Book 3
§1–7
§1 Ἐγὼ μὲν ὅτι χρήσιμον αὐτὸ πρὸς τὰς ἰάσεις μόνον ἐν τῇδε τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ γράφειν ἐγνώκειν, πρώτους καὶ μάλιστα τοὺς θείους ἔχω μάρτυρας, εἶτα καὶ τοὺς παρακαλέσαντας ἑταίρους, ἐπιμνησθῆναί με καθὅσον ἐγχωρεῖ τῶν οὐκ ὀρθῶς ἀποφηναμένων περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. εἰ δέ τις ἄχθεται τῷ μήκει τῶν λόγων, οὐχ ἡμῖν χρὴ μέμφεσθαι τοῦτον, ἀλλὰ τοῖς τὰ πιθανὰ μὲν, οὐκ ἀληθῆ δὲ γράψασιν ἰατροῖς. ὡς ἔγωγε καὶ νῦν ἔτι δέδοικα μὴ διὰ τὸ τάχος τῆς πρὸς αὐτοὺς ἀντιλογίας ἔνια τῶν σοφισμάτων παρακρούσηται τοὺς ὁμιλοῦντας αὐτοῖς νέους. εἰ μὲν γὰρ γεγυμνασμένοι κατὰ τὰς λογικὰς μεθόδους καὶ γιγνώσκοντες ὡς χρὴ λύειν σοφίσματα προσήρχοντο ταῖς τῶν βιβλίων ἀναγνώσεσιν, οὐκ ἂν ἔλαθον αὐτοὺς οὔθοἱ παραλογιζόμενοί τι κατὰ τὰς ἀποδείξεις οὔθἡμεῖς συντόμως αὐτὸ τἀληθὲς ἐκδιδάσκοντες. ἐπεὶ δἀγύμναστοί τέ εἰσιν οἱ πλείους τῶν ἰατρῶν αὐτῶν ἐν τοῖσδε καί τινες πρὸς τούτῳ καὶ ἀργότεροι φύσει τὸν λογισμὸν, εἰ μὴ τῆς παρἡμῶν ἐπιτύχοιεν οὗτοι βοηθείας ἐλεγχόντων τὰ σοφίσματα, πεισθήσονται ῥᾳδίως ὑπὸ τῶν σοφιστῶν, ὥστε ὅσῳ μὲν ἐπὶ τοῖσδε κᾂν λείπειν τι δόξαι τῇ πραγματείᾳ. ἀλλὰ γὰρ ἐπεὶ μὴ δυνατόν ἐστιν ἁπάντων στοχάζεσθαι τῶν ἀνεγνωσμένων ἀνομοίων ὑπαρχόντων, οὐ ταῖς φύσεσι μόνον, ἀλλὰ καὶ ταῖς ἡλικίαις καὶ ταῖς ἕξεσιν, μάλιστα τοῖς πλείστοις ἐδόκει χρήσιμον ἔσεσθαι λόγων εἶδος ἐν τοῖς πρὸ τούτου δυοῖν ὑπομνήμασιν ἐποιησάμην, ἐν μὲν τῷ πρώτῳ περὶ ὄξους καὶ ὕδατος δυνάμεως ἐπισκεψάμενος, ἐν δὲ τῷ δευτέρῳ τὰ πλεῖστα μὲν ὑπὲρ ἐλαίου διῆλθον, ὀλίγα δέ τινα καὶ περὶ ῥοδίνου προσθείς. ἐν δὲ τῷ τρίτῳ τῷδε ποιήσομεν τοιοῦτον τὸν λόγον ὁποῖον εὐθὺς ἐξ ἀρχῆς ἐγνώκειν μεταχειρίσασθαι, διελόμενος μὲν τὰ σημαινόμενα πρῶτον ἑκάστου τῶν ὀνομάτων· ἐφεξῆς δὲ τὰ οἷον στοιχεῖα τῆς πραγματείας ἁπάσης διελθὼν, εἶθοὕτως ἐπὶ τὰς οἷον συλλαβὰς ἀφικόμενος, ἐξ ὧν ἤδη τὸ τέλος αὐτὸ τῆς πραγματείας, ἐφ σπεύδομεν, ἑτοίμως ἕψεται.
§2 μὲν δὴ τῶν ὀνομάτων διαίρεσις οὐδὲν περιττότερον ἐκδιδάσκει τῆς ἐν τῷ τρίτῳ περὶ κράσεως εἰρημένης κᾀν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἀναμνήσω δαὐτῆς καὶ νῦν. ἕκαστον τῶν σωμάτων ἤτοι θερμὸν, ψυχρὸν, ξηρὸν, ὑγρὸν λέγεταί τε καὶ φαίνεται ποτὲ μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν ἐστὶν, ποτὲ δὲ ἐπίκτητόν τινα ποιότητα προσειληφός. ἔθος δἐστὶν ἡμῖν λέγειν τὸ μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν πρώτως τε καὶ καθἑαυτὸ καὶ δἑαυτὸ δυνάμει τοιοῦτον ὑπάρχειν τε καὶ φαίνεσθαι· τὸ δὲ τὴν ἐπίκτητον προσειληφὸς ποιότητα κατά τι συμβεβηκὸς εἶναι καὶ φαίνεσθαι τοιοῦτον. αὐτῶν δὲ τῶν κατὰ τὴν οἰκείαν φύσιν ἤτοι θερμῶν, ψυχρῶν, ξηρῶν, ὑγρῶν εἶναι λεγομένων, τὰ μὲν ἐνεργείᾳ τοιαῦτα ὑπάρχει, τὰ δὲ δυνάμει, διαφέροντος τοῦδε τοῦ νῦν εἰρημένου δυνάμει παρὰ τὸ μικρῷ πρόσθεν ῥηθέν· ἐκεῖνο μὲν γὰρ τῷ κατὰ συμβεβηκὸς ἀντιδιῄρητο, τουτὶ δὲ τῷ κατἐνέργειαν. αὐτῶν δὲ τῶν κατἐνέργειαν τὸ μὲν ἁπλῶς λέγεται θερμὸν, ψυχρὸν, ὑγρὸν, ξηρὸν, ὥσπερ τὰ στοιχεῖα, τὸ δὲ κατἐπικράτειαν, ὥσπερ ἄνθρωπος καὶ ἵππος καὶ βοῦς καὶ κύων καί ὅλα τὰ ζῶα· τὸ δέ τι πρὸς τὸ σύμμετρον ὁμογενὲς, ὁμοειδὲς, ὥσπερ εἰ τύχοι λέων μὲν ἀνθρώπῳ παραβαλλόμενος, ἄνθρωπος δἀκμάζων παιδί. τὸ δὲ πρὸς ὁτιοῦν τὸ ἐπιτυχὸν, οἷον Δίων πρὸς τὸν Θέωνα. καὶ δὴ καὶ τῶν δυνάμει λεγομένων σωμάτων εἶναι τοίων τοίων ἀναγκαῖον ἔφαμεν ἕκαστον ὡς πρὸς τὸ κατἐνέργειαν ἀναφερόμενον λέγεσθαι, τὸ μὲν ὅτι ῥᾳδίως ἐκπυροῦται πρὸς τὸ κατἐνέργειαν ἁπλῶς θερμὸν, τὸ δὅτι τὰ ζῶα θερμαίνει πρὸς τὸ κατἐπικράτειαν. οὕτω δὲ καὶ τὸ μὲν ἄνθρωπον θερμαῖνον ὡς πρὸς ἄνθρωπον εἶναι δυνάμει θερμὸν, τὸ δὲ βοῦν ἵππον ὡς πρὸς βοῦν ἵππον. ὁμοίως δὲ καὶ τὸ μὲν τῷδέ τινι τῷ ἀνθρώπῳ, τὸ δὲ θερμὸν ψυχρὸν ὑγρὸν ὑπάρχον ἐκείνου μόνον τῇ φύσει παραβαλλόμενον.
§3 Ἐκ τῆς διακρίσεως ταύτης τῶν ὀνομάτων ὠφελήθημεν εἰς τὴν τῆς κράσεως αὐτῶν ἐπίγνωσιν. εἰ μέν τι πρὸς ἄνθρωπον λέγοιτο θερμὸν, ψυχρὸν, ξηρὸν, ὑγρὸν, ἀποχωρεῖν μὲν ἀξιοῦντες τῶν ἄλλων ἁπάντων ζώων, ἐπαὐτοῦ δὲ μόνου τὴν πεῖράν τε καὶ τὴν βάσανον τἀνθρώπου ποιεῖσθαι. εἰ δέ τι πρὸς βοῦν, ἵππον, ἔλαφον, τι τῶν ἄλλων τινῶν ζώων, ἐπἐκείνου πάλιν αὖ μόνου γίγνεσθαι τὴν πεῖραν. ἐν τούτοις δὲ καὶ τοὺς ἀπὸ συστάσεως, χροιᾶς, βάρους, κουφότητος, τῆς πρὸς γεῦσιν, τὴν ὀσμὴν ἑκάστου τῶν φαρμάκων ποιότητος ἐξευρίσκειν πειρωμένους αὐτῶν τὰς δυνάμεις ἐμεμψάμεθα. ταυτὶ μὲν οὖν ἅπαντα τῇ τῶν ὀνομάτων ὀρθῇ διαιρέσει φαίνεται συνακολουθήσαντα,  τὰ δοἷον στοιχεῖα τῆς προκειμένης θεωρίας, ἐν τῇ γνώσει τῶν πρώτων εἶναι ποιοτήτων ἐδείκνυμεν, ἃς ἐν τῷ περὶ τῶν καθἹπποκράτην στοιχείων ἀπεδείξαμεν, ὑγρότητα καὶ ξηρότητα, θερμότητα καὶ ψυχρότητα, σχεδὸν δὲ καὶ τούτων εὕρεσις ὑπῆρξεν ἡμῖν ἐκ τοῦ τὰ σημαινόμενα τῶν ὀνομάτων ὀρθῶς διαστείλασθαι. φάρμακον γὰρ τροφῆς διορίσασθαι τῷ τὸ μὲν ἀλλοιοῦν κατὰ ποιότητα, τὴν δἐξομοιοῦσθαι τῇ τοῦ σώματος οὐσίᾳ, κατὰ τὸν λόγον ἐντεῦθεν ἐποδηγήθημεν εἰς τὴν τῶν ἀλλοιουσῶν ἡμᾶς ποιοτήτων εὕρεσιν.
§4 Διττῶν δοὐσῶν τῶν ἀλλοιώσεων κατὰ γένος, τῶν μὲν εἰδοποιῶν, αἳ δὴ καὶ κυρίως καὶ πρώτως ἀλλοιώσεις ὀνομάζονται, τῶν δὲ καταθραυουσῶν τε καὶ συναγουσῶν τὰ μόρια τοῦ σώματος ἡμῶν, ἃς καταχρώμενοι μᾶλλον κυρίως ὀνομάζοντες ἀλλοιώσεις καλοῦσιν, τὰς τῶν φαρμάκων δυνάμεις ἐν ταῖς πρώταις φαμὲν περιέχεσθαι. μηδενὶ γὰρ δύνασθαι μεταβάλλειν ἐξ εἴδους εἰς εἶδος ἄνευ τοῦ θερμανθῆναί τε καὶ ψυχρανθῆναι καὶ ξηρανθῆναι καὶ ὑγρανθῆναι. λέγω δὲ ἐξ εἴδους εἰς εἶδος, ὅταν ἐξ ἄρτου καὶ πτισάνης καὶ φακῆς αἷμα καὶ φλέγμα καὶ χολὴ γίγνηται ξανθή τε καὶ μέλαινα, κᾀκ τούτων πάλιν ὀστοῦν καὶ πιμελὴ καὶ νεῦρον καὶ σὰρξ, ἀρτηρία τε καὶ φλὲψ, ἕκαστόν τε τῶν ἄλλων τοῦ ζώου μορίων. εἰ δέ τι τέμνον ἡμᾶς, ὥσπερ ὕαλος ξίφος, θλῶν, ὡς λίθος καὶ μόλυβδος, συνάγων τὰ κεχρισμένα, καθάπερ ἐπίδεσις ἀλλοιοῖ πως τὰ μόρια ταῦτα, οὐκ εἶναι φάρμακα· μηδὲ γὰρ τὴν τοιαύτην ἀλλοίωσιν ἐξιστάναι τῆς οἰκείας φύσεως ἕκαστον τῶν ὄντων. ἄν τε γὰρ θραύσῃς εἰς πολλὰ καὶ κατατέμῃς ἄρτον, ἄν τε ἐκ πολλῶν καὶ σμικρῶν ἀθροίσῃς εἰς ἓν, οὐκ ἐξίσταται τῆς οἰκείας ἰδέας, οὐδὲ σάρξ μὲν ἄν τἄρτου γίγνεται καταθραυόμενος, ὀστοῦν οὐδεἰ οὕτως ἔτυχε συναγόμενος, ἀλλἐν τῷ πέττεσθαι κατά τε τὴν γαστέρα καὶ τὰς φλέβας εἰς αἷμα καὶ φλέγμα μεταβάλλων, εἶτἐκ τούτων εἰς ὀστοῦν καὶ σάρκα καὶ τἄλλα τοῦ σώματος μόρια, κατὰ τὴν οὐσίαν ὅλην ἀλλοιοῦται καὶ τῆς ἀρχαίας ἐξίσταται φύσεως, εἰς ἕτερον εἶδος μεθιστάμενος. οὐ μὴν ἐξ ἄλλου τινὸς ἐκ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰς εἰς ἕτερον εἶδος οὐσίας ἀλλοιώσεις τε καὶ μεταβολὰς ἐδείχθη δεχόμενα τὰ πάθη τοῦ σώματος σύμπαντα. καὶ κατὰ τοῦτο τὰς πρώτας τε καὶ στοιχειώδεις εἰδοποιοὺς ποιότητας ἔφαμεν εἶναι τέτταρας, ὑγρότητα, ξηρότητα, θερμότητα, ψυχρότητα, καὶ ζητοῦμεν ἕκαστον τῶν φαρμάκων, ἥντινά ποτε καὶ τούτων ἐν τῇ κράσει κέκτηται πλεονεκτοῦσαν. εὐθέως οὖν ἐν τούτῳ πρώτῳ οἱ πλεῖστοι τῶν ζητησάντων αὐτὰς ἐσφάλθαι μοι δοκοῦσιν, ἐν τῷ τὴν πλεονεκτοῦσαν ἁπλῶς ἐπισκέπτεσθαι, καθάπερ τινες φυσικοὶ φιλόσοφοι. καὶ δὴ καὶ παραλογίζεσθαί τε πολλοὺς αὐτῶν ἀμεθόδως ἀναγινώσκοντας τὰ Θεοφράστου καὶ Ἀριστοτέλους συγγράμματα.
§5 Καίτοι πάμπολυ τὸ διάφορόν ἐστιν ὡς πρὸς τὴν ὅλην φύσιν ἀποβλέποντας, ὡς πρὸς ἀνθρώπους μόνον ὑπὲρ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, διαιρεῖσθαι. πρὸς μὲν γὰρ τὴν ὅλην φύσιν ἀποβλεπόντων, διχῶς ἕκαστον τούτων λέγεται, τὸ μὲν ἁπλῶς, τὸ δἐπικρατείᾳ. τῶν μὲν στοιχείων ἕκαστον ἁπλῶς, ἄνθρωπος δὲ καὶ ἵππος καὶ βοῦς κατἐπικράτησιν. ἐν δὲ τῷ πρός τι γιγνομένης τῆς ἐξετάσεως, ἐκεῖνο χρὴ μόνον ἐπισκέπτεσθαι πρὸς λέγεται. ζητοῦμεν δἡμεῖς οὐκ εἰ πλέον ἁπλῶς ἐστιν ἐν θαλάττῃ τὸ ὑγρὸν τοῦ ξηροῦ, τοῦτο μὲν γὰρ ἐναργῶς ὁρῶμεν, ἀλλεἰ πρὸς ἄνθρωπον. οὐδοὖν οὐδὲ πρὸς τοῦτον ἁπλῶς οὑτωσὶ παραβαλλόμενον, ὡς εἰ καὶ λέοντα παραβάλλοις αὐτῷ, καὶ γὰρ καὶ οὕτως ὑγροτέρα ἀνθρώπου θάλαττα. πῶς οὖν ἔτι ζητοῦμεν, εἰ ξηρὰ τὴν δύναμίν ἐστιν θάλασσα, πῶς δἄλλως ἐν ἴσῳ τῷ ξηραντικὴ σώματος ἀνθρωπείου; εἰς τοῦτοὖν ἀποβλέπειν χρὴ μόνον, ἐάσαντας τἄλλα. ποιοῦσι δἔμπαλιν οἱ πλεῖστοι τῶν ἰατρῶν, ἀποβλέπουσι γὰρ εἰς πάντα τἄλλα μᾶλλον εἰς τοῦτο. πῶς οὖν εἰς ἄνθρωπον ἐπιστραφέντες ἀποχωρήσαντές τε τῶν λοιπῶν, ὅπως ἔχει πρὸς τοῦτον ἐνεργείας θάλαττα γνωσόμεθα; δηλονότι προσφέροντες τῷ σώματι καὶ πεῖραν τοῦ γιγνομένου λαμβάνοντες ἔν τε τῷ λούειν ἐν θαλάττῃ καὶ καταβρέχειν καταντλεῖν, ἐπιτιθέναι τε πολλάκις μορίοις ἔριά τέ καὶ σπόγγους θαλάττῃ δεύσαντας, ἐπιπλάσμασί τε μιγνύναι καὶ κηρωταῖς, κᾀν τούτοις ἅπασιν διορίσασθαι τοῦ κατὰ συμβεβηκὸς ἀποβαίνοντός ποτε τὸ κατὰ τὴν οἰκείαν αὐτοῦ τοῦ φαρμάκου δύναμιν ἀποτελούμενον; ἐν τούτῳ γάρ ἐστι τὸ πᾶν κῦρος τῆς εὑρέσεως, οὗ μόνον σχεδὸν οὐδεὶς αὐτῶν ἅπτεται. ἀλλαἱ τῶν φιλοσόφων ἀποφάσεις ἐξαπατῶσιν αὐτοὺς, οὐ δυναμένους αἰσθάνεσθαι τῆς ὁμωνυμίας.
§6 Οὐ μόνον γὰρ, ὡς ἀρτίως εἴρηται, τὸ μὲν ἁπλῶς, τὸ δἐπικρατείᾳ λέγεται πρὸς αὐτῶν. ἁπλῶς μὲν γὰρ τὸ πῦρ θερμὸν, ἐπικρατείᾳ δἄνθρωπος, ἀλλὰ καὶ τὸ κατἐπικράτειαν αὐτὸ διχῶς λέγεσθαι νομίζουσιν, τὸ μὲν κατὰ τοὺς ὄγκους τῆς οὐσίας, ὡς κᾀν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἡμεῖς διῃροῦμεν, οἷον εἰ δύο χοὰς ὕδατος ἄκρως ζέοντος ἀναμίξαις ἑνὶ χοῒ ψυχροῦ παντάπασιν ὕδατος, ἕτερον δὲ τὸ κατὰ τὴν τῶν ποιοτήτων ἐνέργειαν. τοῦτο δἤδη δόγματος ἐχόμενον λέγουσιν, οὐκ ἔτἐκ τῶν ἐναργῶς φαινομένων λαμβάνοντες. ὑποθέμενοι γὰρ τὸ μὲν ψυχρὸν συνάγειν καὶ πιλεῖν καὶ ἀκίνητον ἐργάζεσθαι τὴν οὐσίαν, τὸ δὲ θερμὸν ἀραιοῦν καὶ διαχεῖν καὶ πέττειν καὶ  κινεῖν εὐλόγως ἐν ἅπασι τοῖς φυτοῖς κρατεῖν ἀποφαίνονται τὸ θερμόν. μηδὲ γὰρ ἂν μήτε τὴν ἐκ τῆς γῆς ἀνάδοσιν τῆς τροφῆς ἐπὶ μήκιστον ἄλλως γενέσθαι, μήτἀλλοίωσιν αὐτοῦ μήτε πέψιν, ἀλλὰ μηδὲ τὴν αὔξησιν ὅλως τῶν φυτῶν τὴν βλάστησιν, τῶν καρπῶν τὴν γένεσιν, εἰ μὴ τὸ θερμὸν ἐκράτει· καὶ οὕτως ἤδη πάλιν ἐν αὐτοῖς τοῖς φυτοῖς τὸ μὲν θερμότερον ἀποφαίνουσιν, τὸ δὲ ψυχρότερον. ἐκ ταύτης οὖν τῆς ὑποθέσεως ἤρτηται καὶ περὶ τῶν ῥόδων αὐτῶν λόγος ὅτι θερμά. κρατεῖ γὰρ ἐπὶ πλέον ἐν αὐτοῖς τὸ θερμὸν ἐν ἄλλοις τισὶ φυτοῖς. ἐξ ἑτέρας δαὖ πάλιν ὑποθέσεως περὶ ἐλαίου τε καὶ πιμελῆς. ὅτι γὰρ ἂν ἐκφλογοῦται τάχιστα, διὰ τοῦτο θερμὰ τὴν δύναμιν εἶναί φασιν αὐτά. καὶ καθἕτερον δαὖ τρόπον ὅσα γλυκέα, διότι γὰρ οἰκειότατα καὶ ὁμοιότατα ταῖς κράσεσιν ἡμῶν φύσει θερμῶν ὑπαρχόντων, διὰ τοῦτο καὶ ταῦτα θερμὰ εἶναί φασι. τοῖς μὲν οὖν φιλοσόφοις, ὡς ἂν περὶ τῆς ὅλης φύσεως ἀποφαινομένοις, ὀρθῶς τὰ τοιαῦτα ζητεῖται καὶ λέγεται· τοῖς δἰατροῖς, ἕτερον ἔχουσι σκοπὸν, οὐκ ὀρθῶς· οὔτε γὰρ ὅτι ἐν ταῖς ἐνεργείαις ἐπικρατεῖ τὸ θερμὸν ἐν τοῖς ῥόδοις οὔθὅλως ὅτι τῷ γένει φυτὸν ὑπάρχει, θερμὸν ἤδη διά τι τούτων ἐστίν. οὐ γὰρ οὕτως ἐζητοῦμεν ἡμεῖς τὸ θερμὸν, ἀλλὡς πρὸς ἄνθρωπον, ἐπεὶ κατά τε τὸ κρατεῖν ἐν ταῖς ἐνεργείαις τὸ θερμὸν ἅπαν φυτὸν ἔσται θερμὸν, ἔτι δὲ μᾶλλον τὰ ζῶα πάντα. καὶ μήκωνα τοίνυν καὶ μανδραγόραν καὶ κώνειον καὶ σαλαμάνδραν θερμὰ λεγόντων ὑπάρχειν, ἀλλοὐ λέγουσιν, ἀλλὥσπερ ἐξ ἑνὸς στόματος ἅπαντες ἀποφαίνονται ψυχρὰ ταῦτεἶναι πάντα. καίτοι ζῶόν τἐστὶν σαλαμάνδρα, τρεφόμενον δήπου καὶ αὐξόμενον καὶ κινούμενον, ἅπερ δὴ τοῦ θερμοῦ κρατοῦντος ἐν τῇ κράσει γίνεσθαί φασι. πῶς οὖν ἐν τούτοις μὲν ὡς πρὸς ἄνθρωπον ἀποβλέπουσιν, ἐν ἄλλοις δὲ ὡς πρὸς τὴν ὅλην φύσιν, τὰς τῶν πρώτων ποιοτήτων ἐνεργείας; ἐγὼ μὲν οὖν φημι μὴ σαλαμάνδραν μόνην, κώνειον ἀποφαίνεσθαι χρῆναι ψυχρὰ ταῖς δυνάμεσιν ὑπάρχειν, ὡς πρὸς ἄνθρωπον, ἀλλὰ καὶ τἄλλα πάντα κρίνειν ὡσαύτως. ἐπεὶ τό γε κώνειον οὐ μόνον οὐ καταψύξει τοὺς ψάρας οὐδἀναιρεῖ καθάπερ ἡμᾶς, ἀλλὰ καὶ τρέφει καὶ θερμαίνει δηλονότι πᾶν γὰρ τὸ τρέφον οὐσίαν θερμὴν ἐπαύξει δήπου τὸ θερμὸν αὐτῆς καὶ φυλάττει. θερμὴ δέ ἐστιν τοῦ σώματος οὐσία τῶν ψάρων οὐχ ὡς ζώων μόνον, ἀλλὰ καὶ ὡς ἐναίμων. ἐμοὶ μὲν οὖν ἐπιδέδεικται πολλάκις ἐν πολλαῖς ἤδη πραγματείαις ὡς οἰκειότητές τινές εἰσι καὶ μάχαι ποιοτήτων ἐν ἅπασι τοῖς οὖσι, καὶ τὸ μὲν οἰκεῖον ἑτοίμως ἐξομοιοῦται, τὸ δἐναντίον εἰς φθορὰν ἐνίοτε μεταβάλλει τά τε φυτὰ καὶ τὰ ζῶα. καὶ μὲν δὴ καὶ ὡς αἱ οἰκειότητες αὐτῶν κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας γίνονται, καὶ τοῦτο εἴρηταί μοι καὶ δέδεικται πολλάκις. οἱ δὲ οὐ δύνανται κατιδεῖν αὐτὸ καὶ διὰ τοῦτο ῥᾳθύμως τε ἅμα καὶ ψευδῶς περὶ τῶν πλείστων ἀποφαίνονται φαρμάκων. ἓν γάρ ἐστι μόνον ἀσφαλὲς κριτήριον ἐν αὐτοῖς, πρὸς ἄνθρωπον πεῖρα, διοριζομένων ἡμῶν ἐν αὐτῇ τὸ κατὰ συμβεβηκὸς τοῦ καθαὑτό. καὶ ταύτῃ προσέχων τὸν νοῦν οὔτὄξος, οὔτε ῥόδινον ἐρεῖ τις θερμόν· ψύχει γὰρ ἡμᾶς ἀμφότερα πρώτως καὶ καθἑαυτὰ, τὸ μὲν ὄξος ἰσχυρῶς, ἐπὀλίγον δὲ τὸ ῥόδινον. οἷον δέ τι τοῦτἐστιν τὸ ἐπὀλίγον, ἐγὼ διηγήσομαι. συγκατοφθήσεται γὰρ αὐτῷ καὶ περὶ τῆς μέσης κράσεως ἁπάντων τῶν φαρμάκων λόγος, οὗ κᾀν τῷ πρὸ τούτου βιβλίῳ μνήμην ἐποιησάμην ὑπὲρ ἐλαίου διαλεγόμενος.
§7 Εἰ δή τι τῶν ὁμιλούντων ἡμῖν σωμάτων φαρμάκων ἐνεργείᾳ θερμὸν οὕτως ἐστὶν ὡς ἡμεῖς, γίγνεται πλησιάζον ὁμοίως ἡμῖν θερμὸν, ἐκ τῆς μέσης τὸ τοιοῦτον ὑπάρχει κράσεως, ὥστε ἡμῖν παραβάλλειν, ἐπεί τοι καθἑαυτὸ δύναιτἂν κατἐπικράτειαν λέγεσθαι θερμὸν, ὥσπερ καὶ ἡμεῖς. εἰ δέ τι μήτε ἤδη θερμὸν οὕτως ἐστὶν ὡς ἡμεῖς μήτε ἐν τῷ πλησιάζειν γίνεται τοιοῦτον, ψυχρότερόν ἐστιν ἀνθρώπου κράσεως τοῦτο, κᾂν ὁπωσοῦν ἐν αὐτῷ κρατῇ τὸ θερμόν. καὶ δὴ κᾀν τῷ πλησιάζειν ἡμῖν ἀφαιρήσει τι καὶ καθαιρήσει τῆς ἐνυπαρχούσης ἡμῖν θερμότητος. ὥσπερ γὰρ εἰ δυοῖν μὲν ὑδάτοιν ἀμφοῖν μὲν θερμοῖν, ἀλλὰ τοῦ μὲν μᾶλλον, τοῦ δἧττον, ἐπιμίξαις τῷ μᾶλλον θερμῷ τὸ ἧττον, ἐκλύσεις αὐτοῦ τὴν θερμασίαν, οὕτως εἰ εἰς τὴν ἀπὸ τοῦ ῥοδίνου θερμότητα χλιαρὰν ὑπάρχουσαν καὶ πρὸς τὴν ἀνθρώπου κρᾶσιν ἀναμίξαις ἀνθρωπείαν θερμότητα, καθαιρήσεις τι πάντως αὐτῆς καὶ καταψύξεις.
§8–12
§8 Μὴ τοίνυν θαυμάζειν, εἴ τι τῶν ἰδίᾳ τε καὶ καθαὑτὰ θερμῶν ἑτέρῳ θερμοτέρῳ προσαγόμενον ἐμψύχειν αὐτὸ δύναται. φύσις γὰρ αὕτη κοινὴ πάντων ἐστὶν τῶν ἀλλοιωτῶν σωμάτων, ὡς εἰς ἄδηλα δρᾷν καὶ πάσχειν πλησιάζοντα, τὸ μὲν ἧττον θερμὸν ὑπὸ τοῦ μᾶλλον θερμοῦ θερμότερον γιγνόμενον, τὸ δὲ μᾶλλον θερμὸν ὑπὸ τοῦ ἧττον ἔμπαλιν διατιθέμενον. ἐναργῶς γὰρ αὐτὸ καὶ διαὐτῆς καταμάθοις τῆς ἁφῆς. φαίνεται γὰρ αὐτῇ πολλάκις τὰ αὐτὰ ποτὲ μὲν θερμὰ, ποτὲ δὲ ψυχρά· θερμοτέρᾳ μὲν γιγνομένῃ ψυχρὰ, ψυχροτέρᾳ δὲ θερμά. καί τις ἔναγχος ἡμῖν προὔβαλε διὰ τί ψυχρὸν μὲν ἐν τοῖς βαλανείοις οὐροῦμεν, ἔξω δὲ θερμὸν, οὐ παρακολουθῶν ὅτι τὸ μὲν οὖρον αὐτὸ χλιαρὸν ὁμοίως ἐστὶν ἔν τε τοῖς βαλανείοις κᾀκτὸς, ἡμεῖς δὲ οὐχ ὡσαύτως διακείμεθα τὴν ἐπιφάνειαν τοῦ σώματος ἔν τε τῷ λούεσθαι καὶ πρὸ τούτου. λουόμενοι μὲν γὰρ θερμοτέραν  ἔχομεν αὐτὴν κατὰ τὸ οὖρον, ἔξω δὲ ψυχροτέραν· ὥστε εὐλόγως αὐτῇ καὶ τὸ οὖρον ἔξω μὲν τοῦ βαλανείου θερμὸν, ἔνδον δὲ ψυχρὸν φαίνεται. τοῦ μὲν γὰρ ἧττον ἑαυτῆς θερμοῦ τὴν αἴσθησιν ὡς ἀποκαταψύχοντος ἴσχει, τοῦ δὲ μᾶλλον καθἑαυτὴν ὡς ἐκθερμαίνοντος. ἔξεστι δέ σοι πείρας ἕνεκα τοῦ λελεγμένου καδίσκον τινὰ χλιαροῦ μετρίως ὕδατος, ἐπειδὴ ἱκανῶς ἤδη τεθερμασμένος ᾖς, λουόμενος εἰσενεχθῆναι κελεύσαντι καὶ θεῖναι τὰς χεῖρας τοὺς πόδας εἰς αὐτό. φανεῖται γάρ σοι τὸ ὕδωρ οὐ χλιαρὸν, ἀλλἱκανῶς ψυχρόν. εἰ δὲ εὐθὺς εἰσελθὼν εἰς τὸ βαλανεῖον ἅπτοιο τοῦ κατὰ τὸν καδίσκον ὕδατος, ἧττόν σοι φανεῖται ψυχρόν. ἀεὶ γὰρ εἰς ὅσον ἂν ᾖς προτεθερμασμένος, εἰς τοσοῦτον ψυχρὸν φανεῖται. καὶ οὐδὲν θαυμαστὸν, εἴ γε καὶ τὰ πολλὰ τῶν φρεατιαίων ὑδάτων, ὅσα βαθείας ἔχει τὰς πηγὰς ἐν τῷ χειμῶνι ψαυόμενα, χλιαρὰ φαίνεται. ἀλλεἰ λελουμένος ἅψαιο θερμαῖς ταῖς χερσὶν, οὐκ ἄν σοι φανείη χλιαρὰ, καὶ πολὺ μᾶλλον εἰ λουόμενος ἔτι. γνώμονα τοίνυν ἔχοντες τὴν ἁφὴν ἐν ταῖς τῶν θερμῶν καὶ ψυχρῶν διαγνώσεσι καὶ πρὸς τὴν ἐκείνης διάθεσιν ἀναφέροντες αὐτῶν τὰς κρίσεις εὐλόγως παραλογιζόμεθα πολλάκις, ὡς καὶ τὸ μὴ ψυχρὸν ὅσον ἐφἑαυτὸ ψυχρὸν εἰπεῖν καὶ τὸ μὴ θερμὸν ὅσον ἐφἑαυτὸ θερμόν. καὶ διὰ τοῦτο λουόμενοι μὲν ψυχρὸν τὸ οὖρον, ἐῤῥιγωκότες δἐν κρύει, τὸ φρεατιαῖον ὕδωρ θερμὸν εἶναι νομίζομεν. καὶ εἴπερ τῶν διαθέσεων ἐν αἷς ὄντες ἀμφοτέρων ἐψαύσαμεν ἐπιλαθοίμεθα, μόνης τῆς γεγενημένης ἡμῖν αἰσθήσεως μεμνημένοι, τάχἀποφηναίμεθα ἄν ποτε τὸ μὲν ὕδωρ ἁπλῶς θερμὸν εἶναι, τὸ δοὖρον ψυχρόν. ἔστι δοὐδέτερον ἁπλῶς οὔτε θερμὸν οὔτε ψυχρὸν, ἀλλὡς πρὸς ἡμᾶς· καὶ οὐδὲ πρὸς ἡμᾶς αὖ πάλιν ἁπλῶς, ἀλλὡδί πως ἔχοντας. ἁπλῶς δἂν πρὸς ἡμᾶς ὁποῖόν ἐστιν ἑκάτερον λέγοιτο πρὸς τὴν μέσην καὶ ἁρίστην ἡμῶν κρᾶσιν ἐξεταζόμενον, ὥσπερ εἰ καὶ πρὸς ἄνθρωπον ἁπλῶς ἐδοκιμάζετο, πάντως ἄν που πρός τε τὸν εὔκρατον ἐξέτασις ἐγίγνετο. ἤρτηται τοίνυν καὶ ταῦτα πάντα τὰ σφάλματα τῆς τῶν ὀνομάτων διαιρέσεως, ἧς ὀλίγου δεῖν ἅπαντες καταφρονοῦσιν. ἐπεὶ γὰρ ψυχρὸν καὶ θερμὸν τὸ μὲν ἁπλῶς λέγεται, τὸ δἐπικρατείᾳ, τὸ δὲ τῇ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβολῇ, τὸ δὲ πρὸς ὁτιοῦν τὸ ἐπιτυχὸν εὐλόγως ἐν ταῖς ὁμωνυμίαις σφαλλόμεθα πολλάκις, ἐπιλανθανόμενοι μὲν ὁποῖόν τι θερμὸν κρίνομεν, ἐφἕτερον δὲ μεταβαίνοντες. ἀλλὰ μυριάκις ἤδη λέλεκταί τε καὶ λεχθήσεται κατὰ τὸ τέταρτόν τε καὶ ὕστατον τῶν εἰρημένων ἄρτι σημαινομένων ἐπισκέπτεσθαι χρῆναι περὶ τῆς τῶν φαρμάκων δυνάμεως.
§9 Οὔτε γὰρ ἁπλῶς θερμὸν ἕκαστον αὐτῶν ἐστιν, ὥσπερ τὸ πῦρ· τοῦτο μὲν γὰρ ἂν καὶ ἀδύνατον· οὔτεἰ κατἐπικράτησιν, ὥσπερ τὸ αἷμα, πρόκειται σκοπεῖν· ἀλλοὐδεἰ πρὸς τὸ σύμμετρον ὁμογενὲς ὁμοειδὲς λέγεται θερμὸν, ὥσπερ λέων μὲν ἐν ζώοις, τὸ δἀκμάζον ἐν ἑκάστῳ τῶν εἰδῶν πρὸς τὸ γεγηρακός. ἀλλεἰ πρὸς ἄνθρωπόν ἐστι θερμὸν, ψυχρὸν, ξηρὸν, ὑγρὸν ἕκαστον τῶν φαρμάκων, ζήτησίς ἐστιν. καὶ οὐδὲ πρὸς τοῦτον ὡς τὸ πρός τι παραβαλλόμενον, ἀλλεἰ τῇ δυνάμει, τοῦτο δἐστὶν εἰ πλησιάζον αὐτῷ θερμότερον ἀπεργάζεται τὸ μόριον, ψυχρότερον, ὑγρότερον, ξηρότερον οὗπερ καὶ ψαύει. ὥστε ἐν τῇ πείρᾳ καὶ τὰ τῆς κρίσεως ἔσται καὶ τὰ τῆς διαγνώσεως, ἣν ἀφέντες οἱ πολλοὶ τῶν ἰατρῶν εἰ ἐρυθρόν ἐστιν τὸ ῥόδον εὐῶδες ἐπισκοποῦνται, παρέντες ὅταν ἐγκαυθῶσι τὴν κεφαλὴν, ἐπιτιθέντες αὐτῇ ῥόδων στεφάνους, τὸν χυλὸν αὐτῶν, ῥόδινον ἔλαιον, οὕτω τῇ πείρᾳ μαθεῖν τὸ γιγνόμενον. εἰ μὲν γὰρ ἐκθερμαίνονται, μᾶλλον ἂν εἴη θερμὸν, εἰ δὲ ψύχονται; ψυχρόν. ἐν ἴσῳ τὸ ψυκτικὸν εἶναι ἀνθρώπου φύσεως, ἀεὶ γὰρ τούτου χρὴ μεμνῆσθαι, καίτοι μυριάκις μὲν ἐγὼ διατελῶ λέγων αὐτὸ, παρακούουσι δοἱ πολλοὶ καὶ συγγινώσκειν αὐτοῖς χρὴ διεστραμμένοις ὑπὸ τῶν σοφιστῶν ληρούντων μακρά. τὰ μὲν δὴ τῆς πείρας οὕτω ῥᾴδια καὶ περὶ ῥόδων δυνάμεώς ἐστι καὶ περὶ τῶν ἄλλων ἁπάντων φαρμάκων. ἔξεστι γὰρ δήπου καὶ στεφανώσασθαι ῥόδοις καὶ τρίψαντί ποτε καταπλάσαι τὸ στόμα τῆς κοιλίας ἀνθρώπου καυσουμένου καὶ ἀποθλίψαντι τὸν χυλὸν αὐτῶν ἐκροφῆσαι καὶ μίξαντι μεθὕδατος, ἐλαίου, τῶν τοῦ σώματός τι μορίων ἀνατρῖψαι. καίτοι τί λέγω τούτοις, ὅπου γε ὀποβαλσάμῳ μιγνύντες ἔνιοι ῥόδων χυλὸν ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἀνατρίβονται τὰ σώματα χάριν ἐμψύξεως, αὐτῇ τῇ πείρᾳ μεμαθηκότες ὡς ἱκανῶς ἀναψύχουσιν; ἀλλὑπὸ περιττῆς σοφίας Ἡρόδοτος ἰατρὸς οὐδὲ τὸ ξὺν ὄξει ῥόδινον, δὴ καλοῦσιν ἰδίως ὀξυρόδινον, ὁμολογεῖ ψύχειν ἡμᾶς· εἶτἀναμνησθεὶς τό γε τοσοῦτον, ὡς ἐν ταῖς ἀρχαῖς τῶν φρενιτικῶν νοσημάτων αὐτὸς αὐτῷ χρῆται καὶ συνεὶς τῆς ἐναντιολογίας, ὡμολόγηται γὰρ ὑπὸ πάντων σχεδὸν τῶν ἰατρῶν ἄχρι καὶ τῶν ἀμφὶ τὸν ἀναισθητότατον Θεσσαλὸν, ὡς ἀποκρούεσθαι χρὴ καὶ ψύχειν ἐν ἀρχῇ μᾶλλον θερμαίνειν καὶ χαλᾷν, οὐ ψύχειν φησὶν, ἀλλὰ στύφειν αὐτό. καίτοι χαλεπὸν οὐδὲν ἦν ἐγκαυθέντα ποτὲ καὶ αὐτὸν, ἄνθρωπος γὰρ ἦν ὁμοιοπαθὴς ἡμῖν, ὀξυροδίνῳ τὴν κεφαλὴν ἐπιβρέξασθαι καὶ γνῶναι τῇ πείρᾳ τὴν ἐνέργειαν τοῦ φαρμάκου.  ῥᾷστον δἦν, οἶμαι, καὶ ψυγέντα χρῆσθαί ποταὐτῷ κατὰ τε τῆς κεφαλῆς ἐπιχέοντα καὶ τοῖς ὠσὶν ἐνστάξαντα καὶ ταῖς ῥισὶν ἐγχέοντα καὶ τὸ μέτωπον ὅλον ἀνατρίψαντα, καθάπερ ἀμαρακίνῳ καὶ ἰρίνῳ καὶ τοῖς ἄλλοις ἀλείμμασιν τοῖς θερμαίνουσι χρώμεθα. καίτοι γὰρ οὐδὲ μετρίως θερμαίνει καταὐτὸν ὀξυρόδινον, ἐκ δυοῖν θερμοτάτων φαρμάκων συγκείμενον. ἀλλεἴπερ Ἡρόδοτος οὐκ ἐτόλμησε χρήσασθαι, δίκαιον, οἶμαι, τοὺς νῦν ἐστι πειραθῆναι τῆς τοῦ φαρμάκου δυνάμεως ἐφἑαυτῶν, ὅταν ἤτοι ψυγῶσιν ἐγκαυθῶσιν, ὥσπερ ἐγὼ πολλάκις ἐπειράθην ἐπἐμαυτοῦ καὶ ἄλλων οὐκ ὀλίγων ἐγκεκαυμένων ἐπιβρέξας τὴν κεφαλήν. ἄμεινον γάρ ἐστιν αὐτοὺς πρώτως ὧν λέγουσι πειραθέντας οὕτως ἡμῖν τε συμβουλεύειν ἔν τε ταῖς βίβλοις ἀναγράφειν.
§10 Ἀλλὰ γὰρ οὐκ οἶδὅπως, καίτοι φυλαττόμενος ἀντιλογίας ἅψασθαι, πρὸς τῆς ἀναισχυντίας αὐτῶν ἠναγκάσθην. αὖθις οὖν ἐπάνειμι πάλιν ἐφὅπερ ἐξ ἀρχῆς προὐθέμην, ὡς τῇ πείρᾳ κριτέον ἐστὶ τὰς τῶν φαρμάκων δυνάμεις, ἐπί τε τῶν ὑγιαινόντων ἀμέμπτως χρώμενον ἐπί τε τῶν νοσούντων ἁπλᾶς ὡς ἔνι μάλιστα νόσους ἤτοι θερμὰς, ψυχρὰς, ξηρὰς, ὑγράς. οὕτω γάρ σοι κρίνοντι τὸ μὲν ἔλαιον οὔτε θερμὸν οὔτε ψυχρὸν ὡς πρὸς ἄνθρωπον εὔκρατον ἑρεθήσεται, τὸ δὲ ῥόδινον ἤδη μέν πω ψυχρότερον, οὐ μὴν ἰσχυρῶς γε ψυχρὸν, ἀλλὡς ὀνομάζειν εἴωθα τῆς πρώτης τῶν ψυχόντων ἀποστάσεώς τε καὶ τάξεως. ὥσπερ γὰρ ὕδωρ, εἰ τύχοι, τὸ μὲν ἀκριβῶς ἐστιν εὔκρατον, τὸ δἤτοι θερμότερον ψυχρότερον, οὐ μὴν ἤδη γέ πως θερμὸν ψυχρὸν ἀπολελυμένως εἰπεῖν, οὕτω κᾀν τοῖς φαρμάκοις ἔλαιον μὲν ἐκ τῆς μέσης ὑπάρχει κράσεως, δὲ τῶν ῥόδων χυλὸς ἐκ τῆς ψυχροτέρας μὲν, ἀλλοὐ πολλῷ τινι κατὰ τὴν χλιαρὰν, ὡς εἴρηταί μοι καὶ πρόσθεν, ὑπάρχων θερμασίαν. ἐκ δὲ τῆς αὐτῆς ἐστιν αὐτῷ τάξεως τὸ καλούμενον λινόσπερμον ὅσον ἐπὶ τῷ χλιαρῷ τῆς θερμασίας, ἀλλὰ τῷ παχυμερὲς ὑπάρχειν οὐκ ὀλίγῳ δή τινι παραλλάττεται. λεπτομερὴς γὰρ ἀκριβῶς ἐστιν τῶν ῥόδων χυλὸς, ὡς δηλοῖ τό τε ξηραίνεσθαι ῥᾳδίως αὐτὸν καὶ τὸ μηδεμιᾶς μετέχειν γλισχρότητος καὶ τὸ τὰς τῶν ἄλλως μύρων ἐκλύειν ὀσμάς. οὐδὲ γὰρ οὐδὲ τοῦτο ἑτέρῳ τινὶ φαίνεται ποιεῖν τῷ φθάνειν ἐμπιπλάναι τοὺς ὀσφρητικοὺς πόρους. ἐπειδὴ γὰρ μελλόντων διϊέναι καὶ διαδύεσθαι τῶν ἄλλων αὐτοὺς προκαταλαμβάνει τε καὶ πληροῖ. ἔστι δὲ καὶ τὸ χαμαίμηλον, ὅσον μὲν ἐπὶ λεπτομερείᾳ, ῥόδῳ παραπλήσιον, ὅσον δἐπὶ θερμότητι, τῆς ἐλαίου μᾶλλον δυνάμεως, οἰκείας τε τῷ ζώῳ καὶ συμμέτρου, διὸ καὶ κόπου ἀρωγόν ἐστιν εἴπερ τι καὶ ἄλλο καὶ ἀλγημάτων πραϋντικὸν, ἀνίησί τε καὶ χαλᾷ τὰ τεταμένα καὶ μαλάττει τὰ μετρίως σκληρὰ καὶ ἀραιοῖ τὰ πεπυκνωμένα. καὶ πυρετῶν, ὁπόσοι χωρὶς σπλάγχνου φλεγμονῆς ἐνοχλοῦσι, λυτικὸν ὑπάρχει, καὶ τούτων μάλιστα τῶν ἐπὶ χολώδεσι χυμοῖς πυκνώσει δέρματος συνισταμένων. ταύτῃ τοι καὶ τῶν Αἰγυπτίων τοῖς σοφωτάτοις ἡλίῳ τε καθιέρωται καὶ πυρετῶν ἁπάντων ἴαμα νενόμισται. ἀλλὰ ἐν τούτῳ μὲν οὐκ ἀληθεύουσιν. μόνον γὰρ ὧν εἴρηκα πυρετῶν ἐστιν ἴαμα καὶ τούτων ἤδη πεττομένων. ὀνίνησι μέντοι καλῶς καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι τε μελαγχολικοὶ καὶ ὅσοι φλεγματώδεις εἰσὶ καὶ σπλάγχνου φλεγμονῆς ἔκγονοι. καὶ γὰρ καὶ τούτων ἴαμα γενναιότατόν ἐστιν τὸ χαμαίμηλον, ὅταν ἤδη πεττομένοις προσφέρηται, καὶ διὰ τοῦτο καὶ ὑποχονδρίοις εὐμενὲς εἴπερ τι ἄλλο. καὶ τὸ λινόσπερμον γοῦν τοιοῦτον παλαιὸς λόγος εἶναί φησι. καὶ γάρ ἐστιν ὄντως κᾀκεῖνο τοῖς καθὑποχόνδρια σπλάγχνοις εὐμενὲς, ἀλλἧττον χαμαιμήλου. καὶ γὰρ καὶ θερμὸν ἧττόν ἐστιν, ὡς εἴρηται, καὶ πρὸς τούτῳ καὶ παχυμερὲς ὑπάρχει, οὐ μὴν τό γε ῥόδον ἐγγὺς αὐτοῖς εἰς ταῦτα, καίτοι γὅσον ἐπί τε τὸ χλιαρὸν τῆς θερμότητος καὶ τῷ λεπτομερεῖ, χρήσιμον ἂν ἦν ἱκανῶς καὶ τοῦτο ταῖς καθὑποχόνδρια φλεγμοναῖς, ἀλλ συνοῦσα στύψις αὐτῷ πολλαχῆ παραβλάπτει καὶ μάλιστἐν οἷς εὐδόκιμόν ἐστι χαμαίμηλον, τὰ πεπυκνωμένα τῶν σωμάτων ἀραιοῦν, τὰ κατεσκληρυμμένα μαλάττον, τὰ τεταμένα χαλῶν. εἰς γὰρ τὰ τοιαῦτα πάντα πολέμιον στύψις. εἰς μέντοι τὰς ἀναβάσεις τε καὶ αὐξήσεις τῶν φλεγμονῶν καὶ μάλιστα τῶν προχείρων, ἄμεινον χαμαιμήλου τὸ ῥόδινον, ὅτι καὶ χλιαρᾶς αὗται δέονται θερμασίας καὶ βραχείας στύψεως. ἐν ἀρχῇ μὲν γὰρ τὰ ψύχοντα καὶ στύφοντα, κατὰ δὲ τὰς ἐπιδόσεις ὅσα χλιαρά τἐστὶ καὶ μετρίως στύφοντα, κατὰ δὲ τὰς ἀκμὰς τῶν φλεγμονῶν, ὅσα συμμέτρως θερμαίνειν τε μᾶλλον καὶ ἰσχυρῶς διαφορεῖν χρηστά. λεχθήσεται δὑπὲρ ἁπάντων τούτων ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. νῦν δὲ ἐπὶ τὸ προκείμενον αὖθις ἐπάνειμι.
§11 Τὰ γάρ τοι τῆς μέσης κράσεως καὶ τὰ ἐφἑκάτερα βραχὺ παραλλάττοντα φάρμακα καὶ θερμαίνειν ἂν δόξειέ ποτε καὶ ψύχειν αὖθις, ἐνίοτε δὲ μήτε θερμαίνειν μήτε ψύχειν, ἀλλοἷα παρέλαβε τὰ σώματα διαφυλάττειν, καὶ τοῦτο εὐλόγως πέπονθεν, εἴ γε τὸ χλιαρὸν ὕδωρ καὶ τὸ οὖρον ἐν μὲν τοῖς βαλανείοις ψυχρὰ, τοῖς δἐψυγμένοις θερμὰ φαίνεται. εἴπερ οὖν παρὰ τό πως ἔχειν τὰ διατιθέμενα καὶ τὸ διατιθὲν οὐχ ὁμοίως ἐνεργεῖν φαίνεται, δῆλον ὡς οὔτε τὸ ῥόδον οὔτε τοὔλαιον οὔτε τὸ χαμαίμηλον  οὔτε τὸ λινόσπερμον, ἀλλοὐδὲ τὸ ἄνηθον οὔτε τὸ τήλινον ἄλευρον, ἀλλοὐδὲ τὸ πύρινον οὐδἄλλα μυρία, τά τε ἀκριβῶς μέσα ταῖς κράσεσιν, τά τε βραχὺ παραλλάττοντα, τὴν αὐτὴν ἐνέργειαν ἐπιδείξεται διὰ παντός. οὔτε γὰρ ὑγιαίνοντες ὁμοίως κεκράμεθα πάντες, οὔτε τὰς αὐτὰς νοσοῦμεν νόσους. αὐτίκα γέ τοι τὸ ῥόδινον ἐν τῷ μεταξὺ τὴν κρᾶσιν κεκραμένον ἐλαίου τε καὶ τοῦ τῶν ῥόδων χυλοῦ. τοῦ μὲν γὰρ ἧττον ὑπάρχει θερμὸν, τοῦ δὲ μᾶλλον. ἀναψύχει μὲν γὰρ τοὺς ἐγκεκαυμένους τῷ χλιαρῷ δηλονότι τῆς θερμότητος, ὀλίγον δέ τι καὶ τοὺς κατεψυγμένους θερμαίνει. διότι καὶ τοῦτο ἔργον ἐστὶ χλιαρᾶς θερμασίας, ὥσπερ γε καὶ τὰ βαλανεῖα καὶ τοὺς ῥιγῶντας θερμαίνει καὶ τοὺς ἐγκεκαυμένους ἀναψύχει.
§12 Καὶ διὰ τοῦτο κᾀν τοῖς ψύχειν θερμαίνειν πεφυκόσι φαρμάκοις, ἐὰν ἀναμίξῃς τὸ ῥόδινον, οὐδὲν ἐργάσῃ μέγα κακὸν, ὥσπερ δἀξιόλογον ἀγαθὸν οὐδέν. γὰρ χλιαρὰ θερμασία βλάπτειν μὲν οὐκ ἔστιν ἱκανὴ τὰ κατεψυγμένα, θεραπεύειν δοὐ δύναται. δεῖται γὰρ τὸ θεραπευόμενον ἅπαν, ὡς ἂν ἐξ ἀμετρίας τινὸς εἰς συμμετρίαν ἀγόμενον, οὐκ αὐτοῦ τοῦ συμμέτρου τὴν κρᾶσιν, ἀλλὰ τῆς ἐναντίας ἀμετρίας. εἰ γοῦν τὸ ψυχρὸν ὕδωρ βουληθείης εὔκρατον ποιῆσαι, τὸ μὲν εὔκρατον ἤδη μιγνύειν οὐ χρὴ χλιαρὸν γὰρ οὕτως ἔσται τὸ μικτὸν ἐξ ἀμφοῖν. ἔρχεσθαι δἐπὶ τὸ ζέον προσήκει καὶ τοῦτο μιγνύναι τῷ ψυχρῷ. καὶ τοσούτῳ γε θερμότερον εἶναι χρὴ τοῦ συμμέτρου τὸ τῷ ψυχρῷ μιγνύμενον, ὅσῳ περ ἂν καὶ τὸ ψυχρὸν αὐτὸ ψυχρότερον ἦν τοῦ συμμέτρου. οὔτε γὰρ τὸ βραχὺ τοῦ συμμέτρου ψυχρότερον ὑπὸ τοῦ πολὺ θερμοτέρου τὴν μέσην ἀπολήψεται κρᾶσιν, οὔτε τὸ πολλῷ ψυχρότερον ὑπὸ τοῦ βραχὺ θερμοτέρου. ἀλλεἴτε πολλῷ ψυχρότερόν ἐστι τὸ τῆς θεραπείας δεόμενον, ἀνάγκη καὶ τὸ θεραπεῦσον αὐτὸ πολλῷ θερμότερον ὑπάρχειν, εἴτὀλίγῳ ψυχρότερον, ὀλίγῳ χρὴ καὶ τὸ θεραπεῦον εἶναι θερμότερον. ἑνὶ δὲ λόγῳ τοσοῦτον ἀπέχειν χρὴ τοῦ μέσου τὸ θεραπεῦσον, ὅσον περ καὶ τὸ θεραπευθησόμενον, ἐπὶ τἀναντία δηλονότι τῆς ἀποστάσεως ὑπαρχούσης ἑκατέρῳ. τὸ γὰρ ἐπὶ τὰ αὐτὰ παραπλησίως ἀφεστηκὸς, ὅμοιον τῇ κράσει τῷ θεραπευομένῳ καθεστηκὸς, οὐδεμίαν ἀλλοίωσιν ἐπιφέρειν ἱκανὸν, ὥστε οὔτε βλάψει τι παθὸν οὔτὠφελήσει. τὸ δἔλαττον ὠφελήσει μὲν, οὐ μὴν ἰάσεταί γε πάντως. εἰ τοίνυν τὸ μὲν πάθος εἴη ψυχρὸν, δὲ τοῦ φαρμάκου θερμότης χλιαρὰ, πάντως μέν τι προσωφελήσει τὸ πάθος, οὐ μὴν εἰς τὴν κατὰ φύσιν γε πάντως ἐπανήξει συμμετρίαν, ὥστοὐδὲν ἐξιάσεται. πάλιν δὲ εἰ μὲν τὸ πάθος εἴη μικρὸν, ὡς ἂν ἀπὸ τῆς συμμέτρου θερμασίας τῆς κατὰ φύσιν εἰς οἷον χλιαράν τινα μεταπεπτωκέναι, τὸ δὲ φάρμακον εἴη ψυχρὸν, ἀνάγκη ἐπιψυγῆναί τε καὶ βλαβῆναι τὸ πάθος ὑπὸ τοῦ ψυχροῦ. τὸ δαὐτὸ κᾂν θερμότερον τῆς συμμετρίας τὸ πάθος, ὑπὸ μὲν τῶν ὁμοίων αὐτοῦ φαρμάκων ἐν ταὐτῷ φυλαχθήσεται, βλαβήσεται δὲ ὑπὸ τῶν ἧττον ἑαυτῶν θερμῶν, οὐ μὴν ἐκθεραπευθήσεταί γε πάντως. ἥκει δὴ κᾀνταῦθα πάλιν ὁμωνυμία τις εἰς ὅλον ἐκτεταμένη τὸν βίον καὶ πολλαχόθι σφάλλουσα. καὶ γὰρ τὸ συμμέτρως κεκραμένον ὀνομάζομεν ἐνίοτε θερμὸν, ὥσπερ καὶ τὸ βαλανεῖον τὸ τοιοῦτον καὶ τὸ πόμα καὶ τὸ τούτου λειπόμενον οὐ πολλῷ, καὶ πρὸς τούτοις ἔτι τὸ θερμότερον ἅπαν. εἰ δέ γε τοῖς ὀνόμασιν ἀκριβῶς ἐχρώμεθα, τὸ μὲν σύμμετρον οὐ θερμὸν, ἀλλεὔκρατον ἂν ἐκαλοῦμεν. ὅσον δἂν ἀμετρότερον τούτου, τὸ μὲν ἐπὶ τὸ θερμότερον ἄμετρον ἧττον τε καὶ μᾶλλον θερμὸν, τὸ δἐπὶ τὸ ψυχρότερον ἧττόν τε καὶ μᾶλλον ψυχρόν. οὕτω δἂν, οἶμαι, καὶ περὶ τῶν φαρμάκων ἀκριβῶς ὀνομάζοντες εὔκρατον ἂν ἐκαλέσαμέν τι καὶ μέσον, ὥσπερ τοὔλαιον· εἰ δέ τι θερμότερον αὐτοῦ, θερμὸν, ὥσπερ τὴν τῆλιν· εἰ δέ τι ψυχρότερον αὐτοῦ, ψυχρὸν, ὥσπερ τὸ ῥόδον. ἀλλὰ τοῦ μὴ χρῆσθαι τοῖς ὀνόμασιν τοῦτον τὸν τρόπον αἴτιον ὑπάρχει τοῦ μὴ ψύχεσθαι πάντα τὰ σώματα πρὸς τῶν τοιούτων φαρμάκων, οἷον καὶ τὸ ῥόδινόν ἐστι. τά τε γὰρ ὁμοίως αὐτῷ ψυχρὰ καὶ μᾶλλον ψυχρὰ, τὰ μὲν οὐδὅλως ἀλλοιοῖ, τὰ δὲ καὶ θερμαίνει. δόξειεν ἂν οὖν ἄλογον ὑπάρχειν, εἴ τι θερμαίνειν ὁμολογοῦντες εἶτα ψυχρὸν προσαγορεύομεν, ὥσπερ εἰ καὶ τὸ φρεατιαῖον ὕδωρ ἐν χειμῶνι, τὸ ταῖς κατεψυγμέναις χερσὶ χλιαρὸν φαινόμενον, ὀνομάζοι τις ψυχρόν. ἐξ οὖν τούτων τῶν προφάσεων τῶν ὀνομάτων χρῆσις ταραχθεῖσα καὶ τὴν τῶν πραγμάτων ἐπιταράττει γνῶσιν. ὡσαύτως δὲ καὶ περὶ ξηροῦ καὶ ὑγροῦ τῶν ὀνομάτων συγχυθέντων καὶ τῶν πραγμάτων γνῶσις συνεχύθη. καίτοι σμικρὸν εἶναι δοκοῦν τὸ διελέσθαι καλῶς τὰ σημαινόμενα τῶν ὀνομάτων, τὴν μεγίστην ἔχον εὑρίσκεται δύναμιν εἰς τὴν τῶν πραγμάτων γνῶσιν. ἀλλὰ περὶ μὲν ὑγροῦ καὶ ξηροῦ μετὀλίγον ἐροῦμεν, ἐπειδὰν τὸν περὶ τοῦ θερμοῦ καὶ ψυχροῦ συμπερανώμεθα λόγον. οὐδὲ γὰρ οὐδὲ λείπειν ἔοικέ τι πολὺ τῶν ἐν αὐτῷ διορισμῶν, ἅπαξ γε σαφῶς πεφηνότος ὡς οὐδὲν θαυμαστὸν ὑφἑνὸς φαρμάκου διαφέροντα σώματα τὰ μὲν θερμαίνεσθαι, τὰ δὲ ψύχεσθαι, τὰ δὲ μηδέτερον αὐτῶν πάσχειν. ἐν μὲν γὰρ τῷ πρός τι ῥᾷστον ἐπὶ τὰ κατὰ μέρος ἐλθόντα λέγειν ὡς τοιούτῳ μὲν σώματι προσαγόμενον ῥόδινον, ἐν παρέλαβεν αὐτὸ κράσει φυλάττειν πέφυκε, ἑτέρῳ δέ τινι τοιῷδε θερμαίνει  προσφερόμενον, ἄλλῳ δὲ ψύχει. καθόλου δἀποφήνασθαι περὶ τῆς δυνάμεως αὐτοῦ χαλεπὸν, ἄνευ τοῦ διαστείλασθαί τε καὶ συνθέσθαι περὶ τῶν ὀνομάτων. εἴη δἂν τε διορισμὸς τε συνθήκη τοιήδε, ἐπειδὴ τὰ σώματα τῶν ἀνθρώπων καὶ ταῖς ἐξ ἀρχῆς κράσεσιν καὶ ταῖς κατὰ τὰς ἡλικίας αὐτοῖς προσγινομέναις καὶ ταῖς κατὰ τοὺς ἐθισμοὺς τοῦ βίου πάμπολυ διενήνοχε, ἀνάγκη δήπου πρὸς τῶν αὐτῶν φαρμάκων αὐτὰ διαφόρως ἀλλοιοῦσθαι. νέον γοῦν τινα φύσιν θερμὸν, ἐργάτην τῷ βίῳ, πρεσβύτιδι γυναικὶ καὶ φύσει ψυχροτέρᾳ παραβάλλων οὐκ ἂν ἐλάττονα τὴν ὑπεροχὴν εὕροις τινος τῶν θερμαινόντων ἱκανῶς φαρμάκων πρὸς τὰ ψύχοντα.
§13–15
§13 Μέσον οὖν τινα νόησόν μοι τῶνδε, τήν τε φύσιν εὐθὺς ἐξ ἀρχῆς εὔκρατον, ἔθεσί τε προσήκουσιν τὴν εὐκρασίαν ταύτην διαφυλάττοντα. καὶ τρεῖς τούτους ὥσπερ σκοποὺς κράσεως ἐν τῇ διανοίᾳ παραθέμενος ἐπίσκεψαι τὸ καθόλου θερμὸν, ψυχρὸν, ξηρὸν, ὑγρὸν φάρμακον, ὡς πρὸς ποίαν ἐξ αὐτῶν κρᾶσιν ἀποβλέποντα προσαγορεύειν ἐστὶ βέλτιον. ἆρά γε πρὸς τὴν εὐκρατοτάτην, ἥπερ δὴ καὶ μία τίς ἐστι καὶ μέση τῶν ἄλλων ἁπασῶν, πρὸς τὰς ἀμέτρους καὶ δυσκράτους καὶ ἀδιορίστους καὶ σχεδὸν ἀπείρους τὸ πλῆθος; ἐμοὶ μὲν γὰρ οὐδὲ παραβλητέον εἶναι δοκεῖ τὸ τῆς διαιρέσεως, οὐδὲ σκέψεώς τινος ἐπιδεὲς, ἀλλἄντικρυς φαίνεσθαι τῷ καὶ σμικρὸν νοῦν ἔχοντι τὸ κατωρθωμένον σῶμα καὶ ἁπλοῦν καὶ ἓν οἷον κανόνα τινὰ καὶ σκοπὸν ὑποθέμενον ἀπευθύνειν, οὕτω κρῖναι καὶ τἄλλα πρὸς τοῦτο. κείσθω τοίνυν ἡμῖν τὸ τοιοῦτον σῶμα τῆς τῶν φαρμάκων δυνάμεως κανών. καὶ τὸ μὲν ὁμοίαν τῇ τούτου κράσει θερμασίαν ἀνάπτον εὔκρατον ὀνομαζέσθω, κᾂν ὅτι μάλιστα θερμαίνειν ἐπιφανῶς δοκῇ πρεσβύτην κατεψυγμένον. τὸ δἤτοι θερμαῖνον, ψῦχον τὸ τοιοῦτον σῶμα, καλείσθω τὸ μὲν θερμαῖνον θερμὸν, τὸ δὲ ψῦχον ψυχρόν. γινέσθω δὲ τούτων αὐτῶν εὐσήμου διδασκαλίας ἕνεκα τάξις τῶν ἀποστάσεων, ἐπὶ μὲν τὸ ψυχρὸν πρώτη μὲν ἐξ ἧς ἄν τις θείη τὸ ῥόδινον, δευτέρα δἐξ ἧς ἔσται τὸ ῥόδον αὐτὸ καὶ τρίτη τις ἐπὶ ταύτῃ καὶ τετάρτη μέχρι περ ἂν ἐπὶ τὰ ψυχρότατα τῷ λόγῳ παραγενώμεθα, κώνειόν τε καὶ μηκώνειον καὶ μανδραγόραν καὶ ὑοσκύαμον. ἐπὶ δαὖ τὸ θερμὸν ἄνηθον μὲν καὶ τῆλιν πρῶτα, δεύτερα δἐφεξῆς ἅττα ἂν φανῆται δεύτερα, καὶ τρίτα δὴ καὶ τέταρτα, μέχρι περ ἂν ἐπὶ τὰ καίοντα παραγενώμεθα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπί τε τῶν ὑγραινόντων φαρμάκων, ἀρξάμενοι πάλιν ἀπὸ τοῦ συμμέτρου, τάξεις ἐφεξῆς ἄχρι τῶν ἄκρων ποιησώμεθα. τῆς γὰρ τοιαύτης γνώσεως εἰς τὴν θεραπευτικὴν μέθοδον οὐ σμικρά τις χρεία. μᾶλλον δεἰ χρὴ τἀληθὲς εἰπεῖν, εἰ μή τις οὕτω διορίσειε, βλάψει μᾶλλον ὠφελήσει τοὺς ἀναγινώσκοντας. ὡς νῦν γε καὶ πρὸς τοῖς ἄλλοις οἷς ἁμαρτάνουσιν οἱ πολλοὶ τῶν ἰατρῶν τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις ἐξηγούμενοι καὶ τοῦτό ἐστιν εὑρεῖν τὸ βλαβερώτερον, ἐν μὲν τοῖς θερμαίνουσιν εἰ τύχοι γεγραμμένον ἄνηθόν τε καὶ τῆλιν καὶ μίσυ καὶ τίτανον, ἐν δὲ τοῖς ψύχουσιν ῥόδινόν τε καὶ μανδραγόραν καὶ κώνειον, ὥσπερ ἐγγὺς ὑπάρχουσαν, τῆς τιτάνου τὴν τῆλιν τοῦ κωνείου τὸ ῥόδινον, ἀλλοὐ πολλαῖς ταῖς μεταξὺ τῶν φαρμάκων τάξεσι διωρισμένα. ἀλλἡμεῖς γε πειρασόμεθα καθάπερ οἷοί τέ ἐσμεν, οὕτω μέγα καὶ χαλεπὸν ἔργον εἰς τάξιν τινὰ καταστήσεσθαι καὶ γράψαι τά τε πλησίον ἀλλήλων ταῖς δυνάμεσι καὶ τὰ πόῤῥω. καὶ τοῦτο ποιήσωμεν οὐ λόγοις πιθανοῖς ἐπιτρέψοντες αὐτῶν τὴν κρίσιν, ἀλλὰ τῇ διωρισμένῃ πείρᾳ, καθότι καὶ τοῦτο πολλάκις εἴρηται διὰ τῶν ἔμπροσθεν. ἔστι δὲ δή που πρόδηλον ὡς τοιαύτη κρίσις ἀσφαλὴς μέν ἐστιν, ἀλλὰ μακρά τε ἅμα καὶ πόνον ἔχουσα πολὺν ἡμῖν τοῖς μέλλουσι διαὐτῆς ἐπὶ τὸ τέλος ἀφικέσθαι τοῦ προκειμένου, τοῖς μέντοι βουλομένοις ἀναλέγεσθαι ταυτὶ τὰ γράμματα μόνη τεχνῶσαι δυναμένη καὶ παρασχεῖν οἷον ὀφθαλμόν τινα διαγνωστικὸν τῆς ἀληθείας. ὅσα τοίνυν ἔτι λείπει πρὸς τὴν ὅλην στοιχείωσιν, ἐν τῷδε τῷ λόγῳ προσθέντες, ἐν μὲν τῷ τετάρτῳ περὶ τῆς τῶν χυλῶν δυνάμεως ἐροῦμεν, ἐπειδὴ καὶ τοῦτο τοῖς ἑταίροις ἔδοξεν· ἐν δὲ τῷ πέμπτῳ περὶ τῶν ἐν ἅπασι καθόλου τοῖς ἁπλοῖς φαρμάκοις δευτέρων τε καὶ συνθέτων δυνάμεων, εἶθοὕτως ἐπὶ τὰ κατὰ μέρος ἐν τοῖς ἐφεξῆς ὑπομνήμασι μεταβησόμεθα.
§14 Λείπει δὴ πρῶτον μὲν, οὗ πολλάκις ἤδη καὶ πρόσθεν λόγος ἠναγκάσθη μνημονεῦσαι, τελέως δοὐκ ἐπεξῆλθεν. ἔστι δὴ τοῦτο σχεδὸν ἅπαντα τὰ φάρμακα, κᾂν ἁπλᾶ πρὸς αἴσθησιν φαίνηται, τῇ φύσει γοῦν ὑπάρχει σύνθετα, καὶ πολλάκις γε καὶ τὰς ἐναντιωτάτας ἐν αὐτοῖς ἔχει δυνάμεις, οἷον ἐκκριτικήν τε καὶ σταλτικήν παχυντικήν τε καὶ λεπτυντικὴν, ἀραιωτικήν τε καὶ πυκνωτικὴν, ἐμπλαστικήν τε καὶ διαῤῥυπτικὴν, συντατικήν τε καὶ χαλαστικὴν, ἁπάσας τε τὰς ἄλλας ἀντιθέσεις, ὡς ἐν τῷ μετὰ ταῦτα λόγῳ δείξομεν. οὐδὲν δὲ θαυμαστὸν, εἰ ἐπὶ τῶν τοιούτων δυνάμεων ἑνὶ καὶ ταὐτῷ φαρμάκῳ θερμαντική τε καὶ ψυκτικὴ φαίνοιτο, ξηραντική τε καὶ ὑγραντικὴ, λεπτομερής τε καὶ παχυμερής. εἰ μὴ γὰρ αἱ πρῶται καὶ δραστικώταται τὴν τοιαύτην εἶχον συμπλοκὴν, οὐδἂν αἱ μετὰ ταύτας ὁμοίως συνεπλάκησαν. ἀλλἡμεῖς ἐὰν αὐτοὶ μίξωμεν, εἰ οὕτως ἔτυχεν, ῥοῦ χυλὸν μέλιτι, τὸ μικτὸν ἐξ ἀμφοῖν συγχωροῦμεν οὐ στυπτικὴν μόνην, ἀλλὰ καὶ ῥυπτικὴν ἔχειν δύναμιν οὐδἐφεκτικὴν  γαστρὸς μόνον, ἀλλὰ καὶ κενωτικήν. ἐν δὲ τῷ γάλακτι τὰς δύο περιέχεσθαι δυνάμεις, ἐκκριτικήν τε ἅμα καὶ σταλτικὴν γαστρὸς, οὐκ ἔθὁμοίως συγχωροῦμεν. καίτοι τοῦτο μὲν καὶ διακρίνεται ῥᾳδίως εἰς ὀῤῥὸν καὶ τυρὸν, καὶ πᾶσιν ὁμολογεῖται τὸ μὲν ὑπάγειν τὴν γαστέρα, τὸ δὲ ἐπέχειν.
§15 Τοῦτοὐκ ἔτι συγχωροῦμεν ἑτοίμως καὶ ἐν τῇ κράμβῃ. ἐκθλίβοντες μὲν γὰρ αὐτῆς τὸν χυλὸν καὶ μόνον, μετὰ μέλιτος καταῤῥοφοῦντες ὁρῶμεν καθαρτικὸν, οὐ μὴν ἐσθίειν γε δυνάμενοι τὸ λοιπὸν, ἀπιστοῦμεν ὅτι σταλτικόν ἐστιν. ἀλλἄν τις ὅλην ἑψήσας αὐτὴν ἀποχέῃ τὸ πρότερον ὕδωρ, ἐν τὸν χυλὸν ἐναπέθετο, κᾄπειτα αὖθις ἐμβαλὼν ἑτέρῳ καθαρῷ, καὶ πάλιν ἑψήσας ἀποχέῃ καὶ τοῦτο, τὸν μὲν χυλὸν εὑρήσει καθαίροντα, τὴν δὲ κράμβην αὐτὴν ἐπέχουσαν τὴν γαστέρα καὶ πολὺ μᾶλλον εἰ μὴ δὶς, ἀλλὰ τρὶς τετράκις ἀποχέῃ τις τὸ ὕδωρ. ὅσῳ γὰρ ἂν ἀκριβέστερον ἐναπόθηται τὸν χυλὸν αὐτῷ, καθαρτικώτερον μὲν ἐκεῖνο ποιήσει, τὴν δὲ ὑπόλοιπον αὐτῆς οὐσίαν τὴν οἷον σάρκα τοῦ λαχάνου σταλτικὴν ἐπιδείξεται. οὕτω δὲ καὶ ἐπὶ τῶν τεύτλων ἔχει καὶ σχεδὸν ἁπάντων τῶν ἄλλων, ὧν ἤτοι δριμὺς, νιτρώδης ἁλυκὸς χυλός ἐστιν, ἐπεί τοι καὶ τοῖς φακοῖς, καίτοι στύψιν ἱκανὴν ἔχουσι κατὰ τὴν γεῦσιν, ὅμως ὑπάρχει τι τοιοῦτον. ἔστι γὰρ καὶ τὸ τούτων ἀφέψημα λαπακτικὸν τῆς γαστρὸς, ἀλλοὗτος μὲν χυλὸς ἐπίμικτος σαφῶς ἐστιν κατὰ τὴν γεῦσιν, ὡς εἰ καὶ νιτρῶδές τι μίξεις αὐστηρῷ. δὲ τῶν θαλαττίων κογχαρίων, ἁπάντων τε τῶν ἄλλων ὀστρέων χυμὸς, ἁπλῶς ἁλυκός ἐστι καὶ λαπακτικός. αὐτὴ μέντοι γε καὶ τούτων σὰρξ ἐπέχει γαστέρα, καὶ πειραθήσῃ δὲ ἀληθοῦς τοῦ λεγομένου, σκευάσας ὁμοίως ταῖς κράμβαις αὐτά. καὶ γάρ τοι καὶ τῶν πρεσβυτέρων ἀλεκτρυόνων ζωμὸς ὑπάγει τὴν γαστέρα, καίτοι τῆς σαρκὸς σταλτικῆς οὔσης. ἔστι δὲ κᾀν τῇ λεπίδι τοῦ χαλκοῦ δύναμις διττὴ, καθάπερ καὶ ποιότης, καὶ γὰρ στύφει καὶ δάκνει· καὶ διὰ τοῦτο τῷ μὲν στύφειν ἐπουλεῖ τὰς ξηρὰς τῶν ἡλκωμένων σαρκῶν, τῷ δαὖ δάκνειν τὰς πλαδαρὰς συντήκει. εἰ δεἴσω τοῦ σώματος ληφθείη, καθαίρει μὲν, οὐκ ἐπέχει δὲ τὴν γαστέρα. νικᾶται γὰρ στυπτικὴ δύναμις ὑπό τε τῆς δριμείας καὶ καθαρτικῆς, ὥσπερ εἰ καὶ ῥοῦ χυλὸν ἀναμίξαις σκαμμωνίᾳ. καθαρτικὸν γὰρ ἔσται τὸ ἐξ ἀμφοῖν, οὐκ ἐφεκτικὸν τῆς γαστρὸς, καίτοι γε πρὸς τὴν γεῦσιν αὐστηρὸς χυλὸς ἐπικρατήσει μᾶλλον. οὕτω δὲ καὶ μετὰ μήλου κυδωνίου σαρκὸς οὐκ ὀλίγα τῶν καθαιρόντων διδόμενα, τῇ μὲν γεύσει λανθάνει, τῇ δἐνεργείᾳ μόνον φαίνεται. δίδοται δὲ καὶ διὰ φοίνικος ἔνια σαρκὸς, ἄλλα δὲ διὰ μύρτων μετὰ Χίας μαστίχης, μετἄλλου τινὸς τῶν εὐστομάχων τε καὶ στυπτικῶν, ὡς καὶ τὴν γεῦσιν λαθεῖν καὶ τὸν στόμαχον ἧττον ἀνατρέψαι. ἀλλεἰ καὶ τῇ πρὸς τὴν γεῦσιν ποιότητι κρατοίη τὰ στύφοντα τῶν καθαιρόντων, τῇ γε ἄλλῃ δυνάμει κρατεῖται. πολλάκις γὰρ μὲν γλῶττα κατὰ τὸ πλεονάζον ἐνικήθη τῆς οὐσίας, δὲ ἐνέργεια κατὰ τὴν ἰσχὺν γίνεται τῆς δυνάμεως. ὅταν οὖν οὐσία σμικρὰ, σφοδρὰν ἔχουσα δύναμιν, ἀναμιχθεῖσα μεθἑτέρας οὐσίας πολλῆς ἀσθενῆ δύναμιν ἐχούσης εἴσω τοῦ σώματος ἀφίκηται, τὴν μὲν γεῦσιν λανθάνει, τὸ δὲ ἔργον ἐνεργέστερον ἐκείνης διαπράττεται. θαυμάζεται δὲ καὶ ταῦτα πρὸς τῶν πολλῶν καὶ νομίζουσιν ἄπορον ὑπάρχειν, εἰ στῦφόν τι σῶμα καθαίρειν πέφυκεν, οἷον ἀλόη καὶ λεπὶς χαλκοῦ καὶ χαλκὸς κεκαυμένος· ἐχρῆν γὰρ, φασὶ, τοὐναντίον μᾶλλον ἐπέχειν αὐτὰ, οὐ προτρέπειν τὴν γαστέρα. ὅτι δὲ τὸ μῆλον, εἰ οὕτως ἔτυχεν, τὸ μετὰ τῆς σκαμμωνίας στῦφον καθαίρει, τοῦτό γε οὐδεὶς θαυμάζει, καίτοι γε ἐντεῦθεν ὁρμηθέντα ῥᾷστον ἦν, οἶμαι, κᾀπὶ τῆς ἀλόης συλλογίσασθαι μικτήν τινα δύναμιν ὑπάρχειν. καὶ εἴπερ ἦν οἷόν τε διακρῖναι τὸ καθαῖρον ἐν αὐτῇ τοῦ μὴ καθαίροντος, ὥσπερ ἐπὶ γάλακτος ἐργαζόμεθα καὶ κράμβης ἑτέρων τε παμπόλλων, οὐκέτἂν ἐθαυμάζετο. καὶ μὲν δὴ καὶ ποιῆσαι τοῦτό πως δυνατόν. ἐπιμελῶς γὰρ ἀλόη πλυθεῖσα παντάπασιν ἀσθενῶς οὐδὅλως ὑπάγει γαστέρα. ταὐτὸ δὲ τοῦτο καὶ λεπὶς χαλκοῦ καὶ αὐτὸς κεκαυμένος χαλκὸς πέπονθεν, ὡς καὶ ἡμεῖς ἀκριβῶς πλύναντες ἐπειράθημεν, ἀμυδρῶς αὐτῶν καθαιρόντων. ἀλλοὖν καὶ τὸ τῆς ποιότητος εὐθὺς ἅμα τῷ γεύσασθαι φαρμακῶδες ἐμφαίνει τὸ μικτὸν τῆς δυνάμεως. εἴπερ γὰρ ἦν ἀεὶ μία ποιότης ἐν ἑκάστῳ τῶν τὴν γεῦσιν στυφόντων φαρμάκων, οὐκ ἂν ἦν ποτε αὐτῶν τὰ μὲν ἐδώδιμα, τὰ δὲ φαρμακώδη, ἀλλὰ μόνον ἐν τῷ μᾶλλον ἧττον στύφειν ἀλλήλων διέφερον. νυνὶ δὲ οὐχ οὕτως ἔχει. φαίνεται γὰρ μέν τις ἡδεῖα καὶ προσηνὴς στύψις, δέ τις ἀηδής τε καὶ φαρμακώδης, ἀπίου μὲν καὶ μήλου καὶ ῥοιᾶς ἡδεῖα, λεπίδος δὲ χαλκοῦ καὶ ἀλόης ἀηδής τε καὶ φαρμακώδης. καίτοι γε ἧττον στύφει κυδωνίου μήλου λεπὶς χαλκοῦ, ὥστε μηδὲ τῷ σφοδρῷ τῆς στύψεως ἔχειν ἂν ἐνεγκεῖν τὸ τῆς ποιότητος ἀλλόκοτον. ὁμοίως δὲ καὶ ἄλλα τῶν ἐδωδίμων ἀλόης καὶ λεπίδος χαλκοῦ καὶ αὐτοῦ τοῦ κεκαυμένου χαλκοῦ στύφει μᾶλλον. ἐπὶ μὲν δὴ τῶν τοιούτων ἄντικρυς φαίνεται τὸ μικτὸν τῆς οὐσίας, ἐπἄλλων δὲ, κᾂν μὴ φαίνηται, συλλογίζεσθαι χρὴ καὶ μὴ νομίζειν ἄλλο μέν τι κατὰ τὴν ἀλόην ἐργάζεσθαι τὴν στύψιν, ἄλλο δέ τι κατὰ τὸ μῆλον. ἓν γὰρ ἐν ἅπασι ποιεῖν εὔλογόν ἐστι κατά γε τὴν ἑαυτοῦ φύσιν, οὐ τήν στύψιν μόνην, ἀλλὰ καὶ τῶν ἄλλων ποιοτήτων ἑκάστην. τῷ δὲ μηδὲν εὑρίσκεσθαι καθαρὸν ἀκριβῶς μηδὲ ἄμικτον  ἑτέρων ποιοτήτων, αἱ διαφοραὶ τῶν ἐνεργειῶν ἄλλαι κατἄλλο τῶν στυφόντων εἰσίν. ἄλλο μὲν γὰρ μεσπίλου τοὖργόν ἐστιν, ἄλλο δὲ λεπίδος, ἄλλο δὲ ἀλόης, ἕτερον δὲ μόρων, εἰ οὕτως ἔτυχεν κικίδος, σιδίων, στυπτηρίας, ῥοῦ, καὶ βέλτιον ἦν, ὅσοι τι περὶ τῶν στυφόντων φαρμάκων τῆς ἐνεργείας ἐτόλμησαν ἀποφήνασθαι, καθόλου περὶ τῆς στύψεως αὐτῆς μᾶλλον περὶ τῶν στυφόντων εἰρῆσθαι. τὸ μὲν γὰρ στῦφον οὐ στύφει μόνον, ἀλλἤτοι δριμὺ πρὸς τὸ στύφειν ἐστὶν, λιπαρὸν, γλυκὺ, πικρὸν, ἁλυκὸν, ὀξῶδες. δὲ στύψις ἓν τοῦτο μόνον ἐστὶ διὰ παντὸς ὅπερ ἐστὶ, ὥσπερ καὶ γλυκύτης καὶ ἁλυκότης ἑκάστη τε τῶν ἄλλων ποιοτήτων. εἰ δὥσπερ στύψις μία, καὶ τὸ στῦφον ἓν ὑπῆρχεν, ἓν ἂν ἦν αὐτοῦ διὰ παντὸς τοὖργον. ἐπεὶ δὲ πρὸς τὸ στύφειν ἔτι καὶ ἄλλας δέδεικται ποιότητας οὐκ ὀλίγας, ἀεὶ μὲν ἐνεργήσει κατὰ πάσας, ἀλλἐπιφανῶς ἄλλοτε κατἄλλην τὴν ἐπικρατοῦσαν, ὡς πρὸς τὴν τοῦ πλησιάζοντος σώματος διάθεσιν. φαίνεται γοῦν καὶ τὸ γάλα καὶ φακὴ καὶ κράμβη τῶν μὲν ὑπάγοντα, τῶν δὲ ἴσχοντα τὴν γαστέρα. τὴν μὲν οὖν αἰτίαν τοῦ μὴ διὰ παντὸς ἐνεργεῖν ἐπιφανῶς καὶ καθἕκαστον τῶν σωμάτων μίαν ἡντιναοῦν ποιότητα καὶ δύναμιν τοῦ φαρμάκου κατὰ τὸν ἑξῆς ἐρῶ λόγον. νυνὶ δὲ ἀναμνῆσαι τοῦ γινομένου πρόκειταί μοι μόνον, ἵνα μή τις ἀπιστήσῃ κατὰ τὰ πλεῖστα τῶν φαρμάκων ἐναντίας εἶναι ποιότητάς τε καὶ δυνάμεις. ἀλλὰ καὶ αὐτὸ τοῦτο πολλῆς ἐπισκέψεως ἔχεται καὶ διορισμῶν οὐκ ὀλίγων, εἰ καὶ πᾶσιν ἔδοξε ῥᾴδιον εἶναι τὰς ἐναντίας ἀλλήλοις ποιότητάς τε καὶ δυνάμεις ἐξευρεῖν. ἐξ ἑτοίμου γοῦν ἅπαντες σχεδὸν ἐναντίον εἶναι τίθενται τὸ στύφειν τῷ καθαίρειν. ἔστι δὲ οὐδαμῶς ἐναντίον, ὡς ἐγὼ προϊόντος ἐπιδείξω τοῦ λόγου. κατὰ μέντοι τὸ παρὸν ἐκ περιουσίας λόγος ἐπεράνθη μοι δεικνύντι, κᾂν ἐναντία τις ὑπάρχειν αὐτὰ τίθεται, μηδὲν συμβαίνειν ἄτοπον, ἐνδεχομένου γε ὄντος εἰς μίαν οὐσίαν ἐνίοτε ἐναντιωτάτας συνέρχεσθαι ποιότητάς τε καὶ δυνάμεις. ἐπὶ μέν γε τῶν χυλῶν ἐλέχθη καὶ πρόσθεν ἕτερον μὲν εἶναι τὸ βαρύτατον ἐν αὐτοῖς, ἕτερον δὲ τὸ κουφότατον, ἄλλο δὲ τρίτον ἀναμεμιγμένον τῷ χυλῷ ὅλῳ. καὶ θαυμαστὸν οὐδὲν, εἰ κᾀν τῷ τοῦ ῥόδου χυλῷ τὸ μέν ἐστι βαρύτατον ἀνάλογον ἀμόργῃ καὶ τρυγὶ, τὸ δὲ κουφότατον ἀνάλογον καὶ τοῦτο τοῖς ἐποχουμένοις ἄνθεσιν ἑκάστῳ τῶν χυλῶν· ἄλλο δὲ τρίτον, οἷον ἐν τῷ γλεύκει τὸ ζέον, ἐφοἷς τέταρτον αὐτὸ τὸ εἰλικρινέστατον καὶ καθαρώτατον, οὗ ταῦτά ἐστι τὰ τρία περιττώματα. συμβαίνει δὲ τοὺς μὲν ἄλλους ἅπαντας χυλοὺς ὀξύνεσθαί τε καὶ σήπεσθαι διαφθειρομένους, μόνα δὲ τοὔλαιον καὶ τὸ μέλι καὶ τὸν οἶνον ἐξαρκεῖν εἰς μακρόν. ὥστε οὐδὲ τῇ ζέσει καὶ διακρίσει τῶν ἄλλων χυλῶν ἐναργῶς ἐστιν ἐξευρεῖν ἑκάστου τῶν περιττωμάτων τὴν ἰδέαν, ἀλλεὐθὺς ἐξ ἀρχῆς ἑψήσεώς τέ τινος αὐτοῖς δεῖ καὶ μίξεως τῆς πρὸς ἕτερόν τινα τῶν διαμενόντων χυλῶν. οὕτως οὖν καὶ τὸν τοῦ ῥόδου χυλὸν ἀποτιθέμεθα μέλιτι μιγνύντες, ἐλαίῳ συνέψοντες, ἐναποβρέχοντες ὅλα τὰ ῥόδα. ἀλλὅτι γε κᾀν τούτῳ πιθανὸν ἐνυπάρχειν τὰ τέτταρα γένη, τό τε οἰκεῖον αὐτοῦ τοῦ χυλοῦ καὶ τὰ τρία περιττώματα, πρόδηλον συνιδεῖν, καὶ μάλιστα ὅτι τὸ τῆς ποιότητος αὐτῶν οὐχ ἁπλοῦν ἐστιν, ἀλλὰ ἔχειν μέν τινά σοι δόξει καὶ στύψιν τὸ ῥόδον, εἰ διαμασήσασθαι βουληθείης αὐτό. ἔχει δὲ καὶ γλυκύτητά τινα καὶ οἷον δῆξιν βραχεῖαν. ἤρκει δὲ κᾂν μηδὲν τούτων ἐφαίνετο γευομένοις, ἐκ τοῦ μὴ τελέως εἶναι στῦφον αὐτὸ, τὰς τῶν ἄλλων χυλῶν ἐννοῆσαι μίξεις. εἴπερ γὰρ αὐστηρὸς μόνος, ἄκρος ἂν ἦν, ὥστε εἴπερ οὐκ ἔστιν ἄκρος, οὐδὲ μόνος ἐστίν. ἣν γὰρ ἂν ὑπέθη τῆς στύψεως γένεσιν, ἂν μόνην τῶν ἄλλων ἐγγίγνεσθαι νοήσαις, ἄκραν ἀναγκαῖόν ἐστιν ἀπεργασθῆναι ταύτην, ὥσπερ εἰ καὶ μόνη θερμότης ἐγγίγνοιτο σώματί τινι, τελέως ἔσται τὸ τοιοῦτον πῦρ. αἱ γὰρ τῶν ἐναντίων ἐπιμιξίαι τὰς ἀκρότητας θραύουσιν.
§16–18
§16 Ἐν μὲν δὴ τοῖς ὁμοιομερέσι σώμασι θερμότης γέ ἐστι καὶ ψυχρότης, ὑγρότης τε καὶ ξηρότης αἱ δημιουργοῦσαι τὰς κατὰ μέρος ἁπάσας διαφοράς· ἐν δὲ τοῖς ἀνομοιομερέσι δριμύτητές τε καὶ ὀξύτητες, αὐστηρότητές τε καὶ στρυφνότητες καὶ γλυκύτητες καὶ λιπαρότητες, ὥσθἕκαστον μὲν τῶν ὁμοιομερῶν ἐν αὐτοῖς τοῖς μορίοις μὴ πολλὰς, ἀλλὰ μίαν ἔχει ποιότητα, τὸ δὲ ὅλον ἀνομοιομερὲς παμπόλλας. χιλίων γὰρ, εἰ οὕτως ἔτυχεν, ἐν τῷ κυάθῳ τοῦδέ τινος τοῦ χυλοῦ περιεχομένων ὁμοιομερῶν σωμάτων, ἑκατὸν μὲν ἐξ αὐτῶν ἐγχωρεῖ στύφειν, ἑξήκοντα δὲ δάκνειν, ἑξακόσια δὲ εἶναι τὰ γλυκέα, διακόσια δὲ τὰ πικρὰ, τεσσαράκοντα δὲ τὰ ἁλυκὰ, πάντα δὲ ἀλλήλοις ἀναμεμίχθαι ταῦτα καὶ μηδὲν δύνασθαι λαμβάνειν αἰσθητὸν μόριον οὕτω μικρὸν, ὅτῳ μὴ πάντων μέτεστιν. ὥστε ἐν τῷ ψαύειν τῆς γλώττης ἐνεργεῖν μὲν ἅπαντα κατὰ τὸ διαφέρον ἕκαστον αὐτῶν μόριον, ᾧπερ ἂν ὁμιλῆσαν τύχῃ, διαδίδοσθαι δὲ τὴν διάθεσιν ἐκ τοῦ πρώτου παθόντος εἰς ὅλην αὐτὴν, ὥσπερ ὅταν εἰς ὕδωρ ψυχρὸν ἕνα δάκτυλον ἀθρόως καθέντες ἐν ψύχει σφοδρῷ φρίξομεν ὅλην τὴν χεῖρα, πολλάκις δὲ καὶ σύμπαν τὸ σῶμα· ταχεῖα γὰρ διάδοσις ἐν τοῖς αἰσθητικοῖς σώμασιν ἐκ τοῦ πρώτου παθόντος εἰς ὅλον γίνεται τὸ ζῶον, ὥστε καὶ θερμαινομένῳ συνθερμαίνεσθαι καὶ ψυχομένῳ συμψύχεσθαι καὶ ξηραινομένῳ  συγξηραίνεσθαι καὶ ὑγραινομένῳ συνυγραίνεσθαι, καὶ πολλάκις τἀναντία πάσχειν ὅλον ὑφἕνα καιρόν. ἵνα δὲ μᾶλλον εἰς ἔννοιαν ἀφίκῃ τοῦ λεγομένου, βέλτιον ἴσως ἐστὶ καὶ παραδείγματι προσέχειν ἑτέρῳ τὸν νοῦν. εἶδες οὖν, οἶμαι, ποτὲ λίθου τινὸς ἐμβληθέντος εἰς ὕδωρ ἀτρεμίζον, ἀρξάμενον μὲν ἐκ τούτου κινεῖσθαι τὸ ὕδωρ, ἐν κύκλῳ δὲ τὴν κίνησιν ἐκτεῖνον, ὥσπερ εἰς κέντρον τὸ πλῆξαν. ὅταν οὖν ὑφἕνα καιρὸν εἰς διαφέροντας τόπους ἀτρεμίζοντος ὕδατος ἐμβληθέντες δύο λίθοι γεννήσωσι δύο κύκλους διἀλλήλων φερομένους, ἐναντίας ὄψει κινήσεις ἐν ἅπαντι μορίῳ τοῦ ὕδατος, ὅθεν καὶ ἀπορίαν παρέσχε τὸ φαινόμενον τοῦτο καὶ αὐτοῖς τοῖς φυσικοῖς ἀνδράσιν, εἴθἕτερα μόρια πρὸς ἑκατέρας τῶν κινήσεων, εἴτε καὶ ταὐτὰ κινεῖται πρὸς ἀμφοτέρων. ὅτι μὲν γὰρ οὐχ ἵστησιν κύκλος τὸν κύκλον οὔτε κωλύει φέρεσθαι πρόσω προδήλως ὁρᾶται. ταὐτὸν δὴ τούτῳ νόει μοι, ὅταν ὑφἕνα καιρὸν ἐμβάλλωμεν εἰς μὲν ψυχρὸν ὕδωρ τοὺς πόδας, εἰς δὲ θερμὸν τὰς χεῖρας. εἰς ὅλον μὲν γὰρ τὸ σῶμα τοῦ πάθους ἑκατέρου διέρχεται κίνησις, ἀπαντῶσι δὲ ἀλλήλαις ὑπεναντίαι. διαφέρει δὲ ἴσως οὐδὲν οὐδεἰ μὴ τὴν ἐναντίαν ἴοιεν, ἀλλ μὲν ἀπὸ θατέρου τῶν ποδῶν, δἀπὸ θατέρου τὴν ὁρμὴν λαβοῦσα προσέρχοιντο. τηνικαῦτα γὰρ οὔτε μηδὲν πάσχειν ὅλον τὸ σῶμα δυνατὸν εἰπεῖν οὔθὑπὸ θατέρου μόνον πάσχειν. καὶ γὰρ πάσχει σαφῶς καὶ ὑπἀμφοῖν πάσχει θερμαινόμενόν τε ἅμα καὶ ψυχόμενον, ὥσπερ, οἶμαι, κᾀν ταῖς λειπυρίαις καὶ τοῖς ἠπιάλοις συμπίπτει πυρετοῖς, πλὴν οὐκ ἔξωθέν γε ἐν ἐκείνοις, ἀλλἐξ αὐτοῦ τοῦ σώματος τε τῆς ψύξεως καὶ τῆς θέρμης ὁρμᾶται διάθεσις. εἰ δὲ μηδὲ νῦν ἕπηταί τις τῷ λεγομένῳ, ἀλλἐκ τοῦ λεχθησομένου ῥᾷστον αὐτῷ τὴν πεῖραν λαβεῖν. καὶ γὰρ οὐδὲ πόῤῥω τῶν ζητουμένων ἐστὶν, ἀλλἐξ αὐτῶν τι τῶν τῆς γλώττης ὑπάρχει παθῶν. εἰ γὰρ ἀναμίξας ἀκριβῶς ἶσον ἀψινθίου καὶ μέλιτος ὄγκον ἐπιθείης τῇ γλώττῃ, γλυκύπικρον, ὥσπερ οἱ ποιηταὶ τὸν ἔρωτα προσαγορεύουσι, φανεῖταί σοι τὸ μικτὸν ἐξ ἀμφοῖν, οὐκ ἐν ἄλλῳ μέν τινι χρόνῳ μέλιτος αἰσθανομένης τῆς γλώττης, ἐν ἄλλῳ δὲ ἀψινθίου, οὔτε θατέρου μόνον, ἀλλὰ διὰ παντὸς ἀμφοῖν ἀήθη τινὰ μίξιν μεμιγμένην. τοιόνδε τι γίγνεται κᾀν τῷ συνελθεῖν εἰς ἕνα χυμὸν αὐστηρὸν καὶ νιτρώδη δύναμιν, ἤτοι τῆς φύσεως αὐτῆς ἀναμιξάσης τινος ἰατροῦ συνθέντος. τε γὰρ γλῶττα τῆς ἑκατέρου τῶν χυμῶν ποιότητος ὑφἕνα χρόνον αἰσθάνεται, καὶ εἴπερ αἰσθάνεται, δηλονότι καὶ διατίθεται κατὰ τὰς οἰκείας αὐτῶν δυνάμεις, ἕκαστόν τε τῶν ἄλλων τοῦ σώματος μορίων ἀνάγκη πάσχειν ὡσαύτως, εἰ καὶ μὴ τῶν ποιοτήτων αἰσθάνηται· οὐ γὰρ δὴ τῷ γε πάσχειν μὴ διαφέρειν τῶν ἄλλων ὑποληπτέον τὴν γλῶτταν, ἀλλὰ τῷ μὴ λανθάνειν αὐτὴν μηδὲν τῶν οἰκείων παθῶν ἀκριβείᾳ δυνάμεως αἰσθητικῆς. συντελεῖ μὲν οὖν εἰς τοῦτο καὶ μανότης αὐτῆς. ῥᾷον γὰρ εἰς τὸ βάθος οἱ χυλοὶ κατιόντες ἐνεργοῦντές τε περὶ τὰ μαλακὰ τῶν μορίων ἰσχυρὰν μὲν τὴν διάθεσιν, ἐναργεστέραν δὲ καὶ τὴν αἴσθησιν αὐτῆς ἀπεργάζονται. ἀλλ μείζων δύναμις ἐν τῷ τῆς αἰσθήσεως ἐστὶν ἀκριβεῖ μᾶλλον, οὐκ ἐν τῷ τῆς διαθέσεως ἰσχυρῷ, τὸ μὲν γὰρ τῆς διαθέσεως ἰσχυρὸν οὐδὲν ἧττον κᾀν τοῖς ἡλκωμένοις γίγνεται μορίοις, ἀλλὰ τῷ τὴν ἀκρίβειαν τῆς αἰσθήσεως ἀπεῖναι λανθάνουσιν αἱ τῶν χυλῶν ποιότητες. ἔνεστι μέντοι καὶ κατἐκεῖνα καὶ πρὸ ἐκείνων ἔτι, μήπω τοῦ δέρματος ἡλκωμένου, συλλογίσασθαι τὴν μικτὴν ἐνέργειαν ἐκ τῶν ἐναντίων δυνάμεων, ἅμα τοῖς σώμασιν ἐγγινομένην. εἰ γὰρ ἐπιθείης φλεγμαίνοντι μορίῳ στρύχνου χυλὸν, ὄψει πυκνούμενον αὐτὸ καὶ πιλούμενον καὶ τὰς διαπνοὰς ἐπεχομένας. ὥστεἰ καὶ μέχρι πλείονος οὕτω ποιήσαις, οὐδἐρυθρὸν ἔτι φυλάξαις τὸ μόριον, ἀλλἤτοι πελιδνὸν μέλαν ἐργάσῃ, ὁποῖόν τι κᾀν τοῖς ἐρυσιπέλασι ποιοῦσι συνεχῶς οἱ πλεῖστοι τῶν ἰατρῶν. καὶ γὰρ καὶ ταῦτα μελαίνουσι καὶ σκληρύνουσιν ἐν τῷ χρόνῳ, καταψύχοντες ἀμέτρως. εἰ τοίνυν μὴ στρύχνον, ἀλλἀνθεμίδα κατὰ τοῦ φλεγμαίνοντος ἐπιθείης μέρους, ὄψει πάντα τἀναντία πάσχον αὐτό. καὶ γὰρ ἀραιὸν καὶ κεχυμένον καὶ μαλακὸν καὶ χαλαρὸν ἔσται καὶ διαπνευθήσεται πολὺ τοῦ καταὐτὸ περιττοῦ καὶ πελιδνὸν καὶ μέλαν οὐδέποτἔσται, κᾂν πολλοῖς ἐφεξῆς ἡμέραις χρήσῃ τῷ χαμαιμήλῳ, χεῖν γὰρ τοῦτο πέφυκε καὶ διαφορεῖν, οὐ συνάγειν οὐδὲ πυκνοῦν οὐδεἴργειν τὰς διαπνοάς. ὅτι μὲν οὖν ἐστιν ἐναντίας δυνάμεως τῷ στρύχνῳ τὸ χαμαίμηλον ἐκ τῶνδε δῆλον· ὅτι δεἰ κᾂν μίξαις ἄμφω, σαφῶς τὰς ἑκατέρου θεάσῃ δυνάμεις, ἐγὼ μὲν πειρασθεὶς σοὶ λέγω, βουλοίμην δἂν καὶ σὲ διὰ τῆς πείρας αὐτῆς εἰς γνῶσιν ἀφικέσθαι τῶν γιγνομένου μᾶλλον διηγουμένῳ μοι πιστεῦσαι. τοῦτο μὲν οὖν οἶδα ὅτι ποιήσει πᾶς ὃς ἂν ἀληθείας ὑπάρχῃ ἐραστής. χρὴ δὲ ὡς ἤδη πεφηνότα τὸν ἐφεξῆς λόγον ἐμὲ περαίνειν. εἰ γὰρ ἐπιτιθέντων ὁμοῦ στρύχνου τε καὶ ἀνθεμίδος, οὔθοὕτως πυκνὸν καὶ σκληρὸν καὶ περιτεταμένον καὶ πελιδνὸν, ὡς εἰ καὶ στρύχνῳ μόνον ἐχρῆτό τις, οὔθοὕτως ἀραιὸν καὶ μαλακὸν καὶ χαλαρὸν καὶ ἐρυθρὸν, ὡς εἰ καὶ χαμαιμήλῳ μόνον ἐχρῆτό τις, ἀλλὰ τὴν μέσην ἑκατέρων τῶν εἰρημένων διάθεσιν ὁρᾶται λαμβάνον τὸ μόριον, εὔλογόν ἐστιν ἀμφότερα τὰ φάρμακα κατὰ τὴν ἑαυτῶν ἐνεργῆσαι δύναμιν. εἴτε γὰρ μηδέτερον ἔδρασεν, ἀλλἡσύχασεν ἄμφω, τὴν ἐξ ἀρχῆς ἂν ἐφύλαττε τὸ μέρος διάθεσιν, ὡς εἰ καὶ μηδὲν ὅλως ἐπεθήκαμεν, εἴτε τὸ μὲν ἕτερον αὐτῶν ἐνήργησε, τὸ δὲ ἕτερον ἐνικήθη τελέως, οὐκ ἂν τὴν μέσην διάθεσιν, ἀλλὰ τὴν ἑτέραν τῶν ἄκρων ἐπεπόνθει τὸ μέρος. καὶ μὴν εἴπερ ἑκάτερον  ἐνήργησεν, ἦν δὲ ταῦτα ἐναντία ταῖς δυνάμεσιν, ἔπασχε δὴ τἀναντία κατὰ τὸν αὐτὸν χρόνον τὸ σῶμα. οὐ γὰρ δὴ μερισάμενά γε τοὺς χρόνους ἐνήργησεν, ὥστε εἰ τύχοι διὅλης ἡμέρας ἐπιτεθέντων ἀμφοῖν ἕξ μὲν ταῖς πρώταις ὥραις θάτερον τῶν φαρμάκων, ἓξ δὲ ταῖς ὑπολοίποις θάτερον ἐνεργῆσαι. ληρώδης γὰρ ὑπόθεσις αὕτη καὶ πάσης οὐκ ἀποδείξεως μόνον, ἀλλὰ καὶ πιθανότητος ἔρημος. οὔκουν οὐχ οὕτως συνέβη χυθῆναί τε καὶ συναχθῆναι τὴν ὑποκειμένην οὐσίαν, ὡς τοῖς λουσαμένοις μὲν ἐν βαλανείῳ, μετὰ ταῦτα δὲ εἰς ψυχρὸν ὕδωρ ἐμβᾶσιν, ἀλλὰ μᾶλλον ὡς εἰ τῷ λουομένῳ προσραίνοις ὕδατος ψυχροῦ. οὕτω γὰρ οὐκ ἐν διαφέρουσι χρόνοις, ἀλλὰ καθἕνα τἀναντία πείσεται. ὡς οὖν ἐπὶ τῶν συνθέτων φαρμάκων οὐδὲν ἐστι θαυμαστὸν ἐναντίας ἅμα διαθέσεις ἐγγίγνεσθαι τοῖς σώμασιν, οὕτως οὐδἐπὶ τῶν ἁπλῶν, ὅταν καὶ ταῦτα πρὸς μὲν τὴν ἄλλην αἴσθησίν τε καὶ διάγνωσιν ἁπλᾶ φαίνεται, πρὸς δὲ τὴν φύσιν αὐτὴν ὑπάρχῃ σύνθετα. καὶ μὲν δὴ καὶ ὡς ἐφὧν ἡμεῖς αὐτοὶ συντίθεμέν τι καὶ μίγνυμεν, ἐνίοτε μὲν εἰ οὕτως ἔτυχε πλέονα μὲν τὸν στύφοντα χυλὸν ἐμβάλλοντες, ἐνίοτε δὲ τὸν γλυκὺν, πικρὸν, ἁλυκὸν, δριμὺ, τινα ἕτερον τῶν ἐναντίων, ἐνίοτε δἴσους ἀμφοτέρους, οὕτως ἐγχωρεῖ καὶ τὴν φύσιν ἐν δένδροις καὶ θάμνοις καὶ πόαις καὶ ζώοις καὶ καταὐτὴν τὴν γῆν μιγνύναι τοὺς ἐναντίους χυμοὺς τοῖς ὄγκοις ταῖς δυνάμεσιν. ἔστι δὅτε καὶ τὸν ἕτερον ἐπικρατέστερον, ὥστε καὶ τὰς ἐνεργείας αὐτῶν ἐν μὲν ταῖς ἴσαις μίξεσιν ὁμοίας ὑπάρχειν, ἐν δὲ ταῖς ἀνίσοις διαφερούσας. μὴ τοίνυν, ὥσπερ εἴρηται καὶ πρόσθεν, ἤδη ταὐτὸν εἶναί τις ὑπολαμβανέτω περί τε στύφοντος χυλοῦ διαλέγεσθαι καὶ περὶ στύψεως αὐτῆς. μὲν γὰρ στύψις ἓν ἁπλοῦν νοεῖται πρᾶγμα, τὸ δὲ στῦφον σῶμα διττόν ἐστιν, ὥσπερ καὶ θερμαῖνον, τὸ μὲν ἁπλοῦν καὶ ἄκρον, οἷόν περ τὸ πῦρ, τὸ δἐπικρατείᾳ θερμότητος, οἷον τὸ αἷμα. καὶ στῦφον ἤδη τὸ μέν ἐστιν ἄκρον, οἷον εἰ τύχοι στυπτηρία καὶ μελαντηρία καὶ κικὶς καὶ ῥοῦς, τὸ δὲ τῷ μετέχειν τι καὶ τῆς στυφούσης ποιότητος, οἷον ἄπιόν τε καὶ οἶνος καὶ μῆλον καὶ ῥόδον. ὀλίγιστον γὰρ τὸ στῦφον ἐν πολλαπλασίῳ τῷ μὴ τοιούτῳ μέμικται κατὰ τὸ ῥόδον, ὥστε καὶ τῆς στύψεως ἔργα βραχέα κατὰ λόγον ἐστὶν, ἄχρι τοῦ μὴ διαλύεσθαι τῶν ὁμιλούντων αὐτῷ σωμάτων τὸν τόνον, ὑπὸ τῆς ἐν τῷ ῥόδῳ χαλαστικῆς δυνάμεως. οὐδὲν οὖν θαυμαστὸν ἄκος αὐτὸ φλεγμονῶν ὑπάρχειν καὶ μάλιστα ἐν ἐπιδόσει τε καὶ αὐξήσει, μᾶλλον δὲ καὶ ἀρχομένων ἔτι.
§17 Τὸ δὲ ῥόδινον, ὡς ἂν ἐλαίου τε καὶ ῥόδου μεταξὺ τὴν φύσιν ὑπάρχον ἐν ταῖς αὐξήσεσι τῶν φλεγμονῶν, ἄριστον εἶναι φάρμακον. αὐτὸ μὲν γὰρ τοὔλαιον ἐν ταῖς ἀκμαῖς τῶν φλεγμονῶν χρηστὸν, ὡς τε πεῖρα δείκνυσι κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ἐροῦμεν τὴν αἰτίαν. τὸ δὲ ῥόδινον ἐν τῷ μεταξὺ τῶν ἁπλῶν, ἐξ ὧν ἐγένετο κερασθὲν, ἐν τῷ μεταξὺ καιρῷ τὴν ὠφέλειαν ἐπιδείκνυται. κατὰ μὲν γὰρ τὰς ἀρχὰς ἀποκρούεσθαι χρὴ μᾶλλον καὶ στέλλειν τὰς ἐπιῤῥοὰς, κατὰ δὲ τὰς ἀκμὰς ἀδήκτως διαφορεῖν, κατὰ δὲ τὰς ἐπιδόσεις ἀποκρούεσθαί τε ἅμα καὶ διαφορεῖν, χωρὶς μὲν τῶν προειρημένων λογισμῶν ἀκούσας τις ἴσως ἀπιστήσειεν. νυνὶ δοὐκ οἶδα εἴ τις οὕτως ἐστὶν ἐνεὸς ὡς μήπω πεπεῖσθαι τῷ λόγῳ. καὶ γὰρ τὰς ἐνδείξεις ἐν ταῖς ἀναβάσεσι τῶν φλεγμονῶν ἀναγκαῖον ἐναντίας ὑπάρχειν. ἀθρόως γὰρ ἀπὸ τῶν στυφόντων καὶ συναγόντων τὴν οὐσίαν ἐπὶ τὰ χαλῶντα καὶ χέοντα μεταβαίνειν ἄτοπον, ἔν τε τῷ μεταξὺ τῆς ἀκμῆς τε καὶ ἀρχῆς αὐξανομένων ἔτι τῶν νοσημάτων οὔθἁπλῶς ἀποκρούεσθαι δίκαιον, ὡς ἐν ἀρχαῖς; οὔτἤδη διαφορεῖν, ὡς ἐν ἀκμαῖς, ἀλλὥσπερ κατάστασις τοῦ πάθους μέση τῶν ἐναντίων ἐστὶν, οὕτω χρὴ καὶ τὴν ἴασιν μέσην εἶναι, μήτε στύφουσαν, ὡς ἐν ταῖς ἀρχαῖς, μήτε διαφοροῦσαν, ὡς ἐν ταῖς ἀκμαῖς. καὶ δὴ ἅπαν τὸ μέσον ἐκ τῶν ἐναντίων μικτόν ἐστιν, ἤτοι διὅλων ἀλλήλοις κεραννυμένων αὐτῶν, κατὰ σμικρὰ μόρια, καὶ τὴν αἴσθησιν ἐκφεύγοντα τῶν παρακειμένων. εἴτοὖν οὕτως εἴτἐκείνως βούλει κεκρᾶσθαι τὸ ῥόδινον ἐκ τῶν ἐναντίων, ἐμοὶ μὲν οὐδὲν διαφέρει, δείκνυται γὰρ ἑκατέρως τὸ προκείμενον. οἶδα δὲ ὅτι τοῖς περὶ τούτων λογισμοῖς ἅπασιν, οἷς τε Θεόφραστος ἔγραψε καὶ οἷς ἡμεῖς ἐν ὅλῃ τῇδε τῇ πραγματείᾳ λέγομεν, ἐπὶ πλέον ὁμιλήσας, εὑρήσεις τὸν δεύτερον τρόπον τῆς μίξεως. καὶ μὴν καὶ τὸ δύεσθαι κατὰ τοῦ βάθους καὶ μᾶλλον ὑγραίνειν ἐλαίου τὰ ξηρὰ τῶν σωμάτων ὑπάρχει τῷ ῥοδίνῳ. καί τινας οἶμαι τεθεᾶσθαί σε πολλάκις ἀνατρίβοντας ῥοδίνῳ τὰς πυκνὰς τῶν δερματίνων ἐφεστρίδων. ἔλαιον γὰρ καὶ ὑδρέλαιον οὐ τέγγει καλῶς αὐτὰς ἁδρομερέστερον ὑπάρχον ὡς εἴσω δύεσθαι δύνασθαι· τῷ δὲ ῥοδίνῳ συμβέβηκεν πρὸς τοῖς ἄλλοις οἷς ἔχει καὶ τὴν στύψιν ὀλίγην οὖσαν οὐ σμικρὰ συντελεῖν εἰς τοῦτο. τὰ μὲν γὰρ σφοδρῶς αὐστηρὰ καὶ στρυφνὰ, πυκνοῦντα τὴν ἔξωθεν ἐπιφάνειαν εὐθὺς ἅμα τῷ προσπίπτειν αὐτῇ κωλύει τὰς ὑγρότητας εἴσω φέρεσθαι. τὰ δἐπὀλίγον μὲν στύφοντα, τὸ πλεῖστον δἐν αὐτοῖς ἔχοντα λεπτομεροῦς τε ἅμα καὶ χλιαρᾶς οὐσίας, οὐχ ὅπως οὐ κωλύεται πρὸς τῆς στύψεως ἐγκαταβαίνειν τῷ βάθει τῶν πλησιαζόντων σωμάτων, ἀλλὰ καὶ συνεργεῖται μᾶλλον ἐπωθούμενα πρὸς αὐτῆς. ὅσα μὲν γὰρ ἁπλῶς ἐστι λεπτομερῆ καὶ θερμὰ, διαφορεῖ  μᾶλλον ἐκ τῶν σωμάτων οἷς πλησιάζει τὰς ὑγρότητας καὶ οὐ προστίθησιν ἑτέρας. ὅσα δὲ παχυμερῆ τε ἅμα καὶ ψυχρὰ, τὴν ἀρχὴν οὐδεἰσάγειν οὐδεμίαν ὑγρότητα πέφυκεν. ἐν οἶς δἐστὶν ὑγρότης χλιαρά τε ἅμα καὶ λεπτομερὴς, ταῦτοὐδὲν κωλύει διὰ μὲν τὸ λεπτομερές τε ἅμα καὶ χλιαρὸν τῆς οὐσίας ἑτοίμως κινούμενα διεξέρχεσθαι τοὺς πόρους τῶν κινουμένων σωμάτων. ὅτι δὲ οὐχ ἱκανῶς θερμαίνει δῆλον ἐκ τοῦ τὴν ὑπάρχουσαν αὐτοῖς ὑγρότητα μὴ διαφορεῖν. εἰ δὲ πρὸς τῷ τοιαῦτα τυγχάνειν ὄντα καὶ βραχείας τινὸς μετέχει στύψεως, οἵας ἐπωθεῖν τε καὶ πρὸς τὸ βάθος ὅσον ἔφθασεν εἰσδῦναι τοῖς πόροις λεπτομερὲς, σφίγγειν τέ πως καὶ πυκνοῦν τὴν ἔξωθεν ἐπιφάνειαν, πάντων ταῦτα τῶν ὑγραινόντων ἄριστα δραστήρια. μὲν γὰρ στύψις ἀποκλείειν φθάνουσα τοὺς πόρους, εἰς ἑαυτήν τε συνάγουσα καὶ πιλοῦσα τὴν πλησιάζουσαν οὐσίαν, ἐμποδὼν ἵσταται τοῖς τέγγειν πεφυκόσιν. δὲ οὕτως ἀσθενὴς, ὡς ἐν τῷ ῥοδίνῳ νικωμένη μᾶλλον νικῶσα, φθάσαι μὲν οὐχ οἵα τέ ἐστι τὰ λεπτομερῆ καὶ λεπτὰ τοῦ ῥοδίνου μόρια, δυνόντων δεἰς τὸ βάθος ἐκείνων ἐνεργεῖν ἄρχεται περὶ τὴν ἐκτὸς ἐπιφάνειαν, πιλοῦσα καὶ συνάγουσα καὶ πυκνοῦσα καθὅσον οἵα τέ ἐστιν. ἐξ ὧν ἀνάγκη προωθεῖσθαι μὲν εἴσω τὰ φθάσαντα τοῖς πόροις εἰσδῦναι σμικρομερῆ σώματα, κωλύεσθαι δὲ ἔξω παλινδρομεῖν ἀποκλεισθέντων τῶν πόρων.
§18 Εἰς δὲ δὴ τὰ τοιαῦτα τῶν ἔργων καὶ τῶν ἡμετέρων σωμάτων ἔμφυτος θερμότης οὐ σμικρὰ συνεργάζεται. καὶ γὰρ εἴσω τε πρὸς ἑαυτὴν ἐπισπᾶται καὶ λεπτύνει καταθραύουσα ταύτῃ καὶ τὰ φύσει ψυχρὰ φάρμακα, τὰ δηλητήρια καλούμενα, κώνειον καὶ μήκων καὶ ὑοσκυάμου σπέρμα καὶ μανδραγόρας καὶ ὅσα ἄλλα τοιαῦτα, θᾶττόν τε καὶ μᾶλλον ἐν ταῖς θερμαῖς φύσεσιν ἐνεργεῖ. καί σοι καὶ τοῦτο τῶν ἀπόρων ὑποληφθὲν ἓν εἶναι προβλημάτων, εἰ μὴ ῥαθύμως προσέχοις τοῖς λεγομένοις, ἑτοίμως ἕξει τὴν λύσιν. εἰ γὰρ δὴ τὸ μὲν ἀποκτεῖναι τοῖς τοιούτοις ἀδύνατον, εἰ μὴ καὶ τὴν καρδίαν αὐτὴν καταψύξαιεν, εἴσω δήπου βαδίζειν αὐτὰ χρὴ καταθραυόμενα καὶ λεπτυνόμενα. τοῦτο δἐκ μὲν τῆς οἰκείας οὐκ ἔχει φύσεως, ἁδρομερῆ τε γάρ ἐστι καὶ δυσκίνητα καὶ τὴν εἰς λεπτὰ τομὴν καὶ πρόσω φορὰν ἐξ αὐτῶν οὐκ ἄν ποτε σχόντα, ἐπικτήτου τέ τινος δεῖται θερμότητος, τεμνούσης καὶ λεπτυνούσης καὶ καταθραυούσης εἰς μικρὰ καὶ οἷον ποδηγούσης τε καὶ παραγούσης, εἰς τοὺς κατὰ λεπτὸν πόρους ἁπάντων τῶν μορίων. ἔστἂν οὖν ἀπορῇ τοιαύτης, μέλλει καὶ βραδύνει, τοῖς τε μεγάλοις τῶν πόρων ἰσχόμενα καὶ ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις οἷον ἐννηχόμενα καί που τί κᾀν τῷ χρόνῳ κατὰ τὴν πολλὴν ἄλην ὑπὸ τῶν ἐν αὐταῖς χυμῶν ἀντιπάσχοντα. δέδεικται γὰρ ἤδη πολλάκις ὡς εἰς ἀλλήλας αἱ ποιότητες πᾶσαι δρῶσι κατά τι καὶ λίθος ἔπαθεν ὑπὸ συνεχοῦς πληγῆς ὕδατος σταλαγμοῦ καὶ ξίφος ἠμβλύνθη τέμνον κηρὸν, ἐπιδέδεικταί τε τὰς ἐν τοῖς ζώοις ἐνεργείας ὑπὸ τῶν στερεῶν σωμάτων ἐν αὐτοῖς γίγνεσθαι, ἐπειδὰν μηδέπω ταῦτ κατεψυγμένα πρὸς τῶν ψυχόντων φαρμάκων, ἀναγκαῖόν ἐστι περιεῖναι τῷ ζώῳ· οὐ καταψύχεται δὲ πρὶν εἰς τοὺς οἰκείους αὐτῶν πόρους ἐνδῦναι. τοῦτο δἐξ αὐτῶν οὐχ ὑπάρχει τοῖς ἁδρομερέσι καὶ ψυχροῖς φαρμάκοις, εἰ μὴ τύχῃ τοῦ ποδηγοῦντος. ποδηγεῖ δὲ ὡς τὸ μὲν πρῶτον αἴτιον ὁλκὴ τῶν ἀρτηριῶν. ἐδείχθησαν γὰρ ἐν τῷ διαστέλλεσθαι πᾶν ἕλκουσαι τὸ πλησιάζον, ὡς δὲ τὸ δεύτερόν τε καὶ ὑλικὸν λεπτομέρεια τῆς οὐσίας, ἣν ἐξ ἑαυτῶν οὐκ ἔχοντα τὰ ψυχρότερα καὶ παχυμερέστερα φάρμακα, δεῖται τῶν παρεξόντων. ὅσα τοίνυν ἐστὶ τῶν σωμάτων ψυχρὰ ταῖς κράσεσι, τήν θὁλκὴν τῶν ἀρτηριῶν ἀσθενεστέραν ἔχει ταῦτα τῶν θερμῶν, ἐδείχθη γὰρ καὶ τοῦτο, καταθραύειν ταχέως εἰς μικρὰ τὰς τῶν φαρμάκων οὐσίας ἀδυνατεῖ. κᾀκ τούτου βραδῦνον τὸ φάρμακον ἐν τῷ χρόνῳ τι καὶ αὐτὸ πάσχειν εἰκὸς, ὥστἔστιν. ὅτε καὶ πεφθῆναι· καθάπερ καὶ τῆς θριδακίνης χυλός. ἐν γὰρ τῷ χρόνῳ καὶ οὗτος πέττεται· φθάσας δὲ εἰς τὴν καρδίαν ἀκραιφνὴς ἐξικέσθαι παραπλησίως ἀναιρεῖ κωνείῳ. πάσχουσι δὲ τοῦτο καὶ οἱ ἄλλοι πάντες σφοδρῶς ψύχοντες χυλοί. εἰ γὰρ μὴ δυνηθεῖεν ἐν τάχει διαφθεῖραι, τοὐντεῦθεν ἤδη παντάπασιν ἄπρακτοι καθίστανται. τοῖς δὲ κατὰ διάβρωσίν τε καὶ σῆψιν ἀναιροῦσιν ἰσχυροῖς ὑπάρχει γίγνεσθαι χρονίζουσι. σήπεται γὰρ ἐν τῷ χρόνῳ πάντα καὶ ἔτι μᾶλλον ἐν ὑγρῷ καὶ θερμῷ χωρίῳ. δεόντως οὖν οἷς μὲν ἐκ τοῦ ψύχειν βλάβη, τὸ τάχος τῆς ἐνεργείας εἰς ὄλεθρον συντελεῖ. θερμαινόμενα γὰρ τῷ χρόνῳ τὴν δύναμιν τὸ δρᾷν εἶχεν ἀπόλλυσιν. οἷς δἐκ τοῦ σήπεσθαι τὸ δρᾷν ἐστιν, αὐξάνει τὴν ἐνέργειαν χρόνος, ὅτι καὶ τὴν σῆψιν. ἀπολέσθαι μὲν γὰρ ζῶον οὐκ ἐγχωρεῖ οὐδὲν, ἄνευ τοῦ παύσασθαι τὴν καρδίαν ἐνεργοῦσαν, οὐκ ἐνδέχεται δὲ παύσασθαι ταύτην ἄνευ μεγίστης τινὸς δυσκρασίας. οὐ γὰρ δὴ ἁπλῶς θερμοτέρα τοῦ δέοντος εἰς ὅσον ἔτυχεν ψυχροτέρα γεννηθεῖσα παύσεται κινουμένη. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδεἰ ξηρὰ μετρίως ὑγρὰ γένοιτο. χεῖρον μὲν γὰρ ἐνεργήσει διὰ τὰς τοιαύτας δυσκρασίας, ἀκίνητος δὲ οὐκ ἔσται, πρὶν ἐξαίσιόν τινα θερμασίαν, ψύξιν, τῶν ἄλλων τινὰ τῶν δραστικῶν ποιοτήτων ἀναδέξασθαι. παραπλήσιον δέ τι συμβαίνει τοῖς κατὰ ψύξιν  ἀναιροῦσι φαρμάκοις, ὅταν ἐν τῷ πρὸς μὲν καρδίαν ἔρχεσθαι βραδύνῃ, τῷ πολλάκις ἐπὶ τῶν ὑγρῶν τε καὶ χλωρῶν ξύλων γιγνομένῳ. καὶ γὰρ καὶ ταῦτα, πολλὰ μὲν ἀθρόως ἐπιτιθέντα τῷ πυρὶ κατασβέννυσιν ἐν τάχει, περιτεθέντα δἐν κύκλῳ πάντα καὶ προξηρανθέντα καὶ προθερμανθέντα, κᾄπειτα τιθέμενα κατὀλίγον, οὐ μόνον οὐ κατασβέννυσιν, ἀλλὰ καὶ τροφὴ γίγνεται τοῦ πυρός. οὕτως οὖν καὶ τὸ κώνειον ἄνθρωπον μὲν ἀναιρεῖ, τῇ τε τῶν πόρων εὐρύτητι καὶ τῷ πλήθει τῆς θερμότητος καὶ τῇ ῥώμῃ τῆς τῶν ἀρτηριῶν ὁλκῆς, ἰσχυρὸν ἔτι πρὸς τὴν καρδίαν ἀφικνούμενον. οὐκ ἀναιρεῖ δὲ τοὺς ψάρας, ἐπὶ τοῖς ἐναντίοις αἰτίοις ἐπεχόμενόν τε καὶ βραδῦνον καὶ φθάνον ἐν τῷ χρόνῳ προπέττεσθαι καὶ προπαρασκευάζεσθαι, καθάπερ ἑστίᾳ τινὶ τῇ καρδίᾳ προθερμαινόμενον, ὡς ἔξω τὸ ξύλον ὥστε οὐδὲ τοῦτο θαυμαστὸν οὐδὲ ἄπορον, ἀλλοἷόν τι καὶ ταῖς θριδακίναις ὑπάρχει. τρέφουσι γὰρ αὗται τοὺς ἀνθρώπους ἐσθιόμεναι συμμέτρως. εἰ δὲ καὶ θλίψας αὐτῶν τὸν χυλὸν, καταῤῥοφήσειέ τις δαψιλῆ, τὸν αὐτὸν τρόπον τεθνήξεται τοῖς τὸ κώνειον, μηκώνειον προσενεγκαμένοις. ὡς οὖν θριδακίνη, φθάσασα μὲν ἀποψῦξαι τὴν καρδίαν ἀναιρεῖ, πεφθεῖσα δὲ τροφὴ γίνεται τοῦ ζώου, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ τὸ κώνειον ἄνθρωπον μὲν ἀνειρεῖ τῷ φθάνειν, ψάρας δὲ τρέφει τῷ βραδύνειν. ἀναιρήσει δὲ οὐδὲ ἄνθρωπον, ἂν ὀλίγον ληφθείη. καὶ τοῦτο καὶ Ἀττικὴ γραῦς ἔδειξεν, ἧς ἅπαντες μνημονεύουσιν, ἀπἐλαχίστου μὲν ἀρξαμένη κωνείου, προελθοῦσα δὲ ἀλύπως ἐπὶ πλῆθος ἱκανόν. ἐξ ἀρχῆς μὲν γὰρ ἐνικήθη τὸ βραχὺ διαὐτὴν τὴν ὀλιγότητα, τῷ δὲ ἐθισμῷ σύμφυτον ἐγένετο. καὶ οὐ νῦν καιρὸς ἀποδιδόναι τὴν αἰτίαν τοῦ πλεῖστον δύνασθαι τὰ ἔθη καὶ φύσεις ἐπικτήτους, ὥσπερ οὖν εἴρηται πρὸς τῶν παλαιῶν ὑπάρχειν. οὕτω γὰρ ἄν μοι τὸ πάρεργον μεῖζον τοῦ ἔργου γένοιτο, πρὸς τῷ καὶ γεγράφθαι κατὰ μόνας ὑπὲρ αὐτοῦ. συνάπτειν δὲ χρὴ καὶ περαίνειν τὸν ἐνεστῶτα λόγον.
§19–27
§19 Τῶν τοίνυν ἀναιρούντων κατὰ ψύξιν φαρμάκων οὐδὲν ὑπάρχει τῷ γένει δηλητήριον, ἀλλὰ τῷ ποσῷ μόνον. ἐπὶ δέ γε τῶν διαβιβρωσκόντων τε καὶ σηπόντων καὶ θερμαινόντων οὐχ ὡσαύτως ἔχει. ἀλλὰ περὶ μὲν τούτων ὀλίγον ὕστερον ἐροῦμεν. ὅσα δὲ τῷ ψύχειν ἀναιρεῖ, ταῦτα οὐκ ἀναιρήσει σμικρὰ τῷ πλήθει ληφθέντα, καθάπερ οὐδεἰ πολλῇ φλογὶ βραχὺ καταχέεις ὕδωρ, ξύλον ἓν ἐπιθείης ὑγρόν τε καὶ χλωρόν. ὥσπερ γὰρ εἰ μὴ θερμασίαν ἔχοι δαψιλῆ, καταθραύουσάν τε καὶ ποδηγοῦσαν αὐτὸ μέχρι τῆς καρδίας, ἀδύνατον ἀναιρεῖν ἐστιν, οὕτως εἰ τὸ καταθραῦον αὐτὸ καὶ ποδηγοῦν ἰσχυρότερον εἴη πολλῷ, τελέως ἐκνικήσει καὶ μεταβαλεῖ καὶ τροφὴν ποιήσει αὑτῷ τὸ φάρμακον.
§20 Εὐθὺς μὲν οὖν ἐν τῷδε κᾀκείνου μεμνῆσθαι χρὴ, τοῦ καὶ τὰ ψυχρὰ τῇ φύσει φάρμακα δεόντως ὑπὸ τῶν ἀρχαίων εἰρῆσθαι δυνάμει ψυχρά. λαμβάνει γάρ πως καὶ ταῦτα τὸ ψύχειν ἐξ ἡμῶν, ὥσπερ καὶ τὸ θερμαίνειν τὰ θερμά. εἰ δὲ καθἕτερον μὲν ἐκεῖνα, καθἕτερον δὲ καὶ ταῦτα τρόπον, οὐδὲν διαφέρει. τὸ γὰρ καθόλου καὶ κοινὸν ἐν ἀμφοτέροις ταὐτὸν, ἀρχὴ τῆς ἀλλοιώσεως ἐκ τοῦ μέλλοντος πάσχειν σώματος εἰς τὸ μέλλον δρᾶσαι φάρμακον. ἀλλοιοῦται δὲ τὰ μὲν τῇ δυνάμι θερμὰ τῷ θερμαίνεσθαι μόνον ὑφἡμῶν, τὰ δὲ τῇ φύσει ψυχρὰ τῷ καταθραύεσθαί τε καὶ κίνησιν προσλαμβάνειν ἐπίκτητον. ἐπεὶ τοίνυν ὡς ψυχροῖς αὐτοῖς δρᾷν οὐκ ἄνευ τοῦ πάσχοντος σώματος ὑπάρχει, δεόντως εἴρηται δυνάμει ψυχρά. τὸ γὰρ ἐνεργείᾳ ψύχειν ἡμᾶς οὐκ ἔχει τελέως ἐξ αὑτῶν, ἀλλὰ πρότερον ὑφἡμῶν δεῖται παθεῖν, ἵνα ψύξῃ. τό τε γὰρ εἰς μικρὰ καταθραυσθῆναι καὶ τὸ κίνησιν ἐπίκτητον προσλαβεῖν πάθη τῶν φαρμάκων ἐστίν. τῷ μέντοι βουλομένῳ καλεῖν ἐνεργείᾳ ψυχρὰ καὶ τὰ τοιαῦτα συγχωρητέον, ἐν ὀνόματι λοιπὸν ἐσομένης τῆς διαφωνίας, ἐὰν ὁμολογῆται τὸ πρᾶγμα. δεῖται γὰρ, ὡς ἄρτι δέδεικταί μοι, τὰ τοιαῦτα πάντα θερμοῦ σώματος εἰς τὸ δρᾶσαι. καὶ διὰ τοῦτο καὶ τὸ μηκώνειον καὶ τὸ κώνειον οἴνῳ μιχθέντα θᾶττον ἀναιρεῖν πέφυκεν, ἀλλοὐκ ἐν ἁπάσῃ συμμετρίᾳ. παμπόλλῳ μὲν γὰρ ἐλάχιστα κραθέντα κᾂν νικηθείη τελέως· ὀλίγῳ δὲ πολλὰ ποδηγεῖται μὲν ἐπὶ τὴν καρδίαν, νικᾶσθαι δὲ οὐ δύναται. εἰ δὲ καὶ φθάνοι μέν τις ἤδη πεπωκὼς ὀπὸν μήκωνος ὃς ἀναιρεῖν μὲν πέφυκεν, ἔτι δὲ εἴη ζῶν, εὐλόγως καὶ τοῦτον ἰᾶται παλαιὸς καὶ πολὺς οἶνος πινόμενος, καὶ μᾶλλον εἰ τῶν εὐγενῶν εἴη· καὶ γὰρ καὶ θερμαίνει μᾶλλον. ὅτι μὲν γὰρ οὔπω κατέψυκται σφοδρῶς καρδία, δῆλον ἐκ τοῦ ζῇν ἔτι τὸν ἄνθρωπον. ὅτι δὲ πάντως ἐν τῷ βραδεῖ τῆς ὁδοιπορίας προμεταβέβληταί πως ἤδη τὸ φάρμακον ὑπὸ τοῦ σώματος, ὥσπερ τὸ χλωρὸν ξύλον ὅταν ἐγγὺς εἴη κείμενον τοῦ πυρὸς, οὐδὲ τοῦτο ἄδηλον. οἶνος οὖν ἐν τούτῳ θερμὸς πινόμενος ἄριστον ἴαμα, καὶ ἡμεῖς ἤδη τινὰ κατεψυγμένον ἐσχάτως ἀνεσώσαμεν οἴνῳ Λεσβίῳ. δύναιτο δἂν καὶ Φαλερῖνος καὶ Σουῤῥεντῖνος, Ἀριούσιός τε καὶ Τμωλίτης αὐστηρὸς, οἵ τε ἄλλοι πάντες θερμοὶ καὶ ἀκριβῶς οἰνώδεις οἶνοι τὴν αὐτὴν ἐνέργειαν ἐπιδείξασθαι τῷ Λεσβίῳ. καθόλου γὰρ ὃς ἂν λεπτὸς μὲν καὶ διαυγὴς τὴν σύστασιν, κιῤῥὸς δὲ ξανθὸς τὴν χρόαν, εὐώδης τε κατὰ τὴν ὀσμὴν, κᾀν τῷ κεράννυσθαι πλείστου δεόμενος ὕδατος, ἱκανῶς θερμαίνειν πέφυκε καὶ πάντῃ τοῦ σώματος ῥᾳδίως φέρεσθαι. τοιοῦτος οὖν οἶνος τῇ φύσει καὶ παλαιὸς τὴν ἡλικίαν, ἀκρατέστερος  κεραννύμενος ἰᾶται καὶ τοὺς ἤδη κατεψυγμένους οὐχ ὑπὸ μήκωνος ὀποῦ μόνον, τινος ἄλλου τῶν τοιούτων ψυχόντων φαρμάκων, ἀλλὰ καὶ τοὺς ἤτοι στομαχικῶς καρδιακῶς ἐν νόσοις συγκοπτομένους. δὲ σὺν αὐτοῖς τοῖς ψύχουσι φαρμάκοις πινόμενος ὑπὲρ τοῦ θᾶττον ἀναιρεῖν, οὔτε πολὺς οὗτός ἐστιν οὔτεὐγενὴς, ἀλλὅσον εἰς τὸ καταθραῦσαί τε καὶ παραπέμψαι μόνον ἐπὶ τὴν καρδίαν αὐτὰ τῇ ῥύμῃ τῆς ἀναδόσεως. καὶ περὶ μὲν τούτων ἀρκείτω ταῦτα.
§21 Ἐπεὶ δὲ καὶ περὶ τῶν κατὰ σηπεδόνα καὶ διάβρωσιν ἀναιρούντων φαρμάκων ἐρεῖν ὑπεσχόμην, ὡς ἐν τῷ χρόνῳ χείρω γίγνεται καὶ τῷ γένει φθαρτικὰ τῆς ἡμετέρας ὑπάρχει φύσεως, οὐχ ὡς τὰ ψύχοντα τῷ πλήθει μόνον, ἤδη μοι καιρὸς ἂν εἴη καὶ περὶ τούτων εἰπεῖν. καὶ γάρ πως καὶ συνῆπται κατά τι τοῖς περὶ τῶν δυνάμει θερμαινόντων φαρμάκων λόγος αὐτῶν. εἰκὸς μὲν γὰρ εἶναι τά γε πλεῖστα τῶν τοιούτων ἤδη θερμὰ καὶ κατἐνέργειαν, ἀλλἡμᾶς λανθάνειν, ὅτι πλείονος αὐτοὶ μετέχομεν θερμασίας ὅτι παχυμερὴς αὐτῶν ἐστιν οὐσία. πάλιν γὰρ τῶν αὐτῶν ἀναμνησθῶμεν, ὡς ἐν τῷ βαλανείῳ ψυχρὸν ἡμῖν φαίνεται τὸ οὖρον. ἀναμνησθῶμεν δὲ καὶ ὡς εἰς δεξαμενὴν θερμὴν ἐνίοτε καταβῆναι μὴ δυνάμενοι, προκαταβάντες εἰς ἑτέραν ἧττον αὐτῆς θερμὴν, ἀλύπως ἐχρησάμεθα τῇ τέως ἀφορήτῳ φαινομένῃ. καὶ μὲν δὴ καὶ τὸ πηγαῖον ὕδωρ ἐν χειμῶνι τοῖς μὲν ψυχρὰς ἔχουσι τὰς χεῖρας φαίνεται χλιαρὸν, τοῖς δὲ ἄλλοις οὐ φαίνεται τοιοῦτον. καθόλου γὰρ, ὡς καὶ πρότερον ἐλέγετο, κατὰ τὴν ἑαυτοῦ διάθεσιν ἕκαστον τῶν σωμάτων αἰσθάνεται τῶν πλησιαζόντων. οὕτω γοῦν ἐὰν μὲν ψυχρὰν ἔχων τὴν χεῖρα καθήσῃ εἰς σωρὸν πυρῶν, αἰσθήσῃ σαφῶς θερμότητος, ἐὰν δὲ θερμὴν, οὐκ αἰσθήσῃ· σωρῷ μέντοι κόπρου περιστερῶν, καὶ μάλιστα τῶν ἀγρίων, κᾂν θερμὴν ἐνθῇς τὴν χεῖρα, σαφοῦς αἰσθήσῃ θερμασίας. οὕτω δὲ καὶ μίσυ καὶ χαλκῖτις, ἰός τε καὶ τίτανος καὶ ἕτερα μυρία τῶν τοιούτων, εἰ σεσωρευμένοις αὐτοῖς ἐμβάλῃς τὴν χεῖρα, παραχρῆμά σοι φανεῖται θερμά. βῶλον μέντοι λαβὼν ἐξ αὐτῶν τινα, τὴν ἐκτὸς ἐπιφάνειαν ὑπὸ τοῦ ἐκτὸς καὶ πέριξ ἀέρος κατεψυγμένην, εὐλόγως οὐδεμιᾶς αἰσθήσῃ θερμότητος. καὶ γὰρ τῶν κατεψυγμένων αὐτῆς ἅπτῃ μορίων καὶ πρὶν εἰς λεπτὰ καταθραῦσαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν χειμῶνι πολλάκις, φρεατιαῖον ὕδωρ, ἄλλως πηγαῖον ἐφάνη θερμὸν τοῖς ἁπτομένοις, ἀλλεἰ προθερμήνας τις τὰς χεῖρας ἅπτοιτο, φανεῖται ψυχρὸν, ἕτερά τε μυρία τοιαῦτα δυνατὸν ἀναμιμνήσκειν ἐστὶν, ἐξ ὧν οὐκ ἄν τις ἀπιστήσειεν, ὡς τὰ δυνάμει θερμὰ τῶν φαρμάκων, ὡς πρὸς ἡμᾶς ἑτέρῳ γένει ζώων ἐστὶν ἐνεργείᾳ θερμά.
§22 Τοῦτο μὲν οὖν, οἷον ὁδοῦ τι πάρεργον λελέχθω. τὰ δἐν τῷ πλησιάζειν ἡμῖν ἤτοι κατὰ διάβρωσιν, κατὰ σῆψιν ἀναιροῦντα, περὶ τούτων γὰρ ἦν λόγος, εὐλόγως ὑπείληπται τῷ γένει δηλητήρια τῆς ἀνθρώπου συστάσεως ὑπάρχειν, οὐχ ὥσπερ τὰ ψύχοντα τῷ ποσῷ μόνον. ταῦτα μὲν γὰρ καὶ νικᾶταί ποτε καὶ τροφὴ γίγνεται τοῦ ζώου, τὰ δὲ σηπόμενα κᾂν ἐλάχιστα τοῖς ὄγκοις ληφθῇ, πάντως διαφθείρεται, τῷ σήπεσθαι μὲν ἅπαντα τὰ σηπτὰ, θερμαινόμενά τε καὶ ὑγραινόμενα, θερμὸν δὲ εἶναι καὶ ὑγρὸν τὸ αἷμα. παύσασθαι τοίνυν οὐδέποτε δύναται σηπόμενά τε καὶ ἀντισήποντα; τὰ σηπεδονώδη φάρμακα. καὶ διὰ τοῦτο μετὰ πάμπολυν ἔνια χρόνον ἀναιρεῖ τοῦ ληφθῆναι, καὶ μάλισθὅσα παχυμερῆ καὶ γεώδη ταῖς οὐσίαις ἐστίν. ἐνιζάνοντα γὰρ ταῦτα τοῖς σώμασιν ἡμῶν, εἶτα ἐν τῷ χρόνῳ σηπόμενα, διαβιβρώσκει τε καὶ συνδιαφθείρει τὰ πλησιάζοντα τοῦ ζώου μόρια.
§23 Τὰ μὲν γὰρ λεπτομερέστερα κᾂν ἐκκριθείη ποτὲ μετὰ τῶν περιττωμάτων καὶ σχεδὸν διὰ δύο ταύτας αἰτίας οὐκ ἀνεῖλέ ποτε τῶν κατὰ σηπεδόνα καὶ διάβρωσιν ἀναιρούντων ἔνια· μίαν μὲν, ἣν νῦν πέπαυμαι λέγων, ὅταν ἅμα τοῖς περιττώμασιν ἐκκριθέντα τύχῃ, πρὶν ἀδικῆσαι τὸ σῶμα· τὴν δἑτέραν, ὅταν εὐτυχήσῃ πως λαβὼν αὐτὰ χρώμενος ἐδέσμασιν, τοῖς ἄλλως ἂν ὠφελήσασιν, τινος ἐπιστατοῦντος, εἰ οὕτως ἔτυχεν, ἰατροῦ. μεγάλης μὲν γὰρ οὔσης τῆς βλάβης ἀπαὐτῶν, οὐκ ἐγχωρεῖ καταστῆναι, διαίτῃ καὶ χρείᾳ γενναίων τε φαρμάκων καὶ ἰατροῦ βοηθοῦντος. εἰ δὲ παντελῶς ὀλίγον εἴη τὸ δηλητήριον, ἐνδέχεται καὶ τοῦτο μηδὲν ἀνύσαι τῷ γε μετὰ τῶν περιττωμάτων ἐκκριθῆναι καὶ τῇ δεούσῃ διαίτῃ χρήσασθαι τὸν ἄνθρωπον, οἷον εἰ κανθαρίδος εἴη μέρος ἑκατοστὸν τῆς δραχμῆς. ἐκκριθήσεται γὰρ ἅμα τοῖς οὔροις τοῦτο πρὶν ἀδικῆσαι τὸ ζῶον. ἀμέλει καὶ μίγνυται κανθαρίδος οὐρητικοῖς φαρμάκοις, ὥσπερ καὶ πλείστων ἄλλων θανασίμων τοῖς ἀλεξιφαρμάκοις. καὶ τά γε τοιαῦτα τῶν συνθέτων φαρμάκων ὅταν ἐπιτηδείως μιχθῇ, δραστικώτατα γίνεται, καθάπερ καὶ τὸ διὰ τῆς κανθαρίδος οὐρητικόν. ἔστι μὲν γὰρ πως καὶ ἄλλως ὁρμὴ ταῖς κανθαρίσιν ἐπὶ κύστιν διοὔρων, οὕτω γοῦν αὐτὴν ἕλκουσιν ἀναβιβρώσκουσαι. ἀλλὅταν ὀλίγον αὐτῶν πολλοῖς χρηστοῖς μίγνυται, ποδηγεῖ μὲν ἐκεῖνα, διαβιβρώσκειν δὲ οὐ δύναται. δεῖ γὰρ, οἶμαι, παντὶ τῷ δράσοντι, κᾂν ἰσχυρότατον , ποσοῦ τινος μεγέθους, ὅπου γε καὶ τὸ πῦρ, εἰ παντελῶς ἐλάχιστον  εἴη, πρὸς τῷ μὴ καίειν οὐδὲ θερμαίνειν δύναται. τὸ γοῦν ἑκατοστὸν μέρος τοῦ σπινθῆρος ἀναίσθητον ἡμῖν ἐστιν. ἐξ ὧν ἁπάντων εὔδηλον ὡς ὅσα μὲν τῷ ψύχειν ἀναιρεῖ βραχέα ληφθέντα δύναιτἂν θρέψαι τὸ σῶμα, καθάπερ καὶ τῆς θριδακίνης χυλὸς, ὅσα δὲ τῷ διαβιβρώσκειν, σήπειν, οὐχ οἷά τε τρέφειν ἐστὶν οὐδἂν ὑπὸ σμικρότητος ἀλύπως διεξέλθῃ τὸ σῶμα. τῷ γένει γάρ ἐστι τὰ τοιαῦτα τῆς ἀνθρώπου συστάσεως ἐναντία.
§24 Καθάπερ ἐπὶ τῶν χυλῶν ἔμπροσθεν εἴπομεν, ὡς σχεδὸν οὐδεὶς αὐτῶν ἐστιν ἄμικτος ἀλλοτρίας ποιότητος, ἀλλὰ κᾀν δένδροις κᾀν ταῖς πόαις κᾀν τοῖς καρποῖς ἀναμεμιγμένοι τοῖς ἑτερογενέσιν εἰσὶν, οὕτω χρὴ νοῆσαι κᾀν τοῖς φαρμάκοις ἀναμεμίχθαι πολλῶν ἑτερογενῶν οὐσίας. εὕροις γὰρ ἂν, εἰ λογίζοιο, κόκκον Κνίδιον διαφέροντα κνίκου τῷ πλείστης μετέχειν θερμότητος. τὴν μὲν γὰρ ὁμοιότητα τῶν οὐσιῶν ἀμφοτέρων ἔνεστί σοι καὶ διὰ τῆς ἁφῆς καὶ τῆς ὄψεως καταμαθεῖν. καὶ τρίτον ἐπὶ τούτοις, ὡς ἔστιν ἀμφότερα φλέγματος ἀγωγά. δέδεικται γὰρ ἡμῖν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ὡς οἰκειότητι τῶν ἐν ταῖς οὐσίαις ποιοτήτων αἱ ὁλκαὶ συντελοῦνται. μέμικται μὲν γὰρ θερμότητος ἱκανῆς τῷ κόκκῳ καὶ ταύτῃ τοῦ κνίκου διαφέρει. καὶ διὰ τοῦτο ἔνια τῶν καθαρτικῶν φαρμάκων, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν πρὸς τῷ μηδὲν βλάπτειν τὸ σῶμα καὶ τροφὴ γίνεται τοῦ ζώου, τὰ δὲ εἰς τὸ φθαρτικόν τε καὶ δηλητήριον ἐκτρέπεται. πάντως μὲν γὰρ ὁμοιότητά τινα ἔχει τὸ καθαῖρον φάρμακον ἑνί γέ τῳ τῶν ἐν ἡμῖν χυμῶν, οὐκ ἐξ ἅπαντος δὲ ἐπιμέμικταί τις αὐτῷ δηλητήριος δύναμις, ὥστοὐδἐξ ἅπαντος ἀδικήσει μὴ καθᾶραν, ἀλλὰ πεφθήσεταί τε καὶ γεννήσει τοιοῦτον χυμὸν οἵου περ ἦν ἑλκτικόν.
§25 Οὐκ ἀγνοῶ δὲ ὅτι τοῖς τοιούτοις λόγοις ἱκανῶς ἀκολουθεῖν οὐκ ἐγχωρεῖ μὴ προγεγυμνασμένους ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. ἐδείχθησαν γὰρ ἐν ἐκείνοις ὡς ἐν οἰκειότητι ποιοτήτων ὁλκαὶ πλεῖσται γίνονται, καὶ διὰ τοῦτο καὶ τῶν τοῦ ζώου μορίων ἕκαστον εἰς ἑαυτὸν τὴν οἰκείαν ἐπισπᾶται τροφήν. ἕπεται δὲ τῷ δόγματι τούτῳ καὶ τὰ καθαίροντα φάρμακα τοῖς μὲν ἑλκομένοις χυμοῖς ὑπάρχειν οἰκεῖα, δραστικώτερα δέ πως εἶναι τὰ ἕλκοντα, καθάπερ καὶ Μαγνῆτις λίθος τοῦ σιδήρου. σιδηρίζει μὲν γὰρ καὶ αὐτὴ κᾀν τοῖς τοῦ σιδήρου μετάλλοις εὑρίσκεται καὶ δεινῶς αὐτῷ προσέοικεν τὴν ἰδέαν, ἀλλἰσχυροτέρα πώς ἐστιν, ὡς ἕλκειν μᾶλλον ἕλκεσθαι. καὶ μὲν δὴ καὶ τὸν κνίκον οὐκ ἀπελπιστέον εἶναι φλεγματώδη, ὡς ἐν τῇ χρόᾳ δείκνυσιν, ἀλλὑπὸ θερμότητος ἰσχυρότερος φλέγματος, ὡς ἕλκειν μᾶλλον ἕλκεσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ Κνίδιος κόκκος, ἀλλἐάν ποτε νικηθείη ὑπὸ τοῦ σώματος ἡμῶν, συμβαίνει δὲ κνίκῳ μὲν συνεχῶς τοῦτο, τῷ κόκκῳ δοὐ πάνυ τι διὰ τὴν ἰσχὺν, ἀντὶ τοῦ καθαίρειν γίνεται τροφὴ, καθάπερ ἐλλέβορος ὀρτύγων ἀεί. βούλομαι δὲ, ἐπεὶ κατὰ τούτου τοῦ λόγου γέγονα, καί τινος θεωρήματος ἀναμνῆσαι λογικοῦ, δεδειγμένου κᾀν τοῖς περὶ ἀποδείξεων ὑπομνήμασιν, εἰς τὰ παρόντα χρησίμου. ἔστι δὲ τὸ θεώρημα τοιόνδε. τῶν ἀποδείξεων αἱ μὲν ὡς ἐξ ἀνάγκης ὑπάρχει τόδε τῷδε περαίνουσιν, αἱ δὲ ὡς ὑπάρχειν ἐνδέχεται. τούτων δὲ αὐτῶν μεταπίπτουσί τινες εἰς τὸ ἐξ ἀνάγκης ὑπάρχειν, ὅταν ἀναγκαίαις ἀρχαῖς ἕπωνται, καθάπερ καὶ ἐν αὐτῷ τούτῳ τῷ νῦν ἡμῖν ἀποδεδειγμένῳ. ἐν γὰρ τῷ κόκκῳ καὶ τῷ κνίκῳ τὸν φλεγματώδη περιεχόμενον χυμὸν ἐναργῶς μὲν οὐκ ἔστι δεῖξαι, τὸ δυνατὸν δὲ καὶ εἰκὸς καὶ ἐνδεχόμενον ὑπάρχει τῷ λόγῳ. ἀλλἐπειδὴ καὶ τὰς ὁλκὰς ταῖς τῶν οὐσιῶν ὁμοιότησιν ἐδείξαμεν γίγνεσθαι, δέδεικται γὰρ πολλάκις ὡς ἐν ταῖς καθάρσεσιν ὁλκὴ τῶν οἰκείων τοῖς καθαίρουσι φαρμάκοις ἐστὶν, οὐ πάντων ὁμοῦ τῶν χυμῶν ἀλλοίωσις, ἀναγκαῖον ὁμοιότητά τινα ταῖς οὐσίαις ὑπάρχειν ἀμφοτέραις, τῇ τε τοῦ καθαίροντος καὶ τῇ τοῦ καθαιρομένου. ἐπεὶ τοίνυν τὸ καθαιρόμενόν ἐστι φλέγμα, πάντως δή που καὶ τὸ ἕλκον ἀνάγκη φλεγματῶδες ὑπάρχειν. φλεγματῶδες δεἶπον χρῆναι ὑπάρχειν τὸ ἕλκον, οὐκ ἄντικρυς αὐτὸ φλέγμα. καὶ γὰρ ὁμοιότητα ταῖς οὐσίαις ὑπάρχειν ἔφαμεν, οὐ ταὐτότητα. τοὐναντίον γὰρ ἅπαν, οὔτε σίδηρος σίδηρον οὔτε σὰρξ ἕλκει σάρκα, ἀλλ μὲν σιδηρῖτις λίθος τὸν σίδηρον, δὲ σὰρξ τὸ αἷμα. διαφέρει γὰρ, οἶμαι, τὸ ταὐτὸ καὶ τὸ ὅμοιον. φλέγμα μὲν γὰρ φλέγματι ταὐτὸν καὶ κνίκος κνίκῳ, φλέγματι δὲ ὅμοιον κνίκος, οὐ μὴν ταὐτόν γε. οὐδὲ γὰρ ὅσα χολώδη τῶν ἐδεσμάτων φλεγματώδη λέγομεν, ὡς ἤδη χολὴν φλέγμα περιέχοντα, τοιαῦτα προσαγορεύομεν. ἐδείχθη γὰρ καὶ τῆσδε τῆς δόξης ἀτοπία κατὰ τε τὰ τῶν φυσικῶν δυνάμεων ὑπομνήματα καὶ ἄλλοθι πολλαχόθι.
§26 Ταυτὶ μὲν οὖν καὶ τὰ τοιαῦτα πάντα παρετέον, ἐκεῖνο δὲ αὖθις ἀναληπτέον, ὡς αὐτῶν τῶν καθαιρόντων φαρμάκων ἔνια μὲν ἤδη κέκτηται τὴν εἰς ὁλκὴν ἐπιτηδείαν ὁμοιότητα, τινὰ δοὔπω μὲν ἔχει τελέως. ἐν δὲ τῷ τοῦ ζώου σώματι προσλαμβάνει, τοῖς καυστικοῖς ὁμοίως φαρμάκοις, ὥστε καὶ ἐπὶ τούτων διττὴν εἶναι τὴν ὁμοιότητα, τὴν μὲν ἐνεργείᾳ, τὴν δὲ δυνάμει, καθάπερ κᾀπὶ τῶν ἄλλων ἁπάντων, καὶ δὴ καὶ μεμίχθαι τοῖς ὁμοίοις ἐν  ἑκάστῳ χυμοῖς ἑτέρους ἀνομοίους, τοὺς φαρμακώδεις τοὺς δὲ μή. καὶ οὕτως ἐν ταῖς ἀποτυχίαις τῶν καθάρσεων, τὰ μὲν κακόν τι δρᾷν εἰς ἡμᾶς τῶν καθαιρόντων, τὰ δὲ τροφὴν ἄλυπον γίνεσθαι.
§27 Ἐπεὶ δὲ ἅπαξ εἰς τὸν περὶ τῶν καθαιρόντων φαρμάκων ἀφικόμην λόγον, οὐ χεῖρον ἴσως εἰπεῖν τι καὶ περὶ τῶν καλουμένων ὑπερκαθάρσεων. αὗται τοίνυν γίγνονται μὲν ἐπειδὰν ἱκανῶς κατισχύσαν τὸ καθαρτικὸν φάρμακον εἰς τὰ στόματα τῶν εἰς τὴν γαστέρα καθηκόντων ἀγγείων δῆξίν τε ἅμα καὶ ἀναστόμωσιν ἐργάσῃ τε πλείονα καὶ συνεχῶς ἐρεθίζον καὶ σπαράττον τὰ σώματα καταλύσῃ τὴν ἐν τοῖς ἀγγείοις δύναμιν. οἷον γάρ τοι κᾀπὶ τῆς γαστρὸς ὁρᾶται συμβαῖνον, ὅταν εἰς ἐσχάτην ἀῤῥωστίαν δύναμις αὐτῆς καταπέσῃ, τοιοῦτον ἡγητέον γίγνεσθαι κᾀν ταῖς φλεψί. τί δὴ τὸ συμβαῖνον ἐπὶ τῆς γαστρός ἐστιν; ἔμετοι μὲν ἅπαντος τοῦ καταποθέντος, ἐπειδὰν ἐν τοῖς ἄνω μέρεσιν αὐτῆς ἀῤῥωστία συμπέσῃ, λειεντερίαι δὲ, ἐπειδὰν ἐν τῷ κάτω. δείκνυται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἐν ταῖς τῶν κενουμένων αἰτίαις. τοιοῦτόν τι πάθος ἡγητέον γίνεσθαι ταῖς φλεψὶν ἐν ταῖς ὑπερκαθάρσεσιν. οὔσης δὲ κατἀρχὰς μὲν ἔτι καὶ τῆς ἀναστομώσεως καὶ τῆς ἀῤῥωστίας μετρίας, τὸ λεπτότατόν τε καὶ ἧττον οἰκεῖον ἐκκρίνεται, ἐπὶ πλέον δὲ προηκόντων ἀμφοτέρων ἤδη καὶ τὰ παχέα καὶ τὰ οἰκειότατα τῷ ζώῳ κενοῦται. διὰ τοῦτο οὖν μὲν ξανθὴ χολὴ πρώτη, τὸ δὲ φλέγμα δεύτερον, δὲ μέλαινα τρίτη, καὶ τούτων ὕστατον ἁπάντων ἐν ταῖς ὑπερκαθάρσεσιν ἐκκρίνεται τὸ αἷμα, τοῦτο μὲν ὡς οἰκειότατος τῇ φύσει χυμὸς, ἔμπροσθεν δὲ αὐτοῦ πρῶτος μὲν λεπτότατος, ὕστατος δὲ παχύτατος. εἴρηται μὲν οὖν καὶ πρὸς Ἱπποκράτους ἐν τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ περὶ τῆς κατὰ τὴν κένωσιν αὐτῶν τάξεως, εἰρήσεται δὲ καὶ νῦν, ὡς μηδὲν λείπειν τῷ λόγῳ. φλέγματος μὲν γὰρ ἀγωγὸν εἰ δοίης φάρμακον, ξανθὴ μὲν πρῶτον κατὰ τὰς ὑπερκαθάρσεις, δευτέρα δὲ μέλαινα, τελευταῖον δἐκκενοῦται τὸ αἷμα. χολῆς δὲ ξανθῆς ἀγωγὸν εἴπερ εἴη τὸ φάρμακον, ἕψεται μὲν τὸ φλέγμα, τρίτη δὲ μέλαινα, καὶ τέταρτον τὸ αἷμα. καὶ μὲν δὴ καὶ εἰ μελαίνης χολῆς εἴη καθαρτικὸν, ἐκείνην μὲν πρώτην ἐκκενώσει, μετὰ ταύτην δὲ τὴν ξανθὴν, εἶθοὕτως τὸ φλέγμα, καὶ πάντων ὕστατον ἀκολουθήσει τὸ αἷμα, καθάπερ ἐξ ἀψύχων ἤδη ἀγγείων ἐκρέον, ἀῤῥωστίας τε μεγάλης αὐτὰ καταλαβούσης καὶ τῶν στομάτων εἰς ἐσχάτην διάτασιν ἀφικομένων. ἐξ ὧν δῆλον ὡς ὕστατος μὲν ἐν ταῖς ὑπερκαθάρσεσιν τοῖς ἀνθρώποις οἰκειότατος κενοῦται χυμὸς, τῶν δἄλλων ἕκαστος, ὡς ἂν αὐτῷ συμβαίνῃ λεπτότητος πάχους.
§28
§28 δὲ αἰτία τοῦ μὲν ὅλως ἐκκρίνεσθαι καὶ τοὺς ἀνοικείους τῷ καθαίροντι φαρμάκῳ χυμοὺς ἐν τρισὶ τούτοις κεῖται, τῇ τε ἀῤῥωστίᾳ τῶν ἀγγείων καὶ τῇ τῶν στομάτων εὐρύτητι καὶ τῇ δήξει τοῦ καθαίροντος. ὅταν γὰρ τὰ μὲν ἀγγεῖα μηκέτι κατασχεῖν ἐν ἑαυτοῖς δύνηται τοὺς χυμοὺς, ἀναπεπταμένα δὲ αὐτῶν τὰ στόματα, μένῃ δἐρεθίζον τὸ φάρμακον, ἕλκειν δὲ μηκέτι τὸν οἰκεῖον ἔχῃ χυμὸν, ἀνάγκη πᾶσα τοὺς ἄλλους ἐκκρίνεσθαι κατὰ τὴν εἰρημένην τάξιν. ἤρκει μὲν γὰρ ἴσως καὶ δῆξις μένουσα πρὸς τὴν ἔκκρισιν ἐπεγείρειν τὰ ὄργανα, πολὺ δὲ δὴ μᾶλλον, ὅτἂν ἀναστόμωσίς τε ἅμα καὶ ἀῤῥωστία τῶν ἀγγείων συνδράμῃ. γίνεται δὲ μὲν ἀναστόμωσις, ὡς εἴρηται, διὰ τὴν ἰσχὺν τοῦ φαρμάκου, διἥνπερ καὶ δῆξις· δὲ τῶν ἀγγείων ἀῤῥωστία, διά τε τὸν σφοδρὸν κάματον, ὃν ἐν τῷ δάκνεσθαί τε καὶ οἷον βδάλλεσθαι πρὸς τοῦ καθαίροντος φαρμάκου γίνεσθαι συμβαίνει καὶ προσέτι διὰ τὴν καταλαμβάνουσαν αὐτὰ δυσκρασίαν ἐν ταῖς ὑπερκαθάρσεσιν. ὃν γὰρ ἂν τῶν χυμῶν ὅλον ἐκκενώσῃς, ἀνάγκη πᾶσα δυσκρασίαν ἀκολουθεῖν. τοῦ μὲν δὴ κενοῦσθαι καὶ τοὺς ἀνοικείους τῷ καθαίροντι ταῦτα τὰ αἴτια· τοῦ δὲ ἐν τῇ προειρημένῃ τάξει λεπτότης τε καὶ παχύτης αὐτῶν ἐστι τῶν κενουμένων χυμῶν αἰτία, καὶ πρὸς τούτοις μᾶλλόν τε καὶ ἧττον οἰκειότης ἑκάστου τῶν χυμῶν τῇ τοῦ ζώου συστάσει.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up