήσαμεν, ἐξευρεῖν σπουδάσαντες ἅπαν ὅσον οἷόν τἐστὶν ἐξ αὐτῶν εἰς τὴν τῶν δυνάμεων γνῶσιν ὠφεληθῆναι. διελέχθημεν δὲ ἐπὶ τῆς τελευτῆς τοῦ βιβλίου καὶ περὶ τῶν πρὸς τὴν ὄσφρησιν ἐν τοῖς ἁπλοῖς φαρμάκοις ποιοτήτων. ἐν δὲ τῷ πέμπτῳ μεταβάντες ἐπὶ τὸ λοιπὸν γένος τῶν δυνάμεων, παρονομάζεται ἀπὸ τῶν ἔργων αὐτῶν πεφύκασι δρᾷν, ἐπεδείξαμεν κᾀνταῦθα ἑκάστου τὴν φύσιν καὶ οὐσίαν. οἱ μὲν δὴ καθόλου λόγοι πάντες ὑπὲρ τῆς τῶν ἁπλῶν δυνάμεως ἐοίκασιν ἤδη τέλος ἔχειν· ἐπὶ δὲ τοὺς κατὰ μέρος κατεἶδος, ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, μετιέναι καιρός. εἶεν δἂν οὗτοι καθἕκαστον φάρμακον ἰδίᾳ περαινόμενοι, καθάπερ καὶ κατἀρχὰς εὐθὺς ἐποιήσαμεν, ἐν μὲν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων ὑπὲρ ὕδατός τε καὶ ὄξους ἐπισκεψάμενοι, κατὰ δὲ τὸ δεύτερον ὑπὲρ ἐλαίου καὶ ῥοδίνου, πλὴν ἐν ἐκείνοις μὲν ἐπὶ παραδειγμάτων λόγος ἡμῖν ἐγίγνετο πρὸς τοὺς οὐκ ὀρθῶς ὑπὲρ τῆς δυνάμεως αὐτῶν ἀποφηναμένους· ἐνταῦθα δὲ διὰ βραχέων ὑπὲρ ἑκάστου δίειμι μηκέτι φροντίζων, εἴ τις μὴ καλῶς ἀπεφήνατο περί τινος αὐτῶν, ἀλλὅπερ ἀληθέστατόν μοι φαίνεται γράφων, ἄνευ τῆς πρὸς τοὺς διαμαρτάνοντας ἀντιλογίας. ὅτι δὲ οὐ μόνον ἀσαφὴς λόγος ἔσται τοῖς ἐπιλανθανομένοις τῶν ἔμπροσθεν, ἀλλὰ καὶ τὸ τῆς ἀποδείξεως πιστὸν οὐχ ἕξει, δῆλον μὲν οἶμαι κᾂν ἐγὼ μὴ λέγω, κάλλιον δἐστὶν ἴσως ἀναμνῆσαι κᾀμὲ, πρῶτον μὲν ὡς ἐπὶ τῆς εὐκρατοτάτης φύσεως τὴν πεῖραν χρὴ ποιεῖσθαι τῆς τῶν φαρμάκων δυνάμεως, εἶθἑξῆς ὡς ἐπὶ τῶν ἁπλῶν νοσημάτων. εἰ δὲ δὴ κᾀκ τῶν πρὸς τὴν γεῦσιν ποιοτήτων ἐθέλοι τις ἐνδεικτικῶς τεκμαίρεσθαι περὶ τῆς δυνάμεως αὐτῆς, ἐδείξαμεν ἐν τῷ τετάρτῳ καὶ τὴν ἐν τούτοις μέθοδον. ἐὰν οὖν τις ἤτοι ῥᾳθύμως ἀναγνοὺς τὰ πρόσθεν καὶ μηδὅλως ἀναγνοὺς ἐπὶ τουτὶ τὸ βιβλίον εὐθέως ἀφίκηται, σπεύδων ὅτι τάχιστα ἐπιστήμων γενέσθαι τῆς τῶν φαρμάκων δυνάμεως, οὐχ ἕξει βεβαίαν τὴν γνῶσιν αὐτῶν. ἐπεὶ δὲ τὰ φάρμακα πάντα τὰ μέν ἐστι μόρια ζώων φυτῶν καρπῶν τινες ὀποὶ τούτων χυλοὶ, τὰ δὲ ἐκ τῶν μετάλλων λαμβάνεται, κάλλιον ἔδοξέ μοι περὶ τῶν φυτῶν πρῶτον διελθεῖν, ὅτι τε πλεῖστον αὐτῶν ἐστι τὸ γένος ἰσχυρότατόν τε καὶ τὴν δύναμιν, εἶθἑξῆς περὶ τῶν μεταλλευόντων εἰπεῖν, ἔπειθοὕτως ἐπὶ τὰ τῶν ζώων ἀφικέσθαι μόρια. καὶ μέντοι καὶ τὴν τάξιν αὐτῶν τῆς γραφῆς ἔγνων χρῆναι κατὰ στοιχεῖον ποιήσασθαι, πρῶτα μὲν ἐκεῖνα γράψας τῶν φυτῶν ὧν αἱ προσηγορίαι τὴν ἀρχὴν ἔχουσιν ἀπὸ τοῦ ἄλφα στοιχείου, δεύτερα δὲ ὅσα ἀπὸ τοῦ β, καὶ οὕτως ἤδη τρίτα τε καὶ τέταρτα καὶ πέμπτα καὶ τἄλλα ἐφεξῆς ἅπαντα κατὰ τὴν τῶν γραμμάτων τάξιν. οὕτω δὴ καὶ Πάμφιλος ἐποιήσατο τὴν περὶ τῶν βοτανῶν πραγματείαν. ἀλλἐκεῖνος μὲν εἴς τε μύθους γραῶν τινας ἐξετράπετο καί τινας γοητείας Αἰγυπτίας ληρώδεις ἅμα τισὶν ἐπῳδαῖς, ἃς ἀναιρούμενοι τὰς βοτάνας ἐπιλέγουσι. καὶ δὴ κέχρηται πρὸς περίαπτα καὶ ἄλλας μαγγανείας οὐ περιέργους μόνον, οὐδἔξω τῆς ἰατρικῆς τέχνης, ἀλλὰ καὶ ψευδεῖς ἁπάσας. ἡμεῖς δὲ οὔτε τούτων οὐδὲν οὔτε τὰς τούτων ἔτι ληρώδεις μεταμορφώσεις ἐροῦμεν. οὐδὲ γὰρ τοῖς μικροῖς παισὶ κομιδῇ χρησίμους ὑπολαμβάνομεν εἶναι τοὺς τοιούτους μύθους, μήτι γε δὴ τοῖς μετιέναι σπεύδουσι τὰ τῆς ἰατρικῆς ἔργα. καί μοι δοκεῖ πρὸς Ἱπποκράτους εὐθέως ἐν ἀρχῇ τῶν ἀφορισμῶν εἰρῆσθαι βίος βραχὺς, δὲ τέχνη μακρὰ χάριν τοῦ μὴ καταναλίσκειν τοὺς χρόνους εἰς ἄχρηστα, σπεύδειν δὲ ὡς οἷόν τε τὴν ἐπιτομωτάτην ἰέναι διαὐτῶν τῶν χρησιμωτάτων τῆς τέχνης. καὶ μὲν δὴ καὶ τὰ πολλὰ τῶν βοτανῶν ὀνόματα ταῦτα Αἰγυπτιακὰ καὶ Βαβυλώνια, καὶ ὅσα τινὲς ἰδίως συμβολικῶς ἐπαὐταῖς ἔθεντο, περιττὸν ἔδοξέ μοι προσγράφειν ἐνταῦθα. κάλλιον γὰρ, εἴ τις ἐθέλοι καὶ ταῦτα πολυπραγμονεῖν, ἰδίᾳ καὶ καθἑαυτὸν ἀναγινώσκειν τὰς τῶν ἀντιφραζόντων βίβλους. οὕτως γὰρ καί αὐτὰς ἐπιγράφουσιν οἱ συντιθέντες αὐτὰς, καθάπερ καὶ Ξενοκράτης Ἀφροδισιεὺς ἐποίησεν, ἄνθρωπος τἄλλα περίεργος ἱκανῶς καὶ γοητείας οὐκ ἀπηλλαγμένος. δέ γε Πάμφιλος τὰ περὶ τῶν βοτανῶν συνθεὶς εὔδηλός ἐστιν κᾀξ αὐτῶν ὧν γράφει γραμματικὸς ὢν καὶ μήθἑωρακὼς τὰς βοτάνας ὑπὲρ ὧν διηγεῖται μήτε τῆς δυνάμεως αὐτῶν πεπειραμένος, ἀλλὰ τοῖς πρὸ αὐτοῦ γεγραφόσιν ἅπασιν ἄνευ βασάνου πεπιστευκώς. οὗτος μὲν ἐξέγραψε βιβλία, πλῆθος ὀνομάτων ἐφἑκάστῃ βοτάνῃ μάτην προστιθεὶς, εἶθἑξῆς εἴ τις αὐτῶν ἐξ ἀνθρώπου μετεμορφώθη διηγούμενος, εἶτα ἐπῳδὰς καὶ σπονδὰς δή τινας καὶ θυμιάματα ταῖς ἐπὶ τούτων ἐκ τῆς γῆς ἀναιρέσεσι προσγράφων, ἑτέρας τε γοητείας τοιαύτας ληρώδεις. δὲ Ἀναζαρβεὺς Διοσκουρίδης ἐν πέντε βιβλίοις τὴν χρήσιμον ἅπασιν ὕλην ἔγραψεν οὐ βοτανῶν μόνον, ἀλλὰ καὶ δένδρων καὶ καρπῶν καὶ χυλῶν καὶ ὀπῶν, ἔτι τε τῶν μεταλλευομένων ἁπάντων καὶ τῶν ἐν τοῖς ζώοις μορίων μνημονεύσας. καί μοι δοκεῖ τελεώτατα πάντων οὗτος τὴν περὶ τῆς ὕλης τῶν φαρμάκων πραγματείαν ποιήσασθαι. πολλὰ μὲν γὰρ καὶ τοῖς ἔμπροσθεν ὑπὲρ αὐτῶν γέγραπται καλῶς, ἀλλὑπὲρ ἁπάντων οὕτως οὐδενὶ, πλὴν εἰ Τάνιτρόν τις ἐπαινοίη τοῦ Ἀσκληπιάδου. καὶ γὰρ καὶ τούτῳ τἄλλα τε καλῶς εἴρηται, χωρὶς τῶν κατὰ τὰς αἰτίας λογισμῶν. ταῦτά τε οὖν ἀναγινώσκειν χρὴ τὸν ἔμπειρον γενέσθαι ὕλης βουλόμενον, ἔτι τε πρὸς τούτοις τά θἩρακλείδου τοῦ Ταραντίνου καὶ Κρατεύα καὶ Μαντίου. γέγραπται δὲ οὐχ ὁμοίως οὕτως ἐκείνοις, οὐδεἰς ἓν ἤθροισται πάντα, καθάπερ τῷ Διοσκουρίδῃ, περὶ ὕλης γε ἐπιγράψαντι τὰς πέντε βίβλους, ἀλλἰδίᾳ μὲν, εἰ οὕτως ἔτυχε, περὶ σκευασίας τε καὶ δοκιμασίας φαρμάκων ἔγραψαν, ὥσπερ Ἡρακλείδης Ταραντῖνος, ἰδίως δὲ περὶ καθαρτικῆς προποτισμῶν κλυσμῶν, ὥσπερ Μαντίας ἐποίησεν. ἰδίᾳ δεὐπορίστων βοηθημάτων, ὡς Ἀπολλώνιος, τῶν κατὰ τόπους, ὡς Μαντίας. δὲ πλείστη τῶν φαρμάκων χρῆσις ἐν αὐταῖς ταῖς θεραπευτικαῖς πραγματείαις ὑπό τε τῶν παλαιῶν γέγραπται καὶ προσέτι τῶν νεωτέρων ἁπάντων σχεδόν· καὶ γὰρ πρὸς Ἱπποκράτους εἴρηται πολλὰ καὶ πρὸς Εύρυφῶντος καὶ Διεύχους καὶ Διοκλέους καὶ Πλειστονίκου καὶ Πραξαγόρου καὶ Ἡροφίλου, καὶ οὐκ ἔστιν οὐδεὶς ἀνὴρ παλαιὸς ὃς οὐ συνεβάλλετό τι τῇ τέχνῃ μεῖζον μεῖον εἰς ἐπιστήμην φαρμάκων, ἄνευ γοητείας τε καὶ ἀλαζονείας, ἣν ὕστερον Ἀνδρέας ἐπεδείξατο, ὥσθὅτῳ σχολὴ χρησίμοις ὁμιλεῖν βιβλίοις περὶ φαρμάκων γεγραμμένοις, ἔχει πολλὰ καὶ τῶν παλαιῶν μὲν, ὡς εἴρηται, καὶ τῶν νεωτέρων δὲ, οὐκ ὀλίγα μέχρι καὶ τῶν περὶ Πάμφιλόν τε καὶ Ἀριχιγένην. καὶ μὲν δὴ καὶ Ῥούφῳ τῷ Ἐφεσίῳ πολλὰ μὲν κᾀν τοῖς θεραπευτικοῖς βιβλίοις γέγραπται φάρμακα, καὶ περὶ βοτανῶν δὲ διἑξαμέτρων ἐπῶν σύγκειται τέτταρα, καὶ οὐδεὶς φόβος ἐπιλείπειν χρήσιμα βιβλία, κᾂν ἐν ἅπαντι τῷ βίῳ βούληταί τις ἄλλο μηδὲν περὶ φαρμάκων ἀναγινώσκειν. Ἀνδρέου δὲ καὶ τῶν ὁμοίως ἀλαζόνων ἀφίστασθαι χρὴ, καὶ πολὺ μᾶλλον ἔτι Παμφίλου τοῦ μηδὄναρ ἑωρακότος ποτὲ τὰς βοτάνας, ὧν τὰς ἰδέας ἐπιχειρεῖ γράφειν. οἱ γὰρ τοιοῦτοι τῶν ἀνθρώπων, ὥσπερ οὖν καὶ Ταραντῖνος Ἡρακλείδης εἴκαζεν αὐτοὺς, ὁμοιότατοι τοῖς κήρυξίν εἰσιν, ὅσοι τὰ τῆς ἰδέας γνωρίσματα κηρύττουσιν ἀποδεδρακότος ἀνδραπόδου, αὐτοὶ μηδεπώποτε θεασάμενοι. λαμβάνουσι μὲν γὰρ τὰ γνωρίσματα παρὰ τῶν εἰδότων, λέγουσι δὲ ὡς ἐπῳδὴν αὐτὰ, μηδὲ εἰ παρεστὼς κηρυττόμενος τύχῃ, διαγνῶναι δυνάμενοι. ἐγὼ μὲν γὰρ ἐμεμφόμην τοῖς πρώτως γράψασι τὰς ἰδέας τῶν βοτανῶν, ἄμεινον ἡγούμενος αὐτόπτην γενέσθαι παραὐτῷ τῷ διδάσκοντι τὸν μανθάνοντα καὶ μὴ τοῖς ἐκ τοῦ βιβλίου κυβερνήταις ὁμοιωθῆναι. καὶ γὰρ ἀληθέστερον οὕτω καὶ σαφέστερον διδασκαλία περαίνοι ἂν ὑπὸ διδασκάλων οὐ βοτανῶν μόνων θάμνων δένδρων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων φαρμάκων. εἰ δὲ ἄρα καὶ δέοιτο τοῦ βιβλίου, τίς οὕτως ἄθλιος ὡς παρελθεῖν τὰ Διοσκουρδίου καὶ Νίγρου καὶ Ἡρακλείδου καὶ Κρατεύα καὶ ἄλλων μυρίων ἐν τῇ τέχνῃ καταγηρασάντων, βιβλία γραμματικὰ γράφοντος ἐπῳδὰς καὶ μεταμορφώσεις καὶ δεκανῶν καὶ δαιμόνων ἱερὰς βοτάνας ἀνάσχοιτἄν; ὅτι γὰρ γόητες ἄνθρωποι ἐκπλήττειν τὸν πολὺν ὄχλον ἔργον πεποιημένοι τὰ τοιαῦτα συνέθεσαν ἐξ αὐτῶν ἔνεστί σοι γνῶναι τοῦ Παμφίλου βιβλίων, ὃς πρῶτον μὲν ἐν ταῖς βοτάναις ἔγραψεν ἀβρότονον, ἅπασιν ἡμῖν γνώριμον τυγχάνουσαν, εἶθἑξῆς ἄγνον ἱκανῶς καὶ τοῦτο γνώριμον θάμνον, εἶτἄγρωστιν οὐδὲ τοῖς ἰδιώταις ἄγνωστον πόαν, εἶτἄγχουσαν ἣν οὐδὲ αὐτὴν ἀγνοεῖ τις, ὥσπερ οὖν οὐδὲ τὸ ἀδίαντον ἐφεξῆς αὐτῇ γεγραμμένον. ἐν μὲν δὴ τούτοις οὐδὲν ὧν ἴσμεν περιττότερον γράφει· μετὰ δὲ ταῦτα βοτάνης μέμνηται καλουμένης, ὡς αὐτός φησιν, ἀετοῦ, περὶ ἧς ὁμολογεῖ μηδένα τῶν Ἑλλήνων εἰρηκέναι μηδὲν, ἀλλἔν τινι τῶν εἰς Ἑρμῆν τὸν Αἰγύπτιον ἀναφερομένων βιβλίων ἐγγεγράφθαι, περιέχοντι τὰς λστ΄ τῶν ὡροσκόπων ἱερὰς βοτάνας, αἵ εὔδηλον ὅτι πᾶσαι λῆρός εἰσι καὶ πλάσματα τοῦ συνθέντος, ὁμοιότατα τοῖς ὀφιονίκοις τοῖς Κόγχλας. οὔτε γὰρ ὅλως ἐγίνετό τις Κόγχλας, ἀλλεἰς γέλωτα σύγκειται τοὔνομα, καθάπερ καὶ τἄλλα πάντα τὰ κατὰ τὸ βιβλίον αὐτοῦ γεγραμμένα. καὶ αἱ λστ΄ αὗται βοτάναι μέχρι τῶν ὀνομάτων προέρχονται, μηδενὸς αὐταῖς ὑποκειμένου πράγματος. ἀλλὰ Πάμφιλος μὲν ὥσπερ ἄλλοι πολλοὶ σχολὴν ἴσως ἦγεν ἀχρήστους μύθους ἐγγράφειν βιβλίοις· ἡμεῖς δὲ καὶ νῦν ἡγούμεθα τὸν χρόνον ἀπολλύναι μνημονεύοντες αὐτῶν ἐπιπλέον. ἀρξώμεθα οὖν ἤδη τῶν χρησίμων.
§1.1 [α΄. Περὶ ἀβροτόνου τε καὶ ἀψινθίου καὶ τῶν ἑκατέρου εἰδῶν.] Ἀβροτόνου ταύτης τῆς πόας οὔτε τὴν ἰδέαν χρὴ γράφειν ἐπὶ τοσούτοις τε καὶ τοιούτοις ἀνδράσιν οὔτε τὰς κατὰ μέρος ἐνεργείας ὡς ἐκεῖνοι, κᾂν εἰ μὴ διωρισμένως, ἀλλὰ σαφῶς γοῦν ἐδήλωσαν. εἰρήσεται δὲ καὶ ἡμῖν ἐπιπλέον ὑπὲρ αὐτῶν ἐν τῇ περὶ συνθέσεως φαρμάκων πραγματείᾳ καὶ τῇ τῶν εὐπορίστων, ἔστι δὅτε κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὅταν χρεία καλῇ. μόνον δὲ, ὅπερ ἐξ ἀρχῆς πρόκειται, τὰς καθόλου δυνάμεις ἁπάντων τῶν φαρμάκων ἐπισκέψασθαι, τοῦτο κᾀπὶ τῶν ἄλλων μὲν ἕπεται, καὶ νῦν δὲ ἤδη ποιητέον αὐτὸ καὶ λεκτέον ὡς θερμόν τέ ἐστι καὶ ξηρὸν τὴν δύναμιν τὸ ἀβρότονον, ἐν τρίτῃ που τάξει καὶ ἀποστάσει μετὰ τὰς συμμετρίας τεταγμένον, διαφορητικήν τέ τινα καὶ τμητικὴν ἔχον δύναμιν. τῆς αὐτῆς δἐστὶ δυνάμεως καὶ τρίψις αὐτοῦ εἰληφυῖα, ὥσπερ τὸ σαρκωτικόν τε καὶ δακνῶδες. ὅτι δὲ καὶ ὡς πρὸς τὴν εὔκρατον φύσιν τοιαύτη τάξις ἐξετάζεται πρόσθεν εἴρηται πολλάκις. ἐξεύρομεν δαὐτοῦ τὴν κρᾶσιν οὐχ ἥκιστα μὲν καὶ τῇ γεύσει τεκμηράμενοι, πικρὸν γὰρ ἱκανῶς ἐστιν. δὲ τοιοῦτος χυμὸς ἐδείκνυτο γεώδης μὲν ὢν τὴν οὐσίαν, ὑπὸ θερμότητος δαψιλοῦς λεπτύνεσθαι, ὥστε καὶ θερμαίνειν καὶ ξηραίνειν οὐκ ἀγεννῶς. οὐ μὴν ἀλλὰ καὶ τῇ διωρισμένῃ πείρᾳ, περὶ ἧς ἔμπροσθεν εἴρηται πολλάκις, ἀκριβῶς βασανίσαντες ἐκ τῆς αὐτῆς εὕρομεν τὸ φάρμακον τοῦτο κράσεως. εἴτε γὰρ κόψας τὴν κόμην ἅμα τοῖς ἄνθεσιν, ἄχρηστον γὰρ αὐτοῦ τὸ λοιπὸν κάρφος, ἐπιπάττοις ἕλκει καθαρῷ, δακνῶδές τε καὶ ἐρεθιστικὸν φαίνεται, εἴτε ἀποβρέξας ἐν ἐλαίῳ καταντλεῖν ἐθελήσαις ἤτοι κεφαλὴν γαστέρα, θερμαῖνον σφοδρῶς εὑρεθήσεται. καὶ μὲν δὴ καὶ ὅσοι κατὰ περιόδους ἁλίσκονται ῥίγεσιν, εἰ καὶ τούτους ἀνατρίβοις πρὸ τῆς εἰσβολῆς, ἧττον ῥιγῶσιν, ἀλλοὐδὲ τὴν αἴσθησιν εὐθὺς ἅμα τῷ προσφέρεσθαι λανθάνει θερμαῖνον. ὅτι δὲ ἕλμινθας ἀναιρεῖν εἰκός ἐστι πικρὸν ὑπάρχον αὐτὸ καὶ πρὸ τῆς πείρας εὔδηλον, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένων ὑπὲρ τοῦ πικροῦ χυμοῦ τῆς φύσεως. εἰδήσεις δεὐθὺς ὡς καὶ διαφορητικήν τινα καὶ τμητικὴν ἔχει δύναμιν. ἀλλὰ καὶ ὡς μᾶλλον ἀψινθίου τοῦτο ὑπάρχειν ἀναγκαῖον αὐτῷ συλλογίσασθαί σοι παρέσται πρῶτον μὲν ἐκ τῆς γεύσεως. ἐλαχίστης γάρ τινος μετέχει στρυφνότητος τὸ ἀβρότονον, ἀψίνθιον δὲ οὐκ ὀλίγης· ἔπειτα δὲ κᾀκ τοῦ κακοστόμαχον εἶναι τὸ ἀβρότονον, ὥσπερ οὖν καὶ τὸ σέριφον, εὐστόμαχον δὲ τὸ ἀψίνθιον. ἐδείχθη γὰρ καὶ περὶ τούτων πρόσθεν ὡς τὸ μὲν πικρὸν αὐτὸ καθαὑτὸ παντελῶς εἴη κακοστόμαχον, τὸ δὲ αὐστηρὸν στρυφνὸν ὅλως στῦφον εὐστόμαχον. ἐπιμιγνυμένων δὲ τῶν ποιοτήτων ἀλλήλαις σφοδροτέρα ἂν ἐπικρατοίη. ταῦτοὖν ἀρκεῖ σοι γινώσκειν ἐν τῇδε τῇ πραγματείᾳ. δειχθήσεται γὰρ ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ὡς ἄν τις τοιούτῳ φαρμάκῳ κάλλιστα χρῷτο. καὶ διὰ τοῦτο μηκέτι ἐπιζήτει ἀκούειν μήθὅτι σὺν ἑφθῷ μήλῳ κυδονίῳ καταπλασθὲν ἄρτῳ φλεγμονὰς ὀφθαλμῶν ἰᾶται, μήθὅτι διαφορεῖ φύματα σὺν ὠμηλύσει λεῖον ἑψηθέν. οὐδὲ γὰρ τούτων οὐδέτερον οὔτε τῶν ἄλλων οὐδὲν τῆς νῦν πραγματείας ἴδιόν ἐστιν, ἀλλὰ τοῖς μὲν ἐμπειρικὴν διδασκαλίαν ποιουμένοις ἐν τοῖς εὐπορίστοις γράφεται φαρμάκοις, ὅσοι δὲ λογικῶς ἀσκῆσαι τὴν τέχνην βούλονται, τῆς θεραπευτικῆς ἐστι χρεία τούτοις μεθόδου. τά τε γὰρ ἄλλα καὶ βλαβείη τις ἂν μᾶλλον ὠφεληθείη πρὸς τῆς τοιαύτης ἱστορίας. Ἱπποκράτει μὲν οὖν ἐν ἀφορισμοῖς γράφοντι, ὀδύνας ὀφθαλμῶν ἀκρατοποσίη λουτρὸν πυρίη φλεβοτομίη φαρμακείη λύει· μὴ μέντοι προστιθέντι, ποίας μὲν οὖν ὀδύνας ἀκρατοποσία, ποίας δὲ λουτρὸν, καὶ τίνας μὲν πυρία, τίνας δὲ φλεβοτομία, τίνας δὲ φαρμακεία, συγχωρήσειεν ἄν τις, οἶμαι, διὰ τρεῖς αἰτίας. καὶ γὰρ ἀφοριστικὴν ἐποιεῖτο διδασκαλίαν, ἐν διὰ τὸ σύντομον οὕτω λέγεσθαι συγκεχώρηκε τὰ πολλὰ, καὶ πάντα τὰ ἰατικὰ τῶν ὀδυνῶν ἔγραψεν, εἰ καὶ μὴ διωρίσατο πρὸς ὁποίαν ὀδύνην ποῖον αὐτῶν ἁρμόττει, καὶ πολλαχόθι τῶν ἄλλων συγγραμμάτων ἀφορμὰς ἡμῖν ἔδωκε τῶν ἐν τοῖς οὕτω ῥηθεῖσι διορισμῶν. ὅσοι δὲ μήτἐν ἑτέροις βιβλίοις ἔγραψαν ὑπὲρ τῶν τοιούτων ἀφορισμῶν μήτε ἐν διεξοδικῇ τε καὶ μακρᾷ πραγματείᾳ, γράφουσιν ἀφοριστικῶς τε καὶ βραχέως, εἴτε τὸ πρὸς τούτοις ἓν ἐκ πολλῶν δηλοῦσιν, εἰς πλείω δὲ βλάπτουσιν ἡμᾶς ὠφελοῦσι. πολλῶν γὰρ οὐσῶν διαφορῶν ἐν ταῖς ὀφθαλμίαις, καὶ μιᾶς μὲν ἐξ αὐτῶν χρῃζούσης τοῦ προειρημένου καταπλάσματος, τῶν δἄλλων βλαπτομένων, χρώμενος ἐπὶ πασῶν ἀδιορίστως πολὺ πλείους βλάψει ὠφελήσει. κατὰ τοῦτον οὖν τὸν τρόπον οὐ περὶ ἀβροτόνου μόνον, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων γραπτέον ἡμῖν ἐστι, τὰς μὲν κατὰ τὸ θερμαίνειν καὶ ψύχειν ὑγραίνειν ξηραίνειν δυνάμεις ἐξ ὧν πολλάκις εἴρηκα μεθόδων εὑρίσκουσιν, ὅσα δὲ κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ἀποτελοῦνται τῇ πείρᾳ μόνῃ. δέδεικται καὶ περὶ τῶν τοιούτων ὡς δηλητήριοί τέ εἰσι καὶ δηλητηρίων ἀλεξητήριοι καὶ καθαρτικοί. τούτων γὰρ οὐχ οἷόν τε λογικὴν ποιήσασθαι τὴν εὕρεσιν, ἀλλ μόνον ὑπόνοιάν τινα πιθανὴν ἔστιν εὑρεῖν ἐπί τινων· οὐ γὰρ δὴ ἐπὶ πάντων γε, καθάπερ καὶ αὐτὸ τοῦτο δεδήλωται διὰ τῶν ἔμπροσθεν. ἀλλὰ περὶ μὲν τῶν οὕτως εὑρισκομένων δυνάμεων ἰδίᾳ ποιήσομαι τὸν λόγον ἐν τοῖς ἐφεξῆς, ἐπειδὰν πρότερον ὑπὲρ τῶν κατὰ τὸ θερμαίνειν καὶ ψύχειν, ὑγραίνειν τε καὶ ξηραίνειν, καὶ ὅσα ταύταις ἕπονται διέλθω καθἕκαστον εἶδος φαρμάκου. τοσόνδε μέντοι προσθεὶς ἔτι περὶ ἀβροτόνου καταπαύσω τὸν λόγον, ὡς θαυμασιώτατος Πάμφιλος, καίτοι ταύτην πρώτην πόαν γράφων καὶ τάχἂν εἰ μηδενὸς τῶν ἐφεξῆς, ἀλλὰ ταύτης γοῦν ἐθελήσας αὐτόπτης γενέσθαι, ὅμως ἔσφαλται μέγιστα, νομίζων ὑπὸ Ῥωμαίων σαντόνικον ὀνομάζεσθαι τὴν βοτάνην. διαφέρει γὰρ ἀβρότονον σαντονίκου, καθότι καὶ Διοσκουρίδης ἔγραψεν ἐν τῷ τρίτῳ περὶ ὕλης ἀκριβέστατα, καὶ πάντες ἴσασι τοῦτό γε ἰατροὶ καὶ ῥωποπῶλαι. τοῦ μὲν γὰρ ἀβροτόνου δύο ἐστὶν εἴδη, τὸ μὲν ἄῤῥεν, τὸ δὲ θῆλυ νομιζόμενον, ὡς καὶ τοῦτο διώρισται παρὰ τῷ Διοσκουρίδῃ τε καὶ τῷ Παμφίλῳ καὶ ἄλλοις μυρίοις. ἕτερον δέ ἐστιν αὐτοῦ τὸ ἀψίνθιον, οὗ πάλιν εἴδη χρὴ τίθεσθαι καὶ αὐτὰ τριττὰ, ὧν τὸ μὲν τῷ γένει ὁμωνύμως προσαγορεύονται ἀψίνθιον, ὁποῖον μάλιστά ἐστι τὸ Ποντικὸν, τὸ δὲ σέριφον, τὸ δὲ σαντόνικον. εἰ δἄλλο μὲν ἀψίνθιον, ἄλλο δὲ σέριφον, ἄλλο δὲ σαντόνικον λέγοι, οὐδὲν εἰς τὰ παρόντα διαφέρει. οὐδὲ γὰρ ὄνομα διαιρήσοντες ἥκομεν, ἀλλὑπὲρ αὐτῶν τῶν πραγμάτων σπουδάζομεν. ἐπεὶ τοίνυν καὶ ταῦτα καὶ ταῖς ἰδέαις καὶ ταῖς γεύσεσι καὶ ταῖς δυνάμεσιν ἕτερα σαφῶς ἀλλήλων ἐστὶν, ὀνομαζέτω μὲν, εἰ βούλοιτό τις, ἅπαντα διὰ μιᾶς προσηγορίας, ἐκδιδασκέτω δὲ ἀκριβῶς τὰς δυνάμεις. ἡμεῖς οὖν τὰς μὲν ἰδέας αὐτάρκως ἔφαμεν εἰρῆσθαι Διοσκουρίδῃ τε καὶ ἄλλοις οὐκ ὀλίγοις, ὥστοὐ χρὴ γράφειν αὖθις ὅσα τοῖς πρόσθεν ὀρθῶς εἴρηται. εἴ τι δἐν ταῖς τούτου δυνάμεσιν ἀδιόριστον ἐκεῖνοι παρέλιπον, οὗ δὴ χάριν ἐπὶ τήνδε τὴν ἔξοδον ἀφικόμην, ἐγὼ προσθεῖναι πειράσομαι. τὸ μὲν ἀψίνθιον ἧττόν ἐστιν τῶν εἰρημένων θερμὸν, ὡς ἂν πλείστης μετέχων τῆς στύψεως. εἰ δὲ καὶ τοῦτο λεπτομερὲς ἧττον ἐκείνων, καὶ λεπτυντικὸν δὴ κατὰ τὸν αὐτὸν τρόπον ἧττον ἐκείνων, οὐ μὴν ἧττόν γε ξηραντικόν. τῶν δἄλλων τὸ μὲν σαντόνικον ἀπὸ Σαντονείας χώρας, ἐν φύεται, τὴν προσηγορίαν ἔχον ἐγγυτάτω τὴν δύναμίν ἐστι τοῦ σερίφου, βραχεῖ τινι λειπόμενον ἐν τῷ λεπτύνειν τε καὶ θερμαίνειν καὶ ξηραίνειν. αὐτὸ δὲ τὸ σέριφον ἧττον μὲν θερμὸν τοῦ ἀβροτόνου, θερμότερον δὲ ἀψινθίου, κακοστόμαχον δὲ ἱκανῶς καὶ ὡς ἂν ἁλμυρίδα τινὰ σὺν πικρότητι ἀποφαῖνον, ἔτι τε τῆς στρυφνότητος ὀλίγον μετέχον. οὕτω δὲ καὶ ἀβρότονον καὶ σαντόνικον ἱκανῶς ἐστι κακοστόμαχον. μόνον γὰρ ἐν αὐτοῖς τὸ ἀψίνθιον καὶ μάλιστα τὸ Ποντικὸν εὐστόμαχόν ἐστιν ὅτι πλείστης μετέχει στύψεως. ἀβρότονον δὲ κεκαυμένον θερμὸν καὶ ξηρόν ἐστι τὴν δύναμιν, ἔτι μᾶλλον κολοκύνθης ξηρᾶς κεκαυμένης καὶ ἀνήθου ῥίζης. ἐκεῖνα γὰρ ἕλκεσιν ὑγροῖς τε ἅμα καὶ χωρὶς φλεγμονῆς τετυλωμένοις ἁρμόττει, καὶ διὰ τοῦτο μάλιστα τοῖς ἐπὶ πόσθαις αἰδοίου συμπεφωνηκέναι δοκεῖ. τοῦ δὲ ἀβροτόνου τέφρα δακνώδης ἅπασιν ἕλκεσιν ὑπάρχει. καὶ διὰ τοῦτο καὶ πρὸς ἀλωπεκίας ἁρμόττει σὺν ἐλαίῳ λεπτομερεῖ, κικίνῳ δηλονότι ῥαφανίνῳ Σικυωνίῳ παλαιῷ, καὶ μάλιστα τῷ Σαβίνῳ. καὶ γένεια δὲ βραδέως ἀνιόντα προκαλεῖται μετά τινος τῶν εἰρημένων ἐλαίων ὅτου δὴ, καὶ οὐδὲν δἧττον ἐκείνων σχινίνῳ δευόμενον. ἀραιωτικὸν γάρ ἐστι πρὸς τῷ λεπτομερὲς εἶναι καὶ δακνῶδες καὶ θερμὸν, ἃς δὴ καὶ μάλιστα χρὴ γινώσκειν τὰς δυνάμεις αὐτοῦ καὶ μηδὲν ἔτι τῶν κατὰ μέρος ἐν τῇδε τῇ πραγματείᾳ δεῖσθαι.
§1.2–1.22
§1.2 [β΄. Περὶ ἄγνου λύγου.] Ἄγνος δὲ λύγος, τὸ θαμνῶδες φυτὸν, θερμὸς μέν ἐστι καὶ ξηραντικὸς κατὰ τὴν τρίτην που ἀπόστασιν, λεπτομερὴς δὲ ἱκανῶς καὶ γευόμενος δριμύς τε ἅμα καὶ στύφων ἄγνος, λύγος. αὐτὰς μὲν δὴ τὰς λύγους ἀχρήστους ἔχει πρὸς ἰατρείαν, τὰ δὲ φύλλα καὶ τὸ σπέρμα ξηρὰ καὶ θερμὰ τὴν δύναμίν ἐστι καὶ κατὰ τὴν οὐσίαν λεπτομερῆ. καὶ γὰρ χρωμένων οὕτω φαίνεται καὶ γευομένων δριμύ τε ἅμα καὶ ὑποστῦφόν ἐστι καὶ τὸ φύλλον καὶ τὸ ἄνθος καὶ καρπός. ἔστι δὲ καὶ ἐδώδιμος καρπὸς καὶ θερμαίνει σαφῶς μετὰ τοῦ κεφαλαλγὴς ὑπάρχειν. εἰ δὲ φρυχθείη, καὶ γὰρ καὶ οὕτως ἐσθίεται μετὰ τραγημάτων, ἧττον ἅπτεται τῆς κεφαλῆς. ἄφυσος δὲ κατὰ γαστέρα καὶ ἄφρυκτος μὲν, ἐπὶ μᾶλλον δὲ πεφρυγμένος. ἐπέχει δὲ καὶ τὰς πρὸς ἀφροδίσια ὁρμὰς τε πεφρυγμένος καὶ ἄφρυκτος καρπὸς, καὶ τὰ φύλλα καὶ τὰ ἄνθη τοῦ θάμνου ταὐτὸ τοῦτο δύναται δρᾷν, ὥστε οὐ μόνον ἐσθιόμενα καὶ πινόμενα πρὸς ἁγνείαν πεπίστευται συντελεῖν, ἀλλὰ καὶ ὑποστρωννύμενα. ταῦτἄρα καὶ τοῖς Θεσμοφορίοις αἱ γυναῖκες Ἀθήνῃσιν ὑποστρωννύουσιν ἑαυταῖς ὅλον τὸν θάμνον, ἐντεῦθεν δὲ καὶ τοὔνομα αὐτῷ. ἐξ ὧν ἁπάντων δῆλον, εἴ γε τῶν ἐν τοῖς ἔμπροσθεν ὑπομνήμασιν εἰρημένων μεμνήμεθα, θερμαίνειν τε ἅμα καὶ ξηραίνειν καὶ ἀφυσότατον ὑπάρχειν ἄγνον. ὅτι δὲ λεπτομερὴς ἀκριβῶς ἐστιν δύναμις αὐτοῦ τεκμήριον. καὶ γὰρ τὸ πρὸς κεφαλὴν. ἅπτειν οὐ διὰ πλῆθος ἀτμώδους πνεύματος ὑπαὐτοῦ γεννωμένου μᾶλλον ἤπερ διὰ θερμότητα καὶ λεπτομέρειαν εὔλογον γίνεται. εἴ περ γὰρ ἦν φυσώδους πνεύματος γεννητικὸν, ἐνεφύσησέ τε ἂν τὴν γαστέρα καὶ τὰς πρὸς ἀφροδίσια παρώξυνεν ὁρμὰς ὥσπερ εὔζωμον. ἐπεὶ δὲ οὐ μόνον οὐ παροξύνει, ἀλλὰ καὶ καταστέλλειν πέφυκεν, εἴη ἂν κατὰ τὴν πηγάνου μάλιστα δύναμιν ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν, οὐ μὴν ἶσόν γἐστὶν αὐτῷ. βραχὺ γὰρ ἀπολείπεται κατἄμφω· καὶ γὰρ θερμαντικώτερον αὐτοῦ καὶ ξηραντικώτερόν ἐστι τὸ πήγανον. διενήνοχε δὲ καὶ τῷ τῆς ποιότητος καὶ δυνάμεως ἐπιμίκτῳ. τὸ γὰρ τοῦ ἄγνου σπέρμα καὶ οἱ βλαστοὶ στύψιν τινὰ μετρίαν ἐπεισφέρουσι. τὸ δὲ πήγανον ὅταν μὲν ξηρὸν , πικρὸν ἀκριβῶς ἐστι καὶ δριμὺ, ὅταν δὲ ὑγρὸν, ὑπόπικρον. οὐ μὴν αὐστηρόν γε στρυφνόν τι πρόσεστιν αὐτῷ, εἰ καὶ προσεῖναί τῳ δόξειεν, ἀμυδρὸν παντάπασιν οἶδὅτι δόξει, καὶ οὐδαμῶς ἶσον τῷ τοῦ ἄγνου. ταῦτἄρα καὶ πρὸς ἧπαρ καὶ σπλῆνα σκληρούμενά τε καὶ ἐμφραττόμενα τὸ τοῦ ἄγνου σπέρμα μᾶλλον πήγανον ἁρμόττει. τῆς θεραπευτικῆς δέ ἐστιν ἤδη ταῦτα μεθόδου, ἧς τὸ μὲν μηδὅλως προσάπτεσθαι φαρμάκων δυνάμεως ἀποφαινόμενον ἀδύνατόν ἐστι, τὸ δὲ ταχέως ἀπολείποντα πάλιν ἐπανέρχεσθαι πρὸς τὸ προκείμενον ἀνδρὸς ἔργον ἂν εἴη σώφρονος. ἔτι δὲ μᾶλλον ἐπὶ τῶν ἑξῆς φαρμάκων αὐτὸ δὴ τοῦτο πρᾶξαι πειράσομαι, λέγω δὴ τὸ τὴν καθόλου δύναμιν ἔκ τινων ὀλίγων ἐναργῶν ἐπιλογισάμενος ἀποχωρεῖν τῶν κατὰ μέρος ἐνεργειῶν. ἀρκεῖ γὰρ τοῦτο μόνον εἰς τὰ παρόντα γινώσκειν, ὡς θερμὸς μὲν καὶ ξηρὸς ἄγνος τὴν δύναμίν ἐστιν οὐ μετρίως, ἀλλὰ κατὰ τὴν τρίτην που τῶν ἀποστάσεων, λεπτομερὴς δὲ ἱκανῶς. γὰρ ταῦτα εἰδὼς, εἶτα προσμαθὼν τὴν θεραπευτικὴν μέθοδον, αὐτὸς ἐξευρήσει πῶς μὲν καταμήνια κινήσει διαὐτοῦ, πῶς δὲ τὰ σκληρυνόμενα μόρια διαφορήσει, πῶς δὲ ἄκοπον θερμαντικὸν ἄλειμμα διαὐτοῦ κατασκευάσει.
§1.3 [γ΄. Περὶ ἀγρώστεως.] Τῆς δὲ ἀγρώστεως μὲν ῥίζα συμμέτρως ἐστὶ ψυχρὰ καὶ ξηρὰ, ἔχουσά τι ὀλίγον δακνῶδες καὶ λεπτομερές. δὲ πόα ψύχει μὲν κατὰ τὴν πρώτην ἀπόστασιν, σύμμετρος δἐστὶ κατὰ ὑγρότητα καὶ ξηρότητα. τὸ δὲ σπέρμα τῆς μὲν ἄλλης ἀσθενὲς ὑπάρχει, τῆς δἐν τῷ Παρνασσῷ ξηραντικόν τε καὶ λεπτομερὲς καὶ ὑπόστρυφνον. ἄγρωστις ἐδώδιμον ἔχει τὴν ῥίζαν, ἔστἂν μαλακὴ, γλυκεῖα μὲν ὑδατώδης, δριμὺ δέ τι καὶ ὑπόστρυφνον ὀλίγον ἔχουσα. αὕτη δὲ πόα τελέως ἐστὶν ὑδατώδης γευομένοις. ἐξ ὧν δῆλον ὡς μετρίως μέν ἐστιν ῥίζα ψυχρὰ καὶ ξηρὰ καὶ διὰ τοῦτο κολλητικὸν τῶν ἐναίμων ἑλκῶν. αὐτὴ δὲ πόα καταπλασσομένη ψύχει μὲν οὐκ ἰσχυρῶς, ὑγρότητος δὲ καὶ ξηρότητος ἐν τῷ μέσῳ καθέστηκε. τὸ δὲ ἐν τῇ ῥίζῃ δακνῶδες καὶ λεπτομερές ἐστι μὲν ὀλίγον, εἴωθε δοὖν ἔστιν ὅτε καὶ λίθους θρύπτειν, εἴ τις αὐτὴν ἀφεψήσας πίνοι. τὸ δὲ σπέρμα τῆς μὲν ἄλλης ἀσθενές ἐστιν, τῆς δἐν τῷ Παρνασσῷ διουρητικόν τέ ἐστι καὶ ῥεύματα ξηραίνει γαστρὸς καὶ στομάχου. δύναμις γάρ ἐστιν αὐτοῦ ξηραντική τε καὶ λεπτομερὴς καὶ ὑπόστρυφνος.
§1.4 [δ΄. Περὶ ἀγχούσης καὶ τεττάρων ἀγχουσῶν.] Τῆς δὲ ἀγχούσης τέταρτόν ἐστιν εἶδος, ὧν μὲν ὀνόκλεια ψύχουσαν ἱκανῶς καὶ ξηραίνουσαν ἔχει τὴν ῥίζαν, στύφουσάν τε ἅμα καὶ ὑπόπικρον, ἱκανὴν δὲ καὶ λεπτῦναι καὶ ἀποῤῥῦψαι τοὺς χολώδεις χυμοὺς καὶ πυκνῶσαι τὰ σώματα. τὰ δὲ φύλλα ἀσθενέστερα μὲν ἔχει τῆς ῥίζης, στύφει δὲ αὐτὰ καὶ ξηραίνει. καὶ λύκοψις δὲ προσαγορευομένη ψύχει μὲν καὶ ξηραίνει, ῥίζαν δἔχει στυπτικωτέραν τῆς ὀνοκλείας. δὲ ὀνόχειλος θερμοτέρα τέ ἐστι καὶ φαρμακωδεστέρα. πλέον γὰρ ἔχει καὶ πρὸς τὴν γεῦσιν εὐθὺς τὸ δριμύ. ταύτης δἔτι θερμοτέρα, μικρὰ καὶ πικροτέρα καὶ πλέον ἔτι φαρμακωδεστέρα τυγχάνει. ἄγχουσαι δὲ οὐ τῆς αὐτῆς ἅπασαι δυνάμεως. μὲν γὰρ ὀνόκλεια προσαγορευομένη στύφουσάν τε ἅμα καὶ ὑπόπικρον ἔχει τὴν ῥίζαν, ἱκανὴν καὶ πυκνῶσαι τὰ σάματα καὶ μετρίως λεπτῦναι καὶ ἀποῤῥῦψαι καὶ ἀποπλῦναι τοὺς χολώδεις καὶ ἁλμυρώδεις χυμούς. ἐῤῥέθη γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς στρυφνὴ ποιότης ἐπιμεμιγμένη τῇ πικρᾷ ταῦτα ἐργάζεσθαι πέφυκεν. οὕτω τέ τοι καὶ ἰκτερικοῖς καὶ σπληνικοῖς καὶ νεφριτικοῖς ὠφέλιμος ὑπάρχει. ἔστι δὲ καὶ ψύχειν μὲν ἱκανὴ καὶ καταπλασσομένη γε σὺν ἀλφίτοις ἐρυσιπέλατα ὠφελεῖ, καὶ ἀποῤῥύπτει δὲ οὐ πινομένη μόνον, ἀλλὰ καὶ ἔξωθεν ἐπιτιθεμένη, καὶ διὰ τοῦτο ἀλφοὺς καὶ λέπρας ἰᾶται σὺν ὄξει. τὰ μὲν τῆς ῥίζης ἔργα ταῦτα καὶ αἱ τῶν ἔργων δυνάμεις αἱ εἰρημέναι. τὰ δὲ φύλλα τῆς βοτάνης ἐστὶν μὲν ἀσθενέστερα τῆς ῥίζης, οὐκ ἀπήλλακται δὲ τοῦ ξηραίνειν τε καὶ στύφειν, ὥστε καὶ διάῤῥοιαν ἰᾶται σὺν οἴνῳ πινόμενα. καὶ λύκοψις δὲ προσαγορευομένη τοῖς ἐρυσιπέλασιν ὁμοίως ἁρμόζει καὶ ῥίζαν ἔχει στυπτικωτέραν τῆς ὀνοκλείας. τῆς δὲ ὀνοχείλους τε καὶ Ἀλκιβιαδείου καλουμένης μὲν δύναμίς ἐστι φαρμακωδεστέρα. πλέον γοῦν ἔχει καὶ πρὸς τὴν γεῦσιν εὐθὺς τὸ δριμὺ καὶ ἐχιοδήκτοις ἱκανῶς ἁρμόττει καταπλαττομένη καὶ περιαπτομένη καὶ ἐσθιομένη. λοιπὴ δὲ τετάρτη καὶ μικρὰ καὶ σχεδὸν ἀνώνυμος ἐξ αὐτῶν μόνη, παραπλησία μέν ἐστι τῇ Ἀλκιβιαδείῳ, πικροτέρα δὲ καὶ πλέον ἐστὶ φαρμακωδεστέρα, καὶ διὰ τοῦτο πρὸς τὰς πλατείας ἕλμινθας ἐπιτηδεία, πλῆθος ὀξυβάφου σὺν ὑσσώπῳ τε καὶ καρδάμῳ πινομένη.
§1.5 [ε΄. Περὶ ῥίζης ἀγαρικοῦ.] Ἀγαρικοῦ ῥίζα τοῦτἔστιν ἐπιφυομένη πρέμνῳ, κατὰ μὲν τὴν πρώτην γεῦσιν γλυκεῖά τις, ὑπόπικρος δὲ ὀλίγον ὕστερον φαινομένη καί τινος ἐν τῷ χρόνῳ δριμύτητος ἔμφασιν ἐπάγουσα, καὶ βραχείας στύψεως. ἔστι δὲ καὶ χαύνη τὴν σύστασιν. ἐξ ὧν ἁπάντων εὔδηλον, εἴπερ τῶν ἐν τοῖς ἔμπροσθεν ὑπομνήμασιν εἰρημένων μνημονεύομεν, ὡς σύνθετόν ἐστι τὸ φάρμακον ἐξ οὐσίας ἀερώδους τε καὶ γεώδους, ὑπὸ θερμότητος λελεπτυσμένης, ἥκιστα δὲ τῆς ὑδατώδους μετέχει. ταῦτἄρα διαφορητικήν τε καὶ θερμαντικὴν τὴν δύναμιν ἔχει, καὶ πάχους τμητικὴν καὶ διακαθαίρει τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις, καὶ διὰ τοῦτο ἰκτεριῶντας ἰᾶται, τοὺς ἐπἐμφράξει τῶν καθἧπαρ οὕτω κάμνοντας. ὀνίνησι δὲ καὶ τοὺς ἐπιλήπτους διὰ τὴν αὐτὴν δύναμιν καὶ ῥίγη τὰ κατὰ περίοδον, ὅσα παχέων γλίσχρων ἐστὶ χυλῶν ἔγγονα, καὶ ταῦτα ἰᾶται. ὠφελεῖ δὲ καὶ τοὺς ὑπὸ κατὰ ψύξιν ἀδικούντων θηρίων δηχθέντας, νυγέντας, ἔξωθέν τε κατὰ τοῦ πεπονθότος ἐπιτιθέμενον, εἴσω τε τοῦ σώματος λαμβάνον ὁλκῇ δραχμῆς μιᾶς μετοἴνου κεκραμένου. ἔστι δὲ καὶ καθαρτικόν.
§1.6 [στ΄. Περὶ ἀγηράτου.] Ἀγήρατόν ἐστι δυνάμεως διαφορητικῆς τε καὶ ἀτρέμα πως ἀφλεγμάντου.
§1.7 [ζ΄. Περὶ ἀδιάντου.] Τὸ δὲ ἀδίαντον κατὰ μὲν θερμότητα καὶ ψυχρότητα σύμμετρόν ἐστι, ξηραίνει δὲ καὶ λεπτύνει καὶ διαφορεῖ. καὶ γὰρ ἀλωπεκίας δασύνει καὶ χοιράδας καὶ ἀποστήματα διαφορεῖ καὶ λίθους θρύπτει πινόμενον, καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγαῖς τῶν γλίσχρων καὶ παχέων χυμῶν οὐ σμικρὰ συντελεῖ, καὶ ῥεῦμα κοιλίας ἵστησιν. οὐ μὴν θερμότητά γέ τινα προσβάλλει σαφῆ, καθάπερ οὐδὲ ψύξιν. ἀλλὰ θείη τις ἂν αὐτὸ κατὰ τὴν ἐν τούτοις ἀντίθεσίν τε καὶ κρᾶσιν ἐν τῇ μέσῃ τάξει.
§1.8 [η΄. Περὶ ἀειζώου.] Ἀείζωον ἑκάτερον, καὶ τὸ μικρὸν καὶ τὸ μέγα, ξηραίνει μὲν ἐπὀλίγον, ὅτι καὶ στύφει μετρίως, ἀπηλλαγμένον ἁπάσης ἄλλης ἰσχυρᾶς ποιότητος, ὡς ἐπικρατεῖν ἐν αὐτῷ τὴν ὑδατώδη μᾶλλον οὐσίαν· ἐμψύχει δὲ οὐ μετρίως. ἔστι γὰρ τῆς τρίτης ἀποστάσεώς τε καὶ τάξεως τῶν ψυχόντων. ταῦτἄρα καὶ πρὸς ἐρυσιπέλατα μὲν, ἀλλὰ καὶ πρὸς ἕρπητας καὶ πρὸς τὰς ἐκ ῥευμάτων φλεγμονὰς ἁρμόττει.
§1.9 [θ΄. Περὶ αἰγίλωπος.] Αἰγίλωψ διαφορητικὴν ἔχει τὴν δύναμιν, δῆλον δἐκ τῆς γεύσεως, ἠρέμα γάρ πώς ἐστι δριμύς. οὐ μὴν ἀλλὰ κᾀκ τοῦ τὰς σκληρυνομένας φλεγμονὰς καὶ τοὺς αἰγίλωπας ἰᾶσθαι.
§1.10 [ι΄. Περὶ αἴρας.] Αἴρα ξηραίνει καὶ θερμαίνει δραστικῶς, ὡς ἐγγὺς εἶναι τῶν δριμέων ἴρεως μᾶλλον. οὐκ ἔστι δὲ ὡς ἐκείνη λεπτομερὴς, ἀλλἀπολείπεται συχνῷ κατὰ τοῦτο, καὶ θείη ἄν τις αὐτὴν ἐν ἀρχῇ μὲν τῆς τρίτης τάξεως τῶν θερμαινόντων, ἐπὶ τελευτῇ δὲ δευτέρας τῶν ξηραινόντων.
§1.11 [ια΄. Περὶ αἰγείρου.] Αἰγείρου τὰ μὲν ἄνθη θερμὰ τὴν δύναμίν ἐστιν ἐκ τῆς πρώτης ἀποστάσεως ἀπὸ τῶν εὐκράτων· ἐν δὲ τῇ κατὰ τὸ ξηραίνειν τε καὶ ὑγραίνειν διαφορᾷ βραχὺ τῶν εὐκράτων καὶ μέσων ἀποκεχώρηκεν ἐπὶ τὸ ξηρότερον. ἔστι δὲ καὶ λεπτομερὴς μᾶλλον παχυμερής. καὶ τὰ φύλλα αὐτῆς ὅμοια μέν πώς ἐστι τοῖς ἄνθεσιν, πλὴν εἰς ἅπαν ἀσθενέστερά τε καὶ ἀπρακτότερα· καὶ ῥητίνη δὲ αὐτῆς ὁμοία τοῖς ἄνθεσιν δυνάμεώς ἐστι καὶ θερμοτέρα ἔτι. τὸ δὲ σπέρμα λεπτομερέστερόν ἐστι καὶ ξηραντικώτερον τῆς ῥητίνης καὶ τῶν ἀνθῶν, θερμότερον δὲ οὐ πάνυ τι.
§1.12 [ιβ΄. Περὶ ἀκακίας.] Ἀκακίας καὶ τὸ φυτὸν μὲν αὐτὸ στρυφνόν ἐστι, καὶ καρπὸς καὶ χυλὸς, ὅστις καὶ πλυθεὶς ἀσθενέστερός τε ἅμα καὶ ἀδηκτότερος γίγνεται, ὥς τινα δριμύτητα κατὰ τὴν πλύσιν ἀποτιθέμενος. εἰ δὴ καὶ ἐπαλειφθείη κατά τινος ὑγιοῦς μέρους, εὐθὺς τοῦτο ξηρότερόν τε καὶ συντεταμένον ἀποφαίνει, καὶ θερμασίας μὲν αἴσθησιν οὐδέποτε, ψύξιν δὲ οὐκ ἄγαν ἰσχυρὰν ἔχει. δῆλον οὖν ὅτι ψυχρόν τε καὶ γεῶδές ἐστι τὸ φάρμακον, ἀναμεμιγμένης αὐτῷ τινος καὶ ὑδατώδους οὐσίας. εἰκασθείη δἂν οὐδὁμοιομερὲς ὑπάρχειν, ἀλλἔχειν τινὰ μόρια διεσπαρμένα καὶ λεπτομερῆ καὶ θερμὰ, κατὰ τὴν πλύσιν ἀποχωροῦντα. καὶ κείσθω καὶ τοῦτο τῆς τρίτης μὲν τάξεως τῶν ξηραινόντων, τῆς δευτέρας δὲ τῶν ψυχόντων, ἐπειδὰν πλυθῇ, τὸ δὲ ἄπλυτον τῆς πρώτης.
§1.13 [ιγ΄. Περὶ ἀκαλύφης.] Ἀκαλύφη. καὶ ταύτης τῆς πόας τε καρπὸς καὶ τὰ φύλλα, ταῦτα γὰρ καὶ εἰς χρεῖαν ἥκει μάλιστα, διαφορητικῆς ἱκανῶς ἐστι δυνάμεως, ὥστε καὶ φύματα καὶ παρωτίδας ἰᾶται. ἔχει δέ τι καὶ φυσῶδες, καὶ πρὸς τὰς συνουσίας ὁρμὰς ἐπεγείρει, καὶ μάλισθὅταν μετὰ γλυκέος πίνηται τὸ σπέρμα. ὅτι δοὐ θερμαίνει μὲν σφοδρῶς, λεπτομερὲς δὲ ἱκανῶς ἐστιν, τε τῶν ἐν θώρακί τε καὶ πνεύμονι παχέων καὶ γλίσχρων χυμῶν ἀναγωγὴ μαρτυρεῖ καὶ τὸ κνεῖσθαι τὰ μόρια τοῦ σώματος ὧν προσψαύσῃ. τὸ δὲ πνευματῶδες, οὗ μετέχειν εἴρηται, πεττομένης αὐτῆς γεννᾶται. οὐ γάρ ἐστιν ἐνεργείᾳ πνευματῶδες, ἀλλὰ δυνάμει. κοιλίαν δὲ ὑπάγει μετρίως αὐτῷ μόνῳ τῷ ῥύπτειν καὶ οἷον γαργαλίζειν, οὐ τῷ καθαίρειν. καὶ τὰ γαγγραινώδη καὶ τὰ καρκινώδη καὶ ὅλως ὅσα ξηρανθῆναι δεῖται χωρὶς τοῦ δάκνεσθαι προσηκόντως ἰᾶται, λεπτομερὴς μὲν ὑπάρχουσα καὶ ξηρὰ τὴν κρᾶσιν, οὐ μὴν εἰς τοσοῦτόν γε μετέχουσα θερμότητος ὡς ἤδη δάκνειν.
§1.14 [ιδ΄. Περὶ ἀκάνθου.] Ἄκανθος. οἱ μὲν μελάμφυλλον, οἱ δὲ παιδέρωτα. τὰ μὲν φύλλα διαφορητικὴν μετρίως ἔχει τὴν δύναμιν, δὲ ῥίζα ξηραντική τε καὶ τμητικὴ ἀτρέμα καὶ λεπτομερής.
§1.15 [ιε΄. Περὶ ἀκανθίου.] Ἀκάνθιον. ῥίζα τούτου καὶ τὰ φύλλα λεπτομεροῦς τε καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε καὶ σπωμένοις βοηθεῖν.
§1.16 [ιστ΄. Περὶ ἀκάνθου λευκῆς.] Ἄκανθος λευκή. ταύτην ἔνιοι λευκάκανθον ὀνομάζουσιν. ἔστι δαὐτῆς μὲν ῥίζα ξηραντικὴ καὶ μετρίως στύφουσα, διὸ καὶ κοιλιακοὺς καὶ στομαχικοὺς ὠφελεῖ, καὶ τὰς τοῦ αἵματος ἀγωγὰς ἐπέχει καὶ τὰ οἰδήματα καταπλαττομένη συστέλλει καὶ ὀδόντας ἀλγοῦντας, εἰ διακλύζοιτο τῷ ἀφεψήματι. τὸ δὲ σπέρμα λεπτομεροῦς καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε καὶ τοῖς σπωμένοις ἁρμόττειν πινόμενον.
§1.17 [ιζ΄. Περὶ ἀκάνθου Αἰγυπτίας.] Ἄκανθος Αἰγυπτία· ἔνιοι δὲ Ἀραβικὴν ὀνομάζουσιν. ἔοικε δὲ καὶ τῇ παρἡμῖν ἀκάνθῃ τῇ λευκῇ. στυπτικωτέρα δὲ καὶ ξηραντικωτέρα τὴν δύναμίν ἐστιν, ὥστε καὶ ῥοῦν γυναικεῖον ὀνίνησιν αὐτῆς ῥίζα. καὶ πρὸς τὰ ἄλλα ὅσα περ παρἡμῖν ἅπαντα βοηθεῖ σφοδροτέρως τε ῥίζα καὶ καρπὸς αὐτοῦ. οὗτος δὲ καὶ τὰ κατὰ τὴν σταφυλὴν καὶ τὰ καθἕδραν ἐμφυσώμενα, καὶ εἰς οὐλὴν ἄγει τὰ ἕλκη μετρίαν ἔχουσα καὶ οὐκ ἀηδῆ τὴν στύψιν.
§1.18 [ιη΄. Περὶ ἀκόρου.] Ἄκορον. τούτου τῇ ῥίζῃ χρώμεθα, δριμείᾳ μὲν οὔσῃ καὶ ὑποπίκρῳ μετρίως κατὰ γεῦσιν, οὐκ ἀηδεῖ δὲ κατὰ τὴν ὀσμήν. ὅθεν δῆλον ὡς θερμὴ τὴν δύναμίν ἐστιν καὶ λεπτομερὴς τὴν σύστασιν. ὁμολογεῖ δὲ τούτῳ καὶ τὸ κινεῖν οὖρα καὶ σκιῤῥουμένους τοὺς σπλῆνας ὠφελεῖν, ἀποῤῥύπτειν τε καὶ λεπτύνειν τὰ πάχη τοῦ κερατοειδοῦς. ἀμείνων δὲ χυλὸς αὐτῆς εἰς τοῦτο. δῆλον δὲ ὅτι ξηραντικὸν πάντως ἐστίν. καὶ δὴ καὶ κείσθω τρίτης τάξεως ἐν ἀμφοῖν, ἔν τε τῷ θερμαίνειν κᾀν τῷ ξηραίνειν.
§1.19 [ιθ΄. Περὶ ἀκονίτου παρδαλιαγχοῦς.] Ἀκόνιτον παρδαλιαγχές. σηπτικῆς τοῦτο καὶ δηλητηρίου δυνάμεώς ἐστιν, ὅθεν αὐτὸ φυλακτέον ἐν ἐδέσματι λαβεῖν ποτῷ. πρὸς μέντοι τὸ ἀποσῆψαί τινα ἐκ τοῦ σώματος κατὰ τὴν ἕδραν ἐπιτήδειόν ἐστι. χρήσιμος δὲ ῥίζα τῆς πόας εἰς ταῦτα.
§1.20 [κ΄. Περὶ ἀκονίτου λυκοκτόνου.] Ἀκόνιτον λυκοκτόνον. ἔστι μὲν καὶ τοῦτο παραπλησίας θατέρῳ δυνάμεως, ἰδιώτερον δὲ λύκους ἀναιρεῖν πέφυκεν ὥσπερ ἐκεῖνο παρδάλεις.
§1.21 [κα΄. Περὶ ἄκτης καὶ χαμαιάκτης.] Ἀκτὴ τε μεγάλη καὶ δενδρώδης καὶ βοτανωδεστέρα, ἥν περ δὴ καὶ χαμαιάκτην ὀνομάζουσιν· ξηραντικῆς ἀμφότεραι δυνάμεώς εἰσι, κολλητικῆς τε καὶ μετρίως διαφορητικῆς.
§1.22 [κβ΄. Περὶ ἀλίμου.] Ἄλιμον. θάμνος τοῦτό ἐστι τὸ φυτὸν, ἐν Κιλικίᾳ μάλιστα πλεῖστον γεννώμενον, ἵνα καὶ τοὺς βλαστοὺς αὐτοῦ ἐσθίωσι προσφάτους τε καὶ εἰς ἀπόθεσιν θησαυρίζοντες. ἔστι δὲ καὶ σπέρματος καὶ γάλακτος γεννητικὸν τὸ φυτὸν καὶ κατὰ τὴν γεῦσιν ἁλυκόν τέ ἐστι καὶ ὑποστῦφον ἔχον. ἐξ ὧν ἁπάντων δῆλον ὡς ἀνομοιομερὲς μέν ἐστι, τὸ δὲ πλεῖον αὐτοῦ τῆς οὐσίας θερμὸν εὐκράτως ὑπάρχει μεθὑγρότητος ἀκατεργάστου τε καὶ φυσώδους ἀτρέμα.
§1.23–1.56
§1.23 [κγ΄. Περὶ ἀλόης.] Ἀλόη. αὕτη μὲν πόα παρἡμῖν οὐ πάνυ τι φύεται, καὶ φυομένη δὲ κατὰ Συρίαν τὴν μεγάλην ὑδατωδεστέρα τε καὶ ἀσθενεστέρα τὴν δύναμίν ἐστιν. ἄχρι μέντοι τοσούτου ξηραίνειν πέφυκεν ὡς κολλᾷν τραύματα. κατὰ δὲ τὰς θερμοτέρας χώρας, ὧν ἐστιν κοίλη Συρία καὶ Ἀραβία, πολὺ βελτίων ἐστίν. ἀρίστη δὲ καὶ κατὰ τὴν Ἰνδίαν, ἧς ὀπός ἐστιν τὸ κομιζόμενον ἐνταυθοῖ τοῦτο φάρμακον ἀλόη προσαγορευομένη, χρείαν παμπόλλην παρεχόμενον ἐκ τοῦ ξηραίνειν ἀδήκτως. ἔστι δὲ οὐχ ἁπλῆς φύσεως, ἀλλὥσπερ καὶ γεῦσις μαρτυρεῖ, στύφει τε ἅμα καὶ πικράζει. στύφει μὲν οὖν μετρίως, πικρὰ δὲ ἰσχυρῶς ἐστιν. ὑπάγει δὲ καὶ γαστέρα τῶν ἐκκοπρωτικῶν καλουμένων οὖσα φαρμάκων, ὥστε ἐκ τῶν εἰρημένων δῆλον, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ τετάρτῳ λόγῳ δεδειγμένων, ὡς τῶν μὲν ξηραινόντων φαρμάκων τῆς τρίτης ἐστὶν ἀποστάσεως, τῶν θερμαινόντων δὲ ἤτοι τῆς πρώτης ἐπιτεταμένης τῆς δευτέρας ἐκλελυμένης. τῷ δὲ μικτῷ τῆς δυνάμεως αὐτῆς μαρτυρεῖ καὶ τὰ κατὰ μέρος ἔργα. καὶ γὰρ εὐστόμαχόν ἐστι τὸ φάρμακον, εἴπέρ τι καὶ ἄλλο, καὶ κόλπων κολλητικόν. ἰᾶται δὲ τὰ δυσεπούλωτα τῶν ἑλκῶν, καὶ μάλιστα τὰ καθἕδραν τε καὶ αἰδοῖον. ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα καὶ κολλᾷ τραύματα κατὰ τὸν αὐτὸν τρόπον. ἁρμόζει δὲ ὡσαύτως χρωμένῳ καὶ πρὸς τὰς ἐν στόματι καὶ ῥισὶ καὶ ὀφθαλμοῖς φλεγμονάς. καὶ ὅλως ἀποκρούεσθαί τε καὶ διαφορεῖν ἅμα πέφυκεν, μετὰ καὶ τοῦ ῥύπτειν ἐπὀλίγον, εἰς ὅσον ἕλκεσι καθαροῖς ἄλυπον.
§1.24 [κδ΄. Περὶ ἀλύσσου.] Ἄλυσσον. ὠνόμασται μὲν ἄλυσσον πόα διὰ τὸ θαυμαστῶς ὀνινάναι τοὺς ὑπὸ λυσσῶντος κυνὸς δεδηγμένους. ἀλλὰ καὶ ἤδη λυττῶντι δοθεῖσα πολλάκις ἐξιάσατο. τοῦτο μὲν ἐκ τῆς καθὅλην οὐσίαν ὁμοιότητος δύναται, καὶ λέλεκται πρόσθεν ὡς τοιαύτη δύναμις ἐκ πείρας τε μόνης λαμβάνεται καὶ παντάπασιν ἀμέθοδός ἐστιν. εἰ δὲ ἄν τις καὶ χρήσαιτο πρὸς πολλὰ, δυνάμεως γνώσεται ὡς μετρίως ἐστὶν ξηραντικῆς καὶ διαφορητικῆς, πρὸς τῷ καὶ ῥυπτικόν τι ἔχειν. ταύτῃ γέ τοι καὶ ἀλφοὺς καὶ ἔφηλιν ἀποκαθαίρει.
§1.25 [κε΄. Περὶ ἀλσίνης.] Ἀλσίνη μυὸς ὦτα. ὁμοίαν ἔχει καὶ αὕτη τὴν δύναμιν τῇ ἑλξίνῃ ψύχουσάν τε καὶ ὑγραίνουσαν. ἔστι γὰρ οὐσίας ὑδατώδους ψυχρᾶς, διὸ καὶ χωρὶς στύψεως ἐμψύχει. ταῦτἄρα πρὸς τὰς ζεούσας ἁρμόττει φλεγμονὰς καὶ πρὸς ἐρυσιπέλατα μέτρια.
§1.26 [κστ΄. Περὶ ἀμαράκου.] Ἀμάρακον θερμαίνει μὲν οὐκ ἀγγεννῶς, ξηραίνει δὲ οὐ σφοδρῶς. ἀλλἐν μὲν τῇ θερμότητι τῆς τρίτης ἐστὶ τάξεως, ἐν δὲ τῷ ξηραίνειν τῆς δευτέρας.
§1.27 [κζ΄. Περὶ ἀμβροσίας.] Ἀμβροσία καταπλαττομένη δύναμιν ἔχει στύφουσάν τε καὶ ἀποκρουστικήν.
§1.28 [κη΄. Περὶ ἄμεως.] Ἄμι. τῆς πόας ἣν ἄμιν καλοῦσι, τὸ σπέρμα μάλιστά ἐστι χρήσιμον, θερμαντικῆς καὶ ξηραντικῆς καὶ λεπτομεροῦς ὑπάρχει δυνάμεως. ἔστι δὲ καὶ γευομένοις ὑπόπικρόν τε καὶ δριμὺ καὶ δῆλον ὅτι καὶ διουρητικόν τε καὶ διαφορητικόν. ἕποιτο δἂν καὶ τὸ θερμαίνειν καὶ τὸ ξηραίνειν ἐκ τρίτης τάξεως ἐπιτεταμένης.
§1.29 [κθ΄. Περὶ ἀμαράνθου.] Ἀμάρανθον δυνάμεώς ἐστιν τμητικῆς τε καὶ λεπτυντικῆς. ἔμμηνα οὖν ἄγει σὺν οἴνῳ ποθεῖσα κόμη καὶ θρόμβους αἵματος τήκειν πεπίστευται αὐτοὺς, οὐ τοὺς ἐν γαστρὶ μόνον, ἀλλὰ καὶ τοὺς ἐν κύστει. χρὴ δὲ μᾶλλον τηνικαῦτα σὺν οἰνομέλιτι πίνειν, καὶ πάντων δἐστὶν ἁπλῶς ῥευμάτων ξηραντικὴ πινομένη κακοστόμαχος ὑπάρχουσα.
§1.30 [λ΄. Περὶ ἀμόργης.] Ἀμόργη γεώδους ἐστὶν οὐσίας θερμῆς, οὐ μὴν εἰς τοσοῦτον μετέχει θερμότητος ὡς δάκνειν ἐπιφανῶς. εἰ δὲ καὶ ἑψηθείη, πολὺ μᾶλλον ἔτι παχυμερής τε γίνεται καὶ ξηρά. καὶ εἴη ἂν ἐκ τῆς δευτέρας τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων ἐπιτεταμένης πως μᾶλλον. οὕτω γέ τοι καὶ τὰ τῶν ξηρῶν τῇ κράσει σωμάτων ἕλκη θεραπεύει, τὰ δἐν τοῖς ἄλλοις ἅπασι παροξύνει. συντατικὴ γάρ ἐστιν ὥσπερ ῥητίνη καὶ πίττα ξηρὰ καὶ ἄσφαλτος, ἅπερ καὶ αὐτὰ τῶν σκληρῶν μὲν πάνυ σωμάτων ἤτοι τραῦμα ἐχόντων κόλπων ἐστὶ κολλητική. τὰ δὲ ἄλλα πάντα συντείνει τε καὶ παροξύνει.
§1.31 [λα΄. Περὶ ἀμπελοπράσου.] Ἀμπελόπρασον· εἰ μεταξὺ σκορόδου τι καὶ πράσου νοήσαις, εὕροις ἂν ἀμπελοπράσου τὴν δύναμιν. ἔστι γὰρ ἄγριον ὡς ἂν εἴποι τις πράσον, ὅθεν καὶ δριμύτερον αὐτοῦ καὶ ξηρότερον ὑπάρχει, καθάπερ καὶ τἄλλα πάντα ἄγρια τῶν ἡμέρων, καὶ διὰ τοῦτο κακοστομαχώτερόν τέ ἐστιν καὶ παχέων καὶ γλίσχρων χυμῶν τμητικώτερον, ἐκφρακτικώτερόν τε τῶν ἐμπεφραγμένων ὀργάνων. ταύτῃ τοι καὶ οὖρα καὶ καταμήνια πολλάκις ἐκίνησεν, ὅταν ὑπὸ παχέος καὶ γλίσχρου ἴσχηται χυμοῦ. θερμὸν δὲ οὕτως ἐστὶν ὡς ἑλκοῦν ἤδη δύνασθαι καταπλασσόμενον. ἐῤῥέθη δἔμπροσθεν ὡς τῆς ἐσχάτης ἐστὶ τάξεως ἅπαντα τὰ οὕτως θερμά.
§1.32 [λβ΄. Περὶ ἀμπέλου ἀγρίας.] Ἀμπέλου ἀγρίας οἱ βότρυες ῥυπτικῆς εἰσι δυνάμεως, ὡς ἐφήλεις τε καὶ σπίλους καὶ ὅσα τοιαῦτα κατὰ τοῦ δέρματος ἐπιπολῆς γίγνεται θεραπεύειν. ἔχουσι δέ τι καὶ στυπτικὸν αὐτοί τε καὶ οἱ ἀκρέμονες, οἵπερ δὴ καὶ ταριχεύονται.
§1.33 [λγ΄. Περὶ ἀμπέλου ἡμέρου.] Ἀμπέλου τῆς ἡμέρου παραπλησία μὲν δύναμίς ἐστι τῇ τῆς ἀγρίας, ἀσθενεστέρα δὲ τὰ πάντα.
§1.34 [λδ΄. Περὶ ἀμπέλου λευκῆς.] Ἀμπέλου λευκῆς, ἣν δὴ βρυωνίαν καὶ ψίλωθρον καλοῦσιν, οἱ μὲν πρῶτοι βλαστοὶ συνήθως ὑπὸ πάντων ἐσθίονται κατὰ τὸ ἔαρ, ὡς εὐστόμαχον ἔδεσμα διὰ τὸ στύφειν, καὶ ὑπόπικρον δὲ καὶ ἀτρέμα δριμεῖαν ἔχον τὴν στύψιν· διὸ καὶ τὴν οὔρησιν κινοῦσι μετρίως. δὲ ῥίζα ῥυπτικήν τέ τινα καὶ ξηραντικὴν καὶ λεπτομερῆ δύναμιν ἔχει καὶ συμμέτρως θερμήν. διὸ καὶ σπλῆνας τήκει σκιῤῥουμένους, πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη μετὰ σύκων καὶ ψώραν καὶ λέπραν ἰᾶται. δὲ βοτρυώδης αὐτῆς καρπὸς τοῖς σκυτοδέψαις ἐστὶ χρήσιμος.
§1.35 [λε΄. Περὶ ἀμπέλου μελαίνης.] Ἄμπελος μέλαινα. καλεῖται δὲ ἰδίως αὕτη βρυωνία, παραπλήσιός ἐστι τὰ πάντα τῇ προειρημένῃ πλὴν ἀσθενεστέρα.
§1.36 [λστ΄. Περὶ ἀμυγδάλων.] Ἀμύγδαλα. τὰ μὲν πικρὰ φανερῶς τῆς λεπτυνούσης παντελῶς ἐστι δυνάμεως καὶ τῇ ποιότητι τεκμαιρομένῳ καὶ τῇ πείρᾳ κρίνοντι. περὶ μὲν οὖν τῆς πικρᾶς ποιότητος ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων εἴρηται· τῶν δὲ τῆς πείρας ἀρκεῖ δύο ταῦτα προχειρισαμένων ἐξ αὐτῶν τούτων διδαχθῆναι περὶ τῆς δυνάμεως αὐτῶν. ἔφηλίν τε οὖν ἀποκαθαίρει καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναπτύσεσι τῶν γλίσχρων τε καὶ παχέων χυμῶν ἱκανῶς συντελεῖ. ταῦτα δὲ ἡμῖν ἐδείκνυτο κατὰ γένος μὲν τῆς λεπτυντικῆς, κατεἶδος δὲ τῆς ῥυπτικῆς ἔχεσθαι δυνάμεως. καὶ μὲν δὴ καὶ ὅτι τῆς ἐκφρακτικῆς κατὰ συμβεβηκὸς εἴη ἂν δυνάμεως, ἐπιδέδεικται καὶ τοῦτο πρόσθεν. ἀλλὰ πεῖρα μαρτυρεῖ. τὰς γοῦν ἐν ἥπατι παχέων τε καὶ γλίσχρων χυμῶν ἐν τοῖς πέρασι τῶν ἀγγείων σφηνώσεις ἱκανῶς ἐκκαθαίρει. καὶ μὲν δὴ καὶ τῶν πλευρῶν ἀλγήματα τὰ διὰ τὴν τοιαύτην αἰτίαν γιγνόμενα καὶ κατὰ σπληνὸς καὶ κώλου καὶ νεφρῶν ἰᾶται. καὶ τὸ δένδρον αὐτὸ σύμπαν ὁμοίαν ἔχει τὴν δύναμιν, ὥστε καὶ τούτου τὰς ῥίζας ἑφθὰς ἐπιπάττοντες ἀποκαθαίρουσιν ἐφήλεις. ὅσα δὲ γλυκέα τῶν ἀμυγδάλων, μετέχει μὲν καὶ ταῦτα βραχείας πικρότητος. ἀλλἐπικρατούσης τῆς γλυκύτητος ἀποκρύπτεται, κατάδηλον δἐναργῶς γίνεται χρονιζόντων αὐτῶν. ἐπιδέδεικται δὲ ἐν τοῖς ἔμπροσθεν ὡς γλυκεῖα ποιότης θερμὴ συμμέτρως ἐστίν.
§1.37 [λζ΄. Περὶ ἀμμωνιακοῦ.] Ἀμμωνιακὸν ὀπός ἐστι νάρθηκός τινος. τοῦτο μαλακτικῆς ἐστι δυνάμεως ἐπιτεταμένης, ὥστε καὶ τοὺς περὶ τὰ ἄρθρα πώρους διαλύειν καὶ σπλῆνας ἐσκιῤῥουμένους ἰᾶσθαι καὶ χοιράδας διαφορεῖν.
§1.38 [λη΄. Περὶ ἀμώμου.] Ἄμωμον ἔοικε κατὰ τὴν δύναμιν ἀκόρῳ πλὴν ὅτι ξηρότερόν ἐστι τὸ ἄκορον πεπτικώτερον δὲ τὸ ἄμωμον.
§1.39 [λθ΄. Περὶ ἀναγαλλίδος.] Ἀναγαλλὶς ἑκατέρα, τε τὸ κύανον ἄνθος ἔχουσα καὶ τὸ φοινικοῦν, ῥυπτικῆς ἱκανῶς εἰσι δυνάμεως, ἔχουσαί τι καὶ ὑπόθερμον καὶ ἑλκτικὸν, ὥστε καὶ σκόλοπας ἐπισπᾶσθαι. δὲ χυλὸς αὐτῶν ἐκ ῥινῶν καθαίρει διὰ τὴν αὐτὴν αἰτίαν, καὶ καθόλου φάναι ξηραντικὴν ἔχουσι δύναμιν ἄδηκτον, ὅθεν καὶ τραύματα κολλῶσι καὶ τοῖς σηπομένοις βοηθοῦσι.
§1.40 [μ΄. Περὶ ἀναγύρου.] Ἀνάγυρος θάμνος ἐστὶ δυσώδης καὶ δριμὺς, διαφορητικῆς καὶ θερμαινούσης δυνάμεως. ἀλλὰ τὰ μὲν φύλλα τὰ χλωρὰ διὰ τὴν ὑγρότητος ἐπιμιξίαν ἧττον ὄντα δριμέα κατασταλτικὰ τῶν οἰδούντων ἐστὶν, ξηρανθέντα δὲ τμητικῆς καὶ ξηραινούσης ἰσχυρῶς δυνάμεως. ὁμοίας δέ πώς ἐστι φύσεως καὶ τῆς ῥίζης αὐτῶν φλοιός. τὸ δὲ σπέρμα πλέον ἐστὶ λεπτομερεστέρας, ἀλλὰ καὶ ἐμετικόν ἐστιν.
§1.41 [μα΄. Περὶ ἀνδροσαίμου.] Ἀνδρόσαιμον, θαμνῶδες φυτὸν διττὸν τὴν φύσιν, τὸ μὲν ἕτερον ἄσκυρον ἀσκυροειδὲς ὀνομαζόμενον, εἶδος ὑπάρχον ὑπερικοῦ. τὸ δἕτερον, ὅπερ ὀνομάζεται πρός τινων διονυσίας. ἔστι δὲ μὲν καρπὸς αὐτῶν καθαρτικὸς, δὲ τῶν φύλλων δύναμις ξηραντική τε καὶ ῥυπτικὴ μετρίως, ὥστε καὶ πυρίκαυτα θεραπεύειν πεπίστευται. καθεψηθέντα δὲ ἐν οἴνῳ αὐστηρῷ κολλητικὸν τραυμάτων μεγάλων τὸν οἶνον ἀποφαίνει.
§1.42 [μβ΄. Περὶ ἀνδροσάκους.] Ἀνδρόσακες πικρὰ καὶ δριμεῖα πόα. δύναται δὲ ξηρανθεῖσα καὶ πινομένη αὐτή τε καὶ καρπὸς αὐτῆς οὖρα κινεῖν ἱκανῶς καὶ δηλονότι διαφορεῖν καὶ ξηραίνειν.
§1.43 [μγ΄. Περὶ ἀνδράχνης.] Ἀνδράχνη ψυχρά ἐστι καὶ ὑδατώδης τὴν κρᾶσιν, ὀλίγου δέ τινος αὐστηροῦ μετέχει. διὸ καὶ ἀποκρούεται ῥεύματα καὶ μάλιστα χολώδη καὶ θερμὰ μετὰ τοῦ μεταβάλλειν αὐτὰ καὶ ἀλλοιοῦν κατὰ τὴν ποιότητα ἱκανῶς ἐμψύχειν. καὶ εἴη ἂν ἐν μὲν τῇ τοῦ ψύχειν δυνάμει τρίτης ἀποστάσεως ἀπὸ τῶν συμμέτρων τε καὶ μέσων, ἐν δὲ τῇ τοῦ ὑγραίνειν δευτέρας. ταῦτά τοι καὶ τοὺς καυσουμένους ὀνίνησιν εἴπερ τι ἄλλο κατά τε στόματος τῆς κοιλίας ἐπιτιθεμένη καὶ ὅλων τῶν ὑποχονδρίων, καὶ μάλιστα ἐπὶ τῶν ἑκτικῶν πυρετῶν, αἱμωδίας τέ ἐστιν ἴαμα ἐξηρασμένα ταχέως ὑπὸ τῆς τῶν ὀξέων χυμῶν ὁμιλίας αὐτὴ λειαίνουσά τε καὶ ἀναπληροῦσα, τῷ γλίσχρον ἔχειν τὴν ὑγρότητα. καὶ χυμὸς δὲ αὐτῆς ὁμοίως, ὥστε οὐ μόνον ἔξωθεν ἐπιτιθέμενος, ἀλλὰ καὶ πινόμενος ἐμψύχει. τοῦτο μέν γε καὶ αὐτῇ τῇ βοτάνῃ συμβέβηκεν ὅλῃ βρωθείσῃ. διὰ δὲ τὸ ὑποστύφειν καὶ δυσεντερικοῖς ἐστιν ἐπιτήδειον ἔδεσμα καὶ γυναικείῳ ῥῷ καὶ αἵματος ἀναγωγαῖς. εἰς ταῦτα μέντοι πολὺ δραστικώτερος αὐτῆς τῆς πόας χυλός ἐστιν.
§1.44 [μδ΄. Περὶ ἀνεμώνης.] Ἀνεμῶναι πᾶσαι δριμείας καὶ ῥυπτικῆς εἰσιν, ἐπισπαστικῆς τε καὶ ἀναστομωτικῆς δυνάμεως. ὅθεν τε ῥίζα διαμασωμένη φλέγμα προκαλεῖται καὶ χυλὸς ἐκ ῥινῶν καθαίρει καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς λεπτύνει. καὶ τὰ ῥυπαρὰ δὲ τῶν ἑλκῶν καθαίρουσιν αἱ ἀνεμῶναι καὶ λέπρας ἀφιστῶσιν, ἔμμηνά τε προκαλοῦνται προτιθέμεναι καὶ γάλα ἀνασπῶσιν.
§1.45 [με΄. Περὶ ἀνήθου.] Ἄνηθον θερμαίνει μὲν εἰς τοσοῦτον ὡς ἤτοι τῆς δευτέρας αὐτὸ τάξεως ἐπιτεταμένης τῆς τρίτης ἐκλελυμένης ὑπολαβεῖν. τῶν ξηραινόντων δὲ τῆς δευτέρας ἐστὶ τάξεως ἀρχομένης, τῆς πρώτης ἐπιτεταμένης, ὥστε εἰκότως ἐναφεψόμενον ἐλαίῳ, διαφορητικόν τε καὶ ἀνώδυνον καὶ ὑπνοποιὸν καὶ πεπτικὸν ὠμῶν καὶ ἀπέπτων ὄγκων ὑπάρχει. γίγνεται γὰρ τὸ ἐξ αὐτοῦ ἔλαιον ἐγγύς τι τῆς κράσεως τοῖς πυοποιοῖς τε καὶ πεπτικοῖς ὀνομαζομένοις φαρμάκοις, πλὴν ὅτι θερμότερον αὐτῶν βραχεῖ καὶ λεπτομερές ἐστι καὶ διὰ τοῦτο καὶ διαφορητικόν. καυθὲν δὲ τῆς τρίτης τάξεως γίνεται τῶν θερμαινόντων τε καὶ ξηραινόντων, καὶ διὰ τοῦτο πλαδαροῖς ἕλκεσιν ἐπιπλαττόμενον ὀνίνησι καὶ μάλιστα τοῖς ἐν αἰδοίῳ. τὰ δὲ ἐπὶ τῆς πόσθης χρόνια καὶ ἐπουλοῖ καλῶς. ὑγρότερον δὲ δηλονότι καὶ ἧττον θερμόν ἐστι τὸ χλωρὸν ἔτι καὶ εὔχυμον, ὥστε πεπτικώτερον μὲν καὶ ὑπνοποιὸν ἔσται μᾶλλον τοῦ ξηροῦ, διαφορητικὸν δἧττον. διὰ τοῦτό μοι δοκοῦσι καὶ οἱ παλαιοὶ ἐξ αὐτοῦ στεφάνοις χρῆσθαι παρὰ τὰ συμπόσια.
§1.46 [μστ΄. Περὶ ἀνθυλλίδος.] Ἀνθυλλὶς διττὴ μέν ἐστιν, ἀμφότεραι δὲ ξηραίνουσι μετρίως, ὥστε καὶ ἕλκη κολλᾷν. δἑτέρα αὐτῶν, τῇ χαμαιπίτυϊ ἐοικυῖα, λεπτομερεστέρα πώς ἐστι τῆς ἑτέρας, ὡς καὶ τοῖς ἐπιλήπτοις ἁρμόττειν. αὐτὴ δὲ καὶ ῥυπτικωτέρα τῆς ἑτέρας ὑπάρχει.
§1.47 [μζ΄. Περὶ ἀνθεμίδος.] Ἀνθεμὶς χαμαίμηλον. εἴρηται μὲν κᾀν τῷ τρίτῳ γράμματι περὶ ταύτης τῆς πόας ἐπὶ πλέον. εἰρήσεται δὲ καὶ νῦν ἐν κεφαλῇ, ὡς ξηραίνει καὶ θερμαίνει κατὰ τὴν πρώτην τάξιν. ἔστι δὲ καὶ λεπτομερὴς καὶ διὰ ταῦτα διαφορητικὴ καὶ ἀραιωτικὴ καὶ χαλαστικὴ τὴν δύναμιν ὑπάρχει.
§1.48 [μη΄. Περὶ ἀνίσου.] Ἀνίσου τὸ σπέρμα μάλιστἐστὶ χρήσιμον, δριμὺ καὶ ὑπόπικρον ὑπάρχον, ὥστἐγγὺς ἥκειν θερμότητος τῶν καυστικῶν. ἔστι δὲ κᾀν τῷ ξηραίνειν ἐκ τῆς τρίτης ἀποστάσεως, ὥσπερ κᾀν τῷ θερμαίνειν. ταῦτἄρα καὶ οὐρητικόν ἐστι καὶ διαφορητικὸν, ἐμπνευματώσεις τε τὰς κατὰ γαστέρα καθίστησιν.
§1.49 [μθ΄. Περὶ ἀντιῤῥίνου.] Ἀντίῤῥιον ἀνάῤῥινον ὅμοιον μόσχου ῥισὶν ἔχει τὸν καρπὸν, ἄχρηστον εἰς τὰς ἰάσεις. αὐτὸ δὲ παραπλησίας ἐστὶ τῷ βουβωνίῳ δυνάμεως, ἀλλὰ πολὺ καταδεέστερον, ὥστε ἐξ ἐκείνων καὶ περὶ τούτου μαθήσῃ.
§1.50 [ν΄. Περὶ ἀπαρίνης.] Ἀπαρίνη· οἱ μὲν φιλάνθρωπον, οἱ δὲ ὀμφακόκαρπον, μετρίως ῥύπτει καὶ ξηραίνει. ἔχει δὲ καί τι λεπτομερές.
§1.51 [να΄. Περὶ ἀπίου.] Ἀπίου τὰ μὲν φύλλα καὶ οἱ ἀκρέμονες αὐστηροὶ, δὲ καρπὸς ἔχει τι καὶ γλυκύτητος ὑδατώδους, ἐξ ὧν δήλη καὶ κρᾶσίς ἐστιν ἀνώμαλός τις ὑπάρχουσα κατὰ τὰ μόρια, καὶ τὸ μέν τι γεῶδες ἔχουσα, τὸ δὑδατῶδες, καὶ καθἑκάτερον τὸ μέν τι ψυχρὸν, τὸ δεὔκρατον. καὶ διὰ τοῦτἐσθιόμενοι μὲν εὐστόμαχοί τεἰσὶ καὶ ἄδιψοι. καὶ καταπλαττόμενοι δὲ ξηραίνουσί τε καὶ μετρίως ψύχουσιν, ὡς ἔγωγε κολλήσας αὐτοῖς οἶδα τραῦμα, μηδενὸς ἄλλου φαρμάκου παρόντος.
§1.52 [νβ΄. Περὶ ἀχράδων.] Ἀχράδες ὀνομαζόμεναι καὶ στύφουσι μᾶλλον τῶν ἄλλων ἀπίων καὶ ξηραίνουσι, καὶ διὰ τοῦτο δηλονότι καὶ κολλῶσι τραύματα μείζονα καὶ ἀποτρέπουσι ῥεύματα.
§1.53 [νγ΄. Περὶ ἀποκύνου.] Ἀπόκυνον κυνοκράμβη. καλοῦσι δἔνιοι καὶ κυνόμορον αὐτὴν, ἐπειδὴ τάχιστα τοὺς κύνας ἀναιρεῖ, καθάπερ τὸ λυκοκτόνον τοὺς λύκους. ἔστι δὲ ἀνθρώπων δηλητήριον, ἱκανῶς δυσώδης πόα, διὸ καὶ θερμὴ πάντως ἐστὶν οὐκ ἀγεννῶς, οὐ μὴν ἀνάλογόν γε ξηρά διὰ τοῦτοὖν καὶ καταπλασσόμενον ἱκανῶς διαφορητικῆς ἐστι δυνάμεως.
§1.54 [νδ΄. Περὶ ἀργεμόνης.] Ἀργεμόνη. καὶ ταύτης τῆς πόας δύναμις ῥυπτική τέ ἐστι καὶ διαφορητική.
§1.55 [νε΄. Περὶ ἀρισάρου.] Ἀρίσαρον. τοῦτο καὶ μικρότερόν ἐστι πολλῷ τοῦ ἄρου, καὶ ῥίζαν ἐλαίας ἔχει τὸ μέγεθος. ἔστι δαὐτοῦ πολὺ δριμύτερον.
§1.56 [νστ΄. Περὶ ἀριστολοχίας.] Ἀριστολοχίας ῥίζα χρειωδεστάτη πρὸς τὰς ἰάσεις, πικρὰ καὶ ὑπόδριμυς ὑπάρχουσα. λεπτομερεστέρα δἐξ αὐτῶν ἐστιν στρογγύλη καὶ κατὰ πάντα δραστικωτέρα. τῶν δἄλλων δυοῖν μὲν κληματῖτις εὐωδεστέρα μὲν, ὥστε καὶ πρὸς τὰ μύρα χρῆσθαι τοὺς μυρεψοὺς αὐτῇ, πρὸς τὰς ἰάσεις δἀσθενεστέρα. μακρὰ δἧττον μὲν λεπτομερής ἐστι τῆς στρογγύλης, οὐ μὴν οὐδαὐτή γε ἄπρακτος, ἀλλἔστι τῆς ῥυπτικῆς τε καὶ θερμαντικῆς δυνάμεως, καὶ τῆς στρογγύλης ἧττον μὲν ῥύπτει καὶ διαφορεῖ, θερμαίνει δοὐχ ἧττον, ἀλλἴσως καὶ μᾶλλον. ὅθεν ἐφὧν μέν ἐστι χρεία τοῦ μετρίως ῥύπτειν, μακρὰ χρησιμωτέρα, καθάπερ ἔν τε ταῖς τῶν ἑλκῶν σαρκώσεσι καὶ ταῖς τῶν ὑστερῶν πυρίαις· ἐφὧν δὲ παχὺν χυμὸν ἰσχυρότερον λεπτῦναι, τῆς στρογγύλης χρεία. διὰ τοῦτο καὶ τὰ διἔμφραξιν τι πάχος ἀπέπτων πνευμάτων ἀλγήματα θεραπεύει μᾶλλον στρογγύλη καὶ σκόλοπας ἀνάγει καὶ σηπεδόνας ἰᾶται καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρει καὶ ὀδόντας καὶ οὐλὰς λαμπρύνει. βοηθεῖ δὲ καὶ ἀσθματικοῖς καὶ λύζουσιν, ἐπιληπτικοῖς τε καὶ ποδαγρικοῖς, μεθὕδατος πινομένη, καὶ ῥήγμασι δὲ καὶ σπάσμασιν εἴπερ τι ἄλλο φάρμακον ἐπιτήδειός ἐστιν.
§1.57–2.8
§1.57 [νζ΄. Περὶ ἀρκεύθου.] Ἄρκευθος θερμὴ καὶ ξηρὰ τῆς τρίτης τάξεως κατἄμφω. δὲ καρπὸς αὐτῆς θερμὸς μὲν ὁμοίως, ξηραίνει δοὐχ ὁμοίως, ἀλλεἴη ἂν ἐν τῷδε τῆς πρώτης τάξεως.
§1.58 [νη΄. Περὶ ἀρκτίου.] Ἄρκτιον τὸ μὲν τῷ φλόμῳ παραπλήσιον, τὸ τὴν ῥίζαν ἁπαλὴν καὶ λευκὴν καὶ γλυκεῖαν ἔχον καὶ τὸν καυλὸν μακρὸν καὶ μαλακὸν καὶ τὸν καρπὸν ὅμοιον κυμίνῳ, λεπτομεροῦς μὲν ἱκανῶς ἐστι δυνάμεως, καὶ διαὐτὸ τοῦτο ξηραντικῆς μέντοι καὶ ῥυπτικῆς μετρίως, ὅθεν καὶ ῥίζα καὶ καρπὸς αὐτοῦ ἀφεψόμενοι σὺν οἴνῳ πραΰνει πως ὀδόντων ἀλγήματα. πυρικαύτων τε καὶ χιμέθλων καὶ τὸ τούτων μὲν ἀφέψημα καταντλώμενον, ἀλλὰ καὶ οἱ κλῶνές εἰσιν ἰάματα.
§1.59 [νθ΄. Περὶ ἑτέρου ἀρκτίου.] Τὸ δἕτερον ἄρκτιον, δὴ καὶ προσωπίδα καλοῦσιν, οὗ τὰ φύλλα τοῖς τῆς κολοκύνθης ἐστὶν ὁμοιότατα, πλὴν ὅσῳ μείζω τε καὶ σκληρότερα, διαφορητικὸν μέν ἐστιν καὶ ξηραντικόν. ἔχει δέ τι καὶ στυπτικὸν μετρίως, διὰ τοῦτο αὐτοῦ καὶ τὰ φύλλα παλαιῶν ἑλκῶν ἐστιν ἰατικά.
§1.60 [ξ΄. Περὶ ἀρνογλώσσου.] Ἀρνόγλωσσον. μικτῆς καὶ τοῦτο κράσεώς ἐστιν. ἔχει μὲν γάρ τι καὶ ὑδατῶδες ψυχρὸν, ἔχει δέ τι καὶ αὐστηρὸν, ὅπερ ἐστὶ γεῶδες, ξηρὸν ψυχρὸν, ὥστε ψύχει τε ἅμα καὶ ξηραίνει καὶ κατἄμφω τῆς δευτέρας ἐστὶν ἀποστάσεως τῶν μέσων. ὅσα δὲ μετὰ ψύξεως ξηρά ἐστι φάρμακα, καὶ πρὸς ἕλκη κακοήθη πάντα καὶ πρὸς ῥεύματα καὶ σηπεδόνας ἁρμόττει. καὶ διὰ τοῦτο καὶ πρὸς δυσεντερίας, καὶ γὰρ καὶ τὰς αἱμοῤῥαγίας ἵστησι καὶ, εἴ τι διακαὲς, ἐμψύχει, καὶ κολλητικὰ κόλπων ἐστὶ καὶ τῶν ἄλλων ἑλκῶν προσφάτων τε ἅμα καὶ παλαιῶν. ἐν ἅπασι δὲ σχεδὸν τοῖς τοιούτοις φαρμάκοις πρῶτον οὐδενὸς δεύτερον ἀρνόγλωσσον ὑπάρχει τῇ συμμετρίᾳ τῆς κράσεως. καὶ γὰρ ξηρότητος ἀδήκτου μετέχει καὶ ψύξεως μηδέπω ναρκούσης, καὶ καρπὸς δαὐτοῦ καὶ αἱ ῥίζαι παραπλησίας εἰσὶ δυνάμεως, πλήν γε ὅτι ξηροτέρας τε καὶ ἧττον ψυχρᾶς. ἀλλ μὲν καρπὸς λεπτομερέστερος, αἱ δὲ ῥίζαι παχυμερέστεραι. καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς πόας ξηρανθέντα λεπτομερεστέρας τε καὶ ἧττον ψυχρᾶς γίγνεται δυνάμεως, ὡς ἀποπνεύσαντος αὐτῶν καὶ διαφορηθέντος τοῦ ὑδατώδους περιττώματος. ταῦτἄρα ταῖς μὲν ῥίζαις καὶ πρὸς ὀδόντων ἀλγήματα χρῶνται, διαμασωμέναις τε καὶ τοῖς διακλύμασιν αὐτῶν ἐνεψομέναις. πρὸς δὲ τὰς καθἧπαρ καὶ νεφροὺς ἐμφράξεις καὶ ταύταις μὲν, ἀλλὰ καὶ τοῖς φύλλοις καὶ πολὺ μᾶλλον ἔτι τῷ καρπῷ. μετέχει γάρ τινος ἅπαντα ταῦτα δυνάμεως ῥυπτικῆς, ἣν εἰκὸς εἶναι κᾀν τῇ πόᾳ μὲν χλωρᾷ, νικᾶσθαι δὑπὸ τοῦ πλήθους τῆς ὑγρότητος.
§1.61 [ξα΄. Περὶ ἄρου.] Ἄρον. ἐκ γεώδους καὶ τοῦτο γέγονεν οὐσίας θερμῆς, καὶ διὰ τοῦτο ῥυπτικῆς ἐστι δυνάμεως, ἀλλοὐκ ἰσχυρᾶς ὥσπερ τὸ δρακόντιον. ἔστιν οὖν ἔν τε τῷ ξηραίνειν καὶ τῷ θερμαίνειν τῆς πρώτης κατἄμφω τάξεως. αἱ ῥίζαι δαὐτοῦ μάλιστεἰσὶ χρήσιμοι. καὶ δὴ καὶ ἐσθιόμεναι τέμνουσι πάχος χυμῶν μετρίως, ὥστε καὶ ταῖς ἐκ θώρακος ἀναπτύσεσίν εἰσιν ἐπιτήδειοι. τὸ δὲ δρακόντιον εἰς ταῦτα ἐπιτηδειότερον.
§1.62 [ξβ΄. Περὶ ἀρτεμισίας.] Ἀρτεμισία. διττὴ μέν ἐστι καὶ ἀρτεμισία πόα. θερμαίνουσι δἀμφότεραι καὶ μετρίως ξηραίνουσι, καὶ κείσθωσαν ἐν μὲν τῷ θερμαίνειν δευτέρας ἀποστάσεως, ἐν δὲ τῷ ξηραίνειν πρώτης ἐπιτεταμένης δευτέρας ἀρχομένης. εἰσὶ δὲ καὶ λεπτομερεῖς μετρίως, ὥστε καὶ πρὸς τοὺς ἐν νεφροῖς λίθους ἁρμόττειν μετρίως καὶ εἰς πυρίας ὑστερῶν.
§1.63 [ξγ΄. Περὶ ἀσάρου.] Ἄσαρον. ταύτης τῆς πόας αἱ ῥίζαι χρήσιμοι, παραπλήσιαι μὲν ταῖς τοῦ ἀκόρου τὴν δύναμιν, ἐπιτεταμέναι δὲ μᾶλλον, ὥστἐξ ὧν ὑπὲρ ἐκείνου προείρηται καὶ περὶ τούτου χρὴ γνωρίζειν.
§1.64 [ξδ΄. Περὶ ἀσκληπιάδος.] Ἀσκληπιάς. ἐν τῷ τρίτῳ Διοσκουρίδης περὶ ταύτης τῆς πόας ἔγραψεν. ἡμεῖς δὲ οὐδέπω πεῖραν αὐτῆς ἔχομεν.
§1.65 [ξε΄. Περὶ ἀσπαλάθου.] Ἀσπάλαθος καὶ κατὰ τὴν γεῦσίν ἐστι δριμὺς ἅμα καὶ στυπτικὸς καὶ κατὰ τὴν δύναμιν ἐξ ἀνομοιομερῶν δηλονότι σύγκειται, μέρεσι μὲν ἑαυτοῦ τοῖς δριμέσι θερμαίνων, μέρεσι δἑτέροις τοῖς αὐστηροῖς ψύχων, ὥστε ξηραίνει κατἄμφω καὶ ψύχει, καὶ διὰ τοῦτο πρὸς σηπεδόνας καὶ ῥεύματα χρήσιμος ὑπάρχει.
§1.66 [ξστ΄. Περὶ ἀσπαράγου.] Ἀσπάραγος πετραῖος μυακάνθινος, ῥυπτικῆς ἐστι δυνάμεως, οὐ μὴν οὔτε θερμαίνει σαφῶς οὔτε ψύχει. ταῦτά τοι καὶ νεφρῶν καὶ ἥπατος ἐκφρακτικὸς ὑπάρχει, καὶ μάλισθαἱ ῥίζαι τῆς βοτάνης καὶ τὸ σπέρμα. καὶ μὲν δὴ καὶ ὀδονταλγίας ἰᾶται τῷ ξηραίνειν, ὧν δὴ καὶ μάλιστα χρῄζουσιν οἱ ὀδόντες. Ἀθηναῖοι δὲ διὰ τοῦ φ λέγουσιν ἀσφάραγον.
§1.67 [ξζ΄. Περὶ ἀσπλήνου.] Ἄσπληνον. λεπτομερὴς μὲν, οὐ μὴν θερμή γε τὴν δύναμιν πόα. ταῦτἄρα καὶ λίθους θρύπτει καὶ σπλῆνας τήκει.
§1.68 [ξη΄. Περὶ ἀστραγάλου.] Ἀστράγαλος θαμνίσκος ἐστὶ μικρὸς, ἔχων ῥίζας στυπτικὰς, διὸ καὶ τῶν ξηραινόντων ἐστὶν οὐκ ἀγεννῶς. ἐπουλοῖ γοῦν ἕλκη παλαιὰ καὶ κοιλίαν ἵστησι ῥευματιζομένην, εἴ τις ἀφεψήσας ἐν οἴνῳ τὴν ῥίζαν πίνοι πλεῖστος θάμνος ἐν Φενεῷ τῆς Ἀρκαδίας γεννᾶται.
§1.69 [ξθ΄. Περὶ ἀστέρος Ἀττικοῦ.] Ἀστὴρ Ἀττικός. οἱ δὲ βουβώνιον ὀνομάζουσιν, ὅτι μὴ μόνον ἐπιπλαττόμενον, ἀλλὰ καὶ περιαπτόμενον ἰᾶσθαι πεπίστευται βουβῶνας. ἔχει μέν τι καὶ διαφορητικὸν, ἀλλοὐχ ἥκιστα καὶ ψυκτικόν τι καὶ ἀποκρουστικὸν, ὥστε καὶ μικτῆς εἶναι δυνάμεως ὥσπερ καὶ τὸ ῥόδον, ἀλλοὐ στύφει γε τοῦτο.
§1.70 [ο΄. Περὶ ἀσταφίδος.] Ἀσταφὶς μὲν ἥμερος πεπτικῆς τε ἅμα καὶ στυπτικῆς καὶ διαφορητικῆς ἀτρέμα μετέχει δυνάμεως. δἀγρία δριμείας ἰσχυρῶς, ὡς ἀποφλεγματίζειν τε καὶ ῥύπτειν σφοδρῶς, ὥστε καὶ πρὸς ψώραν ἁρμόττει. μετέχει δὲ καὶ καυστικῆς τινος δυνάμεως.
§1.71 [οα΄. Περὶ ἀσφοδέλου.] Ἀσφόδελος. καὶ τούτου ῥίζα χρήσιμος, ὥσπερ ἄρου καὶ ἀσάρου καὶ δρακοντίου, ῥυπτικῆς τε καὶ διαφορητικῆς ὑπάρχουσα δυνάμεως· καυθείσης δαὐτῆς τέφρα θερμοτέρα καὶ ξηραντικωτέρα καὶ λεπτομερεστέρα καὶ διαφορητικωτέρα γίγνεται καὶ διὰ τοῦτο καὶ ἀλωπεκίας ἰᾶται.
§1.72 [οβ΄. Περὶ ἀτρακτυλίδος.] Ἀτρακτυλὶς κνίκος ἄγριος ἐκ τῶν ἀκανθῶν ἐστιν. τὸ φυτὸν τοῦτο ξηραντικῆς τε καὶ μετρίως θερμῆς ὑπάρχει δυνάμεως.
§1.73 [ογ΄. Περὶ ἀτραφάξιος.] Ἀτράφαξις ὑγρὰ καὶ ψυχρὰ τὴν κρᾶσίν ἐστιν· ὑγρὰ μὲν δευτέρας τάξεως ἀπὸ τῶν μέσων, ψυχρὰ δὲ πρώτης, ἥνπερ δὴ χλιαρὰν ἐλέγομεν εἶναι θερμασίαν, οἵαπερ καὶ τοῖς ῥόδοις ἐστὶ, πλὴν οὐ μετέχει στύψεως. ἀλλἔστιν ὑδατώδης καὶ ἥκιστα γεώδης, ὁμοίως τῇ μαλάχῃ, καὶ δὴ καὶ κατὰ γαστέρα διεξέρχεται ταχέως, ὥσπερ ἐκείνη διὰ γλισχρότητα. βραχὺ δέ τι παντάπασιν ὑπάρχει διαφορητικὸν αὐτῆς. εἰσὶ δαἱ κηπευόμεναι μαλάχαι καὶ ἀτραφάξιες ὑγρότεραί τε πολὺ καὶ ψυχρότεραι τῶν ἀγρίων. διὸ καὶ φλεγμοναῖς καὶ φυγέθλοις τοῖς μὲν ἀρχομένοις τε καὶ αὐξανομένοις καὶ μαλακοῖς ἔτι καὶ οἷον ζέουσιν αἱ κηπευόμεναι, ἀκμάζουσιν δὲ καὶ παρακμάζουσι καὶ σκληρυνομένοις αἱ ἄγριαι συμφορώτεραι. δὲ καρπὸς αὐτῆς ῥυπτικῆς ἐστι δυνάμεως, ὅθεν καὶ πρὸς ἰκτέρους τοὺς ἐπὶ ἥπατος ἐμφράξεις χρήσιμος ὑπάρχει.
§1.74 [οδ΄. Περὶ ἀφάκης.] Ἀφάκη δυνάμεώς ἐστι στυπτικῆς, ὥσπερ καὶ φακός. ἀλλὰ καὶ τοῖς φακοῖς ὁμοίως ἐσθίεται. καὶ δυσπεπτοτέρα μέν ἐστιν αὐτῶν, ἰσχυροτέρως δὲ ξηραίνει, θερμότητος δὲ μετέχει συμμέτρου.
§1.75 [οε΄. Περὶ ἀψινθίου.] Ἀψίνθιον στυπτικὴν καὶ πικρὰν καὶ δριμεῖαν ἅμα ποιότητα κέκτηται, θερμαῖνόν τε ἅμα καὶ ῥῦπτον καὶ τονοῦν καὶ ξηραῖνον. διὰ τοῦτο καὶ τοὺς ἐν τῇ κοιλίᾳ χολώδεις χυμοὺς ἐπί τε τὴν κάτω διαχώρησιν ἀπάγει καὶ διοὔρων ἐκκενοῖ. μᾶλλον δἔτι τὸ ἐν ταῖς φλεψὶ χολῶδες ἐκκαθαίρει διοὔρων. διὰ ταῦτα καὶ φλέγματα ἐν τῇ κοιλίᾳ περιεχόμενα προσφερόμενον οὐδὲν ὀνίνησιν. οὕτω δὲ καὶ εἰ κατὰ θώρακα καὶ πνεύμονα τύχοι. γὰρ στυπτικὴ δύναμις ἐν αὐτῷ τῆς πικρᾶς ἐστιν ἰσχυροτέρα. τῷ δὲ καὶ δριμύτητός τινος μετέχειν πλείονι μέτρῳ θερμόν ἐστιν ἤπερ ψυχρόν. εἰ δὲ δέοι καθόλου περιλαμβάνοντι τὴν κρᾶσιν αὐτοῦ κατὰ τὰς πρώτας ἀφορίσαι δυνάμεις, καίτοι γἀνομοιομεροῦς ὄντος, θερμὸν μὲν ἂν ὑπάρχειν αὐτὸ τῆς πρώτης ἀποστάσεως εἴποιμεν, ξηρὸν δὲ τῆς τρίτης. δὲ χυλὸς αὐτοῦ πολὺ τῆς πόας θερμότερος.
§2.1 [α΄. Περὶ βαλάνου μυρεψικῆς.] Βάλανος μυρεψικὴ κομίζεται μὲν ἐκ τῆς βαρβάρου, χρῶνται δοἱ μυρεψοὶ τῷ τῆς σαρκὸς αὐτῆς χυλῷ, θερμῷ τὴν δύναμιν ὄντι. τὸ δὑπόλοιπον ἀπόθλιμμα τὸ γεῶδες καὶ σκληρὸν ἐπικρατοῦσαν μὲν ἔχει τὴν πικρὰν ποιότητα. μέμικται δὲ τι καὶ στύψεως αὐτῷ καὶ διὰ τοῦτο ῥυπτικήν τε ἅμα καὶ τμητικὴν καὶ συνακτικήν τε καὶ πιλητικὴν ἔχει τὴν ἐνέργειαν, ὥστε καὶ πρὸς ἰόνθους καὶ φακοὺς ἔφηλίν τε καὶ κνῆσιν, ἤδη δὲ καὶ πρὸς ψώραν καὶ λέπραν ἁρμόττει, οὐ μὴν ἀλλὰ καὶ σπλῆνας τήκει καὶ ἧπαρ σκιῤῥούμενον. εἰ δέ τις τῆς σαρκὸς αὐτῆς πίοι δραχμῆς ὁλκὴν μετὰ μελικράτου, ἐμετηρίου πειράσεται τοῦ φαρμάκου. πολλάκις δὲ καὶ διὰ τῆς κάτω κολίας ὑπάγει δαψιλῶς. ὅθεν ἐπειδὴ ὑπὲρ τοῦ διακαθῆραί τι τῶν σπλάγχνων καὶ μάλισθἧπαρ, σπλῆνα, τῷ φαρμάκῳ χρώμεθα, μετὀξυκράτου δίδομεν αὐτό. καὶ πρὸς τὰς ἄλλας δὲ τὰς ἐκτὸς ἐνεργείας ὄξει χαίρει μάλιστα. γίγνεται γὰρ δραστικὸν οὕτως, ὡς καὶ ψώρας καὶ λέπρας ἀποῤῥύπτειν, καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τούτων ἐλάττω, φακοὺς, ἀλφοὺς, ἰόνθους, ἔφηλιν, ἀχώρας, ἐξανθήματα τὰ ἑλκώδη καὶ παχύχυμα πάντα. λαμπρύνει δὲ καὶ οὐλάς. ὅτι κᾀν τῷ καταπλάττειν αὐτῇ τὸν σπλῆνα κάλλιόν ἐστι μιγνύναι τι τῶν ξηραντικῶν ἀλεύρων, οἷόν ἐστιν ὀρόβινόν τε καὶ αἴρινον ἄλευρον, ἐκ τῆς περὶ συνθέσεως ἤδη φαρμάκων εἴη ἂν τοῦτο πραγματείας μᾶλλον, οὐ τῆς νῦν ἐνεστώσης, εἰρήσεται δὲ κᾀν τοῖς εὐπορίστοις. ἀρκεῖ δἐν τῷ παρόντι ῥυπτικήν τε καὶ τμητικὴν ἅμα στύψει τινὶ τὴν δύναμιν εἰπόντα τοῦ προειρημένου φαρμάκου μεταβαίνειν ἐφἕτερον. μέντοι φλοιὸς αὐτοῦ πάνυ στυπτικός ἐστιν, ὥστε καὶ τούτῳ δύναιτἄν τις εἰς ὅσα περ ἰσχυρᾶς ἐστι χρεία στύψεως, εἰς ταῦτα χρῆσθαι.
§2.2 [β΄. Περὶ βαλσάμου.] Βάλσαμον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν. ἔστι δὲ καὶ λεπτομερὲς ὡς ἀρωματίζειν. δὲ ὀπὸς αὐτοῦ λεπτομερεστέρας ἐστὶ δυνάμεως καὶ αὐτὸ τὸ φυτὸν, οὐ μὴν εἰς τοσοῦτόν γε θερμὸς, ὡς οἴονταί τινες, ὑπὸ τῆς λεπτομερείας ἐξαπατώμενοι. δὲ καρπὸς αὐτοῦ παραπλησίας μέν ἐστι κατὰ τὸ γένος δυνάμεως, ἀπολείπεται δὲ μακρὸν κατὰ τὸ λεπτομερές.
§2.3 [γ΄. Περὶ βαλαυστίου.] Βαλαύστιον μὲν ἄνθος ἀγρίας ῥοιᾶς, οἷόν περ τῶν ἡμέρων κύτινος. ἰσχυρῶς δὲ στύφει τὴν γεῦσιν. καὶ δὴ καὶ ξηραντικῆς καὶ στυπτικῆς ἐστι δυνάμεως καὶ δηλονότι καὶ παχυμεροῦς, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένων, ἡνίκα ἐδείκνυμεν ἅπαν τὸ στῦφον γεῶδες εἶναι ψυχρόν. οὐδεμιᾶς δἔμφασιν ἔχει ποιότητος ἑτέρας, καὶ διὰ τοῦτο ἄν τις αὐτὸ θείη ξηραίνειν καὶ ψύχειν οὐκ ἀγεννῶς, εἴ γε δὴ μὴ κακῶς ἡμῖν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ἐδείκνυτο τοῖς γεώδεσι ψυχροῖς σώμασιν ὑπάρχειν στύφουσα ποιότης. ἀτὰρ οὖν καὶ τὰ φαινόμενα μαρτυρεῖ. καὶ γὰρ εἰ παρατρίμμασι καὶ εἰ τοῖς ἄλλοις ἕλκεσιν ἐπιπάττοις αὐτὸ, τάχιστἂν ἴδοις εἰς οὐλὴν ἰόντα. ταῦτά τοι κᾀπὶ τῶν ἀναγόντων αἷμα δυσεντερικῶν, ἔτι τε τῶν κατὰ γαστέρα καὶ μήτραν ῥευμάτων, οὐκ ἔστιν ὅστις οὐ χρῆται τῷ φαρμάκῳ τούτῳ τῶν τὰς θεραπευτικὰς πραγματείας γραψάντων ἰατρῶν.
§2.4 [δ΄. Περὶ βάτου.] Βάτου καὶ τὰ φύλλα μὲν καὶ οἱ βλαστοὶ καὶ τὸ ἄνθος καὶ καρπὸς καὶ ῥίζα στυπτικῆς μετέχουσι ποιότητος, οὐκ ἀσαφῶς. ἀλλήλων δὲ διαφέρουσιν ἐν τῷδε τῷ τὰ μὲν φύλλα καὶ μάλιστα τὰ μαλακὰ καὶ νέα, πλείστου τοῦ ὕδατος μετέχοντα βραχέως ἐστὶ στυπτικά. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ οἱ βλαστοὶ, ὥστε καὶ διαμασωμένους ἄφθας τε καὶ τἄλλα τὰ ἐν τῷ στόματι θεραπεύειν ἕλκη καὶ μέντοι καὶ τἄλλα τραύματα δύνασθαι κολλᾷν. ἔστι γὰρ κρᾶσις αὐτῶν ἐκ γεώδους ψυχρᾶς οὐσίας καὶ ὑδατώδους χλιαρᾶς. δὲ καρπὸς εἰ μὲν εἴη πέπειρος, οὐκ ὀλίγου μετέχει καὶ τοῦ συμμέτρως θερμοῦ χυμοῦ, γλυκέος ὑπάρχοντος, ὡς ἐδείξαμεν, ὥστε καὶ διὰ τοῦτό τε καὶ τὴν μετρίαν στύψιν ἐδώδιμος οὐκ ἀηδής ἐστιν. δἄωρος ὑπὸ ψυχρᾶς γεώδους οὐσίας ἐπικρατεῖται καὶ διὰ τοῦτο στρυφνός τέ ἐστι καὶ ἰσχυρῶς ξηραντικός. καὶ μὲν δὴ καὶ ξηρανθεὶς ἑκάτερος ἀποτίθεται, ξηραντικώτερος ὢν τοῦ προσφάτου. καὶ τὸ ἄνθος δὲ τῆς αὐτῆς τἐστὶν τῷ ἀώρῳ καρπῷ δυνάμεως, εἰς δυσεντερίας καὶ ῥεύματα γαστρὸς καὶ ἀτονίας καὶ τὰς τοῦ αἵματος πτύσεις ἐπιτήδεια φάρμακα. δὲ ῥίζα πρὸς τῷ στύφειν ἔτι καὶ λεπτομεροῦς οὐσίας οὐκ ὀλίγης μετείληφε, διἣν καὶ τοὺς ἐν τοῖς νεφροῖς διαθρύπτει λίθους.
§2.5 [ε΄. Περὶ βατραχίου.] Βατράχιον τέσσαρας μὲν ἔχει τὰς κατεἶδος διαφοράς. πάντα δὲ δριμείας ἰσχυρῶς ἐστι δυνάμεως, ὡς ἑλκοῦν μετὰ πόνου. ταῦτἄρα συμμέτρως χρωμένῳ καὶ ψώρας καὶ λέπρας ἀποδέρει καὶ ὄνυχας ἀφίστησι τοὺς λεπροὺς καὶ στίγματα διαφορεῖ καὶ ἀκροχορδόνας καὶ μυρμηκίας ἀφαιρεῖ. καὶ μέντοι καὶ ἀλωπεκίας ὠφελεῖ, πρὸς ὀλίγον χρόνον ἐπιτεθέντα. χρονιζόντων γὰρ οὐκ ἐκδέρεται μόνον, ἀλλὰ καὶ ἐσχαροῦται τὸ δέρμα. ταυτὶ μὲν οὖν ἅπαντα τοῦ καυλοῦ καὶ τῶν φύλλων ἔργα, χλωρῶν καταπλαττομένων. δὲ ῥίζα ξηρανθεῖσα πταρμικόν ἐστι φάρμακον ὁμοίως τοῖς ἄλλοις ἅπασι, τοῖς ἰσχυρῶς ξηραίνουσι. καὶ ὀδόντων δὲ ὀδύνας ὠφελεῖ μετὰ τοῦ θραύειν αὐτοὺς τῷ ξηραίνειν ἰσχυρῶς δηλονότι. καὶ συνελόντι φάναι θερμὴ καὶ ξηρὰ σφοδρῶς ἐστιν τε ῥίζα καὶ σύμπασα πόα.
§2.6 [στ΄. Περὶ βδελλίου.] Βδέλλιον τὸ μὲν Σκυθικὸν ὀνομαζόμενον, δὴ καὶ μελάντερόν ἐστιν καὶ ῥητινωδέστερον, μαλακτικῆς ἐστιν ἱκανῶς καὶ δραστηρίου δυνάμεως. τὸ δἕτερον τὸ Ἀραβικὸν, δὴ καὶ διαυγέστερόν ἐστι, μᾶλλον ξηραίνει τῶν μαλακτικῶν. ὅσον οὖν ἐστι νέον αὐτοῦ, καὶ ὑγρόν ἐστι καὶ κοπτόμενον μαλάττεται ῥᾳδίως, ἐπιτήδειον εἰς ὅσα περ καὶ τὸ Σκυθικόν. ὅσον δὲ παλαιότερόν τέ ἐστι καὶ πικρὸν ἱκανῶς ἐν τῇ γεύσει καὶ δριμὺ καὶ ξηρὸν, ἐκπέπτωκεν ἤδη τοῦτο τὴν τῶν μαλαττόντων τὰ σκιῤῥούμενα συμμετρίαν. χρῶνται δαὐτοῖς τινες, καὶ μάλιστα τῷ Ἀραβικῷ. ἐπί τε βρογχοκήλων καὶ ὑδροκήλων, ἀσίτῳ πτυέλῳ δεύοντες, ὡς ἐμπλαστρώδη σύστασιν ἔχειν. τὸ δὲ Ἀραβικὸν καὶ τοὺς ἐν νεφροῖς λίθους δοκεῖ θρύπτειν πινόμενον, οὖρά τε προτρέπειν καὶ τὰς τῶν ἀπέπτων πνευμάτων διαδρομὰς ἐξιᾶσθαι καὶ πόνους πλευρῶν καὶ ῥήγματα.
§2.7 [ζ΄. Περὶ βηχίου.] Βηχίον ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ πεπιστεῦσθαι βῆχάς τε καὶ ὀρθοπνοίας ὠφελεῖν, εἴ τις ἤτοι τὰ φύλλα ξηρὰ λαβὼν, τὴν ῥίζαν ἐπἀνθράκων θυμιάσας, εἰσπνέοι τὴν ἀναφερομένην λιγνύν. ἔστι δὲ δριμεῖα συμμέτρως, ὥστε καὶ ῥήσσειν ἀλύπως πεπιστεῦσθαι τὰ κατὰ τὸν θώρακα πάντἀποστήματα. τὰ μὲν δὴ χλωρὰ φύλλα καὶ τὰ φλεγμαίνοντα μόρια δυσπέπτως ὀνίνησιν ἔξωθὲν καταπλασσόμενα διὰ τὴν ἐπιμιξίαν τῆς ὑδατώδους ὑγρότητος, ἧς ἅπαντα τὰ χλωρὰ καὶ ἁπαλὰ τὰ μὲν μᾶλλον, τὰ δἧττον μετέχει. τὰ γὰρ ἤδη ξηρὰ φύλλα τοῦ βηχίου δριμυτέρας ἐστὶν κατὰ τὰ φλεγμαίνοντα δυνάμεως.
§2.8 [η΄. Περὶ βλίτου.] Βλίτον ἐδώδιμόν ἐστι λάχανον ὑγρὸν καὶ ψυχρὸν τῇ κράσει ἐν τῇ δευτέρᾳ μάλιστα τῶν εὐκράτων ἀποστάσει.
§2.9–4.11
§2.9 [θ΄. Περὶ βολβοῦ ἡμέρου.] Βολβὸς ἐσθιόμενος μὲν ψυχρότερός τἐστὶ καὶ παχύτερος καὶ γλίσχρου χυμοῦ γεννητικός. καὶ γὰρ δύσπεπτός τἐστὶ καὶ φυσώδης καὶ ἀφροδισιαστικός. ἐπιπλαττόμενός γε διὰ τὸ πικρότητός τε ἅμα καὶ στύψεως μετέχειν, στυπτικός τε καὶ κολλητικὸς γίνεται καὶ δηλονότι ξηραντικός. ἐδείχθη γὰρ ὡς μὲν πικρότης ἐν ταῖς ῥυπτικαῖς οὐσίαις ἐστὶν, δὲ στύψις ἐν ταῖς κολλητικαῖς, δὲ ξηρότης ἀμφοτέραις ἠκολούθηκεν.
§2.10 [ι΄. Περὶ βολβοῦ ἐμετικοῦ.] Βολβὸς ἐμετικὸς θερμότερός ἐστι πολὺ τῆς τοῦ προειρημένου βολβοῦ κράσεως.
§2.11 [ια΄. Περὶ βουβωνίου.] Βουβώνιον ἀστὴρ Ἀττικὸς, ὠνόμασται μὲν ἀπὸ τοῦ πεπιστεῦσθαι βουβῶνας ἰᾶσθαι καταπλαττόμενόν τε καὶ περιαπτόμενον. ἔστι δὲ διαφορητικῆς μετρίως δυνάμεως, ὅτι καὶ θερμόν ἐστι μετρίως καὶ οὐ σφοδρῶς οὐδὲ συντατικῶς ξηραίνει, καὶ μάλισθὅταν ἔτι μαλακὸν καὶ νέον.
§2.12 [ιβ΄. Περὶ βουγλώσσου.] Βούγλωσσον ὑγρὸν καὶ θερμόν ἐστι τὴν κρᾶσιν, ὅθεν καὶ τοῖς οἴνοις ἐμβαλλόμενον εὐφροσύνης αἴτιον εἶναι πεπίστευται. ἁρμόζει δὲ καὶ τοῖς διὰ τραχύτητα φάρυγγος βήττουσιν ἐν μελικράτῳ ἀφεψόμενον.
§2.13 [ιγ΄. Περὶ Βουνίου.] Βούνιον, οἱ δὲ ἀρκτικὸν, τῶν θερμαινόντων ἐστὶν εἰς τοσοῦτον ὡς οὐρητικόν τε εἶναι καὶ καταμηνίων ἀγωγόν. καὶ τὸ ψευδοβούνιον δὲ παραπλησίως αὐτῷ θερμόν ἐστιν.
§2.14 [ιδ΄. Περὶ βουφθάλμου.] Βούφθαλμον ὠνόμασται μὲν οὕτως ἀπὸ τῶν ἀνθῶν ἐοικέναι δοκούντων κατὰ τὸ σχῆμα βοὸς ὀφθαλμῷ, ἐπί τε τήν γε χρόαν τοῖς τῆς ἀνθεμίδος ἐστὶν ὁμοιότατα. μείζω δἐστὶν αὐτῶν συχνῷ καὶ δριμύτερα, καὶ διὰ τοῦτο καὶ διαφορητικώτερα, μέχρι τοῦ καὶ σκληρίας ἰᾶσθαι μιγνύμενα κηρωτῇ.
§2.15 [ιε΄. Περὶ βράθυος.] Βράθυ τῶν ἰσχυρῶς ξηραινόντων ἐστὶ, κατά γε τὰς τρεῖς ποιότητας ἃς καὶ τῷ γεύεσθαι διασημαίνει, παραπλησίως κυπαρίσσῳ, πλὴν ὅτι δριμύτερον αὐτῆς ἐστι καὶ ὡς ἂν εἴποι τις ἀρωματικώτερον. αὐτῆς τε οὖν ταύτης μετέχει τῆς ποιότητος ἧς εἴρηκα νῦν τῆς δριμείας, ἐπὶ θερμῇ κράσει συνισταμένης, ἔτι τε πικρότητός τε καὶ στύψεως ἀμυδροτέρας κατὰ κυπάρισσον. ὅσον γὰρ ἐν δριμύτητι πλεονεκτεῖ κυπαρίσσου, καὶ διὰ τοῦτο καὶ διαφορητικώτερον. κολλῆσαι μὲν οὖν οὐ δύναται διὰ ῥώμην ξηρότητος καὶ θερμότητος. εἰς τοσοῦτον γὰρ ἀμφοῖν τούτων μετείληφεν, ὡς ἤδη συντατικὸν καὶ φλογῶδες ὑπάρχειν· εἰς δὲ τὰς σηπεδόνας ὁμοίως ἁρμόττει κυπαρίσσῳ, καὶ μάλισθὅσαι κακοηθέστεραί τεἰσὶ καὶ χρονιώτεραι. φέρουσι γὰρ ἀλύπως αὗται τὴν ἰσχὺν τοῦ φαρμάκου. καὶ τοίνυν καὶ τὰ μεμελασμένα καὶ τὰ λίαν ῥυπαρὰ μετὰ μέλιτος ἀποκαθαίρει καὶ ἄνθρακας ἀπολύει. διὰ δὲ τὴν λεπτομέρειαν καὶ καταμηνίων ἐστὶν ἀγωγὸν, εἴπερ τι καὶ ἄλλο, καὶ διοὔρων αἷμα κινεῖ, καὶ τὰ ζῶντα τῶν ἐμβρύων διαφθείρει, τὰ νεκρὰ δἐκβάλλει. κείσθω δὴ καὶ τοῦτο τὸ φάρμακον ἐν τῇ τρίτῃ τῶν ἀποστάσεων κατά τε τὸ θερμαίνειν καὶ τὸ ξηραίνειν ἐν τοῖς μάλιστα λεπτομερέσιν ὑπάρχον. ταῦτἄρα καὶ μύροις μίγνυται καὶ μάλιστα τῷ γλευκίνῳ καὶ εἰς ἀντιδότους ἐμβάλλεται παμπόλλας. ἔνιοι καὶ ἀντὶ κινναμώμου διπλάσιον αὐτὸ βάλλουσι, λεπτυντικῆς τε γάρ ἐστι καὶ διαφορητικῆς εἰ ποθείη δυνάμεως.
§2.16 [ιστ΄. Περὶ βρετανικῆς.] Βρετανικῆς τῆς πόας ἐστὶ μὲν καὶ τὰ φύλλα στυπτικά τε καὶ κολλητικὰ τραυμάτων, ὅμοια τοῖς τῶν ἀγρίων ὄντα λαπάθων, πλὴν ὅσον μελάντερά τε καὶ δασύτερα φαίνεται. ἔστι δὲ ἐξ αὐτῶν χυλὸς ὁμοίως στυπτικὸς, ὥστε καὶ ἕψοντες αὐτὸν ἀποτίθενταί τινες ὡς δραστικώτατον τῶν στοματικῶν φαρμάκων. ἰᾶσθαι γὰρ δοκεῖ καὶ τὰ ἤδη σηπόμενα.
§2.17 [ιζ΄. Περὶ βρόμου.] Βρόμος ἐστὶ μὲν ἕν τι τῶν ὀσπρίων, ἀλλὡς φάρμακον ὁμοίαν ἔχει δύναμιν κριθῇ. καταπλασσόμενον γὰρ ξηραίνει καὶ διαφορεῖ μετρίως τε καὶ ἀδήκτως. ἔστι δὲ καὶ ψυχρότερον ἀτρέμα τῇ κράσει καί τι καὶ στύψεως ἔχων, ὥστε καὶ τὰς κατὰ γαστέρα διαῤῥοίας ὠφελεῖν.
§2.18 [ιη΄. Περὶ βρύου.] Βρύον θαλάττιον σύνθετόν ἐστιν ἐκ γεώδους τε ἅμα καὶ ὑδατώδους οὐσίας ἀμφοτέρων ψυχρῶν. στύφει τε γὰρ γευόμενον καὶ πάνθὅσα θερμὰ καταπλασσόμενον ἐναργῶς ἐμψύχει τε καὶ ὠφελεῖ.
§2.19 [ιθ΄. Περὶ βρύου καὶ σπλάγχνου.] Βρύον, ἔνιοι δὲ σπλάγχνον. εὑρίσκεται μὲν ἐπὶ δρυσὶ καὶ πεύκαις καὶ λεύκαις. ἔχει δὲ καὶ δύναμιν στυπτικὴν οὐκ ἰσχυράν. οὐδὲ γὰρ ψυχρὸν ἱκανῶς ἐστιν, ἀλλἐγγύς πως τοῖς μέσοις, ὅτι καὶ διαφορητικῆς τε καὶ μαλακτικῆς μετείληφε δυνάμεως, καὶ μάλιστα τὸ ἐπὶ κεδρίνων εὑρισκόμενον ξύλων.
§3.1 [α΄. Περὶ γαλλίου.] Γάλλιον ὠνόμασται μὲν ἀπὸ τοῦ τὸ γάλα πηγνύναι. παραπλήσιον δἐστὶν ἀπαρίνῃ δύναμιν ἔχον ξηραντικὴν καὶ ὑπόδριμυν. τὸ δὲ ἄνθος αὐτοῦ πρὸς αἱμοῤῥαγίας ἁρμόττειν δοκεῖ καὶ πυρίκαυστα ἰᾶσθαι. ἔστι δὲ εὔοσμόν τε καὶ τῇ χροιᾷ μήλινον.
§3.2 [β΄. Περὶ γεντιανῆς.] Γεντιανή. ταύτης τῆς πόας ῥίζα δραστήριος ἱκανῶς ἐστιν, ἵνα χρὴ λεπτῦναί τε καὶ διακαθῆραι, καὶ ἀποῤῥῦψαι καὶ ἐκφράξαι, καὶ οὐδὲν θαυμαστὸν εἰ ταῦτα δύναται πικρὰ σφοδρῶς ὑπάρχουσα.
§3.3 [γ΄. Περὶ γιγάρτων.] Γίγαρτα ξηρὰ μέν ἐστι κατὰ τὴν δευτέραν τάξιν, ψυχρὰ δὲ κατὰ τὴν πρώτην. δοὐσία παχυμερὴς αὐτῶν ἐστι καὶ γεώδης, ὡς τῇ γεύσει δηλοῦται· στρυφνὰ γὰρ φαίνεται, καὶ πεῖρα διδάσκει. πᾶσι γὰρ τοῖς κατὰ γαστέρα πάθεσι τοῖς ῥοώδεσιν ἱκανῶς ἁρμόττει.
§3.4 [δ΄. Περὶ γιγγιδίου.] Γιγγίδιον, ὥσπερ τῇ γεύσει πικρότητός τε καὶ στύψεως μετέχει, οὕτως καὶ τῇ κράσει θερμότητός τε καὶ ψύξεως. ξηραντικὸν δἐστὶν κατἀμφοτέρας τὰς ποιότητας, καὶ μέντοι καὶ εὐστόμαχον, ὅτι στύψεως οὐκ ὀλίγης μετείληφε. θερμασίαν μὲν οὖν οὐ πάνυ τι σαφῆ κέκτηται. ξηραίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν.
§3.5 [ε΄. Περὶ γλαυκίου.] Γλαύκιον στύφει μετά τινος ἀηδίας, ἀλλὰ καὶ ψύχει σαφῶς οὕτως, ὥστε θεραπεύειν μόνον ἐρυσιπέλατα πολλάκις, ὅσα γε μὴ ἰσχυρά. καὶ ἔστιν κρᾶσις αὐτοῦ σύνθετος ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας, ψυχρῶν μὲν ἀμφοῖν, οὐ μὴν ἄκρως, ἀλλοὕτως ὡς ὕδωρ κρηναῖον.
§3.6 [στ΄. Περὶ γλαυκός.] Γλαὺξ πόα· καὶ αὐτὴ γάλακτος εἶναι δοκεῖ γεννητική. καὶ εἴπερ τοῦτο οὕτως ἔχει, θερμὴ ἂν πως εἴη καὶ ὑγρὰ τὴν κρᾶσιν.
§3.7 [ζ΄. Περὶ γλήχωνος.] Γλήχων. καὶ αὕτη πόα ὡς ἂν δριμεῖά τε καὶ ὑπόπικρος οὖσα θερμαίνει τε καὶ λεπτύνει σφοδρῶς. ἱκανὸν δὲ τεκμήριον τοῦ μὲν θερμαίνειν ὅτι καταπλαττομένη φοινίσσει, καὶ εἰ ἐπιμένοι, ἐπὶ πλέον ἑλκοῖ· τῷ δὲ λεπτύνειν, ὅτι τά τἐκ θώρακος καὶ πνεύμονος ὑγρὰ παχέα καὶ γλίσχρα ῥᾳδίως ἀναπτύεσθαι ποιεῖ καὶ καταμήνια προτρέπει.
§3.8 [η΄. Περὶ γλοιοῦ.] Γλοιὸς μετρίως ἐστὶ καὶ μαλακτικός.
§3.9 [θ΄. Περὶ γλυκυρίζης.] Γλυκύριζα. τούτου τοῦ θάμνου τῶν ῥιζῶν χυλὸς μάλιστἐστὶ χρήσιμος ὁμοίως ταῖς ῥίζαις αὐτοῦ γλυκὺς ὑπάρχων, ἅμα βραχείᾳ τινὶ στύψει. διὸ καὶ τραχύτητας ἐκλεαίνειν πέφυκεν, οὐκ ἐν ἀρτηρίᾳ μόνον, ἀλλὰ καὶ ἐν ψωρώδει κύστει, τῷ μετρίῳ τῆς κράσεως· εἴη ἂν οὖν φύσις αὐτοῦ οἰκεία τῆς ἡμετέρας κράσεως· τοιοῦτον γὰρ ἐδείχθη τὸ γλυκύ. προσούσης δέ τινος καὶ στύψεως σύμπασα κρᾶσις αὐτῆς, ὅσον ἐπὶ θερμότητι καὶ στύψει, κατὰ τὴν χλιαρὰν μάλιστα ἂν εἴη θερμασίαν, ἐγγυτάτω τῆς συμμέτρου. ἐπεὶ δὲ καὶ ὑγρόν ἐστι τῇ κράσει τὸ μετρίως γλυκὺ, δεόντως ἄδιψόν ἐστι τὸ φάρμακον, ὑγρόν τε ἅμα μετρίως καὶ ψυχρότερον ὑπάρχον τῆς ἀνθρώπου φύσεως. φησὶ δ Διοσκουρίδης τὴν ῥίζαν ξηρὰν λεανθεῖσαν πτερυγίων ἐπιτήδειον γίνεσθαι κατάπαστον φάρμακον.
§3.10 [ι΄. Περὶ γλυκυσίδης.] Γλυκυσίδην, ἣν καὶ πεντόροβον ὀνομάζουσι καὶ παιονίαν, ῥίζαν ἀτρέμα στύφουσαν ἔχει μετά τινος γλυκύτητος, ἐπὶ πλέον δὲ μασωμένη καὶ δριμύτητος ὑποπίκρου. ταῦτἄρα καταμήνιά τε κινεῖ, μέγεθος ἀμυγδάλου σὺν μελικράτῳ πινομένη· κόπτειν δὲ δηλονότι χρὴ καὶ διαττᾷν αὐτὴν καὶ οὕτως ἐπιπάττειν. ἐκκαθαίρει δὲ καὶ ἧπαρ ἐμπεφραγμένον καὶ νεφρούς. ἀλλὰ ταῦτα μὲν δριμεῖά τέ ἐστι καὶ ὑπόπικρος ἐργάζεσθαι πέφυκεν, δἔχει τι καὶ στυπτικὸν, ἵστησι τὰ κατὰ τὴν γαστέρα ῥεύματα. χρὴ δαὐτὴν ἐν οἴνῳ τηνικαῦτα τῶν αὐστηρῶν τινι καθεψήσαντα πίνειν. ὅλως δὲ ξηραντικὴ τὴν δύναμίν ἐστιν ἰσχυρῶς, ὥστοὐκ ἂν ἀπελπίσαιμι καὶ περιαπτομένην αὐτὴν εὐλόγως πεπιστεῦσθαι παιδίων ἐπιληψίας ἰᾶσθαι. καὶ οἶδά γέ ποτε παιδίον ὀκτὼ μησὶ μηδὅλως ἐπιληφθὲν ἐξ ὅτου τῆς ῥίζης ἐφόρει, ὡς δἀπεῤῥύη πως ἀπὸ τοῦ τραχήλου τὸ περιάπτον, εὐθὺς ἐπελήφθη, καὶ αὖθίς τε περιαφθέντος ἑτέρου πάλιν ἀμέμπτως εἶχεν. ἔδοξε δέ μοι κάλλιον εἶναι καὶ αὖθις ἀφελεῖν αὐτὸ πείρας ἕνεκα, καὶ οὕτω πράξαντες, ἐπειδὴ πάλιν ἐσπάσθη, μέγα τε καὶ πρόσφατον μέρος τῆς ῥίζης ἐξηρτήσαμεν αὐτοῦ τοῦ τραχήλου, κᾀντεῦθεν ἤδη τοῦ λοιποῦ τελέως ὑγιὴς ἐγένετο παῖς καὶ οὐκέτἐπελήφθη. εὔλογον οὖν ἦν ἀποῤῥέοντά τινα τῆς ῥίζης μόρια, κᾄπειτα διὰ τῆς εἰσπνοῆς ἑλκόμενα, θεραπεύειν οὕτω τοὺς πεπονθότας τόπους καὶ τοῦ ἀέρος αὐτοῦ τρεπομένου καὶ ἀλλοιουμένου πρὸς τῆς ῥίζης. οὕτω γάρ τοι καὶ Κυρηναῖος ὀπὸς ὀνίνησι γαργαρεῶνα φλεγμαίνοντα καὶ τὸ πεφρυγμένον μελάνθιον ἐναργῶς ξηραίνει κατάῤῥους καὶ κορύζας, εἴ τις δήσας αὐτὸ θερμὸν εἰς ὀθόνιον ἀραιὸν ἐπισπῷτο συνεχῶς τὴν ἐξ αὐτοῦ θερμότητα διὰ τῆς κατὰ τὰς ῥῖνας εἰσπνοῆς. καὶ μὲν δὴ εἰ λίνα πλείονα, καὶ μάλιστα ἀπὸ θαλασσίας πορφύρας, περιβαλὼν ἐχίδνης τραχήλῳ πνίξειας αὐτοῖς τὴν ἔχιδναν, εἶτα περιάπτοις ἕκαστον τῶν λίνων τῷ τραχήλῳ, θαυμαστῶς ὀνίνησι παρίσθμιά τε καὶ ὅσα περὶ τράχηλον ἐκβλαστάνει. περὶ μὲν οὖν τῶν τοιούτων κᾂν ἰδίᾳ ποτὲ διέλθοιμι. τῆς δὲ παιονίας τὴν κρᾶσιν ἰστέον εἶναι λεπτομερῆ τε καὶ ξηραντικὴν, οὐ μὴν ἐπιφανῶς γε θερμὴν, ἀλλἤτοι σύμμετρον βραχεῖ τινι θερμοτέραν.
§3.11 [ια΄. Περὶ γναφαλίου.] Γναφάλιον. ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ φύλλοις αὐτοῦ μαλακοῖς οὖσιν ἀντὶ γναφάλων χρῆσθαι. ἔστι δὲ λευκὰ καὶ μετρίως στύφοντα, καὶ διὰ τοῦτό τινες αὐτὸ διδόασι δυσεντερικοῖς μετά τινος τῶν αὐστηρῶν οἴνων.
§3.12 [ιβ΄. Περὶ γογγυλίδος.] Γογγυλίδος τὸ σπέρμα πρὸς ἀφροδίσια παροξύνει, φυσώδους πνεύματος ὑπάρχον γεννητικόν. οὕτω δὲ καὶ ῥίζα δύσπεπτός τε καὶ φυσώδης ἐστι καὶ σπέρματος γεννητική.
§4.1 [α΄. Περὶ δαμασωνίου.] Δαμασώνιον καὶ ἄλισμα. περὶ ταύτης τῆς πόας ἐν τῷ τρίτῳ Διοσκουρίδης λέγει ὡς τῆς ῥίζης, εἰ ποθείη, δυσεντερίας ἰωμένης καὶ κοιλίαν ἱστάσης καὶ οἰδήματα πραϋνούσης. ἡμεῖς δὲ τούτων μὲν οὐκ ἐπειράσθημεν· ὅτι δὲ τοὺς ἐν νεφροῖς συνισταμένους λίθους θρύπτει τὸ ὕδωρ πινόμενον, ἐν ᾧπερ ἂν ἑψηθεῖσα τύχῃ πεπειράμεθα. δῆλον οὖν ὅτι ῥυπτικήν τινα δύναμιν ἔχει.
§4.2 [β΄. Περὶ δαύκου.] Δαῦκος, ὃν δή τινες σταφυλῖνον ὀνομάζουσιν. μὲν ἄγριος ἧττον ἐδώδιμος τοῦ ἡμέρου, σφοδρότερος δἐν πᾶσιν· δὲ ἥμερος ἐδώδιμος μὲν, ἀσθενέστερος δέ. δριμείας δέ ἐστι καὶ θερμαντικῆς δυνάμεως, καὶ διὰ τοῦτο καὶ λεπτυντικῆς. μὲν οὖν ῥίζα πρὸς τοῖς εἰρημένοις καὶ φυσῶδές τι κέκτηται καὶ ἀφροδισιαστικόν. τὸ δὲ σπέρμα τὸ μὲν τοῦ ἡμέρου ἔχει μέν τι καὶ αὐτὸ παροξυντικὸν εἰς ἀφροδίσια, τὸ δὲ τοῦ ἀγρίου τελέως ἐστὶν ἄφυσον, καὶ διὰ τοῦτο διουρητικόν τε καὶ καταμηνίων ἐστὶ κινητικόν.
§4.3 [γ΄. Περὶ τοῦ δαύκου σπέρματος.] Δαύκου τῆς πόας τὸ σπέρμα θερμαντικὸν ἱκανῶς ἐστιν, ὡς οὐρητικόν τε φάρμακον ὑπάρχειν ἐν τοῖς μάλιστα δραστήριον, ἐμμήνων τε κινητικόν. ἔστι δὲ καὶ διαφορητικὸν ἱκανῶς ἔξωθεν ἐπιτιθέμενον. καὶ πόα δαὐτῆς παραπλησίας μέν ἐστι δυνάμεως, ἀσθενεστέρας δὲ κατὰ τὸ σπέρμα διὰ τὴν τῆς ὑδατώδους ὑγρότητος ἐπιμιξίαν. ἔστι γε μὴν καὶ αὕτη θερμὴ τὴν κρᾶσιν.
§4.4 [δ΄. Περὶ δάφνης τοῦ δένδρου.] Δάφνης τοῦ δένδρου καὶ τὰ φύλλα καὶ καρπὸς ξηραίνει καὶ θερμαίνει σφοδρῶς, καὶ μᾶλλον καρπὸς αὐτῆς τῶν φύλλων. δὲ φλοιὸς τῆς ῥίζης ἧττον μέν ἐστι δριμὺς καὶ θερμὸς, μᾶλλον δὲ πικρὸς, καί τι καὶ στύψεως ἔχει. ταῦτἄρα καὶ λίθους θρύπτει καὶ ἥπατι ὠφελεῖ. πίνεται δὲ σὺν οἴνῳ εὐώδει τριοβόλου σταθμός.
§4.5 [ε΄. Περὶ δάφνης τῆς πόας.] Δάφνης τῆς πόας, ἣν καὶ Ἀλεξανδρείαν ὀνομάζουσιν, κρᾶσις ἐναργῶς ἐστι θερμὴ, καὶ γευομένοις ἐστὶ δριμεῖά τε καὶ ὑπόπικρος, καὶ πινομένοις ἔμμηνά τε καὶ οὖρα προτρέπει. τῆς δὲ χαμαιδάφνης καὶ ἐσθίονται οἱ ἁπαλοὶ κλῶνες. παραπλησία δὲ καὶ ἥδε τὴν δύναμίν ἐστι τῇ Ἀλεξανδρείᾳ δάφνῃ, καθάπερ καὶ τὸ δαφνοειδὲς ὀνομαζόμενον.
§4.6 [στ΄. Περὶ δικτάμνου.] Δίκταμνον ἐκ λεπτομερεστέρας ἐστὶν οὐσίας κατὰ γλήχωνα. τὰ δἄλλα παραπλήσιον αὐτῇ τὸ δὲ καλούμενον ψευδοδίκταμνον ἀσθενέστερον εἰς ἅπαντα τοῦ δικτάμνου.
§4.7 [ζ΄. Περὶ διψάκου] Διψάκου τῆς ἀκάνθης ῥίζα ξηραντικὴ τάξεως δευτέρας ἐστὶν, ἔχει δέ τι καὶ ῥυπτικόν.
§4.8 [η΄. Περὶ δορυκνιδίου.] Δορυκνίδιον ὅμοιον τῇ κράσει μήκωνι καὶ μανδραγόρᾳ καὶ τοῖς οὕτω ψυκτικοῖς ἐστιν, ἐπικρατούμενον, ὑδατώδει ψυχρότητι πάνυ δραστηρίῳ. καροῖ μὲν γὰρ ὀλίγον, ἀναιρεῖ δὲ πλέον συλληφθέν.
§4.9 [θ΄. Περὶ δρακοντίου.] Δρακόντιον ἔχει μέν τι παραπλήσιον ἄρῳ καὶ τοῖς φύλλοις καὶ τῇ ῥίζῃ. δριμύτερον δέ ἐστιν αὐτοῦ καὶ πικρότερον, καὶ διὰ τοῦτο καὶ θερμαντικώτερόν τε καὶ λεπτομερέστερον. ἔχει δέ τινα καὶ στύψιν βραχεῖαν, ἧς συνιούσης ταῖς προειρημέναις δύο ποιότησι, τῇ τε δριμείᾳ καὶ τῇ πικρᾷ, δραστήριον γίγνεται τὸ φάρμακον ἐν τοῖς μάλιστα. καὶ γὰρ ῥίζα διακαθαίρει τὰ σπλάγχνα πάντα, τοὺς παχεῖς μάλιστα καὶ γλίσχρους λεπτύνουσα χυμοὺς, καὶ τῶν κακοήθων ἑλκῶν ἄριστόν ἐστι φάρμακον, ἀποκαθαίρει τε καὶ ἀποῤῥύπτει γενικῶς τά τἄλλα τὰ ῥύψεως δεόμενα καὶ ἀλφοὺς σὺν ὄξει. τά τε φύλλα, παραπλήσιον ἔχοντα δύναμιν ἕλκεσί τε καὶ τραύμασι νεοτρώτοις ἁρμόττει, καὶ ὅσῳ ἂν ἧττον ξηρὰ τοσοῦτον μᾶλλον κολλᾷ. τὰ γὰρ ξηρότερα δριμύτερα τὴν δύναμίν ἐστιν ὡς τραύμασι πρέπει. πεπίστευται δὲ καὶ τυρὸν ὑγρὸν ἄσηπτον διαφυλάττειν, ἔξωθεν αὐτῷ περιτιθέμενον, διὰ τὴν τῆς κράσεως ξηρότητα. δὲ καρπὸς ἰσχυρότερος οὐ τῶν φύλλων μόνον, ἀλλὰ καὶ τῆς ῥίζης ἐστὶν, ὥστε καὶ καρκίνους καὶ πολύποδας ἐκτήκειν πεπίστευται. καὶ χυλὸς δαὐτοῦ τὰ ἐν ὀφθαλμοῖς ἀποκαθαίρει.
§4.10 [ι΄. Περὶ δρυοπτερίδος.] Δρυοπτερὶς μικτῆς ἐστι γευομένῳ ποιότητος γλυκείας δριμείας ὑποπίκρου, κατὰ δὲ τὴν ῥίζαν καὶ στρυφνῆς. δύναμιν δἔχει σηπτικὴν, ὅθεν καὶ τρίχας ψιλοῖ.
§4.11 [ια΄. Περὶ δρυός.] Δρυὸς ἅπαντα μὲν τὰ μόρια στυφούσης μετέχει ποιότητος, ἐπιπλέον δὲ τὸ ἐν τῷ φλοιῷ τοῦ πρέμνου τὸ ὑμενῶδες, καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου, τὸ ἐπὶ τῇ σαρκὶ τοῦ καρποῦ. διὸ καὶ πρὸς ῥοῦν γυναικεῖον, αἵματός τε πτύσεις καὶ δυσεντερίας καὶ γαστρὸς ῥεύματα χρόνια χρήσιμον εἶναι πεπίστευται, μάλιστα δἀφέψοντες αὐτῷ χρῶνται. σφοδρότερον δἔτι στύφει φηγὸς καὶ πρῖνος, εἴτοὖν εἴδη δρυὸς ὀνομάζειν αὐτά τις εἴτε καὶ διαφέρειν ὅλῳ τῷ γένει βούλοιτο. καὶ δὴ καὶ τὰ φύλλα τὰ μὲν τούτων τῶν φυτῶν ἁπαλὰ καταπλασσόμενα ξηραίνειν οὐκ ἀγεννῶς πέφυκε, τὰ δὲ τῆς ἑτέρας δρυὸς ἧττον, εἰς ὅσον καὶ στύψεως ἧττον μετείληφεν. ἔγωγοὖν οἶδα καὶ κολλήσας ποτὲ τραῦμα δρεπάνῳ γεγονὸς, οὐδαμῶς ἑτέρου παρόντος φαρμάκου, τοῖς φύλλοις τῆς δρυός. ἔτριψα δἐπὶ πέτρας λείας αὐτὰ καὶ τὸ τραῦμα μετὰ τοῦ πέριξ χωρίου παντὸς κατέπλασα. ἔστι δὲ τῆς αὐτῆς τοῖς φύλλοις δυνάμεως καὶ καρπὸς τῆς δρυός. καὶ κέχρηνταί γε τούτῳ τινὲς τῶν ἰατρῶν ἐπὶ τῶν ἀρχομένων ἔτι καὶ αὐξανομένων φλεγμονῶν. ὅσαι γὰρ ἤδη σφοδραὶ τῶν στυφόντων οὐ δέονται. τὰ μὲν δὴ τοιαῦτα θεραπευτικῆς μᾶλλον τῆς ἐνεστώσης ἐστὶ πραγματείας. ἀπόχρη δεἴς γε τὰ παρόντα γιγνώσκειν ὡς στυπτικῆς μὲν εἰς ὅσον εἴρηται μετείληφε δυνάμεως δρῦς, καὶ διὰ τοῦτο ξηραντικῆς τε καὶ στυπτικῆς, θερμῆς δἐπὀλίγον εἶναι κατωτέρω τῶν μέσων ἐν τοῖς ὡς ἂν οὕτω τις εἴποι χλιαροῖς.
§5.1–6.3
§5.1 [α΄. Περὶ ἐβίσκου.] Ἐβίσκος ἀλθαία. ἔστι δὲ μαλάχη ἀγρία διαφορητικὴ, χαλαστικὴ, ἀφλέγμαντος, πραϋντικὴ, πεπτικὴ φυμάτων δυσπέπτων. καὶ ῥίζα δὲ αὐτῆς καὶ τὸ σπέρμα τὰ μὲν ἄλλα ὁμοίως ἐνεργεῖ τῇ πόᾳ χλωρᾷ, λεπτομερεστέραν δὲ ἐκείνης καὶ ξηραντικωτέραν καὶ προσέτι ῥυπτικωτέραν ἐπιδείκνυνται τὴν δύναμιν, ὥστε καὶ ἀλφοὺς ἀποῤῥύπτειν καὶ τὸ σπέρμα τοὺς ἐν νεφροῖς λίθους διαιρεῖν. τὸ δὲ τῆς ῥίζης ἀφέψημα καὶ πρὸς δυσεντερίαν καὶ διάῤῥοιαν καὶ πρὸς αἵματος ἀναγωγὴν ὠφέλιμόν ἐστιν ἐχούσης τινὰ δύναμιν στυπτικήν.
§5.2 [β΄. Περὶ ἐβένου.] Ἔβενος τῶν εἰς χυλὸν ἀναλυομένων ἐστὶ ξύλων εἰ παρατρίβοιτο μεθὕδατος, ὥσπερ ἔνιοι τῶν λίθων. δὲ δύναμις θερμαντική τέ ἐστι καὶ ῥυπτικὴ καὶ λεπτομερὴς, ὅθεν καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα πεπίστευται ῥύπτειν. ταῖς τε ἄλλαις ὀφθαλμικαῖς μίσγεται δυνάμεσιν, ὅσαι πρὸς ἕλκη παλαιὰ καὶ ῥεύματα καὶ φλυκταίνας ἁρμόττουσιν.
§5.3 [γ΄. Περὶ ἐλαίας.] Ἐλαίας οἱ μὲν θαλλοὶ τοσούτῳ μετέχουσι ψύξεως, ὅσον καὶ στύψεως. δὲ καρπὸς μὲν ἀκριβῶς πέπειρος θερμὸς συμμέτρως ἐστὶν, δἄωρος στυπτικώτερός ἐστι καὶ ψυχρότερος.
§5.4 [δ΄. Περὶ ἐλαίου.] Ἔλαιον τὸ μὲν ἐκ τῆς ἐλαίας, ὅπερ καὶ κυριώτατον καλοῦμεν ἔλαιον, ὁποῖόν τι τὴν κρᾶσίν ἐστιν ἐν τοῖς ἔμπροσθεν λόγοις διώρισται. ὑγραντικόν τε γὰρ ἐδείκνυτο καὶ συμμέτρως θερμόν. τοιοῦτο δἐστὶν τὸ γλυκύτατον, ἐκ δρυπετοῦς μάλιστα τοῦ καρποῦ γενόμενον. τὸ δὠμοτριβὲς καὶ ὀμφάκινον ὀνομαζόμενον εἰς ὅσον στύψεως μετείληφεν, εἰς τοσοῦτον καὶ ψύξεως. τὸ δὲ παλαιὸν ἔλαιον τὸ μὲν ἐκ τοῦ γλυκέος παλαιουμένου γιγνόμενον θερμότερόν τε καὶ διαφορητικώτερόν ἐστι, τὸ δἐξ ὠμοτριβοῦς, ἄχρι μὲν ἀποσώζει τι τῆς στύψεως, μικτῆς ὑπάρχει δυνάμεως, ἐπειδὰν δἀποβάλλῃ τελέως αὐτὴν, ὁμοιοῦται τῷ ἄλλῳ καὶ μὲν δὴ καὶ ὅσοι κατὰ τὴν σκευασίαν ἐπεμβάλλουσι θαλλὸν, καὶ οὗτοι παραπλήσιον ὀμφακίνῳ τὸ ἔλαιον ἀπεργάζονται. χρὴ δοὐχ ὅπως ἐσκεύασται πυνθανόμενον, ἀλλαὐτοῦ γευόμενον, εἰ μὲν ἐμφαίνοι τι στύψεως, εἰς ὅσον ταύτης μετείληφεν, εἰς τοσοῦτον καὶ ψύξεως αὐτὸ μετέχειν ὑπολαμβάνειν, ὥσπερ καὶ τὸ ἀπὸ τῆς Ἰβηρίας κομιζόμενον, ὅπερ Σπανὸν ὀνομάζουσιν. εἰ δὲ μηδὅλως γευόμενον φαίνοιτο στύφειν, ἀλλἀκριβῶς εἴη γλυκὺ, θερμὸν ἡγεῖσθαι τοῦθὑπάρχειν συμμέτρως. εἰ δὲ καὶ λεπτομερὲς φαίνοιτο, τοιοῦτο δἐστὶ τό τε καθαρὸν καὶ διαυγὲς ὁρῶντι, κᾀπειδὰν ὀλίγον ληφθὲν ἐπιπλεῖστον ἐκτείνηται τοῦ σώματος καὶ ἑαυτῷ μένῃ συνεχὲς, ἀναπίνηταί τε πρὸς τοῦ χρωτὸς, ἡγεῖσθαι τοῦτο κάλλιστόν τε καὶ τὴν ἐλαίου μάλιστα κεκτημένον ἀρετὴν, οἷόν πέρ ἐστι τὸ Σαβῖνον. ὅτι δὲ τὸ πεπλυμένον ἔλαιον ἀδηκτότατόν ἐστιν εἴρηται καὶ πρόσθεν. ὅπως δἄν τις κάλλιστα πλύνοι, διὰ τῆς ἐφεξῆς ἐρῶ πραγματείας τῆς περὶ συνθέσεως φαρμάκων· ἔνθα καὶ περὶ Σικυωνίου καὶ εἴ τι τοιοῦτόν ἐστιν ἔλαιον εἰρήσεται. νυνὶ δὲ περὶ τῶν ἁπλῶν διέξειμι καὶ προσθήσω ἤδη τὸν περὶ τῶν ἄλλων ἐλαίων λόγον. ὀνομάζεται γὰρ δή τι καὶ κίκινον ἔλαιον, ἐν Αἰγύπτῳ μάλιστα γιγνόμενον, ἐκ τοῦ καρποῦ τοῦ κίκεως, καὶ ῥαφάνινον δὴ καὶ σησάμινον, ἀμυγδάλινόν τε καὶ καρύϊνον, ἔτι τε σινάπινον, σχίνινον, δάφνινον, μελάνθινον, τερμίνθινον, μαστίχινον, μύρσινον, βαλάνινον, ὑοσκυάμινον, ἄλλα τε πρὸς τούτοις οὐκ ὀλίγα τῶν καρπῶν ἐκθλιβόμενα πάντα. διαφέρει δἀλλήλων ταῦτα τὰς αὐτὰς διαφορὰς ἅσπερ καὶ οἱ καρποί. τὸ μὲν γὰρ κίκινον λεπτομερέστερόν τε καὶ διαφορητικώτερόν ἐστιν, ὅμοιον μάλιστα τῷ ἐκ τῆς ἐλαίας ἐλαίῳ τῷ παλαιῷ. διὸ καὶ χρηστέον ἔνθἂν κίκινον ἔλαιον γεγραμμένον ἔν τινι συνθέσει φαρμάκου, μὴ παρόντος αὐτοῦ, τῷ κοινῷ ἐλαίῳ, καὶ μάλιστεἰ Σαβῖνον εἴη. τὸ δὲ ῥαφάνινον ὅμοιον μὲν τἄλλα τῷδε, θερμότερον δὲ, καὶ τούτου μᾶλλον ἔτι τὸ σινάπινον. ὅμοιον δὲ αὐτῷ τὸ ἐκ τοῦ μελανθίου. ἔμπαλιν δὲ τούτοις τὸ μύρσινόν τε καὶ σησάμινον, τὸ μὲν τῷ στύφειν, τὰ δὅτι παχυμερῆ. μικτῆς δέ ἐστι δυνάμεως τό τε σχίνινον καὶ τὸ τερμίνθινον καὶ τὸ μαστίχινον, οὐ γὰρ μαλάττει μόνον, ἀλλὰ καὶ στύφει. τὸ δἀμυγδάλινον ἐπικρατοῦσαν μὲν ἔχει τὴν πικρότητα, μετέχει δέ τινος καὶ στύψεως, οὐ μὴν τό γε καρύϊνον, ἀλλἁπλῆς μάλιστα δυνάμεώς ἐστι τοῦτο τῆς διαφορητικῆς. θερμότερον δαὐτοῦ καὶ διαφορητικώτερον ὑπάρχει τὸ δάφνινον, καὶ τούτου μᾶλλον ἔτι τὸ κέδρινον. ἐγγὺς δαὐτῷ τὸ ἀπὸ τῆς ὑγρᾶς πίττης τὸ δάδινον, ἧττον μὲν τοῦ δαφνίνου θερμὸν, ξηραίνει δὲ μᾶλλον. τὸ δὑοσκυάμινον μικτῆς ἐστι δυνάμεως, μαλακτικῆς τε ἅμα καὶ ψυκτικῆς. τὸ δὲ κίκινον ἔλαιον ὑπάγει γαστέρα. τοῦτου δἔτι μᾶλλον τὸ ἐκ τοῦ κνιδίου κόκκου, καὶ τοσούτῳ γε μᾶλλον ὅσῳ κόκκος αὐτοῦ τοῦ κίκους καθαρτικώτερος ὑπάρχει. ἔστι δὲ καὶ τὸ ἐκ τῆς ἀγρίας ἐλαίας ἔλαιον οὐχ ἁπλῆς κράσεως, ἀλλὰ ῥυπτικόν τε ἅμα καὶ στυπτικόν. αὐχμηρότερον δὡς ἐν ἐλαίοις τοῦτο καὶ μετὰ τοῦτο τὸ Ἰστρικόν. ἐφεξῆς δαὐτοῖς τὸ Σπανόν. λιπαρώτατον δὲ τό τε Λιβυκόν ἐστι καὶ τὸ Κιλίκιον, ἅμα δὲ λιπαρόν τε καὶ λεπτομερὲς τὸ Σαβῖνον. ἐν τῷ μέσῳ δὲ τῶν εἰρημένων ἁπάντων τό τε κατὰ τὰς Κυκλάδας νήσους ἐστὶ καὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν. κρίνεται δὲ τὸ μὲν λιπαρὸν ἔλαιον τῇ γλισχρότητι, τὸ δὲ λεπτομερὲς τῷ τε διαυγεῖ καὶ καθαρῷ, καὶ τῷ πλεῖστον ἀλείφεσθαι τοῦ σώματος ὑπἐλαχίστου καὶ τῷ πρὸς τοῦ χρωτὸς ἀναπίνεσθαι ῥᾳδίως. ἐκ δὲ τῶν εἰρημένων ἔνεστί σοι καὶ περὶ τῶν ἄλλων ἐλαίων, ὁπόσα τοῖς μύροις ὁμωνύμως λέγεται, γιγνώσκειν ἤδη, λέγω δὲ ῥοδίνου τε καὶ μηλίνου καὶ κρινίνου καὶ ὅσα τοιαῦτα καρπῶν ἀνθῶν βλαστῶν φύλλων ἐναποβρεχομένων ἐν ἐλαίῳ γίγνεται. τούτων γὰρ ἕκαστον, ὅταν ἅμα τοῖς ἀρώμασι σκευασθῇ, μύρον ἀποτελεῖται. λεχθήσεται δἐπιπλέον ὑπὲρ αὐτῶν ἐν τῆ περὶ συνθέσεως φαρμάκων πραγματείᾳ. τὸ δεἰς τὸν παρόντα χρήσιμον εἰπὼν ἀπαλλάξομαι. κατὰ φύσιν ἑκάστου τῶν ἐμβληθέντων ἀλλοιωθήσεται τὸ ἔλαιον. ἐξ ὧν οὖν ὑπὲρ ἑκάστου τῶν ἐμβαλλομένων ἐν τῷδε τῷ λόγῳ παντὶ καθόλου μανθάνεις, ἐκ τούτων ἂν εἴη σοι καὶ περὶ τοῦ καθέκαστον αὐτῶν ἐλαίου γιγνώσκειν.
§5.5 [ε΄. Περὶ ἐλατίνης.] Ἐλατίνη μετρίως ἐστὶ ψυκτική τε καὶ στυπτική.
§5.6 [στ΄. Περὶ ἐλαφοβόσκου.] Ἐλαφόβοσκος θερμῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως καὶ διὰ τοῦτο καὶ ξηραντικῆς κατὰ τὴν δευτέραν που μάλιστα τῶν ἀποστάσεων.
§5.7 [ζ΄. Περὶ Ἐλενίου.] Ἐλενίου τῆς πόας ῥίζα ἐστὶ μάλιστα χρήσιμος, οὐκ εὐθὺς κατὰ τὴν πρώτην προσβολὴν θερμαίνουσα, καὶ διὰ τοῦτο λεκτέον αὐτὴν οὐ θερμὴν καὶ ξηρὰν ἀκριβῶς, ὥσπερ τὸ μέλαν καὶ λευκὸν πέπερι, ἀλλὰ σὺν ὑγρότητι περιττωματικῇ, καὶ διὰ τοῦτο καὶ τοῖς ἐκλείγμασι τοῖς εἰς τὰς ἀναγωγὰς τῶν γλίσχρων καὶ τῶν παχέων ἐν θώρακι καὶ πνεύμονι χυμῶν ἐπιτηδείως μίγνυται καὶ φοινίσσουσιν αὐτῇ τὰ μόρια, ψυχροῖς καὶ χρονίοις ἐνοχλούμενα πάθεσιν, ὥσπερ ἰσχιάδες τέ τινές εἰσι καὶ ἡμικρανίαι καὶ συνεχεῖς ἄρθρων τινῶν ἐκπτώσεις διὑγρότητος.
§5.8 [η΄. Περὶ ἐλελισφάκου.] Ἐλελίσφακος θερμαντικῆς ἐναργῶς ἐστι κράσεως, ὑποστυφούσης ἀτρέμα.
§5.9 [θ΄. Περὶ ἐλλεβόρου.] Ἐλλέβορος ἑκάτερος, τε λευκὸς καὶ μέλας, ῥυπτικῆς τε ἅμα καὶ θερμαντικῆς εἰσι δυνάμεως. διὸ καὶ πρὸς ἀλφοὺς καὶ λειχῆνας καὶ ψώρας καὶ λέπρας ἁρμόττουσι, καὶ μὲν δὴ καὶ εἰς σύριγγα τετυλωμένην μέλας, καθιέμενος ἐν δύο που καὶ τρισὶν ἡμέραις ἀφίστησιν αὐτῆς τὸν τύλον, καὶ ὀδόντας δὲ σὺν ὄξει διακλυζόμενος ὀνίνησι. καὶ κείσθωσαν ἐν τῇ τρίτῃ τάξει τῶν θερμαινόντων τε καὶ ξηραινόντων. ἔστι δὲ τῇ γεύσει θερμότερος μὲν μέλας, ὑπόπικρος δὲ λευκός.
§5.10 [ι΄. Περὶ ἑλξίνης.] Ἑλξίνη, ἔνιοι δὲ περδίκιον ὀνομάζουσιν, ἄλλοι δὲ παρθένιον, ἄλλοι δὲ σιδηρίτιδα, εἰσὶ δοἳ Ἡρακλείαν. δύναμις δαὐτῆς ῥυπτική τε καὶ ἀτρέμα στυπτικὴ μεθὑγρότητος ὑποψύχρου. ὅθεν ἰᾶται φλεγμονὰς ἁπάσας ἐν ἀρχῇ τε καὶ ἐν ἀναβάσει μέχρι τῆς ἀκμῆς, καὶ μάλιστα τὰς θερμάς. καὶ μὲν δὴ καὶ ἀρχομένοις φυγέθλοις ἐπιπλάττεται. καὶ χυλὸς δαὐτῆς μετὰ ῥοδίνου πρὸς ὤτων ἀλγήματα φλεγμαινώδη μετρίως ἥρμοκεν. ἀνακογχυλίζονται δαὐτὴν ἔνιοι καὶ πρὸς παρίσθμια, καί τινες τῶν ἰατρῶν τοῖς χρονίως βήττουσιν ἔδοσαν αὐτήν. τοῦ ῥύπτειν δἐναργῆ πεῖραν παρέχεται καὶ ἐπὶ τῶν ὑαλίνων σκευῶν.
§5.11 [ια΄. Περὶ ἑλξίνης μελαίνης.] Ἑλξίνη, καὶ κισσάμπελος ὀνομαζομένη, δυνάμεώς ἐστι διαφορητικῆς.
§5.12 [ιβ΄. Περὶ ἐλύμου.] Ἔλυμος, καλεῖται δὲ καὶ μελίνη. ἔστι μὲν ἐκ τῶν ὀσπρίων, ὅμοιον κέγχρῳ τήν τε ἰδέαν καὶ τὴν δύναμιν, ὀλιγότροφόν τε καὶ ξηραντικόν. ἵστησί τέ τι καὶ τὰ κατὰ γαστέρα ῥεύματα, καθάπερ καὶ κέγχρος. εἰ δἔξωθεν ἐπιπλασθείη, ξηραίνει τε καὶ ψύχει.
§5.13 [ιγ΄. Περὶ ἐμπέτρου.] Ἔμπετρον εἰς καθάρσεις μόνας δοκεῖ χρήσιμον ὑπάρχειν ἄγον φλέγμα καὶ χολήν. ἔστι δὲ ἁλυκὸν τῇ γεύσει, ὥστε καὶ εἰς ἄλλα χρήσαιτἄν τις αὐτῷ εἰς ἅπερ καὶ τὴν ἁλυκὴν οὐσίαν ἐδείκνυμεν δυναμένην· ὀνομάζεται δὲ καὶ πρασοειδές.
§5.14 [ιδ΄. Περὶ ἐπιθύμου.] Ἐπίθυμον τῆς θύμου δυνάμεώς ἐστιν ἰσχυρότερον, τὰ πάντα ξηραινούσης τε καὶ θερμαινούσης κατὰ τὴν τρίτην ἀπόστασιν.
§5.15 [ιε΄. Περὶ ἐπιμηδίου.] Ἐπιμηδίου δύναμις ψυκτικὴ μετρίως ἐστὶ, μεθὑγρότητος ὑδατώδους. οὐδεμίαν γοῦν ἐπίσημον ἔχει ποιότητα, δύναται δὲ καταπλαττομένη μαστοὺς ὀρθίους διαφυλάττειν, φασὶ δὲ καὶ ἀτόκιον εἶναι πινομένην.
§5.16 [ιστ΄. Περὶ ἐπιμήλιδος.] Ἐπιμηλίς· στρυφνὸν τοῦτο τὸ φυτόν ἐστι καὶ ὡς ἄν εἴποι τις ἀγρία μηλέα. καλεῖται δὑπὸ τῶν κατὰ τὴν Ἰταλίαν ἀγροίκων οὐνέδων. πλεῖστον δὲ ἐν τῇ Καλαβρίᾳ γίγνεται. καρπὸς δαὐτῆς στρυφνὸς μὲν, κακοστόμαχος δὲ καὶ κεφαλαλγής. ἀναμέμικται γὰρ αὐτῷ τις ἀλλόκοτος ποιότης.
§5.17 [ιζ΄. Περὶ ἐρεβίνθου.] Ἐρέβινθος, ὀσπρίον φυσῶδες, τρόφιμον, εὐκοίλιον, οὐρητικὸν, γάλακτος καὶ σπέρματος γεννητικὸν, προτρέπει δὲ καὶ καταμήνια. εἰσὶ δοἱ κριοὶ καλούμενοι τῶν ἄλλων οὐρητικώτεροι. τὸ δἀφέψημα αὐτῶν τοὺς λίθους τοὺς ἐν νεφροῖς θρύπτει. τὸ δἕτερον γένος τῶν ἐρεβίνθων καλοῦνται μὲν ὀροβίαι, τῆς δαὐτῆς ἐστι δυνάμεως, ἐπισπαστικῆς, διαφορητικῆς, τμητικῆς, ῥυπτικῆς. εἰσὶ γὰρ θερμοὶ μὲν καὶ μετρίως ξηροὶ, μετέχουσι δέ τι καὶ τῆς πικρότητος, διἣν καὶ σπλῆνα καὶ ἧπαρ καὶ νεφροὺς ἐκκαθαίρουσι, καὶ ψώρας καὶ λειχῆνας ἀποῤῥύπτουσι καὶ παρωτίδας, καὶ διδύμους σκιῤῥουμένους διαφοροῦσι, καὶ τὰ κακοήθη δὲ τῶν ἑλκῶν ἰῶνται μετὰ μέλιτος.
§5.18 [ιη΄. Περὶ ἐρεβίνθου ἀγρίου.] Ἐρέβινθος ἄγριος ἰσχυρότερος εἰς πάντα τοῦ ἡμέρου, τοῦτἔστι θερμότερός τε καὶ ξηραντικώτερος, ὅσον περ καὶ δριμύτερός τέ ἐστι καὶ πικρότερος.
§5.19 [ιθ΄. Περὶ ἐρείκης.] Ἐρείκη διαφορητικῆς ἐστι δυνάμεως. τῷ δἄνθει μάλιστα καὶ τοῖς φύλλοις αὐτῆς χρηστέον.
§5.20 [κ΄. Περὶ ἑρπύλλου.] Ἕρπυλλος θερμαντικῆς εἰς τοσοῦτόν ἐστι δυνάμεως, ὡς καταμήνιά τε καὶ οὖρα κινεῖν. ἔστι δὲ καὶ πρὸς τὴν γεῦσιν ἱκανῶς δριμύς.
§5.21 [κα΄. Περὶ ἐρυσίμου.] Ἐρυσίμου τὸ σπέρμα καθάπερ τῇ γεύσει παραπλήσιον φαίνεται καρδάμῳ, οὕτω καὶ τῇ δυνάμει πυρῶδές τε καὶ θερμαντικὸν ὑπάρχει. ἐπειδὰν δὲ ἐκλείγματι δέῃ χρῆσθαι αὐτῷ, βέλτιόν ἐστιν ὕδατι προβρέξαντας φῶξαι εἰς ὀθόνιον ἐνδήσαντας, εἶτα σταιτὶ περιπλάσαντας ὀπτῆσαι. χρήσιμον δἐστὶ μετὰ τῶν ἐκλειγμάτων εἰς τὰς τῶν κατὰ θώρακα καὶ πνεύμονα. γλίσχρων τε καὶ παχέων χυμῶν ἀναπτύσεις. ἀλλὰ καὶ παρωτίδας σκιῤῥουμένας καὶ σκληρίας παλαιὰς ἐν μαστοῖς καὶ διδύμοις ὠφελεῖ. φησὶ δὲ Διοσκουρίδης ὡς καταπλαττόμενον μεθὕδατος μέλιτος ὀνίνησι τοὺς κρυπτοὺς καρκίνους.
§5.22 [κβ΄. Περὶ ἐρυθροδάνου.] Ἐρυθρόδανον. ἔστι δὲ τῶν βαφέων ἐρυθρὰ ῥίζα στρυφνὴ καὶ πικρὰ τὴν γεῦσιν, ὅθεν ὅσα περ εἴρηται κατὰ τὸ πρὸ τούτου γράμμα ποιεῖν ἐς ταὐτὸν ἀλλήλαις αἱ τοιαῦται συνελθοῦσαι δυνάμεις, ἅπαντα σαφῶς ἐν τῇδε τῇ ῥίζῃ θεάσῃ. καὶ γὰρ καὶ σπλῆνα καὶ ἧπαρ διακαθαίρει, καὶ οὖρα παχέα καὶ πολλὰ καί ποτε καὶ αἱματώδη κενοῖ, καὶ δὴ καὶ καταμήνια προτρέπει καὶ ἀποῤῥύπτει συμμέτρως, ὅσα δεῖται ῥύψεως. ἀλφοὺς γοῦν λευκοὺς ὠφελεῖ μετὄξους ἐπαλειφόμενον. διδόασι δαὐτήν τινες καὶ τοῖς ἰσχιαδικοῖς καὶ τοῖς παραλελυμένοις πίνειν μετὰ μελικράτου.
§5.23 [κγ΄. Περὶ εὐπατορίου.] Εὐπατόριον πόα λεπτομεροῦς καὶ τμητικῆς καὶ ῥυπτικῆς ἐστι δυνάμεως, ἄνευ θερμότητος ἐπιφανοῦς, ὅθεν καὶ τὰς καθἧπαρ ἐμφράξεις ἐκκαθαίρει. μετέχει δὲ καὶ στύψεως βραχείας, διἣν καὶ τόνον ἐντίθησι τῷ σπλάγχνῳ.
§5.24 [κδ΄. Περὶ εὐφορβίου.] Εὐφόρβιον καυστικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως, ὁμοίως τοῖς ἄλλοις ὀποῖς.
§5.25 [κε΄. Περὶ ἐφημέρου.] Ἐφήμερον οὐ τὸ δηλητήριον, καὶ Κολχικὸν ὀνομάζουσιν, ἀλλὰ τὸ ἕτερον, δὴ καὶ ἴρις ἀγρία καλεῖται. φύλλα μὲν καὶ καυλὸν ἔχει ὅμοιον κρίνῳ, ῥίζαν δὲ μακρὰν οὐ στρογγύλην, ὥσπερ τὸ Κολχικόν. ἔστι δὲ δακτύλου μὲν μάλιστα τὸ πάχος, στύφουσα δὲ καὶ εὐώδης. ἐξ ὧν δῆλον ὡς μικτῆς ἐστι δυνάμεώς τε καὶ κράσεως ἀποκρουστικῆς τε καὶ διαφορητικῆς. μαρτυρεῖ δὲ καὶ τὰ κατὰ μέρος ἔργα. καὶ γὰρ ὀδονταλγίας ἐστὶν οὐκ ἄπρακτον γε ῥίζα διάκλυσμα καὶ φυμάτων ἀναβάσεσί τε καὶ ἀκμαῖς ἁρμόζει τὰ φύλλα. χρὴ δἕψοντας ἐν οἴνῳ, πρὶν ἐκπυῆσαι, καταπλάττειν.
§5.26 [κστ΄. Περὶ ἐχίνου.] Ἐχίνου τῆς πόας καρπὸς στρυφνὸς καὶ διὰ τοῦτο ἀποκρουστικὸς καὶ ξηραντικός. χρῶνται δαὐτῷ πρός τε τὰ τῶν ὀφθαλμῶν ῥεύματα καὶ πρὸς ὦτα.
§6.1 [α΄. Περὶ ζειᾶς.] Ζειὰ μεταξύ πώς ἐστι τὴν δύναμιν ἅπασαν πυρῶν τε καὶ κριθῶν, ὥστἐξ ἐκείνων γινωσκέσθω.
§6.2 [β΄. Περὶ ζιγγιβέρεως.] Ζιγγιβέρεως ῥίζα χρήσιμός ἐστιν, ἥνπερ δὴ κομίζουσιν ὡς ἡμᾶς ἐκ τῆς βαρβάρου. θερμαίνει μὲν οὖν ἰσχυρῶς, ἀλλὰ οὐ κατὰ τὴν πρώτην προσβολὴν ὡς τὸ πέπερι. ταύτῃ τοι καὶ λεπτομερέστερον ἧττον αὐτὸ πεπέρεως ὑποληπτέον ὑπάρχειν. ἐλύετο γὰρ ἂν εἰς λεπτὰ μόρια καὶ διὰ ταχέων ἐνεργείᾳ θερμὸν ἐγίγνετο, καθάπερ ἐκεῖνο. φαίνεται γοῦν ἀκατεργάστου τινὸς ἔτι καὶ παχυμερεστέρας οὐσίας μετέχον καὶ ταύτης οὐ ξηρᾶς καὶ γεώδους, ἀλλὑγρᾶς καὶ ὑδατώδους μᾶλλον. διὰ τοῦτό γέ τοι καὶ τιτρᾶται ῥᾳδίως, ὅτι μέτεστιν αὐτῆς περιττωματικῆς ὑγρότητος. οὐδὲν γοῦν τοῦτο πάσχει τῶν ἤτοι ξηρῶν ἀκριβῶς ὑγρῶν μὲν, ἀλλὰ τῶν κατειργασμένην τε καὶ οἰκείαν ἐχόντων ὑγρότητα. ταὐτὸν τούτῳ καὶ τὸ μακροπέπερι πεπονθὸς, καὶ διὰ τοῦτο παραμένει μέχρι πλείονος ἀπὸ ζιγγιβέρεως καὶ μακροπεπέρεως θερμότης ἤπερ ἀπὸ λευκοῦ τε καὶ μέλανος. ὡς γὰρ ἀπὸ τῶν ξηρῶν καλάμων φλὸξ ἀνάπτεται μὲν ἅμα, καὶ πάντῃ σκίδναται τάχιστα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τῶν ξηρῶν τῇ δυνάμει φαρμάκων. δἀπὸ τῶν ὑγροτέρων ἀνάλογον τοῖς χλωροῖς ξύλοις καὶ βραδύτερον ἐξάπτεται καὶ παραμένει μέχρι πλείονος, ὅθεν καὶ χρεία διάφορος ἑκατέρου τῶν φαρμάκων. ὅταν μὲν γὰρ τὸ πᾶν σῶμα῾ ἐκθερμῆναι βουλώμεθα διὰ ταχέων, ὅσα ταχέως μὲν ἐκθερμαίνει πλησιάζοντα τῷ τοῦ ζώου θερμῷ, ταχέως δὲ πάντῃ φέρεται δοτέον. ἐπειδὰν δέ τι μόριον ἐψυγμένον ἐκθερμῆναι βουληθῶμεν, ἔμπαλιν πρακτέον, ὅσα βραδέως θερμαινόμενα μέχρι πλείστου παραμένει, ταῦτα προσφέρονται. τὸ μὲν οὖν ζιγγίβερι καὶ τὸ μακροπέπερι, κᾂν εἰ διαφέρει ταύτῃ τοῦ μέλανος πεπέρεως, ἀλλἐπὀλίγον. κάρδαμον δὲ καὶ νᾶπυ καὶ θαψία καὶ τῶν ἀγρίων περιστερῶν ἀπόπατος ἐν χρόνῳ τε πλείονι τελέως ἐκπυροῦται καὶ μέχρι πλείστου παραμένει.
§6.3 [γ΄. Περὶ ζύθου.] Ζύθος δριμύτερός ἐστι τῶν κριθῶν οὐ σμικρῷ, κακόχυμος, ὡς ἂν ἐκ σηπεδόνος γεγενημένος. ἔστι δὲ καὶ φυσώδης, καὶ τὸ μέν τι δριμὺ καὶ θερμαῖνον ἔχον, τὸ πλεῖστον δὲ ψυχρὸν ὑδατῶδες ὀξύ.
§6.4–9.8
§6.4 [δ΄. Περὶ ζύμης.] Ζύμη λεπτομερὴς μέν ἐστι καὶ μετρίως θερμή. διὰ τοῦτο τοίνυν ἀλύπως τε καὶ ἀδήκτως ἐπισπᾶταί τε ἅμα τὰ ἐκ τοῦ βάθους καὶ διαφορεῖ. μέμικται δὲ ἐξ ἐναντίων καὶ ἥδε δυνάμεων, ὥσπερ καὶ ἄλλα πολλά. καὶ γὰρ ὀξύτητος μετέχει ψυχρᾶς καὶ σηπεδονώδους θερμότητος καὶ προσέτι τῆς ἀπὸ τῶν ἁλῶν καὶ τῆς ἀπὸ τοῦ ἀλεύρου κατὰ φύσιν.
§7.1 [α΄. Περὶ ἡδυόσμου.] Ἡδύοσμον, ἔνιοι δὲ μίνθην προσαγορεύουσιν. ἔστι γὰρ ἑτέρα τις οὐκ εὐώδης μίνθη, ἣν καὶ καλαμίνθην καλοῦσι. δριμεῖαι δεἰσὶ γευομένοις ἀμφότεραι καὶ θερμαὶ τὴν δύναμιν ἐκ τῆς τρίτης που τάξεως τῶν θερμαινόντων. ἀσθενεστέρα μὴν εὐώδης μίνθη τῆς καλαμίνθης ἐστὶ καὶ ἧττον θερμαντική. καθόλου γὰρ εἰπεῖν μὲν ὥσπερ ἀγρία τίς ἐστιν, δἥμερος, ὥστε διὰ τὴν ἐκ τοῦ κηπεύεσθαι προσοῦσαν ὑγρότητα καὶ πρὸς ἀφροδίσια παρορμᾷ μετρίως. ὑπάρχει δὲ τοῦτο κοινὸν ἅπασιν οἷς μέτεστιν ὑγρότητος ἡμιπέπτου τε καὶ φυσώδους. διὰ δὲ τὴν τοιαύτην τῆς πόας κρᾶσιν καὶ κατὰ τῶν ἀποστημάτων ἐπιτιθέασιν ἔνιοι μετἀλφίτων αὐτὴν, ὅπερ καλαμίνθη ποιεῖν οὐ δύναται τῷ σφοδρότερον τὰ τοιαῦτα θερμαίνειν καὶ ξηραίνειν. ἔχει δέ τι καὶ πικρὸν καὶ στρυφνὸν ἐν ἑαυτῇ, καὶ τῷ μὲν πικρῷ τὰς ἕλμινθας ἀναιρεῖ, τῷ δὲ στρυφνῷ μετὀξυκράτου πινομένη τὰς προσφάτους αἵματος ἀναγωγὰς ἐπέχει. λεπτομερὴς δἐστὶ τὴν οὐσίαν εἴπερ τις καὶ ἄλλη πόα.
§7.2 [β΄. Περὶ ἡδυσάρου.] Ἡδύσαρον πελεκῖνος. τούτου τοῦ θάμνου τὸ σπέρμα πυῤῥὸν μὲν τὴν χρόαν, ἀμφίστομον δὲ καθάπερ οἱ πελέκεις· πικρὸν καὶ ὑπόστρυφνον φαίνεται, ὅθεν εὐστόμαχόν τἐστὶ πινόμενον, ἐκκαθαίρει τε τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις. οὕτω καὶ οἱ κλῶνες ὅλου τοῦ θάμνου δρῶσιν.
§7.3 [γ΄. Περὶ ἡμεροκάλλους.] Ἡμεροκάλλους ῥίζα παραπλησία τῇ τοῦ κρίνου κατά τε τὴν ἰδέαν οὖσα καὶ κατὰ τὴν δύναμιν ὠφελεῖ παραπλησίως ἐκείνῃ τὰ πυρίκαυτα. καὶ γὰρ διαφορητικῆς ἀτρέμα δυνάμεώς ἐστι μετὰ τοῦ καὶ ἀποκρουστικὸν ἔχειν τι.
§7.4 [δ΄. Περὶ ἡμιονίτιδος.] Ἡμιονίτις στύψεως ἅμα σὺν πικρότητι μετέχει, διὸ καὶ σπληνικοὺς ὠφελεῖ σὺν ὄξει πινομένη.
§7.5 [ε΄. Περὶ ἠριγέροντος.] Ἠριγέρων δύναμιν ἐπίμικτον ἔχει, ψυκτικήν τε ἅμα καὶ μετρίως διαφορητικήν.
§7.6 [στ΄. Περὶ ἠρυγγίου.] Ἠρύγγιον θερμότητι μὲν βραχὺ τῶν συμμέτρων οὐδὲν ὑπερέχει, ξηρότητος δὲ λεπτομεροῦς οὐκ ὀλίγης μετέχει.
§8.1 [α΄. Περὶ θαλιήκτρου.] Θαλίηκτρον κοριάννῳ μὲν ἔχει τὰ φύλλα παραπλήσια, τὸν καυλὸν δὲ πηγάνου τὸ πάχος. δύναμις δαὐτοῦ ξηραντικὴ χωρὶς δήξεως, ἐπουλοῖ γοῦν τὰ χρόνια τῶν ἑλκῶν.
§8.2 [β΄. Περὶ θαψίας.] Θαψία δριμείας ἐστὶ καὶ ἰσχυρῶς θερμαντικῆς δυνάμεως σὺν ὑγρότητι. ἕλκεται γὰρ οὖν ἐκ βάθους βιαίως καὶ αὐτὸ διαφορεῖ τὸ ἑλχθέν. χρόνῳ δὲ ἐργάζεται πλείονι ταῦτα, διὰ τὸ περιττωματικῆς ὑγρότητος ἐμπεπλῆσθαι δαψιλοῦς, διἣν καὶ ταχέως διαφθείρεται.
§8.3 [γ΄. Περὶ θέρμου.] Θέρμος, ἐσθίεται μὲν ἑψηθείς τε καὶ πολλαῖς ἡμέραις, ἐναποθέμενος ὕδατι τὴν πικρότητα, καὶ γίνεται τηνικαῦτα τροφὴ παχύχυμος. ὡς φάρμακον δὲ μὲν τοιοῦτος ἐκ τῶν ἐμπλαστικῶν ἐστιν, δὲ τὴν σύμφυτον πικρότητα ἔχων ῥυπτικός τε καὶ διαφορητικὸς ὑπάρχει. ἀναιρεῖ δὲ καὶ ἕλμινθας ἐπιπλαττόμενός τε καὶ μετὰ μέλιτος ἐκλειχόμενος μετὀξυκράτου πινόμενος, οὐ μὴν ἀλλὰ καὶ τὸ ἀφέψημα αὐτοῦ τὰς ἕλμινθας ἐκβάλλειν πέφυκε. καὶ μέν γε καὶ καταντλούμενον ἔξωθεν ὀνίνησιν ἀλφοὺς, ἀχῶρας, ἐξανθήματα, ψώρας, γαγγραίνας, ἕλκη κακοήθη, τὰ μὲν τῷ ῥύπτειν, τὰ δὲ τῷ διαφορεῖν καὶ ξηραίνειν ἀδήκτως. ἐκκαθαίρει δὲ καὶ ἧπαρ καὶ σπλῆνα, μετὰ πηγάνου καὶ πεπέρεως ἡδονῆς ἕνεκα λαμβανόμενον. ἐπισπᾶται δὲ καὶ καταμήνια καὶ ἔμβρυα, σὺν σμύρνῃ καὶ μέλιτι προστιθέμενον. ἔστι δὲ καὶ τὸ ἄλευρον τῶν θέρμων ἀδήκτως διαφορητικόν. οὐ γὰρ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοιράδας καὶ φύματα σκληρὰ θεραπεύει, ἐν ὄξει δἑψεῖν αὐτὸ χρὴ τηνικαῦτα, ὀξυμέλιτι, ὀξυκράτῳ, κατά τε τὰς κράσεις δηλονότι τῶν καμνόντων καὶ τοῦ πάθους τὴν διαφορὰν ἐξευρίσκοντα τὸ δέον. οὐκ ἔστι δὲ τῆς προκειμένης νῦν ἡμῖν πραγματείας τὰ τοιαῦτα διαιρεῖσθαι. διαφορεῖ δὲ καὶ τὰ πελιδνά· καὶ τἄλλα ὅσα πρόσθεν εἴρηται τὸ ἀφέψημα δρᾷν, πάντα καὶ τὸ ἄλευρον ἐργάζεσθαι πέφυκε. καταπλάσσουσι δἔνιοι καὶ τοὺς ἰσχιαδικοὺς αὐτῷ.
§8.4 [δ΄. Περὶ θέρμου ἀγρίου.] Θέρμος ἄγριος πικρότερος καὶ ἰσχυρότερος εἰς ἅπαντα τοῦ ἡμέρου ἐστὶ, τῆς αὐτῆς ὑπάρχων αὐτῷ κατὰ γένος δυνάμεως.
§8.5 [ε΄. Περὶ θλάσπεως.] Θλάσπι σπέρμα. δριμὺ καὶ τοῦτἔστι τὴν δύναμιν, ὥστε καὶ τὰ ἐντὸς ἀποστήματα ῥήσσει ποτιζόμενον καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κτείνει καὶ διἕδραν ἐνιέμενον ἰσχιάδας ὀνίνησιν αἱματώδη κενοῦν. ἔστι γὰρ καὶ ἄλλως καθαρτικὸν ἄνω τε καὶ κάτω χολωδῶν, ὀξυβάφου πλῆθος πινόμενον.
§8.6 [στ΄. Περὶ θρίδακος.] Θρίδαξ ὑγρὸν καὶ ψυχρὸν λάχανον, οὐ μὴν ἐσχάτως γε, οὐδὲ γὰρ ἂν ἐδώδιμον ἦν, ἀλλὰ κατὰ τὴν τῶν κρηναίων ὑδάτων, ὡς ἂν εἴποι τις, μάλιστα δύναμιν ἤτοι ψυχρότητα. διὰ τοῦτο πρὸς μὲν τὰς θερμὰς φλεγμονὰς ἁρμόττει καὶ πρὸς τὰ μικρὰ καὶ κοῦφα τῶν ἐρυσιπελάτων, οὐ μὴν τοῖς γε μείζοσιν ἐπαρκεῖν ἱκανή. ἔστι δὲ καὶ ἄδιψον ἔδεσμα. τὸ δὲ σπέρμα πινόμενον ἐπέχει γονοῤῥοίας, ὅθεν καὶ τοῖς ὀνειρώττουσι δίδοται. οὕτω καὶ τὸ τῆς ἀγρίας, ἧς καὶ τὸν ὀπὸν ἀθροίζουσιν, ἄργεμά τε καὶ ἀχλῦς ἀποκαθαῖρόν τε καὶ πρὸς τὰ ἐπικαύματα, μετὰ γυναικείου γάλακτος ὑπαλειφόμενον.
§8.7 [ζ΄. Περὶ θύμου.] Θύμος τέμνει καὶ θερμαίνει σαφῶς, διὰ τοῦτο καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κατασπᾷ καὶ τὰ σπλάγχνα διακαθαίρει πινομένη, ταῖς τε ἐκ θώρακος καὶ πνεύμονος ἀναγωγαῖς συναίρεται. καὶ τοίνυν ἔν τε τῷ ξηραίνειν. καὶ θερμαίνειν ἐν τῇ τρίτῃ τάξει θετέον αὐτήν.
§9.1 [α΄. Περὶ ἰδαίας ῥίζης.] Ἰδαία ῥίζα καὶ γευομένη μέν ἐστι σφόδρα στρυφνὴ καὶ τοῖς ἔργοις δὲ πειρωμένῳ τὴν αὐτὴν ἐπιδείκνυται δύναμιν, αἱμοῤῥαγίας τε καὶ κοιλίας ῥεύματα καὶ δυσεντερίας καὶ ῥοῦν γυναικεῖον καὶ ὅσα τἄλλα τοιαῦτα θεραπεύουσα πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη.
§9.2 [β΄. Περὶ ἰξοῦ.] Ἰξὸς ἐκ πλείστης μὲν ἀερώδους τε καὶ ὑδατώδους οὐσίας θερμῆς, ἐλαχίστης δὲ γεώδους σύγκειται. τὸ γοῦν δριμὺ πλέον ἐστὶν ἐν αὐτῷ τοῦ πικροῦ καὶ τοίνυν καὶ τὰ ἔργα κατὰ τὴν οὐσίαν αὐτῷ. ἕλκει γὰρ ἐκ τοῦ βάθους ἰσχυρῶς ὑγρότητας, οὐ τὰς λεπτὰς μόνον, ἀλλὰ καὶ τὰς παχυτέρας, καὶ ταύτας διαχεῖ τε καὶ διαφορεῖ. ἔστι δὲ τῶν οὐκ εὐθὺς θερμαινόντων φαρμάκων, μετὰ τὴν πρώτην ἐπίθεσιν, ἀλλὰ χρόνου δεομένων ὥσπερ θαψία. τοῦτο δεἴρηται καὶ πρόσθεν, ὡς τοῖς θερμοῖς κατὰ δύναμιν ὑπάρχει φαρμάκοις, ὅταν ὑγρότητα περιττωματικὴν ἔχῃ δαψιλῆ.
§9.3 [γ΄. Περὶ ἴου.] Ἴου τὰ φύλλα τὴν ὑδατώδη καὶ ὑπόψυχρον οὐσίαν ἐπικρατοῦσαν κέκτηται, καὶ διὰ τοῦτο καὶ καθἑαυτὰ καὶ μετὰ ἀλφίτων ἐπιπλαττόμενα, τὰς θερμὰς φλεγμονὰς παρηγορεῖ. ἐπιτίθεται δὲ καὶ κατὰ τοῦ στόματος τῆς γαστρὸς ἐκκαιομένου καὶ κατὀφθαλμῶν.
§9.4 [δ΄. Περὶ ἱππούριδος.] Ἵππουρις στυπτικὴν μετὰ πικρότητος ἔχει ποιότητα, καὶ διὰ τοῦτο ξηραντικὴν ἰσχυρῶς τε ἅμα καὶ ἀδήκτως. τραύματα οὖν τὰ μέγιστα καταπλαττομένη κολλᾷ, κᾂν νεῦρα διατετμημένα τύχῃ καὶ τὰς καλουμένας ἐντεροκήλας, ἀλλὰ καὶ πρὸς τὰς ἀναγωγὰς τοῦ αἵματος, καὶ πρὸς ῥοῦν τὸν γυναικεῖον καὶ μάλιστα τὸν ἐρυθρὸν, ἔτι τε δυσεντερίας καὶ τἄλλα τὰ κατὰ τὴν γαστέρα ῥεύματα, γενναῖόν ἐστι φάρμακον πόα πινομένη διὕδατος οἴνου. γράφουσι δὑπὲρ αὐτῆς τινες ὡς καὶ κύστεως ἰάσατό ποτε καὶ τῶν λεπτῶν ἐντέρων τραύματα χυλὸς αὐτῆς. αἱμοῤῥαγίας τε τὰς ἐκ ῥινῶν ὠφελεῖ καὶ κατὰ τὴν γαστέρα ῥοώδη πάθη, σύν τινι τῶν αὐστηρῶν οἴνων πινόμενος καὶ διὕδατος, ἂν πυρέττοντες τύχωσιν.
§9.5 [ε΄. Περὶ ἱππομαράθρου.] Ἱππομάραθρον. ἅμα τῷ μαράθρῳ περὶ τούτου ῥηθήσεται.
§9.6 [στ΄. Περὶ ἰσάτιδος.] Ἰσάτις μὲν ἥμερος, οἱ βαφεῖς χρῶνται, ξηραντικῆς ἰσχυρῶς ἐστι δυνάμεως, οὐδέπω δακνούσης. ἔστι γὰρ πικρά τε ἅμα καὶ στυπτική. ταῦτά τοι καὶ τὰ μεγάλα τραύματα τῶν σκληρῶν σωμάτων κολλᾷ, κᾂν ἐν ταῖς τῶν μυῶν κεφαλαῖς, καὶ κατὰ τῶν αἱμοῤῥαγούντων ὠφελίμως ἐπιπλάττεται καὶ τοὺς οἰδηματώδεις ὄγκους, θαυμαστῶς διαφορεῖ τε ἅμα καὶ προστέλλει καὶ πρὸς πάντα τὰ κακοήθη ἕλκη θαυμαστῶς ἀνθίσταται, κᾂν σήπηται κᾂν διαβιβρώσκηται. εἰ δέ ποτε τῆς τοῦ κάμνοντος φύσεως ἰσχυρότερος φαίνοιτο, μιγνύναι χρὴ τοῖς φύλλοις αὐτῆς λεανθεῖσιν ἄρτον κρίθινον ἄλευρον πύρινον ἄλφιτα κατὰ τὴν ἐπικρατοῦσαν ἐν ἑκάστῳ διάθεσιν. δὲ ἀγρία ἰσάτις ἔχει τι δριμὺ σαφὲς ἤδη κατά τε τὴν γεῦσιν καὶ κατὰ τὴν ἐνέργειαν, καὶ διὰ τοῦτο τῆς ἡμέρου ξηραντικωτέρα γενομένη πρὸς τὰς ὑγρὰς σηπεδόνας ἰσχυροτέρως ἀνθίσταται, τὰ δἄλλα τὰ προειρημένα χείρων ἐστὶν, ἀμετροτέρως γὰρ ἤδη καὶ μετὰ τοῦ δάκνειν ξηραίνει. τὰ τοιαῦτα δἐρεθίζεται καὶ φλεγμονώδη γίνεται. διὰ δὲ τὸ ἰσχυρὸν τῆς δυνάμεως καὶ τοῖς σπληνικοῖς ὑπάρχει χρήσιμος, οὔπω τῆς ἑτέρας ὠφελούσης.
§9.7 [ζ΄. Περὶ ἰσοπύρου.] Ἰσόπυρον φασίολον σπέρμα πικρὸν καὶ ὑπόστρυφνον ἔχει. ῥύπτει τοιγαροῦν καὶ τέμνει τοὺς παχεῖς χυμοὺς, μετὰ τοῦ συνάγειν καὶ σφίγγειν τὰ σώματα, καὶ διὰ τοῦτο καὶ ταῖς ἐκ θώρακος ἀναπτύσεσι συναίρεται, καὶ ἧπαρ ἐκκαθαίρει καὶ αἱμοπτυχϊκοῖς οὐκ ἀντιπράττειν, ἀλλἔτι καὶ προσωφελεῖν πεπίστευται. διὰ γὰρ τὸ μικτὸν τῆς κράσεως ἁρμόττειν δοκεῖ καὶ πρὸς τὰ ἐναντία.
§9.8 [η΄. Περὶ ἰτέας.] Ἰτέας χρήσαιτο μὲν ἄν τις καὶ τοῖς φύλλοις εἰς τραυμάτων ἐναίμων κόλλησιν, οὐ μὴν ἀλλὰ τῷ ἄνθει μάλισταὐτῆς ἅπαντες σχεδὸν οἱ ἰατροὶ χρῶνται πρὸς ἐμπλάστρου ξηραινούσης σκευασίαν. ἔστι γὰρ δύναμις αὐτῶν ξηραντικὴ καὶ ἄδηκτος, ἔχει δὲ καὶ στύψιν. ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες, ἄδηκτον καὶ ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον. οὐδὲν γάρ ἐστι πολυχρηστότερον ἀδήκτου καὶ ξηραίνοντος φαρμάκου, στύφοντος ὀλίγον, ὡς κᾀν τοῖς περὶ συνθέσεως τῶν φαρμάκων ἀκριβέστερον δειχθήσεται. καὶ φλοιὸς δὲ τοῦ δένδρου παραπλήσιος ὑπάρχει τῇ τε τῶν ἀνθῶν καὶ τῶν φύλλων δυνάμει, πλὴν ὅσα ξηρότερός ἐστι τὴν κρᾶσιν, ὥσπερ ἀμέλει καὶ πάντες οἱ φλοιοί. ἀλλὰ τοῦτόν γε καίουσιν ἔνιοι καὶ χρῶνται τῇ τέφρᾳ πρὸς ὅσα περ ἂν ἰσχυρῶς δέωνται ξηραίνειν. τοὺς γοῦν καλουμένους ἥλους καὶ τύλους, ἔτι τε μυρμηκίας ἐξαίρουσιν αὐτὴν δεύοντες ὄξει δριμεῖ. ἔνιοι δὲ κατὰ τὸν καιρὸν τῆς ἀνθήσεως ἐντέμνοντες τὸν φλοιὸν, ὀπὸν ἀθροίζουσί τινα καὶ χρῶνται πρὸς τὰ ταῖς κόραις ἐπισκοτοῦντα, ῥυπτικῷ τε ἅμα καὶ λεπτομερεῖ φαρμάκῳ. χρήσαιτο δἄν τις καὶ εἰς ἄλλα πολλὰ τοιούτῳ γε ὄντι αὐτῷ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up