§prooemium–16.16
§prooemium
Προοίμιον. Ὅσον μὲν οὖν ὑπόλοιπον ἐστι τῆς κατὰ φυτὰ δυνάμεως ἐν τῷδε λεχθήσεται, οὐδὲ τοῦτο ἅπαν, ἀλλ’ αἱ τῶν δραστικῶν ποιοτήτων ἐνέργειαι μόναι. τὰ γὰρ ὅλης ἔργα τῆς οὐσίας τῶν φυτῶν ὕστερον αὐτὰ καθ’ αὑτὰ διέξιμεν. ἀναμνήσαντες οὖν πάλιν κατ’ αὐτὰ τοὺς ἀνεγνωκότας τὰ πρόσθεν, ὡς καθ’ ἑκάστην δύναμιν ἁπλῆν εἰς τάξεις τέτταρας ἐποιησάμεθα τὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαίρεσιν, ὅτι τε σαφέσιν ὅροις ἑκάστης τάξεως τὸ πλάτος ἀφωρισάμεθα καὶ αὐτῆς τῶν δυνάμεων εὑρέσεως ἐδιδάξαμέν τινα μέθοδον, ἁπάντων τε τούτων ἀποδείξεις ἐποιησάμεθα καὶ σκοποὺς ἐθέμεθα καὶ κριτήρια καθ’ ἑκάστην δύναμιν ἴδιά τε καὶ κοινὰ, προσθήσομεν οὕτως ἤδη τὰ λείποντα, παρακαλέσαντες, εἴ τις οὐχ ὡμίλησε τοῖς ἔμπροσθεν, ἤτοι καὶ τούτων ἀφίστασθαι παντάπασιν, ἢ εἴπερ ἦν φιλόπονος ἐξ ἀρχῆς πρότερον ἀναλέξασθαι τὴν πραγματείαν. ἀσαφῆ τε γὰρ ἅμα καὶ ἀναπόδεικτα πάντ’ αὐτῷ φανεῖται τὰ λεχθησόμενα, πρὶν ἐν ἐκείνοις γυμνάσασθαι.
§13.1
[α΄. Περὶ νάρδου στάχυος.] Νάρδου στάχυς θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν συμπληρουμένην. σύγκειται δὲ ἔκ τε στυφούσης αὐτάρκως οὐσίας καὶ δριμείας θερμῆς οὐ πολλῆς καί τινος ὑποπίκρου βραχείας. ἐκ τοιούτων δ’ ἡ ῥίζα συγκειμένη δυνάμεων καὶ πρὸς ἧπαρ καὶ πρὸς στόμαχον εὐλόγως ἁρμόζει. πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ οὖρα κινεῖ καὶ δήξεις ἰᾶται στομάχου καὶ τὰ κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα ῥεύματα ξηραίνει καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα. ἰσχυροτέρα δ’ ἐστὶν ἡ Ἰνδικὴ προσαγορευομένη, μελαντέρα τῆς Συριακῆς καλουμένης ὑπάρχουσα.
§13.2
[β΄. Περὶ νάρδου Κελτικῆς.] Νάρδος Κελτικὴ παραπλησίας πώς ἐστι κατὰ γένος δυνάμεως ταῖς προειρημέναις, ἀσθενεστέρα δ’ εἰς ἅπαντα πλὴν εἰς οὖρα. θερμοτέρα μὲν γὰρ ἐκείνων ἐστὶν, ἧττον δὲ στύφει.
§13.3
[γ΄. Περὶ πάρδου ὀρείας.] Νάρδος ὀρεία, ἥτις καὶ θυλακῖτις καὶ πυρῖτις ὀνομάζεται, γεννᾶται μὲν ἐν Κιλικίᾳ πλείστη, ἔστι δ’ ἀσθενεστέρα τῶν προειρημένων.
§13.4
[δ΄. Περὶ νάρθηκος.] Νάρθηκος τὸ μὲν σπέρμα θερμαίνει καὶ λεπτύνει, τὸ δ’ ἐντὸς ἔτι χλωρὸν, τὸ λεγόμενον ἐντεριώνη, στυπτικῆς τινος μετέχει ποιότητος, δι’ ἣν αἱμοπτυϊκοῖς τε καὶ κοιλιακοῖς ἁρμόττει.
§13.5
[ε΄. Περὶ νάπυος.] Νᾶπυ θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην τάξιν.
§13.6
[στ΄. Περὶ ναρκίσσου.] Ναρκίσσου ἡ ῥίζα ξηραντικῆς ἐστι δυνάμεως εἰς τοσοῦτον ὡς κολλᾷν τραύματα μέγιστα, μέχρι καὶ τῶν περὶ τοὺς τένοντας διακοπῶν. ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ ἐπισπαστικόν.
§13.7
[ζ΄. Περὶ νευράδος.] Νευρὰς, ἔνιοι δὲ ποτήριον ὀνομάζουσι, ξηραντικῆς ἀδήκτου δυνάμεώς ἐστιν, ὡς καὶ νεῦρα διακοπέντα πιστεύεσθαι κολλᾷν. αἱ ῥίζαι δ’ αὐτῆς μάλιστα τοιαῦται. καὶ μὲν δὴ καὶ τὸ ἀφέψημά τινες αὐτῶν διδόασι τοῖς τὰ νεῦρα πεπονθόσιν.
§13.8
[η΄. Περὶ νηρίου.] Νήριον, ἢ ῥοδοδάφνη, γνώριμος ἅπασι θάμνος. ἔξωθεν μὲν τοῦ σώματος εἰ καταπλασθείη, διαφορητικῆς ἐστι δυνάμεως, εἴσω δὲ λαμβανομένη ὀλέθριός τε καὶ δηλητήριος οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς πλείστοις τῶν βοσκημάτων.
§13.9
[θ΄. Περὶ νυμφαίας.] Νυμφαίας ἥ τε ῥίζα καὶ τὸ σπέρμα δύναμιν ἔχει ξηραντικὴν ἄδηκτον. ἐπέχει τοιγαροῦν καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ σπέρμα κατά τε τοὺς ὀνειρωγμοὺς καὶ ἄλλως ἀμετρότερον φερόμενον, ὀνίνησι δὲ καὶ δυσεντερικούς. ἡ δὲ τὴν λευκὴν ἔχουσα ῥίζαν νυμφαία σφοδροτέρας ἐστὶ δυνάμεως, ὥστε ῥοῦν γυναικεῖον ἰᾶσθαι. πίνεται δὲ καὶ αὕτη καὶ ἡ τὴν μέλαιναν ἔχουσα ῥίζαν ἐν οἴνῳ μέλανι αὐστηρῷ. μετέχουσι δέ τι καὶ ῥυπτικῆς δυνάμεως, ὥστε καὶ ἀλφοὺς ἰῶνται καὶ ἀλωπεκίας. ἀναδεύονται δὲ πρὸς μὲν τοὺς ἀλφοὺς ὕδατι, πρὸς δὲ τὰς ἀλωπεκίας ὑγρᾷ πίττῃ. κρείττων δ’ εἰς ταῦτα ἡ τὴν μέλαιναν ἔχουσα ῥίζαν, ὥσπερ ἐς θάτερα ἡ τὴν λευκήν.
§14.1
[α΄. Περὶ ξανθίου.] Ξανθίον. καλεῖται δὲ καὶ φασγάνιον, ὁ καρπὸς διαφορητικῆς ἐστι δυνάμεως.
§14.2
[β΄. Περὶ ξυρίδος.] Ξυρὶς, ἔνιοι δὲ ξυρίδα, λεπτομεροῦς, ἑλκτικῆς τε καὶ διαφορητικῆς καὶ δηλονότι καὶ ξηραντικῆς ἐστι δυνάμεως, ἥ τε ῥίζα καὶ πολὺ μᾶλλον αὐτῆς ὁ καρπὸς, ὅς γε καὶ οὐρητικός τε καὶ σπληνῶν σκιῤῥουμένων ἐστὶν ἰατικός.
§14.3
[γ΄. Περὶ ξιφίου.] Ξιφίου ἡ ῥίζα, καὶ μάλιστα ἡ ἑτέρα ἡ ἄνωθεν, ἑλκτικῆς τ’ ἐστὶ καὶ διαφορητικῆς καὶ δηλονότι καὶ ξηραντικῆς δυνάμεως.
§15.1
[α΄. Περὶ ὄης.] Ὄη τὸ δένδρον, ἧς ὁ καρπὸς ὄα καλεῖται, ὑπὸ δὲ τῶν πολλῶν οὖα μετὰ τοῦ υ, στυπτικῆς μετέχει ποιότητος, ἀλλ’ ἀσθενεστέρας πολὺ μεσπίλου. διὸ δὴ καὶ ἡδὺς ἐσθιομένη ἐστὶ καὶ ἧττον ἢ κατὰ μέσπιλον στεγνωτικὴ τῆς γαστρός.
§15.2
[β΄. Περὶ οἴνου.] Οἶνος ἐκ τῆς δευτέρας τάξεώς ἐστι τῶν θερμαινόντων, ὁ δ’ ἱκανῶς παλαιὸς τῆς τρίτης, ὥσπερ ὁ γλεῦκος ὀνομαζόμενος τῆς πρώτης τάξεως. ἀνάλογον δὲ ταῖς θερμότησιν καὶ αἱ ξηρότητες αὐτοῦ.
§15.3
[γ΄. Περὶ ὀλύνθων.] Ὄλυνθοι δριμείας εἰσὶ καὶ διαφορητικῆς δυνάμεως, διὰ τὸν ἐμφερόμενον αὐτοῖς ὀπὸν, παντὸς τοῦ δένδρου κοινόν. ἑψηθέντες μὲν οὖν τοὺς σκληροὺς ὄγκους διαφοροῦσιν, ὠμοὶ δὲ καὶ μυρμηκίας καὶ θύμους ἐκβάλλουσιν.
§15.4
[δ΄. Περὶ ὀλοστίου.] Ὀλόστιον ξηραντικῆς ἐστι δυνάμεως μετὰ τοῦ στύφειν, ὅθεν αὐτὸ καὶ πρὸς τὰ ῥήγματα ποτίζουσιν
§15.5
[ε΄. Περὶ ὀλύρων.] Ὀλύρα μεταξὺ πυροῦ τε καὶ κριθῆς φύσεώς ἐστι καὶ ὡς τροφὴ καὶ ὡς φάρμακον. ἐξ ἐκείνων οὖν καὶ περὶ τῆσδε λογίζου.
§15.6
[στ΄. Περὶ ὀνάγρου.] Ὄναγρον ἢ ὀνόθηρα ἢ ὀνοθουρίς. τούτου ἡ ῥίζα ξηραινομένη οἰνῶδές τι ὄζει. ἔστι δὲ καὶ τῇ δυνάμει κατ’ οἶνον μάλιστα.
§15.7
[ζ΄. Περὶ ὀνόσματος.] Ὄνοσμα ἢ ὀσμὰς ἢ φλονῖτις ἢ ὄνωνις ἐκ δριμείας καὶ πικρᾶς οὐσίας σύγκειται. διὸ καὶ πεπίστευται κτείνειν τε καὶ ἐκβάλλειν ἔμβρυα, τῶν φύλλων αὐτοῦ σὺν οἴνῳ πινομένων.
§15.8
[η΄. Περὶ ὀνοβρυχίδος.] Ὀνοβρυχὶς ἀραιωτικῆς τε καὶ διαφορητικῆς ἐστι δυνάμεως. ταῦτ’ ἄρα καὶ χλωρᾶς μὲν αὐτῆς τὰ φύλλα καταπλασσόμενα διαφορεῖ φύματα· ξηρᾶς δὲ μετ’ οἴνου πινόμενα στραγγουρίας ἰᾶται. καὶ μὲν δὴ καὶ ἱδρῶτας προκαλεῖται σὺν ἐλαίῳ ἀλειφομένη.
§15.9
[θ΄. Περὶ ὀνώνιδος.] Ὄνωνις ῥίζαν ἔχει θερμαντικὴν ἤδη που κατὰ τὴν τρίτην τάξιν. ὁ δὲ φλοιὸς αὐτῆς μάλιστ’ ἐστὶ χρήσιμος, ἔχων τι καὶ ῥυπτικὸν καὶ τμητικὸν, ὅθεν οὐκ οὐρητικὸς μόνον ἐστὶν, ἀλλὰ καὶ λίθων θρυπτικός. τῇ δ’ αὐτῇ δυνάμει καὶ τὰς ἐσχάρας ταχέως ἀφίστησιν. χρῶνται δ’ αὐτῷ καὶ πρὸς ὀδόντων ἀλγήματα καθέψοντες ἐν ὀξυκράτῳ καὶ διακλύζεσθαι κελεύοντες.
§15.10
[ι΄. Περὶ ὄξους.] Ὄξος ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων δέδεικται μικτῆς οὐσίας ὑπάρχον ψυχρᾶς καὶ θερμῆς ἀμφοῖν λεπτομερῶν. ἐπικρατεῖ δὲ τῆς θερμῆς ἡ ψυχρά. ξηραντικὸν δ’ ἱκανῶς ἐστι τὸ φάρμακον, ὡς τρίτης εἶναι τάξεως ἤδη συμπληρουμένης, ὅτ’ ἂν δ’ ἰσχυρὸν ὑπάρχῃ.
§15.11
[ια΄. Περὶ ὀξυακάνθου.] Ὀξυάκανθος. τοῦτο γὰρ τὸ δένδρον, ὥσπερ ἀχράδι παραπλήσιόν ἐστι τὴν ἰδέαν, οὕτω καὶ τὴν δύναμιν. καὶ μέν γε καὶ οἱ καρποὶ, ὁ μὲν τῆς ἀχράδος ἁπλῶς στρυφνὸς, ὁ δὲ τῆς ὀξυακάνθης καὶ λεπτομερής ἐστι καὶ τμητικὸν ὀλίγον ἔχει. ὁ δὲ καρπὸς τοῦ δένδρου τῷ μὲν τῆς ἀχράδος οὐκ ἔοικεν, ὅμοιος δ’ ἐστὶ τοῖς μύρτοις, ἐρυθρός τε καὶ ἀραιὸς ὑπάρχων. ἔχει δὲ καὶ πυρῆνας. οὐ μόνον δ’ ἐσθιόμενος, ἀλλὰ καὶ πινόμενος ἐφεκτικός ἐστιν ἁπάντων τῶν ῥοωδῶν παθῶν.
§15.12
[ιβ΄. Περὶ ὀποῦ.] Ὀπὸς, ὁ μὲν Κυρηναῖος ἁπάντων ἐστὶ θερμότατός τε καὶ λεπτομερέστατος καὶ διὰ τοῦτο καὶ διαφορητικώτατος. οὐ μὴν ἀλλὰ καὶ οἱ ἄλλοι θερμοί τ’ εἰσὶν ἱκανῶς καὶ πνευματώδεις. τὸ πλεῖστον γὰρ ἐν αὐτοῖς ἀερώδους τε καὶ πυρώδους οὐσίας ἐστὶν. εἰσὶ δὲ πάμπολλοι μὲν ὀποί. ῥίζης γὰρ ἡστινοσοῦν ἢ καυλοῦ τμηθέντος τὸ ῥέον ἐκ τῆς τομῆς παχὺ καὶ γλίσχρον ὀπός ἐστιν. εἰδικώτερον δὲ οἷον καθ’ ὑπεροχήν τινα τὸν Κυρηναῖον οὕτως ὀνομάζουσιν καὶ τὸν Μηδικὸν καὶ τὸν Συριακόν.
§15.13
[ιγ΄. Περὶ ὀριγάνου.] Ὀρίγανος ἡ μὲν Ἡρακλεωτικὴ δραστικωτέρα τῆς ὀνίτιδος, ἀμφοῖν δὲ ἀγρία, ἣν πάνακες Ἡράκλειον, οἱ δὲ κονύλην καλοῦσιν. ἅπασαι δὲ τμητικῆς τε καὶ λεπτυντικῆς καὶ θερμαντικῆς εἰσι δυνάμεως κατὰ τὴν τρίτην ἀπόστασιν ἔχουσαι ταῦτα. ἡ δὲ τραγορίγανος ὀνομαζομένη προσείληφέ τι καὶ στύψεως.
§15.14
[ιδ΄. Περὶ ὀρόβου.] Ὄροβος ξηραίνει μὲν κατὰ τὴν δευτέραν ἀπόστασιν ἐπιτεταμένην, θερμαίνει δὲ κατὰ τὴν πρώτην, εἰς ὅσον δὲ πικρότητος μετείληφεν, εἰς τοσοῦτον τέμνει καὶ ῥύπτει καὶ ἐκφράττει. πλέον δὲ ληφθεὶς αἷμα δι’ οὔρων ἄγει.
§15.15
[ιε΄. Περὶ ὀροβάκχης.] Ὀροβάκχη ξηρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως κατὰ τὴν πρώτην τάξιν.
§15.16
[ιστ΄. Περὶ ὀρύζης.] Ὄρυζα ἔχει τι στυπτικὸν, διὸ καὶ τὴν γαστέρα μετρίως ἐπέχει.
§15.17
[ιζ΄. Περὶ ὄρχεως τοῦ κυνός.] Ὄρχις. ὀνομάζεται καὶ κυνὸς ὄρχις ἡ αὐτὴ βοτάνη. δύναμις δὲ τῆς ῥίζης αὐτοῦ βολβοειδοῦς οὔσης καὶ διπλῆς ὑγρὰ καὶ θερμή. διὸ καὶ γευομένοις γλυκύτερος φαίνεται. ἀλλ’ ἡ μὲν μείζων ῥίζα πολλὴν ἔοικεν ἔχειν ὑγρότητα περιττωματικήν τε καὶ φυσώδη, διὰ τοῦτο καὶ πρὸς ἀφροδίσια πινομένη προτρέπει. ἡ δ’ ἑτέρα ἡ ἐλάττων ἔμπαλιν κατειργασμένη ἱκανῶς, ὡς εἶναι τὴν κρᾶσιν αὐτῆς ἐπὶ τὸ θερμότερόν τε καὶ ξηρότερον ῥέπουσαν, ὅθεν οὐ μόνον οὐ προτρέπει τὰς πρὸς συνουσίας ὁρμὰς ἥδε ἡ ῥίζα, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ἐπέχει τε καὶ καταστέλλει. ἐσθίονται δὲ δίκην βολβῶν ὀπτώμεναι.
§15.18
[ιη΄. Περὶ ὄρχεως τοῦ σεραπιάδος.] Ὄρχις, ὃν καὶ σεραπιάδα καλοῦσιν, ξηροτέρας δυνάμεώς ἐστιν ἢ κατὰ τὴν προτέραν, ὅθεν εἰς τὰ ἀφροδίσια μὲν οὐχ ὁμοίως ἐπιτήδειός ἐστιν. οἰδήματα δὲ καταπλασσόμενος διαφορεῖ καὶ ἕλκη ῥυπαρὰ καθαίρει καὶ ἕρπητας ἰᾶται. ξηρανθεῖσα δὲ πολὺ δὴ μᾶλλον ἔτι ξηραίνει, ὥστε καὶ τὰ σηπεδονώδη καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶται. καὶ γάρ τι καὶ ὑποστῦφον ἔχει καὶ διὰ τοῦτο κοιλίαν ἐπέχει μετ’ οἴνου πινομένη.
§15.19
[ιθ΄. Περὶ ὀσίριδος.] Ὀσίριδος τῆς πόας, ἐξ ἧς καὶ τὰ κορήματα γίνεται, πικρὰ μὲν ἡ ποιότης, ἐκφρακτικὴ δὲ ἡ δύναμις, ὅθεν καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ὠφελεῖ.
§16.1
[α΄. Περὶ παγκρατίου.] Παγκράτιον. ἡ ῥίζα τούτου σκίλλῃ κατά τε τὴν γεῦσιν ἔοικεν καὶ κατὰ τὴν δύναμιν, ὥστε καὶ χρῶνταί. τινες αὐτῷ μὴ παρούσης σκίλλης. ἐνεργεῖ γὰρ ἅπαντα κατὰ γένος μὲν ὡσαύτως, ἀσθενεστέρα δὲ μακρῷ.
§16.2
[β΄. Περὶ παλιούρου.] Παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα στυπτικῆς μὲν οὐκ ἀσαφῶς μετείληφε δυνάμεως, ὡς καὶ τὴν ῥέουσαν ἐπέχειν γαστέρα, διαφορητικῆς δ’ εἰς τοσοῦτον, ὡς καὶ τὰ φύματα θεραπεύειν, ὅσα γε μὴ λίαν ὑπάρχει φλεγμονώδη τε καὶ θερμά. ὁ δὲ καρπὸς τμητικῆς ἐπὶ τοσοῦτο μετέχει δυνάμεως, ὡς καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναπτύσεσι βοηθεῖν.
§16.3
[γ΄. Περὶ παπύρου.] Πάπυρος αὐτὴ μὲν καθ’ ἑαυτὴν οὐδ’ εἰς χρείαν ἰατρικὴν ἥκει. βραχεῖσα δὲ ἢ καυθεῖσα χρησίμη γίνεται. ὀξυκράτῳ μὲν οὖν ἢ οἴνῳ βραχεῖσα κολλᾷ τὰ πρόσφατα τῶν ἑλκῶν καὶ μάλιστα ἐν κύκλῳ περικειμένη. ἀλλ’ ἐνταῦθα μὲν οἷον ὕλη τίς ἐστι δεκτικὴ τῶν ἰωμένων φαρμάκων. ἐπειδὰν δὲ καυθῇ, φάρμακον ἤδη γίνεται ξηραντικὸν, ὥσπερ καὶ ἡ τέφρα τοῦ κεκαυμένου χάρτου, πλὴν ὅσον ἀσθενεστέρα ἐστὶν ἡ τῆς παπύρου.
§16.4
[δ΄. Περὶ πάνακος τοῦ Ἡρακλείου.] Πάνακες Ἡράκλειον· ἐκ τούτου καὶ ὁ καλούμενος ὀποπάναξ γίνεται τῶν ῥιζῶν αὐτοῦ καὶ τῶν καυλῶν ἐκτεμνομένων. ἔστι δὲ ὁ μὲν ὀποπάναξ αὐτὸς πολυχρηστότατος, θερμαίνων καὶ μαλάττων καὶ διαφορῶν. καὶ θείη ἄν τις αὐτὸν κατὰ μὲν τὸ θερμαίνειν ἐκ τῆς τρίτης τάξεως, κατὰ δὲ τὸ ξηραίνειν ἐκ τῆς δευτέρας. ὁ δὲ φλοιὸς τῆς ῥίζης ξηραντικόν τε ἅμα καὶ θερμαντικόν ἐστι φάρμακον, ἀλλ’ ἧττον τοῦ ὀποῦ. καὶ μέντοι τι καὶ ῥυπτικὸν ἔχει. διὸ καὶ χρώμεθ’ αὐτῷ πρός τε τὰ γυμνὰ τῶν ὀστῶν καὶ τὰ κακοηθευόμενα τῶν ἑλκῶν. ἱκανῶς γάρ ἐστι τὰ τοιαῦτα σαρκοῦντα, κᾀν τῷ ῥύπτειν τε ἅμα καὶ ξηραίνειν καὶ μὴ πάνυ σφοδρῶς θερμαίνειν, ὧν ἁπάντων δεῖ τῷ μέλλοντι σαρκοῦν, ὡς ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ἐπιδείκνυμεν. ὁ δὲ καρπὸς αὐτοῦ, θερμὸς ὢν καὶ αὐτὸς, ἐμμήνων ἀγωγόν ἐστι φάρμακον. εἴθισται δ’ οὐκ οἶδ’ ὅπως ἤδη σχεδὸν ἅπασιν οὐ πάνακες, ἀλλὰ πάνακα προσαγορεύειν τὴν πόαν ταύτην.
§16.5
[ε΄. Περὶ πάνακος τοῦ Ἀσκληπείου.] Πάνακες Ἀσκλήπειον. ἧττόν ἐστι τοῦτο θερμὸν τοῦ προγεγραμμένου πάνακος, ὅθεν αὐτῷ καὶ τοῖς ἄνθεσι καὶ τῷ καρπῷ πρὸς ἕλκη καὶ φύματα καὶ φαγεδαίνας χρῶνται μέλιτι μιγνύντες.
§16.6
[στ΄. Περὶ πάνακος τοῦ χειρωνείου.] Πάνακες χειρώνειον. καὶ τοῦτο παραπλησίας ἐστὶ τῷ προγεγραμμένῳ δυνάμεως.
§16.7
[ζ΄. Περὶ παρωνυχίας.] Παρωνυχία ὠνόμασται μὲν ἀπὸ τῆς ἐνεργείας, ἰᾶται γὰρ παρωνυχίας· ὡς δὲ Διοσκορίδης φησὶ, καὶ κηρία. δύναμις δ’ αὐτοῦ λεπτομερής τ’ ἐστὶ καὶ ξηραντικὴ καὶ ἄδηκτος. τοιαῦτα γὰρ εἶναι χρὴ ταὶ τὰ τῆς παρωνυχίας φάρμακα. δῆλον δ’ ὅτι τό γε τοιοῦτον καὶ διαφορεῖν ἱκανόν ἐστιν ἅπανθ’ ὅσα παθήματα διαφορεῖσθαι δεῖται. τοιαῦτα γάρ ἐστιν ὅσα τῆς τρίτης τάξεως ὑπάρχοντα κατά τε τὸ θερμαίνειν καὶ ξηραίνειν, ὥσπερ καὶ τοῦτο λεπτομεροῦς οὐσίας ἐστίν.
§16.8
[η΄. Περὶ πενταφύλλου.] Πεντάφυλλον. ἡ ῥίζα ξηραίνει μὲν ἰσχυρῶς, ἥκιστα δ’ ἐστὶ δριμεῖα. διὸ καὶ πολύχρηστος ὑπάρχει, καθάπερ καὶ τἄλλα πάνθ’ ὅσα λεπτομεροῦς ὄντα ξηραίνει χωρὶς δήξεως. ἔστι γὰρ καὶ ἥδε ἡ ῥίζα ξηραντικὴ μὲν ἐκ τῆς τρίτης ἤδη που τάξεως, ἥκιστα δὲ θερμότητος ἐπιφανοῦς μετέχουσα.
§16.9
[θ΄. Περὶ πέπλου.] Πέπλος, ἔνιοι δὲ μήκωνα ἀφρώδη. καὶ οὗτος ὁ θαμνίσκος ὀπὸν ἔχει παραπλησίως τοῖς τιθυμάλλοις, τῇ τε ἄλλῃ καὶ ὅτι καθαίρει, καθάπερ ἐκεῖνοι.
§16.10
[ι΄. Περὶ πεπλίου.] Πέπλιον. ὀπὸν ἔχει καὶ οὗτος ὁ θαμνίσκος, ὥσπερ καὶ οἱ τιθύμαλλοι, καὶ φύεται τὰ πολλὰ παρὰ τῇ θαλάττῃ, τὴν μὲν ῥίζαν ἄχρηστον ἔχων ὥσπερ καὶ ἡ πέπλος. ὀπὸν δὲ ἰσχυρὸν, οὐ πάνυ τι χρήσιμον οὐδ’ αὐτόν, ἀλλὰ τό γε σπέρμα χρήσιμον καὶ φυσῶδες ὁμοίως τῷ τοῦ πέπλου σπέρματι καθαῖρον.
§16.11
[ια΄. Περὶ πεπέρεως.] Πεπέρεως ἡ μὲν ῥίζα κόστῳ μάλιστα κατὰ τὴν δύναμιν ἔοικεν. ὁ δὲ καρπὸς ὁ μὲν ἄρτι βλαστάνοντος αὐτοῦ τὸ μακρόν ἐστι πέπερι, διὸ καὶ ὑγρότερον ὑπάρχει τοῦ πεπείρου. σημεῖον δὲ τῆς ὑγρότητος αὐτοῦ τό τε ῥᾳδίως ἀποτιθέμενον τιτρῶσθαι καὶ τὸ μὴ παραχρῆμα δάκνειν, ἀλλὰ μετ’ ὀλίγον μὲν ἄρχεσθαι, παραμένειν δὲ ἐπιπλέον. ὁ δ’ οἷον ὄμφαξ καρπὸς τὸ λευκόν ἐστι πέπερι, δριμύτερον ὑπάρχον τοῦ μέλανος. ἐκεῖνο γὰρ οἷον ὑπερωπτημένον ἐστὶν ἤδη καὶ ὑπερεξηραμμένον. ἀμφότερα δὲ ἰσχυρῶς θερμαίνει τε καὶ ξηραίνει.
§16.12
[ιβ΄. Περὶ περσέας.] Περσέας τὰ φύλλα στυπτικῆς μετείληφε συμμέτρως δυνάμεως, ὡς δύνασθαί ποτε καὶ τοῖς αἱμοῤῥαγοῦσι μορίοις ἐπιτίθεσθαι συμφερόντως.
§16.13
[ιγ΄. Περὶ περικλυμένου.] Περικλυμένου χρήσιμος ὅ τε καρπός ἐστι καὶ τὰ φύλλα, τμητικῆς τε ἅμα καὶ θερμαινούσης ὑπάρχοντα δυνάμεως εἰς τοσοῦτον, ὥστε καὶ τὸ οὖρον αἱματῶδες ἐργάζεσθαι, πινόμενα μέχρι πλείονος. ἐν ἀρχῇ μέντοι οὐρητικὸν μόνον ἐστὶν, ἔξωθεν δὲ μετ’ ἐλαίου συναλειφόμενον θερμαίνει. ὠφελεῖ δὲ καὶ σπληνώδεις καὶ δυσπνοοῦντας. ἡ δὲ συμμετρία τῆς πόσεως δραχμῆς μιᾶς πλῆθος σὺν οἴνῳ. ξηραίνει δὲ καὶ σπέρμα, καί τινές φασιν εἰ ἐπὶ πλέον πίνοιτο, παντάπασιν ἀγόνους γίνεσθαι τοὺς πίνοντας. ὁρίζουσι δ’ ἔνιοι καὶ προθεσμίαν ἡμερῶν ἐπὶ τῇ τοιαύτῃ πόσει, καθάπερ καὶ Διοσκορίδης ἑπτὰ καὶ τριάκοντα λέγων ἱστορεῖσθαι αὐτάς. οὗτος δὲ καὶ τὸ οὖρον αἱματῶδες γίνεσθαί φησιν ἀπὸ τῆς ἕκτης τῶν ἡμερῶν.
§16.14
[ιδ΄. Περὶ περιστερεῶνος.] Περιστερεὼν, ὠνόμασται μὲν ἀπὸ τοῦ τὰς περιστερὰς διατρίβειν ἐν αὐτῷ. δύναμιν δ’ εἰς τοσοῦτον ἔχει ξηραντικὴν, ὡς κολλᾷν τραύματα.
§16.15
[ιε΄. Περὶ πετασίτου.] Πετασίτης ἐκ τῆς τρίτης τάξεώς ἐστι τῶν ξηραινόντων, ὅθεν ἐπί τε τῶν κακοήθων καὶ φαγεδαινικῶν ἑλκῶν αὐτῇ χρῶνται.
§16.16
[ιστ΄. Περὶ πετροσελίνου.] Πετροσελίνου τὸ σπέρμα μάλιστ’ ἐστὶ χρήσιμον, οὔσης καὶ ὅλης τῆς πόας ἅμα ταῖς ῥίζαις ὁμοίας μὲν, ἀσθενεστέρας δὲ δυνάμεως. ἔστι δ’ ὥσπερ ἐν τῇ γεύσει δριμὺ μετὰ πικρότητος, οὕτω κᾀν τοῖς ἔργοις θερμὸν ἅμα τῷ τέμνειν, καὶ διὰ ταῦτα καταμήνιά τε καὶ οὖρα προτρέπει δαψιλῶς. ἔστι δὲ καὶ ἄφυσον. εἴη ἂν οὖν καὶ αὐτὸ τῆς τρίτης τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων. οἱ δ’ ἐν Κιλικίᾳ πετροσέλινον μόνον ὀνομάζουσιν τὸ ἐν τῷ Ἀμάνῳ γεννώμενον. ἔστι δὲ σμύρνιον μᾶλλον ἢ πετροσέλινον, οὐ μὴν παραλλάττει γε πολὺ τὴν πετροσελίνου δύναμιν.
§16.17–17.5
§16.17
[ιζ΄. Περὶ πευκεδάνου.] Πευκεδάνου τῇ ῥίζῃ μὲν μάλιστα, χρώμεθα δὲ καὶ τῷ ὀπῷ καὶ τῷ χυλῷ. ἔστι δὲ πάντα μὲν ταῦτα τῆς αὐτῆς τῷ εἴδει δυνάμεως. ἰσχυρότερος δ’ αὐτῶν ὁ ὀπὸς ἱκανῶς θερμαίνων καὶ διαφορῶν, ὅθεν καὶ τοῖς κατὰ τὰ νεῦρα πάθεσιν ἅπασιν ἁρμόττειν πεπίστευται. καὶ τὰ κατὰ πνεύμονά τε καὶ θώρακα νοσήματα τὰ διὰ πάχος ἢ γλισχρότητα χυμῶν γινόμενα. καὶ εἴσω μὲν τοῦ σώματος λαμβανόμενος, ἀλλὰ καὶ ὀσμώμενος ὠφελεῖ. τῷ δὲ λεπτύνειν καὶ τέμνειν καὶ ὀδόντων τετρημένων ἐνίοτε παραχρῆμα τὰς ὀδύνας ἔπαυσεν, ἐντεθεὶς τῷ βρώματι, διότι λεπτομερής τ’ ἐστὶ καὶ θερμαντικός. καὶ μὲν δὴ καὶ σπλῆνας ἐσκιῤῥωμένους ὠφελεῖ τῷ τέμνειν καὶ διαφορεῖν καὶ λεπτύνειν τοὺς παχεῖς χυμούς. τῇ δὲ ῥίζῃ πρὸς ταῦτα μὲν ἔστι χρῆσθαι. καὶ λεπίδας δὲ ὀστῶν ἀφίστησι τάχιστα, διότι ξηραίνει σφοδρῶς, ἔλαττον δὲ ἢ κατὰ τὸν ὀπὸν θερμαίνουσα. καὶ τοῖς κακοήθεσιν ἕλκεσιν ἄριστόν ἐστι φάρμακον ἐπιπλαττομένη ξηρά. αὐτὴ γὰρ καθαίρει καὶ σαρκοῖ καὶ μέχρι τῶν ἐπουλώσεων ἄγει, θερμαίνουσα μὲν κατὰ τὴν δευτέραν τάξιν ἤδη που συμπληρουμένην, ξηραίνουσα δὲ κατὰ τὴν τρίτην ἀρχομένην.
§16.18
[ιη΄. Περὶ πηγάνου.] Πήγανον τὸ μὲν ἄγριον ἐκ τῆς τετάρτης ἐστὶν ἤδη τάξεως τῶν θερμαινόντων, τὸ δ’ ἥμερον ἐκ τῆς τρίτης. ἔστι δ’ οὐ μόνον δριμὺ γευόμενον, ἀλλὰ καὶ πικρὸν, ᾧ καὶ τὸ τέμνειν τε καὶ διαφορεῖν ἔχει τοὺς παχεῖς καὶ γλίσχρους χυμούς. διὰ δὲ τὴν αὐτὴν δύναμιν καὶ δι’ οὔρων κινεῖ. καὶ μὲν δὴ καὶ λεπτομερές ἐστι καὶ ἄφυσον, καὶ διὰ τοῦτο πρός τε τὰς ἐμπνευματώσεις ἁρμόττει καὶ τὰς πρὸς ἀφροδίσια προθυμίας ἐπέχει καὶ διαφορεῖ καὶ ξηραίνει γενναίως. ἔστι γὰρ τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων. ὃ δ’ ἐν τοῖς ἔμπροσθεν λόγοις μῶλυ καὶ βήσασαν ἔφαμεν ὀνομάζεσθαι, εἴη ἂν καὶ αὐτὸ πήγανον ἄγριον.
§16.19
[ιθ΄. Περὶ πίσσης.] Πίσσα ἡ μὲν ξηρὰ ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν ἀπὸ τῶν συμμέτρων καὶ πλέον γε ξηραίνειν πέφυκεν ἢ θερμαίνειν. ἡ δ’ ὑγρὰ τοὔμπαλιν θερμαίνει πλέον ἢ ξηραίνει. ἔχει δέ τι καὶ λεπτομερὲς, ᾧ καὶ τοὺς ἀσθματικοὺς καὶ τοὺς ἐμπυϊκοὺς ὠφελεῖ. πλῆθος δ’ ἐκλαβεῖν ἀρκεῖ κύαθον μέλιτος μιγνύντας, ἀλλὰ καὶ ῥυπτικὸν ἔχουσί τι καὶ συμπεπτικὸν καὶ διαφορητικὸν, ὥσπερ γε καὶ κατὰ τὴν γεῦσιν ὑπόπικρόν τε καὶ δριμύ. οὕτως γέ τοι καὶ λεπροὺς ὄνυχας ἐξάγουσιν μιγνύμεναι κηρῷ καὶ λειχῆνας ἀποῤῥύπτουσι. συμπέπτουσι δὲ καὶ τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἅπαντας ἐπεμβαλλόμεναι τοῖς καταπλάσμασιν, ἰσχυρότερα δ’ εἰς ἅπαντα τὰ τοιαῦτα ἡ ὑγρά. ἡ δὲ ξηρὰ πίττα πρὸς μὲν ταῦτα χείρων, εἰς δὲ τὰς κολλήσεις τῶν τραυμάτων ἐπιτηδειοτέρα. δῆλον οὖν ἐκ τούτων ὡς ὑγρότητος θερμῆς ἀναμέμικταί τι δαψιλὲς τῇ ὑγρᾷ πίττῃ.
§16.20
[κ΄. Περὶ πισσελαίου.] Πισσέλαιον ἐκ τῆς ὑγρᾶς γίνεται πίττης, ὅμοιον μὲν ὑπάρχον αὐτῇ τῷ γένει, λεπτομερέστερον δὲ κατὰ τὴν οὐσίαν.
§16.21
[κα΄. Περὶ πιστακίου.] Πιστάκιον. ἐν Συρίᾳ πλεῖστον γεννᾶται τοῦτο τὸ φυτόν. ὁ καρπὸς δ’ αὐτοῦ λεπτομερεστέρας πώς ἐστιν οὐσίας, ὑπόπικρόν τι καὶ ἀρωματίζον ἐχούσης. ἐκφράττει τοιγαροῦν καὶ διακαθαίρει μάλιστα μὲν τὰ καθ’ ἧπαρ, ἤδη δὲ καὶ τὰ κατὰ τὸν θώρακα καὶ πνεύμονα.
§16.22
[κβ΄. Περὶ πιτυΐδων.] Πιτυΐδες. ὀνομάζεται δ’ οὕτως ὁ καρπὸς τῶν πιτύων. ἔνιοι δὲ καταχρώμενοι καὶ τὸν τῆς πεύκης ὡσαύτως προσαγορεύουσιν, μικτῆς εἰσι δυνάμεως ὡς ἂν καὶ στύφουσαι καὶ δριμύτητά τινα κεκτημέναι μετὰ πικρότητος. ὅθεν καὶ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν συναίρονται.
§16.23
[κγ΄. Περὶ πίτυος.] Πίτυος ὁ φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν δύναμιν εἰς τοσοῦτον ὡς παρατρίμματά τε καταπλαττόμενα ἰᾶσθαι κάλλιστα καὶ κοιλίαν ἐπέχειν, εἰ ποθείη. καὶ τὰ κατακαύματα δὲ ἐπουλοῖ. καὶ ὁ τῆς πεύκης δὲ φλοιὸς ὅμοιος μὲν αὐτῷ, μετριώτερος δὲ κατὰ τὴν δύναμιν. ἐν δὲ τοῖς φύλλοις ἀμφοτέρων τῶν δένδρων ὡς ἂν ὑγροτέροις οὖσι πολὺ τοῦ φλοιοῦ δύναμίς ἐστι κολλητικὴ τραυμάτων. ἐν μέντοι τῷ κώνῳ, κᾂν εἰ παραπλησία τούτοις, ἀλλ’ ἰσχυροτέρα τε ἡ δύναμίς ἐστιν, ἔν τε τῷ φλοιῷ καὶ τοῖς φύλλοις, ὡς μηδὲν ἔτι τῶν προειρημένων καλῶς δύνασθαι ποιεῖν, ἀλλ’ ἤδη τι δακνῶδες ἔχειν ἀνιαρόν. ἡ δὲ λιγνὺς ἡ ἐκ τῶν εἰρημένων πρὸς πτίλα βλέφαρα καὶ μυδρῶντας κανθοὺς καὶ περιβεβρωμένους καὶ δακρύοντάς ἐστι χρήσιμος.
§16.24
[κδ΄. Περὶ πιτυούσης.] Πιτυοῦσα. καὶ ταύτην τινὲς εἶδος εἶναι τιθυμάλλου νομίζουσιν, ὅτι τὸν ὀπὸν ἔχει καθάπερ ἐκεῖνοι καὶ ὅτι καθαίρει παραπλησίως ἐκείνοις καὶ τὰ ἄλλα πάντα κατὰ τὴν δύναμιν ἔοικεν αὐτοῖς.
§16.25
[κε΄. Περὶ πλατάνου.]΄ Πλάτανος ὑγροτέρας ἐστὶ καὶ ψυχροτέρας οὐσίας οὐ πολλῷ τινι τῶν συμμέτρων. διὰ τοῦτο καὶ τὰ φύλλα τὰ χλωρὰ λειωθέντα καὶ καταπλασθέντα τὰς ἐν γενέσει φλεγμονὰς ὀνίνησιν οὐκ ἀσαφῶς. ὁ δὲ φλοιὸς αὐτοῦ καὶ τὰ σφαιρία ξηραντικωτέρας ἤδη δυνάμεώς ἐστιν, ὡς τὸν μὲν ἐν ὄξει καθεψόμενον εἰς ὀδόντων ἀλγήματα παραλαμβάνεσθαι, τὰ δὲ σφαιρία μετὰ στέατος ἐπὶ τῶν πυρικαύτων ἑλκῶν. εἰσὶ δ’ οἳ καὶ καύσαντες τὸν φλοιὸν ξηραντικόν τε καὶ ῥυπτικὸν ἀπεργάζονται φάρμακον, ὡς μεθ’ ὕδατος μὲν ἰᾶσθαι λέπρας, αὐτὸ δὲ καθ’ ἑαυτὸ ἐπιπλαττόμενον τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη παλαιὰ καὶ ῥυπαρά. φυλάττεσθαι δὲ τὸν ἐπὶ τοῖς φύλλοις τοῦ δένδρου χνοῦν· καὶ γὰρ τὴν ἀρτηρίαν εἰσπνευσθεὶς ἀδικεῖ, ξηραίνων τε καὶ τραχύνων σφοδρῶς, καὶ κακοῖ τὴν φωνὴν, ὥσπερ γε καὶ τὴν ὄψιν καὶ τὴν ἀκοὴν ὀφθαλμοῖς καὶ ὠσὶν ἐμπεσών.
§16.26
[κστ΄. Περὶ πολυγόνου.] Πολύγονον ἔχει μέν τι καὶ στῦφον, ἐπικρατεῖ δ’ ἐν αὐτῷ τὸ ὑδατῶδες ψυχρὸν, ὡς εἶναι κατὰ τὴν δευτέραν τάξιν ἐν τοῖς ψύχουσι φαρμάκοις, ἢ καὶ τῆς τρίτης που κατὰ τὴν ἀρχήν. ὀνίνησι γοῦν τοὺς ἐγκαιομένους τὸν στόμαχον ἔξωθεν ἐπιπλασσόμενον ψυχρὸν, ὥσπερ καὶ τὰ ἐρυσιπέλατα καὶ τὰς θερμὰς φλεγμονάς. ἅτε δὲ τοιοῦτον ὑπάρχον καὶ ἀποκρούεται ῥεύματα καὶ ταύτῃ δοκεῖ ξηραντικὸν ὑπάρχειν. διὸ καὶ τῶν ἑρπήτων ἀγαθόν ἐστιν φάρμακον, ἑλκῶν τε καὶ τῶν ἄλλων, ἐναργέστατα δὲ τῶν φλεγμονωδῶν τε καὶ ῥευματικῶν. ἔστι δὲ καὶ τῶν ἐναίμων τραυμάτων κολλητικόν. ὀνίνησι δὲ καὶ τὰ ἐν τοῖς ὠσὶν ἕλκη, κᾂν πῦον ἱκανὸν ἐν αὐτοῖς ᾖ, καὶ τοῦτο ξηραίνει. διὰ δὲ τὰς αὐτὰς δυνάμεις καὶ ῥοῦν γυναικεῖον ἵστησι καὶ δυσεντερίαν καὶ τὰς τοῦ αἵματος ἀναγωγὰς καὶ ὁποθενοῦν ἑτέρωθεν ἀμετροτέρας φοράς. φησὶ δὲ Διοσκορίδης καὶ οὖρα προκαλεῖσθαι αὐτὸ τοῖς στραγγουριῶσιν διδόμενον, οὐ μὴν διαιρεῖταί γε τὴν διάθεσιν ἀκριβῶς ἐφ’ ἧς χρὴ διδόναι. ἔστι δὲ εἰς ἅπαντα τὰ εἰρημένα τὸ ἄῤῥεν τοῦ θήλεος ἰσχυρότερον.
§16.27
[κζ΄. Περὶ πολυγάλου.] Πολύγαλον αὐστηρὰ μετρίως ἔχει τὰ φύλλα. δοκεῖ δὲ πινόμενα γάλα γεννᾷν, ὥστ’ ἐπικρατοίη ἂν ἐν αὐτῷ τὸ θερμὸν καὶ ὑγρόν.
§16.28
[κη΄. Περὶ πολυγονάτου.] Πολυγόνατον μικτῆς ἐστι δυνάμεώς τε καὶ ποιότητος. ἔχει γάρ τι καὶ στύψεως καὶ δριμύτητος καὶ πικρότητος καί τινος ἀηδίας ἀῤῥήτου. ταῦτ’ ἄρα οὐδὲ πολύχρηστόν ἐστιν ἀλλ’ ἢ μόνον ὅτι τὴν ῥίζαν ἐπιπλάττουσι τραύμασιν ἔνιοι. εἰσὶ δ’ οἳ τοὺς ἐν προσώπῳ σπίλους ἀποῤῥύπτουσιν δι’ αὐτοῦ.
§16.29
[κθ΄. Περὶ πολεμωνίου.] Πολεμώνιον, οἱ δὲ φιλεταίριον, ἔνιοι δὲ ὥσπερ καὶ Καππαδόκαι χιλιοδύναμιν, λεπτομεροῦς τ’ ἐστὶ καὶ ξηραντικῆς δυνάμεως, ὅθεν ἔνιοι πρὸς ἰσχιάδας καὶ δυσεντερίαν καὶ σκιῤῥούμενον σπλῆνα διδόασι πίνειν τὴν ῥίζαν αὐτοῦ μετ’ οἴνου.
§16.30
[λ΄. Περὶ πολίου.] Πόλιον πικρὸν γευομένοις ἐστὶ καὶ μετρίως δριμύ. ἐκφράττει τοιγαροῦν ἅπαντα τὰ σπλάγχνα καὶ οὖρα καὶ ἔμμηνα κινεῖ, καὶ χλωρὸν μὲν ὑπάρχον ἔτι κολλᾷ τὰ μεγάλα τραύματα καὶ μάλιστα τὸ θαμνῶδες εἶδος αὐτοῦ. ξηρὸν δὲ γενόμενον ἰᾶται τὰ κακοήθη τῶν ἑλκῶν ἐπιπαττόμενον καὶ μᾶλλον τοῦτο δρᾷ τὸ μικρότερον.
§16.31
[λα΄. Περὶ πολίου μικροῦ.] Πόλιον τὸ μικρὸν, ᾧ καὶ εἰς τὰς ἀντιδότους χρώμεθα· καὶ γὰρ καὶ δριμύτερον καὶ πικρότερόν ἐστι τοῦτο τοῦ μείζονος, ὡς ἐκ μὲν τῆς τρίτης τάξεως εἶναι τῶν ξηραινόντων, ἐκ δὲ τῆς δευτέρας συμπεπληρωμένης τῶν θερμαινόντων.
§16.32
[λβ΄. Περὶ πολυκνήμου.] Πολύκνημον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν, ὥστε καὶ διὰ τοῦτο τραυμάτων ἐστὶ κολλητικόν.
§16.33
[λγ΄. Περὶ ποταμογείτονος.] Ποταμογείτων στύφει καὶ ψύχει παραπλησίως πολυγόνῳ. παχυμερεστέρα δ’ ἐστὶν ἡ οὐσία αὐτοῦ τῆς πολυγόνου.
§16.34
[λδ΄. Περὶ πολυποδίου.] Πολυπόδιον τὴν γλυκεῖαν ἅμα καὶ αὐστηρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα, ὡς εἶναι δυνάμεως ξηραντικῆς ἱκανῶς ἀδήκτου.
§16.35
[λε΄. Περὶ πρασίου.] Πράσιον ὥσπερ τῇ γεύσει πικρόν ἐστιν, οὕτω καὶ χρωμένοις ὁμολογοῦσαν ἔχει τῷ τοιούτῳ χυμῷ τὴν ἐνέργειαν, ἐκφράττον καὶ ἧπαρ καὶ σπλῆνα καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα διακαθαῖρον, ἔμμηνά τε προτρέπον. ἀλλὰ καὶ καταπλασσόμενον ῥύπτει τε καὶ διαφορεῖ. καὶ θείη ἄν τις αὐτὸ κατὰ μὲν τὴν θερμότητα τῆς δευτέρας που τάξεως ἤδη συμπληρουμένης, κατὰ δὲ τὴν ξηρότητα τῆς τρίτης, ἤτοι μεσούσης καὶ συμπληρουμένης. τῷ χυλῷ δ’ αὐτοῦ καὶ πρὸς ὀξυδερκίαν μὲν χρῶνται μετὰ μέλιτος, οὐ μὴν ἀλλὰ καὶ διὰ ῥινῶν ἰκτέρους καθαίρουσι, καὶ πρὸς ὤτων ὀδύνας ἤδη κεχρονισμένας αὐτὸ παραλαμβάνουσι, ἐφ’ ὅσον ἐκφράξαι καὶ διακαθῆραι τόν τε πόρον αὐτὸν καὶ τὰς τῶν μηνίγγων ἀποφύσεις ἐστὶ χρεία.
§16.36
[λστ΄. Περὶ προπόλεως.] Πρόπολις ῥυπτικῆς μέν ἐστιν οὐκ ἰσχυρᾶς δυνάμεως, ἑλκτικῆς δ’ ἱκανῶς ἰσχυρᾶς. ἔστι γὰρ λεπτομερὴς τὴν οὐσίαν. θερμαίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν ἤδη συμπληρουμένην καὶ τρίτην ἀρχομένην.
§16.37
[λζ΄. Περὶ πταρμικῆς.] Πταρμικῆς τὰ μὲν ἄνθη πταρμικῆς ἐστι δυνάμεως, ὅθεν περ καὶ τῇ πόᾳ τοὔνομα. ὅλον τὸ θαμνίον ὑπώπιά τε καὶ τὰς ἄλλας ἐκχυμώσεις διαφορεῖ. ἔστι γὰρ ἡ κρᾶσις αὐτοῦ θερμὴ καὶ ξηρὰ, χλωρὰ μὲν ἔτι κατὰ τὴν δευτέραν τάξιν, εἰ δὲ ξηρανθείη, κατὰ τὴν τρίτην.
§16.38
[λη΄. Περὶ πτελέας.] Πτελέας τοῖς φύλλοις ἐκολλήσαμέν ποτε πρόσφατον τραῦμα, θαῤῥήσαντες τῷ στυπτικήν τε ἅμα καὶ ῥυπτικὴν δύναμιν ἐμφέρεσθαι αὐτοῖς. ὁ δὲ φλοιὸς ἔτι καὶ μᾶλλον ὑπόπικρός τέ ἐστι καὶ στυπτικὸς, ὥστε καὶ λέπραν ἰᾶται σὺν ὄξει καὶ χλωρὸς δὲ ὢν ἔτι καὶ πρόσφατος, ἐὰν ὡς ἐπίδεσμος περιελιχθῇ τοῖς τραύμασιν, κολλᾷν αὐτὰ δύναται. καὶ αἱ ῥίζαι δὲ τῆς αὐτῆς εἰσι δυνάμεως, ὥστε καὶ τῷ ἀφεψήματι καταντλοῦσίν τινες, ὅσα πωρώσεως δεῖται κατάγματα.
§16.39
[λθ΄. Περὶ πτέριδος καὶ θηλυπτερίδος.] Πτέρις ῥίζαν μάλιστ’ ἔχει χρήσιμον. ἀναιρεῖ γὰρ ἕλμινθα πλατεῖαν, εἰ τεσσάρων δραχμῶν ὁλκήν τις αὐτῆς ἐν μελικράτῳ λάβοι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρειν, τὰ νεκρὰ δ’ ἐκβάλλειν οὐδὲν θαυμαστόν. ἔστι γὰρ πικρὰ βραχύ τι στύψεως μετέχουσα. διὸ καὶ κατὰ τῶν ἑλκῶν ἐπιτιθεμένη δυνάμεώς ἐστιν ἰσχυρῶς ξηραντικῆς, οὐ μέντοι δακνώδης. ὁμοίαν δ’ αὐτῇ καὶ ἡ θηλυπτερὶς ὀνομαζομένη τὴν δύναμιν ἔχει.
§16.40
[μ΄. Περὶ πυκνοκόμου.] Πυκνοκόμου καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα διαφορητικῆς ἐστι καὶ ἑλκτικῆς δυνάμεως, ὄντα καὶ πρὸς τὴν γεῦσιν δριμέα. τὰ μὲν οὖν φύλλα φύματά τε καὶ δοθιῆνας διαφορεῖ, ὁ δὲ καρπὸς ἰσχυρότερος ὑπάρχει, καὶ ταῦτα μὲν ἐργάζεσθαι πέφυκε, μιγνύμενός τινι τῶν διαφορητικῶν καταπλάσματι, οἷόν πέρ ἐστι καὶ τὸ διὰ τοῦ κριθίνου· καὶ σκόλοπας δὲ καὶ ὅσα τοιαῦτα πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ἐπισπᾶται. ἡ δὲ ῥίζα πρὸς τὰ μὲν προειρημένα χείρων ἐστὶ καὶ ἀσθενεστέρα, χολῆς μέντοι τῆς ξανθῆς καθαρτική.
§16.41
[μα΄. Περὶ πυρέθρου.] Πυρέθρου τῇ ῥίζῃ χρώμεθα μάλιστα καυστικὴν ἐχούσῃ δύναμιν, καθ’ ἣν ὀδόντων τε ἐψυγμένων ὀδύνας πραΰνει καὶ πρὸ τῶν κατὰ περίοδον ῥιγῶν ἀνατρίβεται μετ’ ἐλαίου καὶ τοὺς ναρκώδεις καὶ παρειμένους ὠφελεῖ.
§16.42
[μβ΄. Περὶ πυροῦ.] Πυρὸς ὡς τροφὴ μὲν ὁποίας ἐστὶ φύσεως οὐ τῆς νῦν ἔνεστι πραγματείας, ὡς φάρμακον δ’ ἔξωθεν ἐπιτιθέμενος ἐκ τῆς πρώτης ἐστὶ τάξεως τῶν θερμαινόντων, οὐ μὴν οὔτε ξηραίνειν οὔθ’ ὑγραίνειν ἐπιφανῶς πέφυκεν. ἔχει δέ τι καὶ γλίσχρον καὶ ἐμφρακτικόν. τὸ δ’ ἐξ αὐτοῦ σκευαζόμενον ἄμυλον ψυχρότερόν τε καὶ ξηραντικώτερον αὐτοῦ γίνεται. καὶ τὸ ἐξ ἄρτου δὲ κατάπλασμα διαφορητικωτέρας ἐστὶ δυνάμεως ἤπερ τὸ ἐκ τῶν πυρῶν, ὡς ἂν καὶ ἁλῶν καὶ ζύμης προειληφότος τοῦ ἄρτου. δυνάμεως γὰρ ἐπισπαστικῆς τε καὶ διαφορητικῆς τῶν ἐκ τοῦ βάθους ἐστὶν ἡ ζύμη.
§17.1
[α΄. Περὶ ῥάμνου.] Ῥάμνος ξηραίνει μὲν καὶ διαφορεῖ κατὰ τὴν δευτέραν ἀπόστασιν, ψύχει δὲ κατὰ τὴν πρώτην συμπληρουμένην, ἢ τὴν δευτέραν ἀρχομένην. διὰ τοῦτο καὶ ἕρπητας ἰᾶται καὶ ἐρυσιπέλατα μὴ σφόδρα θερμά. χρηστέον δ’ αὐτῆς τοῖς ἁπαλοῖς φύλλοις εἰς ταῦτα.
§17.2
[β΄. Περὶ ῥαφανῖδος.] Ῥαφανὶς θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν. ἡ δ’ ἀγρία δραστικωτέρα κατ’ ἄμφω· καὶ μὲν δὴ καὶ τὸ σπέρμα δραστικώτερον αὐτοῦ τοῦ φυτοῦ. διαφορητικὴ δ’ ἐστὶν ἐν αὐτῷ ἡ δύναμις, ὥστε καὶ πρὸς ὑπώπια καὶ τἄλλα τὰ πελιδνὰ διὰ τὴν τοιαύτην δύναμιν ὠφέλιμα τετύχηκεν ὄντα.
§17.3
[γ΄. Περὶ ῥήου.] Ῥῆον, ἔνιοι δὲ προσαγορεύουσιν αὐτὸ ῥᾶ, μικτῆς ἐστι κράσεώς τε καὶ δυνάμεως. ἔχει μὲν γάρ τι καὶ γεῶδες ψυχρὸν, ὡς ἡ στύψις δηλοῦ σύνεστι δέ τις αὐτῷ καὶ θερμότης, ὑπόδριμυ γὰρ ἐπιπλέον διαμασώμενον φαίνεται. καὶ μὴν ὡς ἀερώδους τινὸς οὐσίας μετέχει λεπτομεροῦς δηλοῖ μὲν καὶ ἡ χαυνότης τε καὶ ἡ κουφότης, ἀτὰρ οὐχ ἥκιστα καὶ τὰ ἔργα. δι’ αὐτὸ γάρ τοι τοῦτο καί τοι στῦφον ὅμως οὐ σπάσματα μόνον, ἀλλὰ καὶ ῥήγματα καὶ ὀρθόπνοιαν ὠφελεῖ. οὕτω δὴ καὶ πελιώματα καὶ λειχῆνας ἰᾶται μετ’ ὄξους ἐπαλειφόμενον. ὅτι δὲ καὶ τὰ τῆς στύψεως ἔργα γενναῖα, καταμαθεῖν ἔστιν ἐξ ὧν ὀνίνησιν αἱμοπτυϊκοὺς καὶ κοιλιακοὺς καὶ δυσεντερικούς. οὐ γὰρ ἀντιπράττει τῷ γεώδει ψυχρῷ τὸ λεπτομερὲς ἀερῶδες. ἀλλ’ οὖν τὸ ποδηγοῦν τε καὶ πρὸς βάθος ἄγον αἴτιον ἰσχυροτέρας ἐνεργείας γίνεται.
§17.4
[δ΄. Περὶ ῥητινῶν.] Ῥητίναι πᾶσαι ξηραίνουσι καὶ θερμαίνουσι. διαφέρουσι δ’ ἀλλήλων τῷ τε πλέον ἢ ἔλαττον ἔχειν ἔν τε τῇ γεύσει δριμὺ κᾀν τῇ δυνάμει θερμαῖνον καὶ τῷ τὰς μὲν ἧττον αὐτῶν εἶναι λεπτομερεῖς, τὰς δὲ μᾶλλον, καὶ τῷ τὰς μὲν στύψεως μετέχειν, τὰς δ’ οὔ. προκέκριται δ’ εἰκότως ἐξ ἁπασῶν ἡ σχινίνη, μαστίχην δ’ αὐτὴν ὀνομάζουσι. πρὸς γὰρ τῷ στύψεως ὀλίγης μετέχειν, ὡς καὶ ταῖς κατὰ τὸν στόμαχον καὶ τὴν γαστέρα καὶ τὸ ἧπαρ ἀτονίαις καὶ φλεγμοναῖς ἁρμόττειν, ἔτι καὶ τὸ ξηραίνειν καὶ ἀλύπως αὐτῇ πάρεστιν. ἥκιστα γάρ ἐστι δριμεῖα καὶ μάλιστα λεπτομερής. τῶν δ’ ἄλλων ἡ τερμινθίνη πρωτεύει, σαφῆ μὲν οὐχ ὁμοίως τῇ μαστίχῃ τὴν στύψιν ἔχουσα, πικρότητα δέ τινα κεκτημένη, δι’ ἣν καὶ μᾶλλον τῆς μαστίχης διαφορεῖ. διὰ δὲ τὴν αὐτὴν ταύτην ποιότητα καὶ τὸ ῥύπτειν αὐτῇ πάρεστιν ἐπὶ τοσοῦτον, ὥστε καὶ ψώρας ἰᾶσθαι. καὶ μὲν δὴ καὶ τὰ ἐκ βάθους ἕλκει μᾶλλον τῶν ἄλλων ῥητινῶν, ὅτι καὶ λεπτομερὴς ἐκείνων μᾶλλόν ἐστι. ἥ γέ τοι πευκίνη, καὶ ταύτης ἔτι μᾶλλον ἡ στροβιλίνη, δριμύτεραι μὲν αὐτῆς εἰσιν, οὐ μὴν οὔτε διαφοροῦσι μᾶλλον οὔτ’ ἐπισπῶνται. μέσαι δ’ αὐτῶν εἰσιν ἡ πιτυΐνη καὶ ἐλατίνη, δριμύτεραι μὲν οὖσαι τῆς τερμινθίνης, ἧττον δὲ δριμεῖαι τῆς πευκίνης τε καὶ στροβιλίνης. ἔχει δὲ καὶ μαλακτικὸν ἡ τερμινθίνη ῥητίνη. δευτέρα δ’ ἐστὶν ἐν τῷ μαλάσσειν ἡ σχινίνη, καθάπερ ἡ κυπαρισσίνη δριμεῖα.
§17.5
[ε΄. Περὶ ῥόδου.] Ῥόδων ἡ δύναμις ἐν τοῖς ἔμπροσθεν εἴρηται διὰ πλειόνων, ὡς ἐξ ὑδατώδους οὐσίας θερμῆς ἀναμεμιγμένης δύο ποιότησιν ἑτέραις, τῇ τε στυφούσῃ καὶ τῇ πικρᾷ, σύγκειται. καὶ μὲν δὴ καὶ ὁποία τις ἑκατέρα τὴν φύσιν ἐστὶν, ἥ τε πικρὰ καὶ ἡ στύφουσα, λέλεκταί μοι κατὰ τὸ τέταρτον τῶνδε τῶν ὑπομνημάτων. τὸ δὲ ἄνθος αὐτῶν ἔτι καὶ μᾶλλον αὐτῶν τῶν ῥόδων στυπτικόν ἐστι καὶ δηλονότι διὰ τοῦτο ξηραντικόν.
§17.6–18.36
§17.6
[στ΄. Περὶ ῥοδίας ῥίζης.] Ῥοδία ῥίζα ἡ ἐν Μακεδονίᾳ γεννωμένη λεπτομεροῦς ἐστι καὶ διαφορητικῆς δυνάμεως. ἐν δὲ τῷ θερμαίνειν κατὰ τὴν δευτέραν που θετέον ἀπόστασιν αὐτὴν, ἢ καὶ τὴν τρίτην ἀρχομένην.
§17.7
[ζ΄. Περὶ ῥοδοδάφνης.] Ῥοδοδάφνη κατὰ μὲν τὴν ὅλην οὐσίαν δηλητήριός ἐστιν οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν πλείστων βοσκημάτων, κατὰ δὲ τὴν κρᾶσιν τῆς τρίτης μέν ἐστι κράσεως τῶν θερμαινόντων ἀρχομένης, τῆς πρώτης δὲ τῶν ξηραινόντων.
§17.8
[η΄. Περὶ ῥοιῶν.] Ῥοιὰ πᾶσα τῆς στυφούσης μετέχει ποιότητος, οὐ μὴν ἐπικρατούσης γε πάντων. ἔνιαι μὲν γὰρ αὐτῶν εἰσιν ὀξεῖαι, τινὲς δὲ γλυκεῖαι πλέον ἢ αὐστηραί. καὶ δὴ καὶ τὰς ὠφελείας ἑκάστης αὐτῶν κατὰ τὴν ἐπικρατοῦσαν ἀνάγκη γίνεσθαι ποιότητα. λέλεκται δ’ ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ὑπὲρ τοῦ γλυκέος χυμοῦ καὶ αὐστηροῦ καὶ ὀξέος, ὥστ’ ἐξ ἐκείνων ἔστι σοι καὶ περὶ τῆς τῶν ῥοιῶν διαφορᾶς συλλογίσασθαι. ἔστι δὲ τὰ μὲν γίγαρτα τοῦ χυλοῦ στυπτικώτερα καὶ ξηραντικώτερα. τούτων δ’ ἔτι τὰ λέμματα, καλεῖται δὲ σίδια. παραπλησίας δ’ αὐτοῖς εἰσι δυνάμεως οἱ κυτῖνοι.
§17.9
[θ΄. Περὶ ῥοός.] Ῥοῦς τὸ θαμνῶδες Φυτὸν στύφει καὶ ξηραίνει, ὥσπερ καὶ οἱ βυρσοδέψαι πρὸς τὸ ξηρᾶναι καὶ στῦψαι τὰ δέρματα χρῶνται τῷ φυτῷ, καὶ διὰ τοῦτο ὀνομάζεται βυρσοδεψικὴ τοῖς ἰατροῖς. ὅ τε καρπὸς αὐτῆς μάλιστα καὶ ὁ χυλὸς εἰς χρείαν ἥκουσιν, ἱκανῶς αὐστηρᾶς ὄντες ποιότητος. ὁμολογεῖ δὲ καὶ ἡ κατὰ μέρος ἅπασα χρῆσις τῇ κατὰ τὴν γεῦσιν αἰσθήσει. εἴη ἂν οὖν καὶ τοῦτο τὸ φάρμακον ξηραντικὸν μὲν ἐκ τῆς τρίτης τάξεως, ψυκτικὸν δὲ ἐκ τῆς δευτέρας.
§17.10
[ι΄. Περὶ ῥύπου.] Ῥύπος ὁ μὲν ἀπὸ τῶν ἐν τοῖς γυμνασίοις ἀνδριάντων, ἐν οἷς ἂν ἄφθονον ἔλαιον κεῖται, διαφορητικός τέ ἐστι καὶ μαλακτικός. ὁ δ’ ἐν ταῖς παλαίστραις ἐφ’ ὅσον τῆς κόνεως μετείληφε, ἐπὶ τοσοῦτον διενήνοχεν. ὀνομάζουσι δὲ τοῦτον τὸν ῥύπον πάτον. ὁ μὲν δὴ πρότερος ἀπέπτων φυμάτων ἐστὶ διαφορητικὸς, ὁ δὲ δεύτερος ἄριστον ἴαμα φλεγμονῆς τιτθῶν ἐστι. καὶ γὰρ τὸ πυρῶδες αὐτῶν σβέννυσι καὶ τὸ ἐπιῤῥέον ἀναστέλλει καὶ τὸ περιεχόμενον διαφορεῖ· σύγκειται γὰρ ἐκ κόνεως καὶ ἐλαίου καὶ ἀνθρωπείου ῥύπου καὶ ἱδρῶτος. ἡ μὲν οὖν κόνις ἐμπλαστικόν τέ ἐστι καὶ ψυκτικὸν καὶ ἀποκρουστικὸν, τὸ δ’ ἔλαιον μαλακτικὸν, ὁ δ’ ἱδρὼς καὶ ὁ ῥύπος διαφορητικά. ὁ δ’ ἀπὸ τῶν ἀνδριάντων οὔτε τὴν κόνιν ἔχων καὶ τοῦ χαλκοῦ τινα προσειληφὼς ἰὸν εἰκότως δριμύτερός ἐστιν. ἐμνημονεύσαμεν δὲ τούτου καὶ νῦν, ὅτι τὸ πλεῖστον ἐν αὐτῷ τῆς ἐλαιώδους οὐσίας ἐστὶν, ἐκ φυτοῦ τὴν γένεσιν ἐχούσης. ἀναγκαῖον δ’ ἔσται κᾀν τοῖς ἀπὸ ζώων αὐτοῦ μνημονεῦσαι διὰ τὸν ἱδρῶτα.
§18.1
[α΄. Περὶ σαγαπηνοῦ.] Σαγαπηνὸν ὀπός ἐστι θερμὸς καὶ λεπτομερὴς, ὡσαύτως τοῖς ἄλλοις ὀποῖς. ἔχει δέ τι καὶ ῥυπτικὸν, ᾧ καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς ἀποκαθαίρει τε καὶ λεπτύνει. οὐ μὴν ἀλλὰ καὶ ὑποχύσεσι καὶ ἀμβλυωπίαις ταῖς διὰ πάχος ὑγρῶν γινομέναις ἀγαθόν ἐστι φάρμακον. αὐτὸ δὲ τὸ φυτὸν ἐξ οὗ γίνεται νάρθηκι παραπλήσιον ὑπάρχον ἀσθενές τε καὶ ἄχρηστόν ἐστιν, ὀνομάζεται δὲ δηλονότι πρότερον ἐκεῖνο σαγαπηνόν. ὁ γὰρ ὀπὸς αὐτοῦ καταχρωμένοις οὕτω προσαγορεύεται, καθάπερ καὶ ἄλλα πολλὰ δι’ ἐλλιποῦς λέξεως ὀνομάζομεν ἐκ καταχρήσεως. τελεώτερον γὰρ ἦν λέγειν αὐτὸν οὐ σαγαπηνὸν, ἀλλ’ ὀπὸν σαγαπηνοῦ.
§18.2
[β΄. Περὶ σαμψύχου.] Σάμψυχον λεπτομεροῦς ἐστι καὶ διαφορητικῆς δυνάμεως. ξηραίνει τε γὰρ καὶ θερμαίνει κατὰ τὴν τρίτην τάξιν.
§18.3
[γ΄ Περὶ σαπρότητος τῶν ξύλων.] Σαπρότης ξύλων, καὶ μάλιστα ὅσα μετέχει στύψεώς τε ἅμα καὶ ῥύψεως, ὥσπερ καὶ ἡ πτελέα, καθαίρει καὶ ἀναπληροῖ τὰ ὑγρὰ τῶν ἑλκῶν.
§18.4
[δ΄. Περὶ σαρκοκόλλης.] Σαρκοκόλλα δάκρυόν ἐστι δένδρου περσικοῦ, μικτὴν ἔχουσα δύναμιν ἐξ ἐμπλαστικῆς τέ τινος οὐσίας καὶ βραχείας πικρᾶς, ὅθεν ἀδήκτως ξηραίνει καὶ διὰ τοῦτο τραύματα δύναται κολλᾷν.
§18.5
[ε΄. Περὶ σατυρίου.] Σατύριον ἢ τρίφυλλον ὑγρόν ἐστι καὶ θερμὸν τὴν κρᾶσιν, διὸ καὶ γευόμενον φαίνεται γλυκύ. περιττωματικὴν μέντοι καὶ φυσώδη τὴν ὑγρότητα κέκτηται καὶ διὰ τοῦτο παρορμᾷ πρὸς ἀφροδίσια. ταῦτα δὲ καὶ ἡ ῥίζα τῆς βοτάνης δρᾷν πέφυκεν. ὡς δέ τινες γράφουσι, καὶ ὀπισθότονον ἰᾶται, μετ’ οἴνου μέλανος αὐστηροῦ πινόμενον.
§18.6
[στ΄. Περὶ σελίνου.] Σέλινον εἰς τοσοῦτον θερμόν ἐστιν, ὡς οὖρά τε καὶ καταμήνια κινεῖν. ἔστι δὲ καὶ ἄφυσον καὶ μᾶλλον τῆς πόας τὸ σπέρμα. καὶ τοῦ ὀρεοσελίνου δὲ καὶ τοῦ ἱπποσελίνου παραπλήσιος ἡ δύναμις. ἀσθενέστερον δὲ τὸ ἱπποσέλινον, ὥσπερ ἰσχυρότερον τὸ ὀρεοσέλινον.
§18.7
[ζ΄. Περὶ σέρεως.] Σέρις ὑπόπικρόν ἐστι λάχανον καὶ μᾶλλον τὸ ἄγριον. ὅπερ καὶ δι’ αὐτὸ τοῦτο πικρίδα προσαγορεύουσιν ἔνιοι, τινὲς δὲ κιχώριον ὀνομάζουσιν. ἔστι δ’ αὐτὴ ξηρᾶς μὲν καὶ ψυχρᾶς κράσεως ἀμφότερα κατὰ τὴν πρώτην ἀπόστασιν ἔχουσα. ἡ δ’ ἥμερος ἐπὶ μᾶλλον μὲν ψύχει τῆς ἀγρίας, ἐπιμιξίᾳ δὲ πολλῆς ὀθνίας ὑγρότητος ἀπόλλυσι τὸ ξηραίνειν. ἀμφότεραι δὲ μετέχουσι τῆς στυφούσης ποιότητος, ὥσπερ καὶ ἡ χονδρίλη· καὶ γὰρ αὐτὸ σέρεως εἶδός ἐστιν.
§18.8
[η΄. Περὶ σερίφου.] Σέριφον. εἴρηται μὲν περὶ τούτου κατὰ τὸ ἕκτον βιβλίον ἐν τῷ περὶ ἀψινθίου λόγῳ. παραπλήσιον μὲν γάρ ἐστιν ἀψινθίῳ κατὰ τὴν ἰδέαν καὶ τὴν γεῦσιν, ὅμως μὴν διαλλάττει, κατὰ μὲν τὴν γεῦσιν τῷ μήθ’ ὁμοίως ἐκείνῳ στύφειν καὶ μᾶλλον θερμαίνειν τε καὶ πικράζειν μετά τινος ἁλυκότητος· ἐν δὲ τῇ δυνάμει τῷ κακοστόμαχον εἶναι καὶ μᾶλλον ἀψινθίου κτείνειν ἕλμινθας, ἔξωθέν τε ἐπιτιθέμενον καὶ εἴσω τοῦ σώματος λαμβανόμενον. καὶ δὴ καὶ θερμαίνειν μὲν ἐκ τῆς δευτέρας τάξεως ἐπιτεταμένης θετέον αὐτὸ, ξηραίνειν δὲ κατὰ τὴν τρίτην.
§18.9
[θ΄. Περὶ σεσέλεως.] Σέσελι. καὶ ἡ ῥίζα μὲν, ἔτι δὲ καὶ ὁ καρπὸς τῶν θερμαινόντων εἰς τοσοῦτόν ἐστιν ὡς ἱκανῶς οὐρητικὸν ὑπάρχειν φάρμακον. ἔστι δὲ καὶ λεπτομερὲς, ὡς καὶ πρὸς ἐπιληψίας τε καὶ ὀρθοπνοίας ἁρμόττειν.
§18.10
[ι΄. Περὶ σησάμου.] Σήσαμον οὐκ ὀλίγον ἔχει τὸ γλίσχρον ἐν αὑτῷ καὶ λιπαρὸν, ὅθεν ἐμπλαστικόν τ’ ἐστὶν ἅμα καὶ μαλακτικὸν καὶ μετρίως θερμόν. τῆς δ’ αὐτῆς δυνάμεώς ἐστι καὶ τὸ ἔλαιον τὸ ἐξ αὐτοῦ. καὶ τῆς πόας δὲ τὸ ἀφέψημα παραπλησίας ἐστὶ δυνάμεως.
§18.11
[ια΄. Περὶ σησαμοειδοῦς.] Σηταμοειδὲς τὸ μέγα, ὅπερ καὶ Ἀντικυρικὸς ἐλλέβορος ὠνόμασται διὰ τὸ καθαίρειν αὐτοῦ τὸ σπέρμα παραπλησίως ἐλλεβόρῳ. τοῦτο καὶ τῇ ἄλλῃ δυνάμει παραπλήσιόν ἐστιν ἐλλεβόρῳ. καὶ μέντοι καὶ κατὰ τὸ ῥύπτειν τε καὶ θερμαίνειν καὶ ξηραίνειν ὅμοιον ἐκείνῳ τὴν δύναμίν ἐστιν.
§18.12
[ιβ΄. Περὶ σησαμοειδοῦς τοῦ λευκοῦ.] Σησαμοειδοῦς τοῦ λευκοῦ τὸ σπέρμα μετέχει μέν τινος καὶ δριμείας ποιότητος. πικρὸν δ’ ἱκανῶς ἐστι. θερμαίνει τοιγαροῦν καὶ ῥήσσει καὶ ῥύπτει.
§18.13
[ιγ΄. Περὶ σιδηρίτιδος.] Σιδηρῖτις ἔχει μέν τι καὶ ῥυπτικὸν, ἀλλὰ τό γε πλέον αὐτῆς ὑγρόν ἐστι καὶ μετρίως ψυχρὸν, ὀλίγης δέ τινος μετείληφε στύψεως, ὅθεν ἀφλέγμαντός τ’ ἐστὶ καὶ κολλητικός. καλοῦσι δ’ ἔνιοι καὶ τὴν Ἀχίλλειον σιδηρῖτιν ἐμφερῆ μὲν τῇ προειρημένῃ κατὰ τὴν δύναμιν οὖσαν, εἴς γε τὰ νῦν εἰρημένα, πλεονεκτούσης δ’ αὐτῆς τῇ στύψει. διὸ καὶ πρὸς αἱμοῤῥαγίας τε καὶ δυσεντερίας καὶ τοὺς γυναικείους ἁρμόττει ῥοῦς.
§18.14
[ιδ΄. Περὶ σικύου ἐδωδίμου.] Σίκυος ἐδώδιμος ὁ μὲν ἤδη πέπων λεπτομερεστέρας ἐστὶν οὐσίας, ὁ δὲ μὴ τοιοῦτος παχυμερεστέρας. οὐ μὴν ἀλλὰ καὶ ῥυπτικῆς τε καὶ τμητικῆς μετειλήφασι δυνάμεως, ὅθεν οὐρητικοί τ’ εἰσὶ καὶ λαμπρύνουσι τὸ σῶμα, καὶ μᾶλλον εἰ ξηράνας τις τὸ σπέρμα, κᾄπειτα κόψας τε καὶ σήσας ῥύμματι χρῷτο. κρατεῖ δ’ ἐν αὐτοῖς ὑγρὰ καὶ ψυχρὰ κρᾶσις, οὐ μὴν ἰσχυρῶς, ἀλλ’ ὡς ἐν τῇ δευτέρᾳ που τάξει τίθεται. εἰ μέντοι τις τὸ σπέρμα ξηραίνειεν ἢ τὴν ῥίζαν, οὐκέτ’ οὐδὲ τῆς ὑγρᾶς ἐστι φύσεως, ἀλλ’ ἤδη τῆς ξηραινούσης κατὰ τὴν πρώτην που τάξιν, ἢ καὶ τὴν δευτέραν ἀρχομένην. ἔστι δὲ καὶ τὸ ῥυπτικὸν ἐν τούτοις πλέον ἢ ἐν τῇ σαρκὶ τοῦ καρποῦ.
§18.15
[ιε΄. Περὶ σικύου ἀγρίου.] Σικύου ἀγρίου καὶ ὁ τοῦ καρποῦ χυλὸς, ὃν ἐλατήριον ὀνομάζουσιν, οὐχ ἥκιστα δὲ καὶ ὁ τῆς ῥίζης τε καὶ τῶν φύλλων, ἐπιτήδειοι τυγχάνουσιν ὄντες εἰς τὰς ἰάσεις. τὸ μὲν οὖν ἐλατήριον ἔμμηνα προκαλεῖται καὶ τὰ κυούμενα διαφθείρει προστιθέμενον, ὥσπερ καὶ τὰ ἄλλα τὰ πικρά τε ἅμα καὶ λεπτομερῆ, μάλιστα εἰ καὶ θερμότητός τινος μετέχει, καθάπερ οὖν καὶ τὸ ἐλατήριον. ἄκρως μὲν γάρ ἐστι πικρὸν, ἐπ’ ὀλίγον δὲ θερμὸν, ὡς ἐκ τῆς δευτέρας τάξεως εἶναι κατὰ θερμότητα. εὐθὺς δὲ τὸ τοιοῦτον καὶ διαφορητικῆς ἐστι δυνάμεως· οὕτω γοῦν αὐτῷ καὶ συναγχικοὺς διαχρίουσιν ἔνιοι μετὰ μέλιτος, ἢ ἐλαίου παλαιοῦ. ἀγαθὸν δὲ καὶ τοῖς ἰκτερικοῖς ἐγχεόμενον μετὰ γάλακτος ταῖς ῥισίν. οὕτω δὲ χρώμενον καὶ κεφαλαλγίας ἰᾶται. τὸ μὲν οὖν ἐλατήριον τοιοῦτον, ὁ δὲ τῆς ῥίζης χυλὸς, ὥσπερ γε καὶ ὁ τῶν φύλλων, ὅμοιοι μὲν ἐλατηρίῳ τὴν δύναμιν, ἀσθενέστεροι δέ. καὶ αὐτὴ δὲ ἡ ῥίζα παραπλησίας ἐστὶ δυνάμεως. καὶ γὰρ ῥύπτει καὶ διαφορεῖ καὶ μαλάττει, ξηραντικώτερος δ’ αὐτῆς ἐστιν ὁ φλοιός.
§18.16
[ιστ΄. Περὶ σιλφίου.] Σιλφίου θερμότατος μέν ἐστιν ὁ ὀπὸς, οὐ μὴν ἀλλὰ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς καὶ ἡ ῥίζα θερμαίνει γενναίως. ἔστι δὲ φυσωδεστέρας οὐσίας ἅπαντα καὶ κατὰ τοῦτο δύσπεπτα. ἔξωθεν μέντοι κατὰ τοῦ σώματος ἐπιτιθέμενα δραστηριωδέστερα, καὶ μάλιστα πάντων ὁ ὀπὸς ἑλκτικῆς ἱκανῶς ὑπάρχων δυνάμεως. καὶ μὲν δὴ καὶ καθαιρετικὸν καὶ ἀποτηκτικόν τι ἔχει διὰ τὴν προειρημένην αὐτοῦ κρᾶσιν.
§18.17
[ιζ΄. Περὶ σίσωνος.] Σίσων θερμὸς καὶ ὑπόπικρός ἐστι τὴν γεῦσιν. ὅθεν οὐρητικός τ’ ἐστὶ καὶ πεπτικὸς, ἐμμήνων τε προκλητικὸς ἐκφρακτικός τε τῶν κατὰ τὰ σπλάγχνα πασῶν ἐμφράξεων.
§18.18
[ιη΄. Περὶ σίου.] Σίον, εἰς ὅσον ἀρωματίζει πως κατὰ τὴν γεῦσιν, εἰς τοσοῦτον καὶ θερμαινούσης πως μετείληφε δυνάμεως. ἔστι δὲ διαφορητικόν τε καὶ διουρητικὸν καὶ λίθων τῶν ἐν νεφροῖς θρυπτικὸν καὶ ἐμμήνων ἀγωγόν.
§18.19
[ιθ΄. Περὶ σισάρου ῥίζης.] Σισάρου ἡ ῥίζα ἑφθεῖσα εὐστόμαχός τέ ἐστι καὶ οὐρητικὴ, θερμαίνουσα κατὰ τὴν δευτέραν τάξιν, ἔχουσα δέ τι καὶ πικρότητος καί τι στύψεως βραχείας.
§18.20
[κ΄. Περὶ σισυμβρίου.] Σισύμβριον λεπτομεροῦς διαφορητικῆς, θερμαινούσης καὶ ξηραινούσης κατὰ τὴν τρίτην τάξιν ἐστὶ δυνάμεώς τε καὶ κράσεως. καὶ τὸ σπέρμα δ’ αὐτοῦ λεπτομερές τε καὶ θερμόν ἐστιν, ὅθεν σὺν οἴνῳ τινὲς αὐτὴν διδόασι τοῖς τε λύζουσιν καὶ τοῖς στροφουμένοις.
§18.21
[κα΄. Περὶ σισυμβρίου.] Σισύμβριον, ὅπερ ἔνιοι καρδαμίνην ὀνομάζουσιν, ἐπειδὴ καρδαμώμου τι παραπλήσιον ἔχει κατὰ τὴν γεῦσιν, ὅταν μὲν ξηρὸν ᾖ, τῆς τρίτης ἐστὶ τάξεως τῶν ξηραινόντων τε ἅμα καὶ θερμαινόντων, ὅταν δ’ ὑγρόν τε καὶ χλωρὸν, τῆς δευτέρας.
§18.22
[κβ΄. Περὶ σκάνδικος.] Σκάνδιξ τῶν ἀγρίων ἐστὶ λαχάνων, ὑπόδριμύ τε καὶ πικρὸν, ὡς εἶναι ἐν τῷ ξηραίνειν τε καὶ τῷ θερμαίνειν ἤτοι τῆς δευτέρας τάξεως ἐπιτεταμένης ἢ τρίτης ἀρχομένης. οὐρητικὸν δ’ ἱκανῶς ἐστι καὶ τῶν σπλάγχνων ἐκφρακτικὸν, ἐκ τῶν εἰρημένων ποιοτήτων συγκείμενον.
§18.23
[κγ΄. Περὶ σκίλλας] Σκίλλα τμητικῆς ἱκανῶς ἐστι δυνάμεως, οὐ μὴν ἰσχυρῶς γε θερμῆς, ἀλλὰ κατά γε τοῦτο θείη ἄν τις αὐτὴν ἐν τῇ δευτέρᾳ τάξει τῶν θερμαινόντων. ἄμεινον δ’ ὀπτῶντας ἢ ἑψοῦντας λαμβάνειν· ἐκλύεται γὰρ οὕτως αὐτῆς τὸ σφοδρὸν τῆς δυνάμεως.
§18.24
[κδ΄. Περὶ σκολύμου ῥίζης.] Σκολύμου ἡ ῥίζα πλῆθος οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι. καὶ διὰ τοῦτο καὶ τὰς δυσωδίας ἰᾶται τῶν τε μασχαλῶν καὶ ὅλου τοῦ σώματος. τοῦτο μὲν οὖν ὡς καθαρτικῷ τοιούτου χυμοῦ τῷ φαρμάκῳ καθ’ ὅλην ὑπάρχει τὴν οὐσίαν. ἡ δὲ κατὰ τὰς ποιότητας ἐνέργεια θερμὸν μὲν κατὰ τὴν δευτέραν τάξιν ἤδη πληρουμένην ἢ τρίτην ἀρχομένην ἐνδείκνυται τὸ φάρμακον, ξηρὸν δὲ κατὰ τὴν δευτέραν.
§18.25
[κε΄. Περὶ σκορδίου.] Σκόρδιον. ἐκ πολυειδῶν τοῦτο καὶ χυμῶν καὶ δυνάμεων σύγκειται. καὶ γὰρ καὶ πικρὸν ἔχει τι καὶ στρυφνὸν καὶ δριμὺ, καὶ μάλιστά γε σκορόδῳ προσέοικεν αὐτοῦ τὸ δριμὺ, ὅθεν, οἶμαι, καὶ τὴν προσηγορίαν ἀπηνέγκατο. διακαθαίρει τοιγαροῦν ἅμα καὶ θερμαίνει τὰ σπλάγχνα καὶ καταμήνια καὶ οὖρα κινεῖ καὶ σπάσματα καὶ ῥήγματα καὶ πλευρῶν ἀλγήματα κατ’ ἔμφραξιν καὶ ψύξιν ἰᾶται πινόμενον, κολλᾷ μὲν τὰ μεγάλα τραύματα χλωρὸν ἐπιπλασσόμενον, ἀνακαθαίρει δὲ τὰ ῥυπαρὰ, καὶ εἰς οὐλὴν ἄγει τὰ κακοήθη ξηρὸν ἐπιπασσόμενον.
§18.26
[κστ΄. Περὶ σκορόδου.] Σκόροδον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν τετάρτην ἀπόστασιν. τὸ δ’ ὀφιοσκόροδον ὀνομαζόμενον ἄγριόν ἐστι σκόροδον ἰσχυρότερον τοῦ ἡμέρου, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἄγρια.
§18.27
[κζ΄. Περὶ σκορδοπράσου.] Σκορδόπρασον ὥσπερ ἐν τῇ γεύσει τε καὶ τῇ ὀσμῇ μικτὴν σκόρδου τε καὶ πράσου κέκτηται ποιότητα, κατὰ τὸν αὐτὸν τρόπον κᾀν τῇ δυνάμει.
§18.28
[κη΄. Περὶ σκορπιοειδοῦς.] Σκορπιοειδὲς θερμαίνει μὲν κατὰ τὴν τρίτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν.
§18.29
[κθ΄. Περὶ σμίλακος.] Σμῖλαξ ἢ τάξος δένδρον ἐστὶ δηλητηρίου δυνάμεως.
§18.30
[λ΄. Περὶ σμύρνης.] Σμύρνα τῆς δευτέρας ἐστὶ τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων. ἐπιπλαττομένη γοῦν τοῖς ἐν κεφαλῇ τραύμασιν κολλᾷν αὐτὰ δύναται. μετέχει δὲ καὶ πικρότητος οὐκ ὀλίγης, δι’ ἣν ἔμβρυα καὶ ἕλμινθας κτείνει τε καὶ ἐκβάλλει. ὑπάρχει δ’ αὐτῇ καὶ τὸ ῥυπτικὸν ἐντεῦθεν. οὕτω γοῦν καὶ ταῖς ὀφθαλμικαῖς μίγνυται δυνάμεσιν, ὅσαι πρὸς ἕλκη καὶ οὐλὰς παχείας συντίθενται. κατὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐπιμίγνυται τοῖς πρὸς βῆχα χρονίαν καὶ ἆσθμα διδομένοις φαρμάκοις, οὐ μὴν τραχύνει γε τὴν ἀρτηρίαν ὡς ἔνια τῶν ῥυπτόντων, ἀλλ’ οὕτως ἔχει μετρίαν τὴν ῥύψιν, ὥστ’ ἔνιοι καὶ τοῖς ἀρτηριακοῖς ὀνομαζομένοις φαρμάκοις μιγνύουσιν αὐτὴν ὡς θερμαῖνόν τε καὶ ξηραῖνον αὐτάρκως φάρμακον, οὐδὲν εὐλαβούμενοι· τὴν ἐκ τῆς πικρότητος ῥύψιν.
§18.31
[λα΄. Περὶ σμύρνης βοϊκῆς.] Σμύρνα βοϊκὴ δύναμιν ἔχει θερμαντικὴν, διαχυτικὴν, μαλακτικήν.
§18.32
[λβ΄. Περὶ σμυρνίου.] Σμύρνιον, οἱ δ’ ἱπποσέλινον ὀνομάζουσιν ἄγριον, ἐκ ταὐτοῦ γένους ἐστὶ καὶ τοῦτο τῷ σελίνῳ τε καὶ πετροσελίνῳ. καὶ εἴη ἂν σελίνου μὲν ἰσχυρότερον, πετροσελίνου δὲ ἀσθενέστερον. ἐμμήνων τε οὖν ἀγωγόν ἐστι καὶ οὐρητικὸν καὶ θερμὸν καὶ ξηρὸν κατὰ τὴν τρίτην τάξιν. οἱ δ’ ἐν Κιλικίᾳ πετροσέλινον ὀνομάζουσιν ἐν τῷ Ἀμάνῳ γεννώμενον. ἔστι μέντοι καὶ αὐτὸ σμύρνιον, ἧττον δ’ ἐστὶν δριμὺ πετροσελίνου καὶ σμυρνίου, καὶ διὰ τοῦτο καὶ κατὰ τραυμάτων ἐπιτίθεσθαι δύναται τῷ ξηραίνειν ἀλύπως. ἀλλὰ καὶ διαφορητικόν ἐστι τῶν ἐσκληρυσμένων. ἡ δ’ ἄλλη δύναμις αὐτοῦ παραπλησία σελίνῳ τ’ ἐστὶ καὶ πετροσελίνῳ, διὸ καὶ τῷ σπέρματι χρώμεθα πρὸς τὰ καταμήνιά τε καὶ οὖρα καὶ ἄσθματα.
§18.33
[λγ΄. Περὶ σόγχου.] Σόγχος ἐπειδὰν μὲν τελειωθῇ, τῶν ἀκανθωδῶν ἐστιν φυτῶν, χλωρὸς δ’ ἔτι καὶ ἁπαλὸς ἐσθίεται τοῖς ἄλλοις ἀγρίοις λαχάνοις ὡσαύτως. ἡ κρᾶσις δ’ αὐτοῦ μικτή πώς ἐστι, σύγκειται γὰρ ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας, ἀμφοῖν ἀτρέμα ψυχρῶν. καὶ γὰρ στύψεώς τι μετέχει καὶ σαφῶς ἐμψύχει, καταπλασσόμενός τε καὶ ἐσθιόμενος. ἐπειδὴ δὲ τελέως ξηρανθῇ, γεώδης ἡ κρᾶσις αὐτοῦ γίνεται μετρίως θερμότητα ἔχουσα.
§18.34
[λδ΄. Περὶ σπαργανίου.] Σπαργάνιον ξηραντικῆς καὶ τοῦτο δυνάμεώς ἐστι.
§18.35
[λε΄. Περὶ σπάρτης.] Σπάρτη, ᾧ τὰς ἀμπέλους παρ’ ἡμῖν δεσμοῦσιν, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς ἑλκτικῆς οὐκ ἀγεννῶς ἐστι δυνάμεως.
§18.36
[λστ΄. Περὶ σταφυλίνου.] Σταφυλῖνος ὁ μὲν ἥμερος ἀσθενέστερος, ὁ δ’ ἄγριος ἰσχυρότερος εἰς ἅπαντα. οὖρα δὲ κινεῖ καὶ καταμήνια προτρέπει καὶ σύμπασα μὲν ἡ πόα, μάλιστα δὲ τὸ σπέρμα καὶ ἡ ῥίζα. ἔχει δέ τι καὶ ῥυπτικὸν ἐν ἑαυτῷ, διὸ καὶ τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ἔνιοι τοῖς φύλλοις αὐτοῦ χλωροῖς μετὰ μέλιτος καταπλάττουσι ὑπὲρ τοῦ καθαρὰ ποιῆσαι.
§18.37–19.11
§18.37
[λζ΄. Περὶ στάχυος.] Στάχυς, ὁ παραπλήσιος τῷ πρασίῳ θάμνος, δριμὺς γευόμενός ἐστι καὶ πικρὸς τῆς τρίτης τάξεως ὑπάρχων τῶν θερμαινόντων, ὥστ’ εὐλόγως οὐ καταμήνια κινεῖ μόνον, ἀλλὰ καὶ ἀμβλωθρίδιόν ἐστι φάρμακον, ἐκβάλλει τε χόρια.
§18.38
[λη΄. Περὶ στοιβῆς.] Στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα μάλιστ’ ἐστὶ χρήσιμα, στυπτικὴν ἔχοντα δύναμιν ἄδηκτον. ἔστι δὲ κᾀν τῷ ξηραίνειν ἐναργῶς κατὰ τὴν τρίτην που τάξιν ἀρχομένην, ὅθεν αὐτῶν τὸ ἀφέψημα καὶ δυσεντερικοῖς ἐνίεται καὶ ὠσὶ πυοροῦσι καὶ κολλητικὸς ὑπάρχει μεγάλων τραυμάτων. ἐναργέστερον δὲ ταῦτα ποιεῖ μετ’ οἴνου μέλανος αὐστηροῦ, ξηραίνει γὰρ ἰσχυρῶς ἁπάσας τὰς παρὰ φύσιν ὑγρότητας. ἔτι δὲ χλωρὰ τὰ φύλλα καταπλασσόμενα δύναμιν ἐφεκτικὴν αἱμοῤῥαγίας ἔχει καὶ τὰς ἐκ πληγῆς δὲ συγχύσεις τῶν ὀφθαλμῶν ὀνίνησι καταπλασσόμενος.
§18.39
[λθ΄. Περὶ στοιχάδος.] Στοιχάδος ἡ μὲν πρὸς τὴν γεῦσιν ποιότης πικρά τ’ ἐστὶ καὶ ὑποστύφουσα μετρίως. ἡ δὲ κρᾶσις σύνθετος ἔκ τε ψυχρᾶς γεώδους οὐσίας ὀλίγης, ἀφ’ ἧς στύφει, καὶ λελεπτυσμένης ἑτέρας γεώδους πλείονος, ἀφ’ ἧς πικράζει. διὰ δὲ τὴν ἀμφοτέρων σύνοδον ἐκφράττειν καὶ λεπτύνειν καὶ ἀποῤῥύπτειν καὶ ῥωννύναι πέφυκε τά τε σπλάγχνα πάντα καὶ ὅλου τοῦ ζώου τὴν ἕξιν. ἐδείχθη γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ὅσα σύγκειται φάρμακα πρὸς τῶν τοιούτων οὐσιῶν τὰς εἰρημένας ἐνεργείας ἐνεργεῖ.
§18.40
[μ΄. Περὶ στρατιώτητος.] Στρατιώτης ὁ μὲν ἔνυδρος ὑγρὸς καὶ ψυχρὸς τὴν δύναμιν, ὁ δὲ χερσαῖος ἔχει τι καὶ στύψεως, ὥστε διὰ τοῦτο καὶ τραύματα δύνασθαι κολλᾷν καὶ τοῖς ἕλκεσιν εἶναι χρήσιμος. ἔνιοι δ’ αὐτῷ καὶ πρὸς αἱμοῤῥαγίαν χρῶνται καὶ πρὸς σύριγγας.
§18.41
[μα΄. Περὶ στρουθίου.] Στρουθίου τῇ ῥίζῃ μάλιστα χρώμεθα δριμείᾳ μὲν οὔσῃ κατὰ τὴν γεῦσιν, θερμῇ δὲ καὶ ξηρᾷ κατὰ τὴν κρᾶσιν, ἐκ τῆς τετάρτης δήπου τάξεως. ἔστι δὲ καὶ ῥυπτικὴ καὶ ἐρεθιστικὴ, διὰ τοῦτο καὶ πταρμοὺς κινεῖ τοῖς ἄλλοις ὡσαύτως, ὅσα δριμέα τ’ ἐστὶ γευόμενα καὶ θερμὰ ταῖς κράσεσιν.
§18.42
[μβ΄. Περὶ στύρακος.] Στύραξ θερμαίνει, μαλάττει, συμπέπτει, διὸ καὶ βῆχας καὶ κατάῤῥους καὶ κορύζας καὶ βράγχους ὀνίνησιν, ἔμμηνά τε προτρέπει πινόμενόν τε καὶ προστιθέμενον, ἡ δὲ λιγνὺς καυθέντος αὐτοῦ παραπλησία πώς ἐστι τῇ τοῦ λιβάνου.
§18.43
[μγ΄. Περὶ σύκων.] Σῦκα τὰ μὲν ξηρὰ θερμὰ τὴν δύναμίν ἐστι, κατὰ τὴν πρώτην που τάξιν ἤδη συμπληρουμένην, ἢ τὴν δευτέραν ἀρχομένην, ἔχει δέ τι καὶ λεπτομερές. ἐξ ἀμφοῖν τούτων ἱκανὰ συμπέπτειν ἐστὶ τοὺς σκληροὺς τῶν ὄγκων, εὐθὺς δ’ αὐτοὺς διαφορεῖ. καὶ αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ καταπλασσόμενα τοιαύτης ἐστὶ δυνάμεως. καὶ τὸ ἀφέψημα δ’ αὐτῶν ὁμοίας ὑπάρχει φύσεως. χρὴ δὲ ὅπου καὶ συμπέψαι βούλει μᾶλλον, πύρινον ἄλευρον μιγνύειν, ὅπου δὲ διαφορῆσαι, κρίθινον. ὁ δὲ ἄρτος ἐν τῷ μέσῳ τούτων ἐστίν. ἀλλὰ μὲν τοιαῦτα τῆς περὶ φαρμάκων συνθέσεώς ἐστι καὶ τῆς θεραπευτικῆς οἰκειότερα μεθόδου. πρὸς δὲ τὸ παρὸν ἀρκεῖ καὶ ταῦτα γινώσκειν ὑπὲρ ἰσχάδων. εἰδέναι δὲ καὶ ὡς αἱ μὲν ῥυπαρώτεραι πέπτειν μᾶλλον, αἱ δριμύτεραι δ’ ἐν τῷ γεύεσθαι ῥύπτειν τε καὶ διαφορεῖν πεφύκασι, τὸ δ’ ἐπιπλεῖστον αὐτῶν ἑψηθεισῶν ἐν ὕδατι γιγνόμενον ὅμοιόν ἐστιν οὐ τὴν σύστασιν μόνον, ἀλλὰ καὶ τὴν δύναμιν. μέλιτι. τὰ δὲ χλωρὰ σῦκα ἐσθιόμενα διὰ τὴν ἐπιμιξίαν τῆς ὑγρότητος ἀσθενεστέρας ἐστὶ δυνάμεως, ὑπάγει μέντοι κοιλίαν ἄμφω, καὶ τὰ ὑγρὰ καὶ τὰ ξηρά. τὰ δὲ τῶν ἐρινεῶν σῦκα δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως. οὕτω δὲ καὶ τῶν ἡμέρων οἱ ὄλυνθοι, μετέχουσι γὰρ ἔτι τοῦ τῆς συκῆς ὀποῦ.
§18.44
[μδ΄. Περὶ συκῆς.] Συκῆ θερμῆς καὶ λεπτομεροῦς ἐστι κράσεως, ὡς ὅ τε ὀπὸς αὐτῆς δηλοῖ καὶ τῶν φύλλων ὁ χυλός. ἰσχυρῶς γὰρ ἑκάτερον αὐτῶν ἐστι θερμὸν, ὥστε οὐδὲ δάκνει μόνον ἢ ῥύπτει σφοδρῶς, ἀλλὰ καὶ ἑλκοῖ καὶ ἀναστομοῖ καὶ μυρμηκίας ἐκβάλλει. ἔστι δὲ καὶ καθαρτικόν. ὁ δὲ τῆς ἀγρίας συκῆς, ἣν ἐρινεὸν ὀνομάζουσιν, ὀπός τε καὶ χυλὸς ἰσχυρότερος εἰς ἅπαντα τοῦ τῆς ἡμέρου. καὶ αἱ κράδαι δ’ αὐτῶν οὕτως εἰσὶ θερμαὶ καὶ λεπτομερεῖς τὴν κρᾶσιν ὥστε καὶ τοῖς βοείοις κρέασι τοῖς σκληροῖς ἑψομένοις ἐμβαλλόμεναι τακερὰ ποιοῦσιν αὐτά.
§18.45
[με΄. Περὶ συμφύτου πετραίου.] Σύμφυτον πετραῖον ἐξ ἐναντίων σύγκειται δυνάμεων. ἔχει μὲν γάρ τι καὶ τμητικὸν, ᾧ καὶ τὸ περιεχόμενον ἐν θώρακι καὶ πνεύμονι πῦον ἐκκαθαίρειν πέφυκεν. ἔχει δέ τι καὶ συνακτικὸν, ᾧ καὶ πρὸς τὰς τοῦ αἵματος ἀναγωγὰς ἐπιβοηθεῖ, καὶ τρίτην ἐπ’ αὐτοῖς ὑγρότητά τινα θερμὴν οὐκ ἀμέτρως, δι’ ἣν καὶ γλυκὺ φαίνεται γευομένοις καὶ ἡδὺ πρὸς τὴν ὄσφρησιν. ἄδιψον δ’ ἐστὶ διαμασώμενον καὶ τὰς ἐν ἀρτηρίᾳ τραχύτητας ἰᾶται. κατὰ δὲ τὴν ἐξ ἁπασῶν τῶν εἰρημένων δυνάμεων μίξιν ἅμα τε καὶ διαφορεῖν ἱκανόν ἐστιν καὶ συνάγειν καὶ σφίγγειν τὰ σώματα. καὶ διὰ τοῦτο καὶ ταῖς ἐντεροκήλαις ἐπιτίθεται καὶ πρὸς σπάσματα καὶ ῥήγματα σὺν ὀξυμέλιτι πίνεται. ὅσοι δ’ αὐτὸ καὶ πρὸς δυσεντερίαν καὶ ῥοῦν ἐρυθρὸν, ἕψοντες ἐν οἴνῳ διδόασιν, ὡς ξηραίνοντί τε καὶ συνάγοντι χρῶνται, καὶ ὅσοι πρὸς νεφρῖτιν, ὡς ἐκκαθαίροντι καὶ τέμνοντι.
§18.46
[μστ΄. Περὶ συμφύτου τοῦ μεγάλου.] Σύμφυτον ἕτερον τὸ μέγα παραπλησίας ἐστὶ τῷ προειρημένῳ δυνάμεως, οὐ μὴν γλυκὺ γευομένοις οὐδὲ εὐῶδες ὀσμωμένοις φαίνεται, ἀλλὰ κατὰ ταῦτα μὲν ἀποκεχώρηκεν τοῦ προγεγραμμένου· καθὸ δὲ γλίσχρον τι καὶ δακνῶδες ἔχει, σκίλλῃ παραπλήσιον ὑπάρχει. χρῶνται δ’ αὐτῷ πρὸς ὅσα τῷ προειρημένῳ.
§18.47
[μζ΄. Περὶ σφονδύλου.] Σφονδύλου ὁ μὲν καρπὸς δριμείας ἐστὶ καὶ τμητικῆς δυνάμεως, ὥστε καὶ πρὸς ἆσθμα καὶ πρὸς ἐπίληψιν ἀγαθόν ἐστι φάρμακον. ὀνίνησι δὲ καὶ τοὺς ἰκτερικούς. καὶ ἡ ῥίζα δὲ παραπλησίας ὑπάρχουσα δυνάμεως ἐπὶ τῶν αὐτῶν ἁρμόττει, προσέτι δὲ καὶ τοὺς ἐκ συρίγγων τύλους ἀφαιρεῖ. χρὴ δὲ περιξύσαντας ἐντιθέναι. καὶ τοῦ ἄνθους δὲ ὁ χυλὸς ἀποτίθεται, τοῖς κατὰ τὰ ὦτα χρονιωτέροις ἕλκεσιν ἁρμόττων.
§18.48
[μη΄. Περὶ σχίνου.] Σχῖνος, ὁ θάμνος οὗτος ἐξ ὑδατώδους οὐσίας ἀτρέμα θερμῆς τῇ δυνάμει καὶ γεώδους ψυχρᾶς, οὐ πολλῆς σύγκειται, δι’ ἣν καὶ στύφει μετρίως. ξηραίνει μὲν οὖν κατὰ τὴν δευτέραν τάξιν ἤδη συμπληρουμένην, ἢ τὴν τρίτην ἀρχομένην. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μέσος πώς ἐστι καὶ σύμμετρος. ὁμοίαν δὲ ἐν ἅπασιν ἔχει τοῖς ἑαυτοῦ μέρεσι· τὴν στύψιν, ἐν ῥίζαις, ἐν κλάδοις, ἐν ἀκρέμοσιν, ἐν βλαστοῖς, ἐν φύλλοις, ἔτι δὲ καρπῷ τε καὶ φλοιῷ. καὶ εἰ χυλὸν δ’ ἐκ τῶν φύλλων αὐτοῦ χλωρῶν ἐκθλίψαις, ὁμοίας μὲν καὶ οὗτός ἐστι τάξεως στύφων μετρίως, ὅθεν καὶ πίνεται καθ’ ἑαυτήν τε καὶ σὺν τοῖς ἄλλοις φαρμάκοις, ὅσα δυσεντερίας τε καὶ κοιλιακὰς διαθέσεις ἰᾶται. καὶ μὲν δὴ καὶ πρὸς τὰς τοῦ αἵματος πτύσεις καὶ τὰς ἐκ μήτρας αἱμοῤῥαγίας καὶ προπτώσεις ἕδρας τε καὶ ὑστέρας ἐπιτήδειός ἐστιν ἐγγύς τι τῆς ὑποκυστίδος ὑπάρχων.
§18.49
[μθ΄. Περὶ σχίνου ἄνθους.] Σχίνου ἄνθος θερμαίνει μετρίως καὶ στύφει μετρίως ἔτι καὶ τῆς λεπτομεροῦς φύσεως οὐκ ἀπήλλακται. τοιγάρτοι διὰ ταῦτα καὶ οὐρητικόν ἐστι τὸ φάρμακον καὶ καταμηνίων ἀγωγὸν, ἐν πυρίαις τε καὶ πόμασι παραλαμβανόμενον. ὠφελεῖ δὲ καὶ τὰς καθ’ ἧπαρ καὶ στόμαχον καὶ κοιλίαν φλεγμονάς. ἔστι δ’ αὐτοῦ στυπτικωτέρα μὲν ἡ ῥίζα, τὸ δὲ καλούμενον ἄνθος θερμότερον. ἐν ἅπασι δὲ τοῖς μορίοις αὐτοῦ, τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον, ἐμφαίνεταί τι γευόμενον στύψεως, δι’ ἣν καὶ πρὸς τοῖς αἱμοπτυϊκοῖς διδομένοις μίγνυται φαρμάκοις.
§18.50
[ν΄. Περὶ σχοίνου λείας, ὀξυσχοίνου καὶ ὁλοσχοίνου.] Σχοίνου ἡ μὲν λεία, ἡ δ’ ὀξύσχοινος, ἡ δ’ ὁλόσχοινος ὀνομάζεται. ἰσχνοτέρα μὲν καὶ σκληροτέρα ἡ ὀξύσχοινος, παχυτέρα δὲ καὶ χαυνοτέρα ἡ ὁλόσχοινος. ὁ καρπὸς δὲ τῆς ὁλοσχοίνου μὲν ὑπνωτικὸς, τῆς δ’ ὀξυσχοίνου δύο εἰσὶν εἴδη· τὸ μὲν ἄκαρπον, οὗ χρῆσις οὐδεμία πρὸς τὰς ἰάσεις, τὸ δ’ ἕτερον καρποφόρον· ὑπνώδης δὲ καὶ ταύτης ὁ καρπὸς, ἀλλ’ ἧττον ἢ τῆς ὁλοσχοίνου. ἔστι μὴν οὗτος καὶ κεφαλαλγής. ἀμφότεροι δὲ εἰ φρυγέντες μετ’ οἴνου πίνοιντο, τὰ κατὰ τὴν γαστέρα ξηραίνουσι ῥεύματα καὶ ῥοῦν τὸν ἐρυθρὸν ἐπέχουσιν. ἐξ ὧν δῆλον ὡς ἡ κρᾶσις αὐτῶν ἐστι σύνθετος ἐκ γεώδους οὐσίας ἀτρέμα ψυχρᾶς καὶ ὑδατώδους ἀτρέμα θερμῆς, ἵνα ξηραίνειν τε τὰ κάτω δύνωνται καὶ πρὸς τὴν κεφαλὴν ἀτμοὺς ἀναπέμπειν ἠρέμα ψυχροὺς, οἷς καὶ ὑπνώδεις ἐργάζονται.
§19.1
[α΄. Περὶ τερμίνθου.] Τερμίνθου καὶ ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἔχουσί τι στυπτικόν. ἀλλὰ καὶ θερμαίνουσι κατὰ τὴν δευτέραν τάξιν, ὥστ’ ἤδη δῆλον ὡς καὶ ξηραίνουσι πρόσφατοι μὲν ὑπάρχοντες ἔτι καὶ ὑγροὶ μετρίως, ξηρανθέντες δὲ κατὰ τὴν δευτέραν τάξιν. ὁ δὲ καρπὸς ὁ ξηρὸς ἐγγὺς καὶ τῆς τρίτης ἐστὶ τάξεως τῶν ξηραινόντων. ἔστι γὰρ οὕτω θερμὸς ὡς καὶ τοῖς μασωμένοις εὐθὺς εὔδηλον γίνεσθαι τὴν θερμότητα. ταῦτ’ ἄρα καὶ οὐρητικά ἐστι καὶ σπλῆνας ὀνίνησι.
§19.2
[β΄. Περὶ τεύτλου.] Τεῦτλον νιτρώδους τινὸς μετείληφε δυνάμεως, ᾗ καὶ ῥύπτει καὶ διαφορεῖ καὶ διὰ ῥινῶν καθαίρει. ἑψηθὲν δὲ τὸ μὲν νιτρῶδές τε καὶ δριμὺ πᾶν ἀποτίθεται, γίγνεται δ’ ἀφλεγμάντου δυνάμεως καὶ ἀτρέμα διαφορητικῆς. ἰσχυρότερον δ’ εἴς τε τὸ ῥύπτειν καὶ διαφορεῖν ἐστι τὸ λευκὸν τεῦτλον, ὡς τό γε μέλαν ἔχει τι καὶ στύψεως καὶ μᾶλλον κατὰ τὴν ῥίζαν ἤπερ τὰ ἄλλα μόρια.
§19.3
[γ΄. Περὶ τευκρίου.] Τεύκριον τμητικῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως, ὅθεν καὶ σπλῆνας ἰᾶται. καὶ θείη ἄν τις αὐτὴν ἐν τρίτῃ μὲν τάξει τῶν ξηραινόντων, τῇ δευτέρᾳ δὲ τῶν θερμαινόντων.
§19.4
[δ΄. Περὶ τέφρας.] Τέφρα. τῶν κεκαυμένων ξύλων τὸ λείψανον οὕτω προσαγορεύεται, σύνθετον ὑπάρχον ἐξ ἐναντίων οὐσιῶν τε καὶ ποιοτήτων. ἔχει γὰρ ἐν αὑτῷ τὸ μέν τι γεῶδες, τὸ δ’ οἷον αἰθαλῶδες ἢ λιγνυῶδες ἢ ὅπως ἂν ἐθέλῃ τις καλεῖν. ταυτὶ μὲν οὖν τὰ μόρια λεπτομερῆ τ’ ἐστὶ καὶ βρεχομένης ὕδατι τῆς τέφρας καὶ διηθουμένης συναποφέρεται. ὅσον δ’ ὑπολείπεται γεῶδες, ἀσθενὲς καὶ ἄδηκτον γίγνεται ἐν τῇ κονίᾳ τὴν θερμὴν δύναμιν ἀποτιθέμενον. οὐχ ἅπασα δὲ τέφρα τὴν αὐτὴν ἀκριβῶς ἔχει κρᾶσιν, ἀλλὰ κατὰ τὴν τῆς καυθείσης ὕλης διαφορὰν ὑπαλλάττεται. Διοσκορίδης δὲ οὐκ οἶδ’ ὅπως στυπτικὴν αὐτὴν ἔχειν φησὶ τὴν δύναμιν. καίτοι γε ἡ συκίνη πάσης ἀπήλλακται τοιαύτης ποιότητος, ὅτι καὶ αὐτὸ τὸ δένδρον οὐχ ὥσπερ δρῦς καὶ πρῖνος καὶ κόμαρος καὶ φηγὸς καὶ σχῖνος καὶ κισσὸς, ὅσα τ’ ἄλλα τοιαῦτα, τὴν στρυφνὴν ἐπιφαίνει ποιότητα κατ’ οὐδὲν ἑαυτοῦ μέρος, ἀλλ’ ἔστιν ὀποῦ πλῆρες ὅλον ἰσχυροῦ καὶ θερμοῦ καὶ δριμέος. ἐκ μὲν δὴ τῶν στρυφνῶν ξύλων ἡ τέφρα στυπτικὸν οὐκ ὀλίγον ἔχει, καὶ ἔγωγέ ποτε δι’ αὐτῆς ἐπισχὼν αἱμοῤῥαγίας οἶδα, μηδενὸς ἑτέρου παρόντος φαρμάκου. τῇ συκίνῃ δ’ οὐκ ἄν τις εἰς τοῦτο χρήσαιτό ποτε, πολὺ γὰρ αὕτη γε τὸ δριμὺ καὶ τὸ καυστικὸν ἔχει τῷ ῥυπτικῷ μεμιγμένον καὶ κατ’ ἄμφω διενήνοχε τῆς ἐκ τῶν δρυΐνων ξύλων, ὅτι τε τὸ αἰθαλῶδες ἐν αὐτῇ πολλῷ δριμύτερόν ἐστι καὶ ὅτι τὸ οἷον γεῶδες, ἐν ἐκείναις μὲν ὑποστῦφόν πώς ἐστιν, ἐν ταύτῃ δὲ ῥυπτικὸν, ὥσπερ ἐν τῇ τῶν τιθυμάλλων. ἔστι δὲ καὶ ἡ τίτανος εἶδός τι τέφρας, λεπτομερεστέρα μὲν οὖσα τῆς ἐκ τῶν ξύλων, παρ’ ὅσον ἀκριβέστερον οἱ λίθοι κατοπτᾶσθαι δέονται πρὸς τὸ γενέσθαι τέφραν, ὅμως μὴν ἔχουσα καὶ αὐτὴ τὸ οἷον ἐμπύρευμα πολύ. καὶ διὰ τοῦτο πλυθεῖσα ξηραντικὸν ἀδήκτως γίνεται φάρμακον, καὶ μᾶλλον, εἰ δὶς ἢ καὶ τρὶς πλυθείη. διαφορητικὴ δ’ ἱκανῶς γίνεται θαλάσσῃ πλυθεῖσα. λεχθήσεται δὲ ὑπὲρ αὐτῆς κᾀπειδὰν περὶ τῶν μεταλλευομένων ὁ λόγος ἡμῖν γίγνηται.
§19.5
[ε΄. Περὶ τηλεφίου.] Τηλέφιον ξηραντικῆς ἐστι καὶ ῥυπτικῆς δυνάμεως, οὐ μὴν ἐπιφανῶς γε θερμῆς, ἀλλὰ κατὰ τοῦτ’ ἄν τις ἴσως αὐτὸ θείη τῆς πρώτης τάξεως. ξηραίνει μέντοι κατὰ τὴν δευτέραν ἐπιτεταμένην, ἢ τὰ πρῶτα τῆς τρίτης. καὶ διὰ τοῦτο πρός τε τὰ σηπεδονώδη τῶν ἑλκῶν ἁρμόττει καὶ λεύκας καὶ ἀλφοὺς ἰᾶται σὺν ὄξει.
§19.6
[στ΄. Περὶ τήλεως.] Τῆλις θερμὴ μέν ἐστιν ἐκ τῆς δευτέρας τάξεως, ξηρὰ δ’ ἐκ τῆς πρώτης, καὶ διὰ τοῦτο τὰς μὲν ζεούσας φλεγμονὰς παροξύνει, τὰς δ’ ἧττον θερμὰς καὶ ὅσαι σκιῤῥωδέστεραι διαφοροῦσα θεραπεύει.
§19.7
[ζ΄. Περὶ τιθυμάλλων.] Τιθύμαλλοι πάντες ἐπικρατοῦσαν μὲν ἔχουσι τὴν δριμεῖαν καὶ θερμὴν δύναμιν. ὑπάρχει δ’ αὐτοῖς καὶ πικρότης. ἰσχυρότατος μὲν οὖν αὐτῆς ὁ ὀπὸς, ἐφεξῆς δὲ ὅ τε καρπὸς καὶ τὰ φύλλα. μετέχει δὲ καὶ ἡ ῥίζα τῶν εἰρημένων δυνάμεων, ἀλλ’ οὐκ ἐπίσης. αὐτὴ μὲν οὖν ἑψομένη σὺν ὄξει τὰ τῶν ὀδόντων ἀλγήματα καὶ μάλισθ’ ὅσα βεβρωμένοις αὐτοῖς γίνεται θεραπεύει. οἱ δὲ ὀποὶ σφοδροτέραν ἔχοντες δύναμιν εἰς μὲν τὸ τρῆμα τῶν ὀδόντων ἐντίθενται· τῶν δ’ ἄλλων τοῦ σώματος εἰ ἅψαιντο μορίων εὐθὺς ἐπικαίουσί τε καὶ ἕλκουσι, διόπερ ἔξωθεν αὐτοῖς περιπλάσσεται κηρός. εἰσὶ γὰρ ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων, ἣν δὴ τῶν καυστικῶν ἔφαμεν ὑπάρχειν. οὕτως δὲ καὶ τὰς τρίχας ἀφαιρεῖ περιχριόμενος ὁ ὀπός. ἐπεὶ δὲ σφοδρότερός ἐστιν, ἐλαίῳ μίγνυται· καὶ εἰ πολλάκις τοῦτο γένοιτο, τελέως αἱ ῥίζαι τῶν τριχῶν ἀπόλλυνται καυθεῖσαι καὶ ψιλὸν αὐτῶν γίγνεται τὸ σῶμα. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ἀκροχορδόνας καὶ μυρμηκίας καὶ πτερύγια καὶ θύμους ἀφαιροῦσιν. ἀποῤῥύπτουσι δὲ καὶ λειχῆνας καὶ ψώρας, ὅτι καὶ τῆς ῥυπτικῆς αὐτοῖς μέτεστι δυνάμεως διὰ τὴν πικρότητα καὶ τὰ φαγεδαινικά τε τῶν ἑλκῶν καὶ τὰ ἀνθρακώδη καὶ τὰ γαγγραινώδη, διότι θερμαίνουσί τε σφοδρῶς καὶ ῥύπτουσιν, ὠφελεῖν πεφύκασιν, ἄν τις ἐν καιρῷ καὶ μέτρῳ χρώμενος αὐτοῖς τύχῃ. καὶ γὰρ οὖν καὶ συρίγγων τοὺς τύλους κατὰ τὴν αὐτὴν δύναμιν ἐξαίρουσιν. ἅπαντα δὲ ταῦτα κατὰ γένος μὲν ὁμοίως, ἀσθενέστερον δὲ καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἐργάζεσθαι πεφύκασιν. οἷς δὴ καὶ πρὸς τοὺς ἐν τοῖς στασίμοις ὕδασιν ἰχθύας εἰώθασι χρῆσθαι. τάχιστα γὰρ ὑπ’ αὐτῶν σκοτωθέντες τε καὶ ἡμίθνητοι γενόμενοι, πρὸς τὴν ἐπιφάνειαν ἀναφέρονται τοῦ ὕδατος. ἑπτὰ δὲ ὄντων αὐτῶν ἰσχυρότατος μὲν ὅ τε χαρακίας ὀνομαζόμενος, ὃν δὴ καὶ ἄῤῥενα προσαγορεύουσιν ἔνιοι καὶ ὁ θῆλυς ὁ μυρσινίτης καλούμενος καὶ ὁ ἐν ταῖς πέτραις ὁ δενδροειδής. ἐφεξῆς δὲ ὅ τε τῇ φλόμῳ προσεοικὼς καὶ ὁ κυπαρισσίας, εἶθ’ οὕτως ὁ παράλιος, εἶτα ὁ ἡλιοσκόπος. κατὰ ἀναλογίαν δὲ τῆς εἰρημένης αὐτῶν δυνάμεως ἡ τέφρα καὶ ἡ ἀπ’ αὐτῆς κονία.
§19.8
[η΄. Περὶ τραγακάνθης.] Τραγάκανθα παραπλησίαν ἔχει τῷ κόμμι δύναμιν, ἐμπλαστικήν τέ τινα καὶ δριμύτητα ἀμβλυωτέραν. καὶ δὴ καὶ ξηραίνει παραπλησίως ἐκείνῳ.
§19.9
[θ΄. Περὶ τραγίου.] Τραγίου καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον ἑλκτικῆς τε καὶ διαφορητικῆς ἐστι δυνάμεως. ἔστι δὲ καὶ λεπτομερὲς καὶ θερμὸν τὴν δύναμιν ἐκ τῆς τρίτης ἤδη που τάξεως κατ’ ἀρχάς. σκόλοπάς τε συνάγει καὶ λίθους θρύπτει καὶ καταμήνια κινεῖ δραχμῆς ὁλκῇ πινόμενον. γεννᾶται δ’ ἐν Κρήτῃ μόνῃ τοῦτο τὸ τράγιον ἐοικὸς σχίνῳ. τὸ δ’ ἕτερον τράγιον τὸ τούτου μικρότερον, οὗ τὰ φύλλα τῷ σκολοπενδρίῳ προσέοικε, φαίνεται μὲν πολλαχόθι, στυπτικῆς δ’ οὐκ ὀλίγης μετέχον δυνάμεως, ὡς καὶ πρὸς τὰ ῥοώδη τῶν παθημάτων ἁρμόττειν.
§19.10
[ι΄. Περὶ τραγοριγάνου.] Τραγορίγανος. ἐν τῷ περὶ ὀριγάνου λόγῳ πρόσθεν εἴρηται.
§19.11
[ια΄. Περὶ τριβόλου.] Τρίβολος ἐξ ὑγρᾶς οὐσίας μετρίως ψυχρᾶς καὶ ξηρᾶς, οὐ μετρίως καὶ ταύτης ψυχρᾶς συνέστηκεν. ἐπικρατεῖ δ’ ἐν μὲν τῷ χερσαίῳ τὸ γεῶδες ψυχρὸν, ὅπερ καὶ στῦφον ἐδείξαμεν, ἐν δὲ τῷ ἐνύγρῳ, τὸ ὑδατῶδες καὶ διὰ τοῦτο ἀμφότερον καὶ πρὸς τὰς γενέσεις τῶν φλεγμονῶν καὶ ὅλως πρὸς ἁπάσας τὰς ἐπιῤῥοὰς ἁρμόττουσι. τοῦ δὲ χερσαίου λεπτομερὴς ὁ καρπὸς ὑπάρχων, τοὺς ἐν νεφροῖς λίθους θρύπτει πινόμενος.
§19.12–24.2
§19.12
[ιβ΄. Περὶ τριπολίου.] Τριπόλιον. ἡ ῥίζα δριμεῖα γευομένῳ καὶ θερμὴ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην ἀπόστασιν.
§19.13
[ιγ΄. Περὶ τριφύλλου.] Τρίφυλλον, οἱ δὲ ἀσφάλτιον, οἱ δ’ ὀξύφυλλον, ἔνιοι δὲ μινυανθὲς, εἰσὶ δ’ οἳ κνίκιον ὀνομάζουσιν· ἀπὸ μὲν τῶν συμβεβηκότων τῷ θάμνῳ τὰ πρῶτα τρία, τὰ δὲ ὑπόλοιπα δύο οὐκ οἶδ’ ὁπόθεν. ἔστι δὲ ἡ δύναμις τοῦ φυτοῦ θερμὴ καὶ ξηρὰ κατὰ τὴν ἄσφαλτον, ᾗ παραπλήσιόν ἐστι κατὰ τὴν ὀσμὴν, τῆς τρίτης τάξεως κατ’ ἄμφω. καὶ διὰ τοῦτο πινόμενον καὶ πλευρῶν ἀλγήματα ἐπ’ ἐμφράξεσιν ὀνίνησι καὶ οὖρα κινεῖ καὶ καταμήνια.
§19.14
[ιδ΄. Περὶ τριχομανοῦς.] Τριχομανὲς ὅσα περ ἀδίαντον δύναται.
§19.15
[ιε΄. Περὶ τρύχνου ἢ στρύχνου.] Τρύχνον, ἔνιοι δὲ μετὰ τοῦ σίγμα στρύχνον ὀνομάζουσι. τὸ μὲν ἐδώδιμον ἐν τοῖς κήποις φυόμενον ἅπαντες γινώσκουσι καὶ χρῶνται πρὸς ὅσα ψῦξαί τε καὶ στῦψαι δέονται. δύναται γὰρ ἄμφω ταῦτα κατὰ τὴν δευτέραν τάξιν. τῶν δ’ ἄλλων τῶν οὐκ ἐδωδίμων τὸ μὲν ἁλικάκαβον ὀνομάζεται, πυῤῥὸν ἔχον τὸν καρπὸν ἐοικότα ῥαγὶ σταφυλῆς κατὰ τὸ σχῆμα καὶ τὸ μέγεθος, ᾧ καὶ πρὸς τοὺς στεφάνους χρῶνται. τὸ δ’ ἕτερον τὸ θαμνῶδες τὸ ὑπνωτικὸν καὶ τρίτον ἐστὶν ἐπ’ αὐτοῖς τὸ μανικόν. τὸ μὲν οὖν ἁλικάκαβον ἐν τῇ τῶν φύλλων δυνάμει παραπλήσιον ὑπάρχει τῷ κηπευομένῳ τρύχνῳ, τὸν καρπὸν οὐρητικὸν ἔχον. διὸ καὶ πολλαῖς τῶν συνθέτων δυνάμεων, ὅσαι πρὸς ἧπαρ ἢ κύστιν ἢ νεφροὺς ἁρμόττουσι, μίγνυται. τοῦ δ’ ὑπνωτικοῦ στρύχνου τῆς ῥίζης ὁ φλοιὸς μετ’ οἴνου πινόμενος ὑπνωτικὸς ὑπάρχει, δραχμῆς σταθμῷ λαμβανόμενος. ἔστι δὲ καὶ εἰς τὰ ἄλλα τῷ τοῦ μήκωνος ὀπῷ παραπλήσιος, ἀσθενέστερος δ’ εἰς τοσοῦτον ὡς τῆς τρίτης εἶναι τάξεως τῶν ψυχόντων, ἐκείνου κατὰ τὴν τετάρτην τεταγμένου. τὸ σπέρμα τούτου τοῦ τρύχνου δύναμιν οὐρητικὴν ἔχει. μανιῶδες δ’ ἐστὶ, πλέον τῶν δώδεκα κορύμβων πινόμενον. τὸ δ’ ὑπόλοιπον τῶν εἰρημένων τρύχνων ἄχρηστόν ἐστιν εἰς τὰς τῶν ἔνδον ἰάσεις. εἰ μὲν γὰρ τέτταρες δραχμαὶ ληφθεῖεν αὐτῶν, θάνατον ἐπιφέρουσιν, εἰ δ’ ἐλάττους, μανίαν. ἄλυπος δ’ ἡ μία, πλὴν οὐδ’ αὐτή τι χρηστὸν ἔχουσα. ἔξωθεν δὲ τοῦ σώματος ἐπιπλασσομένου ἕλκη κακοήθη καὶ νομώδη θεραπεύει. ἄριστος δ’ εἰς τοσοῦτον τῆς ῥίζης ὁ φλοιὸς, ξηραίνων μὲν κατὰ τὴν δευτέραν που τάξιν ἤδη συμπληρουμένην καὶ τρίτην ἀρχομένην, ψύχων δὲ κατὰ τὴν δευτέραν ἀρχομένην.
§20.1
[α΄. Περὶ ὑακίνθου.] Ὑακίνθου ἡ μὲν ῥίζα βολβοειδὴς ὑπάρχουσα τάξεώς ἐστι τῆς πρώτης μὲν ἐν τῷ ξηραίνειν, δευτέρας δὲ ἐν τῷ ψύχειν ἤδη που συμπληρουμένης ἢ καὶ τρίτης ἀρχομένης. ἀνήβους γοῦν ἐπιπλεῖστον πεπίστευται διαφυλάττειν τοὺς παῖδας ἐν οἴνῳ καταπλασσομένη. ὁ δὲ καρπὸς ἀτρέμα τε ῥύπτει καὶ στύφει, καὶ διὰ τοῦτο καὶ αὐτὸς ἰκτερικοῖς δίδοται σὺν οἴνῳ, ξηραίνων μὲν ἤδη που κατὰ τὴν τρίτην τάξιν, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθέστηκε.
§20.2
[β΄. Περὶ ὕδνου.] Ὕδνα πᾶσι γνώριμα γεωδεστέραν οὐσίαν ἐπικρατοῦσαν, ἐν τῇ συστάσει κέκτηται βραχέος τινὸς αὐτῇ μεμιγμένου τοῦ λεπτομεροῦς.
§20.3
[γ΄. Περὶ ὑδροπεπέρεως.] Ὑδροπέπερι κέκληται μὲν ἀπὸ τῶν χωρίων ἐν οἷς φύεται καὶ τῆς κατὰ τὴν γεῦσιν ὁμοιότητος πρὸς τὸ πέπερι. ἔστι δὲ θερμὸν, ἀλλ’ οὐκ εἰς ὅσον πέπερι καὶ μέντοι καὶ χλωρὸν ἔτι τὸ βοτάνιον, ἅμα τῷ καρπῷ καταπλασθὲν, ὑπώπιά τε καὶ τοὺς σκιῤῥουμένους ὄγκους διαφορεῖ.
§20.4
[δ΄. Περὶ ὑοσκυάμου.] Ὑοσκύαμος, ὁ μὲν τὸ μέλαν ἔχων σπέρμα μανιώδης τε καὶ καρωτικὸς ὑπάρχων. πλησίον δ’ αὐτοῦ τὴν δύναμίν ἐστι καὶ οὗ τὸ σπέρμα μετρίως ξανθόν ἐστι, φεύγειν δ’ ἀμφοτέρους ὡς ἀχρήστους τε καὶ δηλητηρίους. ἐπιτηδειότατος δὲ πρὸς τὰς ἰάσεις οὗ καὶ τὸ σπέρμα καὶ τὸ ἄνθος λευκὸν, ἐκ τῆς τρίτης που τάξεως ὑπάρχων τῶν ψυχόντων. ἄνθος δὲ τοῦ μὲν τὸ μέλαν ἔχοντος σπέρμα μετρίως πορφυρίζον, τοῦ δὲ τὸ ὑπόξανθον ἀτρέμα μηλίζον.
§20.5
[ε΄. Περὶ ὑπερικοῦ.] Ὑπερικὸν θερμαίνει καὶ ξηραίνει λεπτομεροῦς οὐσίας ὑπάρχον, ὡς καταμήνιά τε καὶ οὖρα προκαλεῖσθαι. χρὴ δὲ ὅλον εἰς ταῦτα λαμβάνειν τὸν καρπὸν οὐ τὸ σπέρμα μόνον, ἀλλὰ μετὰ τῶν φύλλων ἐπιπλασσόμενος χλωρὸς, εἰς οὐλὴν ἄγειν δύναται τά τ’ ἄλλα καὶ πυρίκαυτα. ξηρανθέντα δ’ εἰ κόψας ἐπιπάττοις, ἰάσῃ τὰ πλαδαρὰ καὶ σηπεδονώδη τῶν ἑλκῶν. ἔνιοι δὲ καὶ τοῖς ἰσχιαδικοῖς πίνειν αὐτὴν διδόασιν.
§20.6
[στ΄. Περὶ ὑπηκόου.] Ὑπήκοον ψυκτικῆς ἐστι δυνάμεώς, ἐκ τῆς τρίτης που τάξεως τῶν ψυχόντων, ὡς μήκωνος ὀλίγον ἀποδεῖν.
§20.7
[ζ΄. Περὶ ὑπογλώσσου.] Ὑπόγλωσσον ὠνόμασται μὲν οὕτως, ὅτι παραφύσεις ὑπ’ ἄκροις τοῖς κορύμβοις ποιεῖται γλωσσαρίων. ἔστι δ’ ἡ ῥίζα καὶ ὁ χυλὸς τοῦ θαμνίσκου μαλακτικῆς δυνάμεως.
§20.8
[η΄. Περὶ ὑσσώπου.] Ὕσσωπον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, ἔστι δὲ καὶ λεπτομερές.
§21.1
[α΄. Περὶ φακῶν.] Φακοὶ στύφουσι μὲν ἰσχυρῶς, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθεστήκασι. καὶ μέντοι καὶ ξηραίνουσι κατὰ τὴν δευτέραν τάξιν. αὐτὸ μὲν οὖν αὐτῶν τὸ σῶμα ξηραίνει καὶ ἵστησι γαστέρα, τὸ δ’ ἀφέψημα προτρέπει, διὸ καὶ ἀποχεῖται τὸ πρότερον ὕδωρ, ὅταν ἐπισχέσεως ἕνεκα λαμβάνωνται.
§21.2
[β΄. Περὶ φακοῦ.] Φακὸς ὁ ἐπὶ τῶν τελμάτων ὑγρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως, ἐκ τῆς δευτέρας που τάξεως ὑπάρχων κατ’ ἄμφω.
§21.3
[γ΄. Περὶ φαληρίδος.] Φαληρίδος τῆς πόας καὶ ὁ χυλὸς καὶ τὸ σπέρμα καὶ τὰ φύλλα πινόμενα πρὸς τὰ τῆς κύστεως ἀλγήματα πεπίστευται βοηθεῖν, ὡς ἐχούσης τι λεπτομερὲς καὶ θερμόν.
§21.4
[δ΄. Περὶ φαλαγγίτου.] Φαλαγγίτης. ὠνόμασται μὲν οὕτως ἐκ τοῦ βοηθεῖν τοῖς ὑπὸ φαλαγγίων δακνομένοις. ἔστι δὲ λεπτομεροῦς δυνάμεως ξηραντικῆς, ὅθεν καὶ στροφουμένοις ἀρήγειν δοκεῖ.
§21.5
[ε΄. Περὶ φλόμου.] Φλόμος, ἔνιοι δὲ διὰ τοῦ π γράφουσί τε καὶ λέγουσιν. ἡ μέν τίς ἐστι τοῖς φύλλοις λευκὴ, ἡ δὲ μέλαινα. καὶ τῆς λευκῆς ἡ μὲν ἄῤῥην, ἧς τὰ φύλλα στενώτερα, ἡ δὲ θῆλυς, ἧς μείζω. καὶ πρὸς ταύταις ἑτέρα φλόμος ἀγρία προσαγορευομένη, χρυσοειδὴς δ’ ἐστὶ καὶ μηλίζουσα τοῖς ἄνθεσιν. ἄλλη δέ τις ἐπὶ ταύταις, ἣν ἰδίως φλομίδα καὶ θρυαλλίδα προσαγορεύουσι. τῶν μὲν οὖν πρώτων δυοῖν ἡ ῥίζα στρυφνὴ γευομένη οὖσα τοῖς ῥοώδεσι πάθεσιν ἀρήγει. διακλύζονται δ’ αὐτὴν ἔνιοι καὶ πρὸς ὀδόντων ἀλγήματα. τὰ μέντοι φύλλα διαφορητικῆς ἐστι δυνάμεως. οὕτω δὲ καὶ τὰ τῶν ἄλλων φύλλα καὶ μάλιστα τῆς χρυσιζούσης τοῖς ἄνθεσιν, ᾗ καὶ τὰς τρίχας ξανθίζουσιν. ἁπασῶν γὰρ τὰ φύλλα ξηραντικῆς τε καὶ μετρίως ῥυπτικῆς ἐστι δυνάμεως.
§21.6
[στ΄. Περὶ φοίνικος.] Φοῖνιξ τὸ δένδρον στυπτικῆς μετέχει δυνάμεως ἐν ἅπασι τοῖς ἑαυτοῦ μέρεσιν. ὁ μὲν οὖν τῶν κλάδων χυλὸς αὐστηρός ἐστιν ἐξ ὑδατώδους οὐσίας χλιαρᾶς καὶ γεώδους ψυχρᾶς συγκείμενος. ὁμοίας δὲ τούτου· φύσεώς ἐστι καὶ ὁ καλούμενος ἐγκέφαλος ἐδώδιμος ὑπάρχων. ὁ δὲ καρπὸς αὐτοῦ καὶ μάλισθ’ ὁ γλυκὺς οὐκ ὀλίγης μετείληφε θερμότητος. ἐδώδιμος δ’ ὢν εἰς πολλὴν ἔρχεται χρῆσιν, οὐ μόνον ἔξωθεν ἐπιτιθέμενος, ἵνα τονῶσαί τι καὶ ξηρᾶναι καὶ συναγαγεῖν καὶ πιλῆσαι καὶ πυκνῶσαι χρῄζομεν, ἀλλὰ καὶ ὡς σιτίον λαμβανόμενος ἅμα τε τοῖς ἄλλοις καὶ αὐτὸς καθ’ ἑαυτόν. ὃ δὲ καλοῦσιν ἐλάτην, τὸ ἁπαλὸν ἐκβλάστημα τοῦ φοίνικος, τὴν αὐτὴν τῷ κατ’ αὐτὴν ἐγκεφάλῳ δύναμιν ἔχει. τὸ δ’ οἷον ἀμφίεσμα αὐτοῦ στυπτικὴν μὲν καὶ αὐτὸ κέκτηται ποιότητα, ξηραίνει δ’ ἐπὶ πλέον ἁπάντων τῶν εἰρημένων, ὡς ἂν καὶ τῇ τῆς οὐσίας συστάσει ξηρότερον αὐτῶν ὑπάρχον καὶ ἥκιστα μετέχον ὑγρότητος, ὥστε δεόντως ἐπὶ τῶν σηπεδονωδῶν ἑλκῶν αὐτῷ χρῶνται. καὶ τοῖς συνάγουσι τὰ κεχαλασμένα τῶν ἄρθρων φαρμάκοις μιγνύουσι καὶ ταῖς ἡπατικαῖς τε καὶ στομαχικαῖς δυνάμεσιν, ἔξωθέν τε καὶ ἔσωθεν. ἔστι δὲ καὶ ἡ ῥίζα τοῦ φυτοῦ ξηραντικῆς ἀδήκτως δυνάμεως, ἔχουσά τι καὶ αὐτὴ στύψεως.
§21.7
[ζ΄. Περὶ φορβίου.] Φορβίου τῷ σπέρματι πρὸς λευκώματα χρῶνται μετὰ μέλιτος, ἀλλὰ καὶ σκόλοπας ἐξάγειν πεπίστευται. καὶ ἡ πόα δὲ ταὐτὸν τούτῳ δοκεῖ δύνασθαι, ἐξ ὧν δῆλον ὡς λεπτομεροῦς τε καὶ ἑλκτικῆς καὶ ῥυπτικῆς μετέχει δυνάμεως.
§21.8
[η΄. Περὶ φοῦ.] Φοῦ. ἀρωματώδης πώς ἐστιν ἡ τῆσδε τῆς πόας ῥίζα, νάρδῳ παραπλησία τὴν δύναμιν, ἀλλ’ εἰς μὲν τὰ πλεῖστα καταδεεστέρα, προτρέπει δ’ οὖρα τῆς μὲν Ἰνδικῆς καὶ Συριακῆς νάρδου μᾶλλον, ὁμοίως δὲ τῇ Κελτικῇ.
§21.9
[θ΄. Περὶ φύκου.] Φῦκος ὑγρὸν ἔτι καὶ χλωρὸν ἐξαιρούμενον τῆς θαλάττης, καὶ ψύχει καὶ ξηραίνει κατὰ τὴν δευτέραν τάξιν, ἔχει γάρ τι καὶ στρυφνὸν μετρίως.
§21.10
[ι΄. Περὶ φυλλίτιδος.] Φυλλῖτις, στρυφνῆς οὖσα ποιότητος, οὐκ ἀπὸ τρόπου διαῤῥοίας τε καὶ δυσεντερίας ὀνίνησι πινομένη.
§21.11
[ια΄. Περὶ φύλλου μαλαβάθρου.] Φύλλον μαλαβάθρου νάρδῳ παραπλήσιόν ἐστι τὴν δύναμιν.
§22.1
[α΄. Περὶ χαλβάνης.] Χαλβάνη ὀπός ἐστι ναρθηκώδους φυτοῦ, μαλακτικῆς τε καὶ διαφορητικῆς ὑπάρχουσα δυνάμεως. καὶ εἴη ἂν ἐν μὲν τῷ θερμαίνειν ἐκ τῆς τρίτης που τάξεως ἀρχομένης ἢ τῆς δευτέρας συμπληρουμένης, ἐν δὲ τῷ ξηραίνειν ἐκ τῆς δευτέρας ἀρχομένης.
§22.2
[β΄. Περὶ χαμαίδρυος.] Χαμαίδρυς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, ἔστι δὲ καὶ δριμεῖά πως. ἐξ ὧν δηλονότι δεόντως σπλῆνα τήκει καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ πάχος χυμῶν τέμνει, καὶ τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις ἐκκαθαίρει. καὶ θείη ἄν τις αὐτὴν ἐν τῇ τρίτῃ τάξει κατὰ τὸ ξηραίνειν καὶ θερμαίνειν, καὶ πλέον γε κατὰ τὸ ξηραίνειν ἢ θερμαίνειν.
§22.3
[γ΄. Περὶ χαμαικισσοῦ.] Χαμαικισσοῦ τὸ ἄνθος πικρὸν ἱκανῶς ὑπάρχον ἐκφράττει τὰ καθ’ ἧπαρ. ἔνιοι δὲ καὶ τοῖς ἰσχιαδικοῖς αὐτὸ διδόασιν.
§22.4
[δ΄. Περὶ χαμελαίας.] Χαμελαίας τὴν πικρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα. διὸ καὶ τὰ ῥυπαρὰ λίαν ἕλκη καὶ ὅσα μεγίστας ἐσχάρας ἔχει, μετὰ μέλιτος ἀνακαθαίρειν δύναται.
§22.5
[ε΄. Περὶ χαμαιλεύκης.] Χαμαιλεύκη θερμὴ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην που τάξιν καὶ ξηρὰ κατὰ τὴν πρώτην.
§22.6
[στ΄. Περὶ χαμαιλέοντος.] Χαμαιλέοντος ἡ ῥίζα τοῦ μὲν μέλανος, ἔχει τι δηλητήριον, ὅθεν ἔξωθεν ἡ χρῆσις αὐτοῦ πρὸς ψώρας καὶ λειχῆνας καὶ ἀλφοὺς καὶ ὅλως ὅσα ῥύψεως δεῖται καὶ τοῖς μαλακτικοῖς καὶ διαφορητικοῖς μίγνυται φαρμάκοις. καὶ τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ἰᾶται καταπλασθεῖσα. ἔστι γὰρ ξηρὰ κατὰ τὴν τρίτην ἤδη που τάξιν. ἐν δὲ τῷ θερμαίνειν ἐκ τῆς δευτέρας συμπληρουμένης. ἡ δὲ τοῦ λευκοῦ χαμαιλέοντος ῥίζα πρὸς ἕλμινθας πλατείας δίδοται πλῆθος ὀξυβάφου μετ’ οἴνου αὐστηροῦ. προσφέρουσι δ’ αὐτὴν καὶ τοῖς ὑδερικοῖς παραπλησίαν οὖσαν καὶ αὐτὴν τῇ κράσει τῇ τοῦ μέλανος ῥίζῃ, πλὴν ὅσα πικροτέρα ἐκείνης ἐστίν.
§22.7
[ζ΄. Περὶ χαμαιπίτυος.] Χαμαιπίτυς κατὰ τὴν γεῦσιν μὲν ἰσχυρότερον ἔχει τὸν πικρὸν χυμὸν τοῦ δριμέος, κατὰ τὴν ἐνέργειαν δὲ διακαθαίρει καὶ ῥύπτει τὰ σπλάγχνα πλέον ἢ θερμαίνει. διὰ τοῦτο καὶ τοῖς ἰκτεριῶσι καὶ ὅλως οἷς ἐμφράττεται ῥᾳδίως τὸ ἧπαρ ἀγαθόν ἐστι φάρμακον. ἄγει δὲ καὶ καταμήνια πινομένη τε καὶ μετὰ μέλιτος προστιθεμένη. ἔστι δὲ καὶ οὐρητικὸν φάρμακον. ἔνιοι δὲ καὶ ἰσχιαδικοῖς αὐτὴν διδόασιν, ἀφέψοντες ἐν μελικράτῳ. χλωρὰ δ’ ἡ πόα καὶ τὰ μεγάλα τραύματα κολλᾷν δύναται καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν ἰᾶται καὶ τὰς ἐν μαστοῖς σκληρότητας διαφορεῖ. ἔστι γὰρ ἐν τῷ ξηραίνειν τῆς τρίτης τάξεως, ἐν δὲ τῷ θερμαίνειν τῆς δευτέρας.
§22.8
[η΄. Περὶ χαμαισύκης.] Χαμαισύκη ῥυπτικήν τε ἅμα καὶ δριμεῖαν ἔχει δύναμιν, ὥστε καὶ ἀκροχορδόνας καὶ μυρμηκίας, οἵ τε κλῶνες αὐτῆς καταπλαττόμενοι καὶ ὁ ἐξ αὐτῶν ὀπὸς ἀφαιροῦσιν. ἀποῤῥύπτουσι δὲ σὺν μέλιτι καὶ τὰς ἐν ὀφθαλμοῖς παχείας οὐλάς. ὠφελοῦσι δὲ καὶ τὰς διὰ πάχος ἀμβλυωπίας, ὥσπερ οὖν καὶ ἀρχὰς ὑποχύσεων.
§22.9
[θ΄. Περὶ χελιδονίου.] Χελιδόνιον ῥυπτικῆς ἰσχυρῶς ἐστι καὶ θερμῆς δυνάμεως· καὶ μέντοι καὶ ὁ χυλὸς αὐτῆς εἰς ὀξυωπίας ἐστὶ χρήσιμος ἐφ’ ὧν ἀθροίζεται παχύ τι κατὰ τὴν κόρην, διαψορεῖσθαι δεόμενον. ἐχρήσαντο δ’ ἔνιοι τῇ ῥίζῃ καὶ πρὸς τοὺς ὑπ’ ἐμφράξεως ἥπατος ἰκτεριῶντας, ἐν οἴνῳ λευκῷ διδόντες πίνειν σὺν ἀνίσῳ. διαμασωμένη χρήσιμός ἐστιν ὀδόντων ἀλγήμασι. τὸ δὲ μικρότερον χελιδόνιον, δριμύτερον ὑπάρχον τοῦ μείζονος, ἑλκοῖ ταχέως τὸ δέρμα καταπλασσόμενον, ὄνυχάς τε λεπροὺς ἐκβάλλει. καθαίρει δ’ ὁ χυλὸς αὐτοῦ διὰ ῥινῶν ἰσχυρῶς ὑπάρχων δριμὺς, ὥστε εἴη ἂν καὶ ἥδε ἡ πόα τῆς τετάρτης ἤδη που τάξεως συμπληρουμένης ἤδη καὶ κατὰ τὸ θερμαίνειν καὶ ξηραίνειν.
§22.10
[ι΄. Περὶ χονδρίλης.] Χονδρίλη. καὶ ταύτην ἔνιοι σέριν ὀνομάζουσιν. ἔστι γάρ πω τῆς αὐτῆς ἐκείνης δυνάμεως, πλὴν ὅσον πλέον ἔχει τὸ ὑπόπικρον ἐν τῇ γεύσει, καὶ διὰ τοῦτο ξηροτέρα τὴν δύναμίν ἐστιν.
§22.11
[ια΄. Περὶ χόνδρου.] Χόνδρος ἐστὶ μὲν δήπου καὶ τροφὴ βελτίστη, καθάπερ καὶ πυρὸς, ἀλλ’ οὐ τῆς νῦν πραγματείας ἐστὶ περὶ τροφῆς διαιρεῖσθαι, ὡς φάρμακον δὲ τῆς ἐμπλαστικῆς ἐστι δυνάμεως. ἐν δὲ τῇ κράσει παραπλήσιός ἐστι πυρῷ, πλέον ἐκείνου τὸ γλίσχρον ἔχων, ᾧ καὶ τρόφιμος αὐτοῦ μᾶλλόν ἐστι καὶ οἷον ὕλη τις εἰς ὑποδοχὴν ἐπιτήδειος ὄξους τε γίγνεται καὶ θαλάττης καὶ ἅλμης, ὅσα τ’ ἄλλα τοιαῦτα σφοδρῶς ξηραίνοντα· καὶ διὰ τοῦτό τινες ἐκ τῶν ἱκανῶς ξηραινόντων ἐνόμισαν εἶναι καὶ τοῦτο τὸ σπέρμα. ἔστι δ’ αὐτὸς ὁ χόνδρος ἐκ τῶν συμπέττειν δυναμένων μᾶλλον, ὥσπερ καὶ ὁ πυρὸς, ἅπερ ἥκιστα ξηραίνει. διὰ δὲ τὴν τῶν ξηραινόντων φαρμάκων μίξιν τὸ σύνθετον ἐξ αὐτῶν ξηραντικὸν γινόμενον ἐξαπατᾷ τοὺς πολλοὺς τῶν ἰατρῶν, ὡς αὐτῷ τῷ χόνδρῳ τὴν τοῦ ξηραίνειν αἰτίαν ἀνατιθέναι παρέντας τὰ μιγνύμενα.
§22.12
[ιβ΄. Περὶ χρυσοκόμης.] Χρυσοκόμη, καλεῖται δὲ καὶ χρυσίτης· τὴν δριμεῖαν ἅμα καὶ στύφουσαν ἐπικρατούσας ἔχει ποιότητας ἡ ῥίζα, διὸ μηδὲ πολύχρηστός ἐστιν. ἥ γε μὴν χρῆσις αὐτῆς ἐν μελικράτῳ καθεψηθείσης ἐν περιπνευμονίαις τε καὶ ἡπατικοῖς νοσήμασιν. ἔχει δέ τι καὶ τῆς ἐμμήνου καθάρσεως προτρεπτικόν.
§23.1
[α΄. Περὶ ψευδοδικτάμνου.] Ψευδοδίκταμνον ἀσθενοῦς δικτάμνου δύναμιν ἔχει.
§23.2
[β΄. Περὶ ψυλλίου.] Ψυλλίου τὸ σπέρμα μάλιστ’ ἐστὶ χρήσιμον, ἐκ τῆς δευτέρας ὑπάρχον τάξεως τῶν ψυχόντων· ἐκ τῆς κατὰ τὸ ξηραίνειν καὶ ὑγραίνειν συζυγίας μέσον πώς ἐστι καὶ σύμμετρον.
§24.1
[α΄. Περὶ ὠκίμου.] Ὤκιμον ἐκ τῆς δευτέρας μέν ἐστι τάξεως τῶν θερμαινόντων, ἔχει δ’ ὑγρότητα περιττωματικήν. ὅθεν οὔτε χρήσιμόν ἐστιν εἴσω τοῦ σώματος λαμβανόμενον, καταπλασσόμενον δ’ ἔξωθεν εἰς τὸ διαφορεῖν καὶ συμπέπτειν ἐστὶ χρήσιμον.
§24.2
[β΄. Περὶ ὠκιμοειδοῦς.] Ὠκιμοειδές· ἔνιοι δὲ φιλεταίριον ὀνομάζουσιν· ἄχρηστος μὲν ἡ ῥίζα, τὸ δὲ σπέρμα λεπτομεροῦς τε καὶ ξηραντικῆς ἀδήκτως ὑπάρχει δυνάμεως.
Tap any Greek word to look it up