Book 2
§1.1–5
§1.1 Οἱ τοὺς οἰκείους ὅρους ὑπερβαίνοντες σοφισταὶ μακρὸν ἡμῖν ποιοῦσιν τὸν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως λόγον. πόῤῥωθεν γὰρ ἀρχόμενοι καὶ τὴν αἴσθησιν ἀτιμάζοντες, ἐμβάλλοντές τε σφᾶς αὑτοὺς εἰς τὰ καὶ ἐν τοῖς φιλοσόφοις ἠπορημένα, προσαπολλύουσιν οἷς ἀγνοοῦσιν καὶ τὰ σαφῶς γινωσκόμενα. καὶ ταῦτα ποιοῦσιν οἱ πλείους αὐτῶν ἀμαθεῖς ὑπάρχοντες οὐ τῆς φυσικῆς θεωρίας μόνον, ἀλλὰ καὶ τῶν λογικῶν μεθόδων, αἷς ἀναγκαῖον ἐστιν χρῆσθαι τὸν ὁτιοῦν ἀποδείξαντα, ὥστε μήθὅσα καλῶς εὕρηται τοῖς φυσικοῖς ἀνδράσιν μήθὑπὲρ ὧν αὐτῶν εὐλόγως ἠπόρηται γινώσκοντες, ἑκατέροις πολλάκις ἀποφαίνεσθαι τολμῶσι τἀναντία. φέρε δὲ πρὸς θεῶν, εἴπερ ἐγὼ νῦν ἀρξάμενος ὧδέ πως λέγειν, ὡς τεττάρων ὄντων στοιχείων ἀέρος καὶ γῆς ὕδατός τε καὶ πυρὸς, ὡς οὐδενὸς ἄλλου ξύμφυτόν ἐστι τὸ λευκὸν καὶ λαμπρὸν χρῶμα, πλὴν αὐγῆς καὶ πυρὸς, εἶτα καὶ τὸν Ἐμπεδοκλέα καὶ τοὺς ἄλλους τινας τῶν φυσικῶν ἐπὶ τῷ λόγῳ καλέσας μάρτυρας, ἅπαντα τὰ λαμπρὰ σώματα πυρὸς πλείστου μετέχειν ἀποφηναίην ἀμελήσας ἐμβλέψαι χιόνι καὶ ψιμυθίῳ καὶ κρυστάλλῳ ἑτέροις τε μυρίοις τῶν λαμπροτάτων τε ἅμα καὶ ψυχροτάτων, εἶτά τινος αὐτὰ προχειριζομένου, τὸν ἀπὸ τῆς αἰσθήσεως ἔλεγχον ἀποδιδράσκων ἀξιοίην ἐπὶ τὸν λόγον ἰέναι καὶ τούτῳ σκοπεῖσθαι περὶ φύσεως πραγμάτων, οὐκ αἰσθήσεσιν ἀλόγοις ἐπιτρέπειν τὸ πᾶν, ἆροὐκ ἂν τοῖς νοῦν ἔχουσιν μαίνεσθαι δόξαιμι, μηδἀφὧν ἄρχομαι τοῦ λόγου γινώσκων; ἐξ αἰσθήσεως γὰρ, οἶμαι, καὶ διαἰσθήσεως ἅπαντα τὰ τοιαῦτα τῶν ἀξιωμάτων ἐμάθομεν, ὡς μὲν ἥλιος λαμπρὸς ἐστιν, αἱ δὲ φλόγες ὑπόξανθοι, τῶν δἀνθράκων οἱ πλεῖστοι ξανθοί. εἰ μὲν οὖν ἀποστητέον ἐστὶ ταῖς αἰσθήσεσιν, οὐδεμίαν ἕξομεν ἀπόδειξιν οὔθἡμεῖς ὧν νῦν εἰρήκαμεν οὔτε Ἐμπεδοκλῆς ὡδὶ γράφων,
§1.2 εἰ δέ ἐστιν ἀληθῆ ταῦτα, δῆλον ὡς πολὺ πρότερον αὐτῶν τὴν αἴσθησιν εἶναι χρὴ πιστήν. ἀλλἄρχεσθαι μέν φασιν ἀπὸ τῶν αἰσθήσεων ἀναγκαῖόν ἐστιν ἀνθρώπους γε ὄντας, οὐ μὴν ἐπαὐτήν γε προσήκει καταμένειν διὰ παντὸς, ἀλλἐπὶ τὸ θειότερον ἰέναι τὸν λόγον. αἰσθήσεως μὲν γὰρ καὶ τοῖς ἀλόγοις ζώοις μετεῖναι, λόγου δὲ μόνον τοῖς θεοῖς. κᾀντεῦθεν ἀρξάμενοι, δολιχὸν ἀποτείνουσι τὸν λόγον. καί τινες ἐξ αὐτῶν καὶ τὸν Ἀναξαγόραν ἐπικαλοῦνται μάρτυρα, περὶ τῆς χιόνος ἀποφηνάμενον, ὡς οὐκ εἴη λευκή. οὗτος ἄρα, φασί, φυσικὸς ἀνὴρ ὑπὲρ τὴν αἴσθησίν ἐστιν καὶ καταφρονεῖ μὲν τῶν ταύτης φαντασμάτων, ἐπὶ δὲ τὸν λόγον ἀνέρχεται, καὶ τούτῳ τὴν τῶν ὄντων θηρᾶται φύσιν. ἐμὲ δεἰ χρὴ τὸ παριστάμενον εἰπεῖν, ὡς ἐλευθέριόν τε καὶ παρὅλον τὸν βίον ἀλήθειαν σπουδάσαντα, μελαγχολίας ἐπέκεινα προεληλυθέναι νομίζω τοὺς τὰ τοιαῦτα ληροῦντας. εἰ μὲν γὰρ ἀνατρέψουσι τὰ διὰ τῶν αἰσθήσεων ἐναργῶς φαινόμενα, πόθεν ἄρξονται τῶν ἀποδείξεων οὐχ ἕξουσιν. εἰ δὡς ἀπὸ πιστῶν ἄρξονται, πῶς ὕστερον εὐλόγως ἀπιστήσουσιν; αἱ γὰρ τῶν ἀποδείξεων ἀρχαὶ πιστότεραι τῶν ἀποδεικνυμένων, τῆς ἐξ ἑτέρων δεῖται πίστεως. αἱ δἀρχαὶ τῶν ἀποδείξεων οὔ μόνον αὐταὶ καθἑαυτὰς, ἀλλὰ καὶ πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν ὑπάρχουσι πισταί.
§2 Καὶ ἔγωγἂν εὐξαίμην ἅπαντα τὰ πράγματα ταῖς αἰσθήσεσιν ἡμῶν ἐναργῶς ὑποπίπτειν καὶ μηδὲν εἶναι τὸ διαφεῦγον αὐτὰς, ὡς οὕτως ἂν οὔτἄπορον οὔτἀμφισβητούμενον ἦν οὐδέν. ἐπεὶ δἐκφεύγει τινὰ, πειρατέον ἐπάγειν αὐτοῖς τὸν λόγον, ἀλλοὔτε πόῤῥωθεν, ὡς ἐκεῖνοι ποιοῦσιν, οὔτἀπέραντα συλλογιζομένους, ἀλλὰ πρῶτον μὲν τὰ σημαινόμενα τῶν ὀνομάτων ἀκριβῶς διαιρουμένους, ἵνα μή τις παρὰ τὴν ὁμωνυμίαν ἐν τοῖς μετὰ ταῦτα ἀπάτη γίγνηται. δεύτερον δὲ τὸ καθαὑτό τι δρῶν, τοῦ κατὰ συμβεβηκὸς ἀφορίζοντας. εἴρηται δἐν τοῖς ἔμπροσθεν ὑπὲρ ἀμφοῖν ἀκριβῶς, καὶ τὰ σημαινόμενα τῶν δυνάμει θερμῶν, ψυχρῶν, ξηρῶν, ὑγρῶν, ὁτιοῦν ἄλλο λεγομένων εἶναι διῄρηται. καὶ ὅπως ἄν τις εὑρίσκοι τὴν οἰκείαν ἑκάστου φαρμάκου δύναμιν ἀφορίζων τοῖς κατὰ συμβεβηκὸς, ἔν τε τῷ τρίτῳ περὶ κράσεων βιβλίῳ καθόλου διεληλύθαμεν, ἔν τε τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ διὰ τῶν κατὰ μέρος ἐπεξίωμεν, ὡς ἤδη κᾀν τῷ πρώτῳ βιβλίῳ πεποιήκαμεν ἐφὕδατος καὶ ὄξους· ἐνταυθοῖ δὲ πάλιν, ἐπἐλαίου τε καὶ ῥοδίνου πράξομεν, ἐνδειξάμενοι πρότερον ἡλίκον ἁμαρτάνουσιν οἱ πόῤῥωθεν τῶν ἰατρῶν ἀποδείξεων ἀρχόμενοι. τί γὰρ ἔδει τὴν χρόαν ἐλαίου σκοπεῖν, ῥόδων, ἔχοντάς γε αὐτοῖς χρῆσθαι τοῖς πράγμασιν πολυειδῶς, οὐκ ἐπὶ τῶν ὑγιαινόντων μόνον; ἀλλὰ καὶ ἐπὶ τῶν νοσούντων σωμάτων; καὶ γὰρ αὐτὰ καθἑαυτὰ ῥόδα καὶ τὸν χυλὸν αὐτῶν ἔνεστι λαμβάνοντας ἐπιτιθέναι  τῷ σώματι καὶ ὑγιαίνοντι καὶ νοσοῦντι νόσον ἁπλῆν, ὡς ἔμπροσθεν, εἴρηται καὶ μιγνύντας ἐλαίῳ γλυκεῖ, κατά τε τῶν ἰσχυρῶς ἐψυγμένων τεθερμασμένων σωμάτων ἐπιφέρειν, ἀνατρίβοντάς τε καὶ κατατλοῦντας καὶ καταβρέχοντας, εἴσω τε τοῦ σώματος λαμβάνειν ἄνωθεν διὰ τοῦ στόματος, κάτωθεν διὰ τῆς ἕδρας, εἶθὁρᾷν τὸ γιγνόμενον ἐφἑκάστῃ χρήσει. καὶ γὰρ δὴ καὶ τούτου χάριν ἐπισκεπτόμεθα τὴν δύναμιν πάντων τῶν φαρμάκων, ἵνα ἔχωμεν οἷς δεῖ χρῆσθαι, διακαιομένων ὑποχονδρίων καὶ κεφαλῆς, κατεψυγμένων, ἡλκωμένων, φλεγμαινόντων, τι τοιοῦτον ἕτερον πασχόντων, αὐτῶν τε τούτων καὶ τῶν ἄλλων ἁπάντων μελῶν τοῦ σώματος. εἶθοὕτως ἐναργῆ τε ἅμα καὶ σύντομον ὁδὸν ἔχοντες ἐφ ζητοῦμεν, ἔτι χρόας ἐξετάσομεν, ὀσμὰς, συστάσεις, ψόφους ἑκάστου τῶν φαρμάκων ὅμοιόν τι δρῶντες, τοῖς ἐξ εἰκόνος ἤτοι πλαστῆς, γραπτῆς ἄνθρωπόν τινα διαγνῶναι βουλομένοις ἐνὸν, αὐτὸν θεάσασθαι τὸν γνωρισθησόμενον.
§3 Ταύτῃ τοίνυν ἁμαρτάνειν μοι δοκοῦσιν οὐ σμικρὰ, καὶ τούτων ἔτι μᾶλλον ἐν οἷς ἀπέραντα καὶ ἀναπόδεικτα φλυαροῦσιν, ἀμαθεῖς ὑπάρχοντες ἀποδεικτικῆς μεθόδου. ὑποκείσθω γὰρ τὸ πῦρ, εἴτε ξανθὸν εἴτε ἐρυθρὸν, ὡς ἂν ἐθέλωσιν, οὐ γὰρ μοι διαφέρει. τί οὖν τοῦτο πρὸς τὸ πᾶν ἐρυθρὸν θερμὸν· εἶναι; πᾶν μὲν γὰρ πῦρ, εἰ οὕτως ἔτυχεν, ἐρυθρὸν εἶναι λεκτέον ἐστίν. πᾶν δὲ τὸ ἐρυθρὸν πῦρ εἶναι φάναι καταγέλαστον, ἔτι δὲ μᾶλλον εἰ πᾶν τὸ ἐρυθρὸν θερμὸν εἶναι λέγοι τις. εἰ μὲν ἐξ ἀρχῆς εἴληπτο κατὰ τὸν λόγον, ὡς πᾶν τὸ θερμὸν ἐρυθρὸν ἐστιν, ἦν ἴσως διαστρέψαντα τὸ ἀξίωμα τὸ ἐρυθρὸν ἅπαν ἀποφῆναι θερμὸν ἁμαρτάνοντα μὲν κᾀν τούτῳ προφανῶς. οἱ γὰρ ἀντιστρέφοντες, οὐχ οἱ ἀναστρέφοντες ἀλλήλοις λόγοι συναληθεύονται, ἀλλὅμως ἦν ἂν, οἶμαι, πλησίον παραλογισμός. ἐπεὶ δὲ οὐδαὐτὸ τοῦτο κατἀρχὰς εἴληπται, λέγω δὴ τὸ πᾶν εἶναι τὸ θερμὸν ἐρυθρὸν, οὐδἀναστρέψαντα δυνατὸν εἰπεῖν ἅπαν εἶναι τὸ ἐρυθρὸν θερμόν. τριχῶς οὖν ἁμαρτάνουσι κατὰ τὸν λόγον οἱ φάσκοντες τὰ ῥόδα θερμὰ τὴν κρᾶσιν ὑπάρχειν, ὅτι καὶ ἐρυθρά. πρῶτον μὲν ὅτι μὴ δείξαντες ὅτι πᾶν πῦρ ἐρυθρὸν ἀντιστρέφειν αὐτῷ, ὅτι πᾶν ἐρυθρὸν πῦρ πειρῶνται λόγον ἕτερον, ὡς ἀληθῆ· δεύτερον δὅτι μὴ γινώσκουσι τοὺς ἀντιστρέφοντας, οὐ τοὺς ἀναστρέφοντας τοῖς ἀληθέσι λόγοις ἀληθεῖς εἶναι καὶ αὐτούς. καὶ τρίτον ὅτι κᾂν ἀντιστρέφωσιν, οὐ τὸ πᾶν εἶναι τὸ τῇ χρόᾳ ἐρυθρὸν θερμὸν ἐκ τῆς ἀντιστροφῆς περανθήσεται, ἀλλὰ ἕτερον αὐτοῦ τι τοιοῦτον ἀξίωμα, τὸ ἐρυθρὸν ἅπαν πῦρ ἐστιν. ὅτι δοὐ μόνον ἄχρηστον εἰς τὰ παρόντα τὸ τοιοῦτον, ἀλλὰ καὶ προφανῶς ψεῦδός ἐστιν, δῆλον παντί. δεόμεθα γὰρ οὐκ εἰ τὸ ἐρυθρὸν ἅπαν πῦρ ἐστιν, ἀλλὅτι θερμὸν ἀποδειχθῆναι. ὡς εἴ γε πῦρ ἐστι πᾶν τὸ ἐρυθρὸν, ἔσται δηλονότι καὶ τὸ ῥόδον ἡμῖν πῦρ. ἀλλοἱ μὴ γινώσκοντες, οἶμαι, τὰς λογικὰς μεθόδους ἰατροὶ, πρῶτον μὲν ἐπαὐτῷ τούτῳ μέγιστα σφάλλονται, τῷ τοὺς οἰκείους ὅρους ὑπερβαίνειν. ἱκανὴ γὰρ πεῖρα μετὰ βραχέων ἐπιλογισμῶν ἐξευρίσκειν τὰς δυνάμεις τῶν φαρμάκων· εἶτα καὶ κατὰ τοὺς λόγους ἁμαρτάνουσιν ὅμοια τοῖς ἀρτιμαθέσι λογικῆς θεωρίας παισί. τῆς δαὐτῆς πλημμελείας ἔχονται καὶ ὅσοι ταῖς ὀδμαῖς τεκμαίρονταί τι περὶ δυνάμεως φαρμάκων. οὐδὲ γὰρ ἅπαν εὐῶδες θερμὸν, ὡς λέγουσί τίνες, ἀγνοοῦντες ὅπως ἀκούειν χρὴ τῶν ὑπἈριστοτέλους καὶ Θεοφράστου περὶ τούτων εἰρημένων, κατὰ τὸ τέταρτον τῶνδε τῶν ὑπομνημάτων ἡμεῖς διοριοῦμεν, οὔθἅπαν θερμὸν εὐῶδες, οὐ μὴν οὐδὲ δυσῶδες ἅπαν θερμὸν, οὐδεἴ τι θερμὸν ὑπάρχει, δυσῶδες. οὕτω κᾂν εἰ τὸ δυσῶδες ἅπαν φαίη τις ψυχρὸν, τὸ ψυχρὸν δυσῶδες, οὐκ ἀληθεύει. καὶ γὰρ καὶ τῶν θερμῶν μυρία τὰ μὲν εὐώδη, τὰ δὲ δυσώδη, τὰ δοὐδέτερα καὶ τῶν ψυχρῶν ὡσαύτως. καίτοι τί λέγω ψυχρὰ καὶ θερμὰ, δέον θερμαίνοντα καὶ ψύχοντα λέγειν ἡμᾶς, ἅπερ καὶ ζητοῦμεν. οὐ γὰρ δὴ τό γε ἁπλῶς θερμὸν τὸ πρὸς τοῦτο ἐξεταζόμενον ἐπισκέπτεσθαι πρόκειται νῦν, ἀλλὰ τὸ θερμαῖνον ἀνθρώπειον σῶμα. καὶ δὴ καὶ ψυχρὸν οὐχ ἁπλῶς, ἀλλ τι περ ἂν ἄνθρωπον ψύχῃ. πάλιν οὖν ἐνταῦθα μὴ διελόμενοι τὰ σημαινόμενα τῶν ὀνομάτων σφάλλονται παρὰ τὴν ὁμωνυμίαν, ὥσπερ εἰ καὶ περὶ χερσαίου τις κυνὸς διαλεγόμενος ἐπὶ τὸν θαλάττιον μεταβαίνοι τῷ λόγῳ, νομίζων ὥσπερ τοὔνομα τῶν ζώων ἀμφοτέρων ἕν ἐστιν, οὕτω καὶ τὴν φύσιν αὐτῶν μίαν ὑπάρχειν. ἀλλἡμῖν δέδεικται σαφῶς ἐν τοῖς περὶ κράσεως ὑπομνήμασιν, καὶ κατἀρχὰς εὐθὺς ἡγεῖσθαι τῆσδε τῆς πραγματείας ἔφαμεν, ἄλλο μὲν εἶναι τὸ δυνάμει θερμὸν, ἄλλο δὲ τὸ ἐνεργείᾳ. καὶ τούτου τοῦ ἐνεργείᾳ θερμοῦ τὸ μὲν ἁπλῶς λέγεσθαι θερμὸν, τὸ δὲ κατἐπικράτησιν, τὸ δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς, τὸ δὲ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν. καὶ δὴ καὶ τὸν ἄνθρωπον οὐχ ἀπλῶς θερμὸν, ὥσπερ τὸ πῦρ, ἀλλἐπικρατήσει θερμὸν ὑπάρχειν ἐλέγομεν. εἶναι γὰρ ἐν αὐτῷ πλείονα τοῦ θερμοῦ μοῖραν τοῦ ψυχροῦ. καὶ τοίνυν καὶ ὅσα πρὸς τούτων λέγεται θερμὰ δυνάμει, τῷ τοῦτον θερμαίνειν λεχθήσεται. καὶ κρίσις αὐτῶν ῥᾴστη τέ ἐστι καὶ διὰ τῆς ἐμπειρίας ἐξετασθήσεται, βραχέων, ὡς εἴρηται, καὶ πρόσθεν ἐπιλογισμῶν δεομένη. τούτους οὖν ὑπερβαίνοντες οἱ σοφισταὶ, τόν τε χρόνον  ἀναλίσκουσι τῶν μειρακίων καὶ σοφίσμασι παράγοντες ἀνθρώπους ἀγυμνάστους. λύσεως σοφισμάτων ἀναπιμπλᾶσι ψευδῶν δογμάτων. ἐχρῆν γὰρ μήτε χρόας μνημονεύειν αὐτοὺς μήτὀδμῆς, ἀλλὰ μηδὲ συστάσεως, λειότητος, τραχύτητος, τινος ἑτέρου τοιούτου. τί γὰρ ὅτι γλίσχρον τοὔλαιον, ὅτι λεῖον, ὅτι στίλβον, ὑγρὸν, ὠχρὸν, λιπαρὸν, ὀλισθηρὸν, δυσξήραντον ἐπαλειφόμενον τοῖς σώμασιν; οὔτε γὰρ εἰ θερμὸν, οὔτε εἰ ψυχρὸν, οὔτεἰ ξηρὸν, οὔτεἰ ὑγρόν ἐστιν τὴν δύναμιν, ἐξ οὐδενὸς ἔνεστι τῶν τοιούτων συλλογίσασθαι. καὶ γὰρ τῶν γλίσχρων καὶ τῶν λείων καὶ τῶν στιλβόντων τὰ μὲν θερμαίνει φανερῶς ἡμᾶς, τὰ δὲ ψύχει, καὶ τὰ μὲν ξηραίνει, τὰ δὲ ὑγραίνει. καὶ καθἕκαστον τῶν συμβεβηκότων οὐκ ἐλαίῳ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν οὐδέν ἐστιν εὑρεῖν πάγιον οὐδὲ διηνεκὲς, ὡς ἐπαὐτῷ συστήσασθαί τινα καθόλου πρότασιν.
§4 Ἐῶ γὰρ λέγειν ὅτι οὐδὲ ἐπιστημονικοῖς ἐν ἅπασι τοῖς τοιούτοις λόγοις οἱ σοφισταὶ χρῶνται πρὸς τὴν τῶν λημμάτων εὕρεσιν, ἀλλἐξ ἐπαγωγῆς, καὶ τὸ χεῖρον ἁπάντων, ὅτι μηδἐπισκεψάμενοί ποτε περὶ φύσεως ἐπαγωγῆς, μηδἄν τις αὐτοὺς εἰς τοῦτο προκαλῆται, τολμῶντες ἀκολουθεῖν, ἀλλὰ καὶ τοῖς ὑπὲρ ἀποδείξεώς τι πραγματευομένοις ἐπιτιμῶντες. ἔτι δὲ χεῖρον ὅτι μηδἐξ ἐπαγωγῆς μόνον, ἀλλἐκ παραδειγμάτων ἐνίοτε συλλογίζονται, καθάπερ οἱ ῥήτορες. τε γὰρ φάσκων ψυχρὸν εἶναι τοὔλαιον, ὅτι καὶ γλίσχρον, ὥσπερ καὶ τὸ φλέγμα, διὰ παραδείγματος συλλογίζεται, τὴν ἴσην ἰσχὺν τῆς ἀποδείξεως παρέχων ὁμοίως τῷ λέγοντι θερμὸν ὑπάρχειν αὐτὸ, διότι γλίσχρον ἐστὶν, ὡς ἰξός· τε φάσκων θερμὸν εἶναι, ὅτι ῥᾳδίως ἐκφλογοῦται καθάπερ ἄσφαλτος, τῷ λέγοντι ψυχρὸν εἶναι, διότι ῥᾳδίως πήγνυται, καθάπερ ὕδωρ. τὸ γὰρ ἐκ παραδείγματος ἐκ παραδειγμάτων πιστοῦσθαί τι διαφέρει τοῦ διἐπαγωγῆς πιστουμένου τῷ τὸν μὲν ἐκ παραδειγμάτων πιστούμενον ἓν μὲν δύο τῶν ὁμογενῶν λέγειν, πάντως γε ὀλίγα τὰ πλείω παραλείποντα, τὸν δἐξ ἐπαγωγῆς ἅπαντα περιλαμβάνειν πειρᾶσθαι τὰ διὰ τῆς ἐμπειρίας ἐγνωσμένα, καὶ μηδὲν ὡς οἷόν τε παραλιπεῖν προφανές τε καὶ δῆλον τοῖς πολλοῖς, ἀλλὰ ἀποκεκρυμμένον τε καὶ ὀλίγοις γνωστόν. ὅθεν καὶ βίαιός ἐστιν καὶ πείθει σφοδρῶς διὰ πάντων τῶν ἐξ ἐμπειρίας γινωσκομένων ἐπαγωγὴ καὶ μόνοις αὐτοῖς ἀλαζονεία κατάφωρος γίνεται τοῖς γεγυμνασμένοις ἐν ἀποδεικτικαῖς μεθόδοις. καὶ διὰ τοῦθἡμεῖς ἐπιπλέον ὑπὲρ αὐτῆς ἐν τοῖς περὶ τῆς ἀποδείξεως ὑπομνήμασιν διήλθομεν. ἴσως δἄν ποτε καὶ κατὰ μόνας ἓν ὑπὲρ αὐτῆς ἰδίᾳ συνθείημεν γράμμα.
§5 Φανεῖται δὲ καὶ νῦν οὐδὲν ἧττον φύσις αὐτῆς τε τῆς ἐπαγωγῆς καὶ πολὺ δὴ μᾶλλον τοῦ παραδείγματος. ἅπαντα γὰρ ἐπελθεῖν ἔγνωκα διὰ κεφαλαίων ὅσα τοῖς ἰατροῖς εἴρηται περὶ δυνάμεως ἐλαίου, πιθανῶς μὲν τῷ δοκεῖν, οὐ μὴν ἀληθῶς γε. καὶ πρῶτον τὸ ὑπὸ Διοκλέους ἐν Ἀρχιδάμῳ λελεγμένον, ὡς σκληρύνεσθαι καὶ ἐπικαίεσθαι τὸ δέρμα τοῖς ἐν ἐλαίῳ τριβομένοις, ὑπελάμβανεν Ἀρχίδαμος καὶ διὰ τοῦτο τὴν ξηροτριβίαν προὔκρινε. συνεκπυροῦσθαί τε γὰρ, φησὶ, καὶ ἐπικαίειν τὸ ἔλαιον ὑπὸ τῆς τρίψεως θερμαινόμενον ἐνόμιζεν καὶ κατὰ τοῦτο ἐξικμάζειν καὶ ξηραίνειν ἱκανῶς, ὥσπερ τῶν ὀπτωμένων τὰ χριόμενα. καὶ γὰρ καὶ ταῦτα σκληρύνεσθαι μᾶλλον εἰ χωρὶς ἐλαίου τις ὀπτήσειεν. αὐτὴν δὲ ἴσως ἄμεινον ὅλην παραγράψαι τοῦ Διοκλέους τὴν ῥῆσιν. ἔχει δὲ ᾧδε· τὸ δὲ μετἐλαίου τρίβειν οὐχ ὁμοίως ἐδοκίμαζε. πρῶτον μὲν γὰρ ἀνώμαλον ᾤετο γίνεσθαι τὴν τοιαύτην τρίψιν παρὰ τὸ τὰς χεῖρας ὀλισθαίνειν καὶ μὴ δύνασθαι τῆς σαρκὸς ὁμοίως ἀντιλαμβάνεσθαι διὰ τὸ λίπος. ἔτι δὲ καὶ σκληρύνεσθαι καὶ ἐπικαίεσθαι τὸ δέρμα τοῖς οὕτω τριβομένοις ἔφη μᾶλλον τοῖς ξηροῖς. συνεκπυροῦσθαι γὰρ καὶ ἐπικαίειν τὸ ἔλαιον θερμαινόμενον ὑπὸ τῆς τρίψεως, καθάπερ τῶν ὀπτωμένων τὰ χριόμενα τῶν μὴ χριομένων, ἐκπυρουμένου τοῦ ἐλαίου θερμαινόμενα καὶ ἐξικμαζόμενα λίαν σκληρύνεσθαι μᾶλλον. ὁμοίως δὲ καὶ τὰ ἐν τῷ ἐλαίῳ ἑψόμενα κραῦρα καὶ καπυρὰ γίνεσθαι διὰ τὴν αὐτὴν αἰτίαν. πρὸς δὲ τούτοις, ὥσπερ τὰ ξύλα καὶ τὰ δέρματα καὶ τὰ ἄλλα τὰ μετἐλαίου τριβόμενα συνδιαδίδωσιν εἴσω τὸ ἔλαιον, οὕτως ᾤετο καὶ τὰ σώματα. τούτου δὲ γιγνομένου πολλὰ τῶν εἰθισμένων διὰ τῆς σαρκὸς μετὰ τοῦ πνεύματος ῥεῖν καὶ ἔξω διαπίπτειν ἀποστέγεσθαι, ὥσπερ καὶ διὰ τῶν ἠθμῶν καὶ τῶν ὀθονίων καὶ ἐρίων καὶ πάντων διὧν ἠθεῖταί τι ἐγχεόμενον καὶ χριόμενον, οὐ δύνασθαι τὰ ὑγρὰ ῥεῖν ὁμοίως. ἀπολαμβανομένης δὲ τῆς τοιαύτης ἐκκρίσεως τὰ μὲν παλιῤῥοεῖν εἴσω, συμπληροῦν ἀθροιζόμενα τοὺς πόρους ἀλλήλοις πλεκόμενα καὶ ὑπὸ τοῦ ἐλαίου περιλαμβανόμενα διὰ τὸ ἔχειν τι ἰξῶδες τὸ ἔλαιον, ὥσπερ ἐπὶ τῶν ἄλλων φαίνεται τὸ λιπαρὸν τοὺς κονιορτοὺς καὶ τὰ κάρφη καὶ τὰ ἄλλα τὰ τοιαῦτα συνθηρεύειν. ἐμφραττομένων δὲ τῶν πόρων ἀεὶ καὶ κατὰ μικρὸν ἀναγκαῖον εἶναι πολλὰ χεῖρον ἀποτελεῖσθαι τῶν εἰθισμένων γίγνεσθαι κατὰ φύσιν. ὑπελάμβανε δέ τι καὶ δηκτικὸν ἔχειν αὐτὸ, παρ καὶ τοὺς ὀφθαλμοὺς δακρύειν καὶ τὴν φάρυγγα κέρχνειν καὶ τὴν κοιλίαν ξύειν καὶ αἱματώδεις ποιεῖν διαχωρήσεις πινόμενον. ἄνευ μὲν οὖν τρίψεως ἀλειφομένους οὐδὲν λυπεῖν· ἀσθενεστέραν γὰρ εἶναι τὴν δῆξιν ὥστε ποιεῖν τινα αἴσθησιν· μετὰ δὲ τῆς τρίψεως  εἰσδυόμενον εἰς τὴν σάρκα, κακουργεῖν μᾶλλον τῇ δήξει καθάπερ πολλὰ τῶν φαρμάκων, οὕτω μὲν ἐπιχρισθέντα ἧττον ἰσχύειν, προσπιεζόμενα δὲ καὶ εἰσδυόμενα εἴσω μᾶλλον ἐνεργεῖν. καὶ δὴ καὶ ταῖς ἀκαλήφαις καὶ ἄλλοις πολλοῖς ἡσυχῇ μὲν ψαύοντας οὐδὲν ἐνοχλεῖν, τύπτοντας δὲ καὶ προσπιέζοντας λυπεῖν. μὲν οὖν Διοκλῆς ἐν Ἀρχιδάμῳ λέγει ταῦτἔστιν. πάρεστι δὲ σκοπεῖν ἅμα τό τε πιθανὸν αὐτῶν καὶ μοχθηρόν. ὅτι μὲν γὰρ ἐν ἐλαίῳ πᾶν ὁτιοῦν ἑψόμενον ἀπόλλυσι τὴν οἰκείαν ὑγρότητα καὶ ψαθυρὸν καὶ κραῦρον γίγνεται ταχέως, οὐδὲν τοιοῦτον πάσχον ἐν ὕδατι πρὸς τῆς ἐμπειρίας ἐδιδάχθημεν, ὥστε ταύτῃ μὲν οὐδὲν Ἀρχίδαμος ἐψεύσατο. δέον δὲ ὥσπερ Ἀριστοτέλης καὶ Θεόφραστος, ἕτεροί τέ τινες ἄνδρες φιλόσοφοι, τὰ τοιαῦτα τῶν προβλημάτων ἐν τοῖς φυσικοῖς ζητήμασιν προβάλλουσί τε καὶ λύουσι, καὶ αὐτὸς, εἴπερ ἐβούλετο τὰς αἰτίας ἁπάντων τῶν γιγνομένων ζητεῖν, ὁμοίως ἐκείνοις προβάλλειν τε καὶ λύειν. εἰ δοὐ φαίνεται τοῦτο ποιῶν, ἐν τούτῳ καὶ μάλιστα δοκεῖ μοι σφάλλεσθαι. τὸ μὲν γὰρ φαινόμενον ἐναργῶς ἀεὶ χρὴ τίθεσθαι πρῶτον, ἐπισκέπτεσθαι δὲ ἐφεξῆς, εἴ τις ἐθέλοι, τὴν αἰτίαν αὐτοῦ, φυσικὰ προβλήματα συντιθέντα τρόπῳ τοιῷδε. διὰ τί τὸ μὲν ἔλαιον ξηρὰ καὶ ψαθυρὰ καὶ κραῦρα τὰ ἐν αὐτῷ καθεψόμενα ποιεῖ, τὸ δὲ ὕδωρ ὑγρὰ καὶ μαλακά; διὰ τί τὰ μὲν ἑψόμενα κατὰ τοὔλαιον ἀποξηραίνεται, τὰ δἄλλως ἐν αὐτῷ βρεχόμενα φυλάττει τὴν οἰκείαν ὑγρότητα μᾶλλον εἰ μηδὅλως ἐβρέχετο; διὰ τί δὲ τὰς ἀπὸ σκίλλης καὶ ἀκαλήφης δήξεις ἰᾶται; διὰ τί δὲ τούτων μὲν ἰατρικόν ἐστιν, αὐτὸ δὲ δάκνει τοὺς ὀφθαλμούς; διὰ τί τὸ μὲν ἄλλο σῶμα πᾶν οὐ δάκνει, τοὺς ὀφθαλμοὺς δὲ δάκνει; διὰ τί τὴν μὲν φάρυγγα τραχύνει, τὰ δὲ ἕλκη παρηγορεῖ; διὰ τί γαστρὸς ὑπαγωγόν ἐστι; διὰ τί κόπων ἰατικόν; διὰ τί τοὺς ἀλειψομένους ἀπεριψύκτους τηρεῖ; διὰ τί τῶν ἐντόμων ζώων ἀναιρετικόν ἐστι; διὰ τί τῶν ἱμάντων καὶ βυρσῶν μαλακτικὸν ὑπάρχει, τῶν δἑψομένων ἐν αὐτῷ σχεδὸν ἁπάντων σκληρυντικόν; ἓν μὲν εἶδός σοι προβλημάτων τοῦτο, φυσικῷ προσῆκον μόνῳ. τὸ δἕτερον, κοινὸν ἤδη καὶ τοῖς ἀπὸ τῶν τεχνῶν, ἔστι τοιόνδε. διὰ τίνα αἰτίαν ἐπαλείφουσιν ἐλαίῳ πρότερον ὀπτῶντες οἱ μάγειροι τοὺς ἰχθῦς καὶ τὰ κρέα; διὰ τί τρίβουσιν ἐλαίῳ τοὺς ἀθλητὰς οἱ γυμνασταί; διὰ τί δὲ καὶ οἱ παιδοτρίβαι τοὺς παῖδας; ἔνεστι γὰρ ἑκάστου τῶν τοιούτων προβλημάτων ἐμπειρικὴν αἰτίαν ἀποδοῦναι, τοὺς μὲν ἰχθὺς καὶ τὰ κρέα διὰ τοῦτο ἐπαλείφειν τῶν μαγείρων ἐρούντων ἂν, ὅτι ξηρὰ καὶ περικεκαυμένα τὰ ἐκτὸς αὐτῶν γίγνεται, χωρὶς τοῦ λίπους ὀπτωμένων· τοὺς δἀθλητὰς ἐν ἐλαίῳ τρίβειν τῶν γυμναστῶν φησόντων ἂν, ὅτι καὶ τοὺς προϋπάρχοντας κόπους λύει τοῦτο καὶ τοὺς μέλλοντας πραΰνει καὶ αὐτὴν τὴν τρίψιν ὁμαλὴν καὶ πραεῖαν τελέως ἀπεργάζεται καὶ πρὸς τὰς μελλούσας κινήσεις παρασκευάζει τὸ σῶμα. διὰ τὰ αὐτὰ δὲ ταῦτα καὶ οἱ παιδοτρίβαι τοὺς παῖδας ἀλείφειν ἐροῦσι καὶ πρὸ τῶν γυμνασίων καὶ μετὰ τὰ γυμνάσια. διὰ τί μέντοι τὸ ἔλαιον ἴαμα κόπων ἐστὶν, οὐκ ἔτι οὔτε γυμναστὴς οὔτε παιδοτρίβης οὔτἰατρὸς ἐμπειρικὸς ἐπίσταται. οὐ μὴν οὐδὅτι μὴ γινώσκουσιν ἀφίστανται τῶν ἐναργῶς φαινομένων. οὐδὲ γὰρ διὰ τί λευκὸς μὲν ἐλλέβορος ἄνω καθαίρει, μέλας δὲ κάτω γινώσκοντες, οὐδὲ διὰ τί κνίκος μὲν φλέγματος ἀγωγόν ἐστιν, ἐπίθυμον δὲ μελάνων οὐκ εἰδότες, ὅμως χρῶνται τοῖς φαρμάκοις εἰς ἅπερ ἐδίδαξεν πεῖρα καὶ θεραπεύουσι τοὺς δεομένους καὶ πιστεύουσι τοῖς ἐναργῶς φαινομένοις καὶ καταγελῶσι τῶν τῷ λόγῳ τἀναντία κατασκευαζόντων.
§6–12
§6 ἈλλἈρχίδαμος μὲν πρὸς τῷ καταφρονεῖν ἐν πολλοῖς τῶν ἐναργῶς φαινομένων, ἔτι μοι δοκεῖ καὶ ταύτῃ δικαίως ἂν ψέγεσθαι. λέγει μὲν γὰρ ἀμείνω τὴν ξηρὰν τρίψιν εἶναι τῆς μετἐλαίου, διότι τὸ σῶμα σκληρότερόν τε καὶ ξηρότερον τοῖς ἀλειφομένοις ἐργάζεται, μαλακώτερον δὲ τοῖς ξηροῖς τριβομένοις γίγνεται. λέγει δοὐδὲν ἧττον ἐν αὐτῷ τῷ λόγῳ τούτῳ προελθὼν βραχὺ καὶ τὰ ξύλα καὶ τὰ δέρματα καὶ τὰ ἄλλα τὰ μετἐλαίου τριβόμενα διαδιδόναι μέχρι τοῦ βάθους αὐτοῦ καὶ τοῦτο εἶναι μέγιστον μαρτύριον ὅτι κᾀν τοῖς ἡμετέροις σώμασιν εἴσω χωροῦν ἐμπλάττει τε τοὺς πόρους καὶ κωλύει τὰς τῶν ὑγρῶν ἐκροάς. κᾀγὼ μὲν οὐκ οἶδα πῶς τάδε συμφωνεῖ. εἰ γὰρ τοὔλαιον κωλύει τὰς τῶν ὑγρῶν ἐκροὰς, οὐκ ἂν δήπου λέγοιτο ξηραίνειν, ὥστε μάτην ὡς ξηραῖνον αὐτὸ κατὰ τὰς τρίψεις φυλάττεται. σφάλλεσθαι δέ μοι δοκεῖ κᾀν τῷ τοῖς ἑψομένοις ἐν ἐλαίῳ παραπλησίως διατίθεσθαι νομίζειν τοὺς ἐν αὐτῷ τριβομένους. οὐ γὰρ δὴ ταῦτά γέ φησι ποιεῖν θερμὸν, ψυχρὸν, εὔκρατον, χλιαρὸν, ζέον ἔλαιον, ὥσπερ οὐδὲ τὸ ὕδωρ αὐτό. φαίνεται γὰρ καὶ τοῦτο ψυχρὸν μὲν εἴπερ προσφέροιτο; πυκνοῦν καὶ πιλοῦν καὶ συστέλλον καὶ σφίγγον τὸ ἀποκρινόμενον, ὥσπερ εἰ καὶ ζέον ἐσχάτως, καῖον· εἰ δεὔκρατόν τε καὶ συμμέτρως θερμὸν προσενεχθείη, χαλῶν καὶ ἀραιοῦν καὶ χέον καὶ διαφοροῦν. εἰ δὲ μήτε ψυχρὸν ἐπισήμως εἴη μήτε θερμὸν, ἀλλοἷον τὸ λεγόμενον ὑπὸ τῶν πολλῶν κρηναῖον, οὐδὲν μὲν τῶν εἰρημένων ποιεῖν τηνικαῦτα, διαδείκνυσθαι δὲ τὴν οἰκείαν ἑαυτοῦ δύναμιν. οὕτως οὖν καὶ τοὔλαιον εἴ τις ἐξετάζειν ἐθέλοι, πάσης ἐπικτήτου ψύξεώς τε καὶ θερμότητος ἐλεύθερον ἐργασάμενος αὐτὸ πρότερον, οὕτω τὴν βάσανον ποιείσθω. τὸ μὲν γὰρ ἄκρως ψυχρὸν οὐ κατὰ τὴν ἑαυτοῦ μόνον ἔτι δύναμιν, ἀλλὰ καὶ διά τὴν τῆς ὀθνείας ποιότητος ἐπικράτησιν ἐνεργήσει τι περὶ τοῖς πλησιάζουσιν:  οὕτως δὲ καὶ τὸ θερμὸν ἱκανῶς. εἰ δἀμφοτέρων ἔξω καταστήσας αὐτὸ βασανίζειν ἐθέλοις, ἐξεύροις ἂν οὕτως μόνως τὴν οἰκείαν ἐλαίου δύναμιν. ὥσθὅτε μὲν ἐλαίῳ συνήθως τρίβεταί τις, ὥσπερ οἱ γυμναστικοὶ πάντες, ἐν ἐλαίῳ μόνῳ τρίβεται, πάσης ἄνωθεν τῆς ποιότητος ἔξωθεν. ὅταν δἤτοι ζέον θερμὸν ἱκανῶς ἐργασάμενος, καὶ ψυχρὸν ἐσχάτως αὐτὸ, χρῷτο τηνικαῦτα, σύνθετον ἀνάγκη γίνεσθαι τὴν ἐνέργειαν ἔκ τε τῆς οἰκείας ἐλαίου δυνάμεως καὶ τῆς ἐπικτήτου ποιότητος. καὶ πολλάκις δὲ κατακρύπτεσθαι τελέως ἀναγκαῖόν ἐστιν τὴν οἰκείαν δύναμιν ἑκάστῳ τῶν φαρμάκων, ὅταν ἰσχυρὰν πάνυ προσλάβῃ τὴν ἔξωθεν ποιότητα. τί τοίνυν ὅμοιον ἑψεῖν ἐν ἐλαίῳ ζέοντι βοτάνας, τὰ τῶν γυμναζομένων ἀνατρίβειν σώματα; μάλιστα μὲν γὰρ, ὡς καὶ πρόσθεν ἐπιδέδεικται, φεύγειν χρὴ τὰς ἀπὸ τῶν ἔξωθεν πίστεις, ἔχοντάς γε τὴν οἰκείαν ἑκάστῳ προσφέρειν πεῖραν. εἰ δἄρα ποτὲ καὶ τοῦτο πράττειν ἐθελήσειέ τις, ἀλλὅμοιά γε παραβάλλειν πειρᾶσθαι, καθάπερ ἐπὶ τῶν βυρσῶν ἐποίησεν καὶ τῶν ἱμάντων. οὔτε γὰρ προθερμήνας ἔλαιον οὔτἐν χιόνι προψύξας οὐδεὶς, ἀλλὰ τὸ ἐπιτυχὸν ἕκαστος λαμβάνων ἱμάντας ἀνατρίβει καὶ βύρσας, ὥσπερ, οἶμαι, καὶ τοὺς παῖδας οἱ παιδοτρίβαι, κατὰ τὸ ἐπιτυχὸν ἔλαιον ἀνατρίβουσιν, οὔτε προθερμήναντες ἐπὶ πυρὸς οὔτε προψύξαντες ἐπὶ χιόνος. ἐπεί τοι καὶ ἡμεῖς οὐκ ὀλιγάκις ἐγκαιομένην κεφαλὴν ἐλαίῳ πάνυ ψυχρῷ καταντλήσαντες ἐνεψύξαμεν. εἰ δὲ μηδἁλῶν ἔχοι τοὔλαιον, ἔτι καὶ μᾶλλον ἐμψύξει. εἰ δὲ καὶ ὠμοτριβὲς εἴη, πολὺ δὴ καὶ μᾶλλον ἔτι.
§7 Σκευάζομεν δὲ καὶ τοῦτο παραπλησίως τῷ ὕδατι θερμήναντες γὰρ αὐτὸ πρότερον, οὕτως ἐνιστῶμεν ἀκραιφνεῖ ψυχρῷ. εἰ δὲ καὶ κρουνὸς ὑπερκείμενος ἐπαὐτῷ καταράττων εἴη, προεστεγνωμένου δηλονότι τοῦ περιέχοντος ἀγγείου τοὔλαιον, ἔτι καὶ μᾶλλον ἂν οὕτω ψυχρότερον ἐργασθείη. ψυχρὸν δἱκανῶς γίνεται, κᾀπειδὰν προθερμανθὲν ἐν φρέατι κρεμασθὲν ψαῦον τοῦ ὕδατος. γίγνεται μὲν γὰρ καὶ τὸ μὴ ψαῦον ψυχρὸν, ἀλλἧττον. αἱ μὲν δὴ τοιαῦται παρασκευαὶ ψυχρὸν ἀποδεικνύουσι τοὔλαιον, αἱ δἐναντίαι θερμὸν. χρώμεθα δὲ κᾀκείναις, ἐπὶ τῶν κατεψυγμένων σωμάτων, εἰς δεξαμενὴν ἐμβιβάζοντες ἐλαίου θερμοῦ τοὺς ἀπονεναρκωμένους τι μέρος, τρομώδεις, σπασμώδεις, παλμώδεις, ἀκινήτους, ἀναισθήτους, δυσαισθήτους, τι τοιοῦτον ἕτερον πάσχοντας. εἴ τις τοίνυν ἐξ ἁπάσης χρήσεως ἀποφαίνοιτο περὶ τῆς τῶν φαρμάκων δυνάμεως, οὐκ ἂν φθάνοι καὶ θερμαντικὸν ἡμῶν καὶ ψυκτικὸν οἰόμενος εἶναι τοὔλαιον, ὑγραντικόν τε καὶ ξηραντικὸν, ὥσπερ καὶ τοῦ Διοκλέους Ἀρχίδαμος, εἰ καὶ μὴ παρακολουθεῖ ταῖς ἐναντιολογίαις. ὅταν μὲν γὰρ ξηραίνεσθαι καὶ κραῦρα γίνεσθαι λέγῃ τὰ ἐν τῷ ἐλαίῳ ἑψόμενα, ξηραντικήν τινα καὶ διαφορητικὴν ἐπιδείκνυσιν αὐτοῦ τὴν δύναμιν· ὅταν δεἴσω τῶν βυρσῶν δύεσθαι καὶ τοὺς ἡμετέρους ἐμπλάττειν πόρους καὶ κωλύειν τὰς φυσικὰς τῶν ὑγρῶν ἐκροὰς, ἐναντιωτάτην δήπου πάλιν ἐκ τούτων ἐπιδείκνυσι τὴν δύναμιν αὐτοῦ τοῖς διαφοροῦσί τε καὶ ξηραίνουσιν. ἀλλἐν τούτοις μὲν ἔτι τὰ γοῦν φαινόμενα λέγων οὐκ ὀρθῶς ὑπὲρ αὐτῶν συλλογίζεται. κατὰ δὲ τὸν περὶ τῆς δήξεως αὐτοῦ λόγον οὐδὲ ταῦτα διέρχεται πάντα. τὸ μὲν γὰρ τοὺς ὀφθαλμοὺς δάκνειν καὶ κερχνώδη τὴν φάρυγγα ποιεῖν καὶ καταξύειν τὴν γαστέρα καὶ τὰς διαχωρήσεις αἱματώδεις ἐπιφέρειν, ἱκανὰ μαρτύρια τοῦ δακνώδη δύναμιν ὑπάρχειν αὐτῷ. τὸ δὲ καὶ τοῖς ἕλκεσιν ἀνώδυνον εἶναι καὶ τὰς τῆς γαστρὸς δήξεις, ἐπιβρεχόμενόν τε καὶ ἐνιέμενον πάντως ἰᾶσθαι καὶ τοὺς ἀπὸ τῶν ὀδαξησμῶν ἐρεθισμοὺς πραΰνειν, οὐ σμικρὰ πάλιν οὐδαὐτὰ τῆς ἐναντίας αὐτοῦ δυνάμεως γνωρίσματα, παραλέλειπται τελέως. εἰ δἀμφοτέρων λεχθέντων ἐφεξῆς ἐθέλοι τις συλλογίσασθαι δυοῖν θάτερον, ὡς ἐμπειρικὸς ἐν τῷ πρός τι φήσει τὴν δύναμιν ἑκάστου τῶν φαρμάκων ἐξ ἐμπειρίας γινώσκειν, αὐτοῦ δὲ καθἑαυτὸ τὴν οἰκείαν φύσιν ἀγνοεῖν, ὡς λογικὸς τὰς ἐναντίας δυνάμεις ὑπάρχειν ταὐτῷ φαρμάκῳ, δακνώδη τε καὶ πραϋντικὴν, εἶτοἶμαι μεγίστην ἀπορίαν ἕξει τὴν αἰτίαν ἀποδιδοὺς τοῦ ποτὲ μὲν τὴν ἑτέραν αὐτῶν ἐνεργεῖν αἰσθητῶς, ποτὲ δὲ τὴν ἑτέραν, ἀπολωλυίας, μὴ σαφῶς γε φαινομένης τῆς ἑτέρας. εἰσὶ δὲ τῶν τοιούτων ἁπασῶν ἀποριῶν αἱ λύσεις, εἰ μὲν ὡς φυσικὰ προβλήματα προβάλλοιντο, παγχάλεποί τινες, εἰ δὡς πρὸς τὴν χρείαν τῆς τέχνης ἀναφέροιντο, πείρας μὲν πολλῆς, ἐπιλογισμῶν δὲ οὐ πολλῶν μὲν, ἀκριβῶν δὲ καὶ διωρισμένων δεόμεναι. πρῶτον μὲν γὰρ, εἰ πᾶν ἔλαιον τοῖς ὀφθαλμοῖς δακνῶδές ἐστιν μὴ τῇ πείρᾳ διορίσασθαι βέλτιον, οὐκ αὐτοσχεδιάζειν, ὥσπερ ῥήτορας ἐπιχειροῦντας εἰς ἑκάτερον. εἶθἑξῆς εἰ πᾶν ὁμοίως κερχνῶδες, γαστρὸς ὑπαγωγὸν καταξῦον αὐτὴν, ὡς αἱματώδεις ἐνίοτε κινεῖν ἐκκρίσεις, τὸ μέν τι ποιεῖ τῶν ἐλαίων ταῦτα, τὸ δοὐ ποιεῖ, καὶ τὸ μὲν μᾶλλον, τὸ δἧττον. ἐλαίου δὲ διαφορὰς λέγω νῦν οὐχ ὡς ἄν τις ὑπονοήσῃ τὰς ἑτερογενεῖς, οἷον τοῦ κικίνου τε καὶ ῥαφανίνου καὶ καρυΐνου καὶ βαλανίνου καὶ τῶν ὁμοίων. εἰδέναι μὲν γὰρ χρὴ καὶ τὰς τούτων δυνάμεις τὸν ἰατρόν. ἀλλοὐκ ἔν γε τῷ παρόντι προσήκει μνημονεύειν αὐτῶν. ἀρκεῖ γὰρ, οἶμαι, τήν γε πρώτην αὐτὸ τὸ κυριώτατον καὶ μάλιστα τὸ ὑπὸ πάντων ἀνθρώπων ὀνομαζόμενον ἔλαιον ἐπισκέψασθαι. καὶ γὰρ καρπὸς ἐξ οὗ γίγνεται τοῦτο, μόνος τῶν ἄλλων ἐλαία καὶ τὸ δένδρον ἐλαία προσαγορεύεται. καὶ τοῦτο  μὲν ἔλαιον ἁπλῶς γε καὶ πρώτως ὀνομάζεται, τὰ δἄλλα πάντα κατὰ μεταφοράν τινα καὶ κατάχρησιν.
§8 Αὐτοῦ δή φημι τοῦ κυρίως προσαγορευομένου ἐλαίου, περὶ οὗ τὸν σύμπαντα λόγον ἐν τῷ παρόντι ποιούμεθα, πλείους εἶναι τὰς διαφορὰς κατὰ μὲν τὴν ἡλικίαν, ὅταν ἤτοι πρόσφατόν ἐστιν καὶ οἷον γλεῦκος, ἀκμάζον, παλαιὸν ὑπάρχει· κατὰ δὲ τὸν τρόπον τῆς σκευασίας, ὅταν ἤτοι ψιλὸν καὶ ἁπλοῦν καὶ μόνον, μεθἁλῶν γεγονός· κατὰ δὲ τὴν ἐν αὐτῷ τῷ καρπῷ διαφορὰν, ὅταν ἤτοι πέπειρος, ὠμὸς ὑπάρχῃ· κατὰ δὲ τὴν ἐξ ἐπιτεχνήσεως ἀλλοίωσιν, ὅταν ἤτοι φυλάττηται τοιοῦτον, οἷον ἐξ ἀρχῆς ἔτυχε σκευασθὲν ἐλευκάνθη. γέγραπται δὲ ὑπὲρ τῆς λευκάνσεως αὐτοῦ καὶ ἄλλοις μὲν οὐκ ὀλίγοις, εἰρήσεται δὲ καὶ πρὸς ἡμῶν ἐν τοῖς ἐφεξῆς. τούτων ἁπάντων τῶν ἐλαίων αὐτὸς ἐγὼ ἐσπούδασα πειραθῆναι τῆς δυνάμεως. καὶ τί μὲν ἐφἑκάστῳ ἐφώρασα μετὰ ταῦτα διηγήσομαι· νυνὶ δὲ τέλος ἐπιθεῖναι βούλομαι πρῶτον οἷς ἐνεστησάμην. οὐκ ὀρθῶς γὰρ δοκοῦσιν οἱ πλεῖστοι τῶν ἰατρῶν οὔτε πειραθῆναι φαρμάκων οὔτε συλλογίζεσθαι περὶ τῆς δυνάμεως αὐτῶν.
§9 Πειραθῆναι μὲν γὰρ χρὴ μόνων τῶν ἀμίκτων καὶ ἔξω πάσης ἐπικτήτου ποιότητος. ἐπὶ μὲν γὰρ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος πρῶτον, ἐφεξῆς δὲ κᾀπὶ τῶν δυσκράτων, εἶθοὕτως ἐπὶ τῶν ἁπλῶν νοσημάτων, ὡς ἔν τε τῷ πρὸ τούτου λόγῳ κᾀν τῷ τρίτῳ περὶ κράσεως διῄρηται, συλλογίζεσθαι δὲ τὸ κατὰ συμβεβηκὸς ἀεὶ διορίζοντας τοῦ πρώτως τε καὶ καθαὑτό.
§10 Σφάλλονται δἔνιοι τῶν ἰατρῶν οὐ περὶ ταῦτα μόνον, ἀλλὰ κᾀν ταῖς περὶ τῶν παθημάτων δόξαις. αὐτίκα τοὔλαιον, ὅτι μὲν ἴαμα κόπων ἐστὶν ἅπαντες σχεδὸν ὁμολογοῦσιν. ὁποῖον δέ τι πάθος κόπος ἐστὶν, οὐκέτι ὁμοδοξοῦσιν. μὲν γάρ τις ξηρότητα τῶν ἄρθρων εἶναί φησιν, ἐξικμασθέντων ἐν ταῖς κινήσεσιν, δέ τις καὶ τῶν μυῶν προστίθησιν, ἕτερος δέ τις ἔμπαλιν τούτοις ὑγρότητα πολλὴν καὶ τάσιν καὶ θερμασίαν, ἐπελθόντος γε ῥεύματος τοῖς σφοδρῶς κινηθεῖσι μέρεσιν. ἄλλος δὲ οὐ πλῆθος ὑγρῶν, ἀλλὰ ποιότητα μόνην αἰτιᾶται, συντήξεις τινὰς φάμενος ἐν ταῖς ἀμετροτέραις κινήσεσιν γίγνεσθαι πιμελῆς τε ἅμα καὶ σαρκὸς ἁπαλῆς, ὧν μέρος μέν τι διαπνεῖσθαι εἰς τοὐκτὸς, μέρος δἴσχεσθαι κατὰ τὸ σῶμα, καὶ τοῦτο δριμὺ καὶ δακνῶδες ὑπάρχον, τὴν οἷον ἐλαιώδη διάθεσιν ἐργάζεσθοι. ὥστεἰ καὶ τὸ θεραπεύεσθαι τοὺς κόπους ὑπὸ τοῦ ἐλαίου συμφωνεῖται, τό γε τῆς διαθέσεως τοῦ σώματος ἀμφισβητούμενον οὐδὲν ἐᾷ συλλογίζεσθαι βέβαιον ὑπὲρ ἐλαίου δυνάμεως. οὐ μόνον δὲ ἐπὶ κόπου τοῦτο συμβέβηκεν, ἀλλὰ κᾀπειδὰν ἀλγήματος ἕνεκεν, δήξεως, φλεγμονῆς ἔλαιον ποτίζωμεν, διἕδρας ἐγχέομεν, καταντλῶμεν. ἐπὶ μὲν γὰρ τῶν φλεγμαινόντων ἑλκῶν οὐ μόνον, ἀλλὰ μεθὕδατος αὐτὸ συμμέτρως θερμοῦ καταχέομεν, ὥσπερ ἐν τοῖς κόποις ἅμα τοῖς διὰ τῶν γλυκέων ὑδάτων λουτροῖς. ὁμολογεῖται δοὐδἐπὶ τῆς φλεγμονῆς, διάθεσις ὁποία τίς ἐστιν. ἐνιέντες δὲ διὰ τῆς ἕδρας, ποτίζοντες, οὐδοὖν οὐδὲ τότε γινώσκομεν ἐναργῶς ὁποίῳ τινὶ σώματι προσάγομεν αὐτὸ, πότερα φλέγματος, χολῆς, τινων ἄλλων περιττωμάτων μεστῷ. δῆλον γὰρ ὡς οὐχ ὁμοίως διαθήσει τὸν ἄνθρωπον, ἐπειδὰν φλέγματος γλίσχρου μεστὸν εὕρῃ τὸ ἔντερον ἅπαν ἅμα τῇ γαστρὶ, κᾀπειδὰν χολωδῶν περιττωμάτων, τινων ἄλλων δριμέων χυμῶν, κόπρου πολλῆς, τούτων μὲν μηδενὸς, καθαρᾶς δἀκριβῶς ἐπιτύχῃ τῆς τε γαστρὸς ἁπάσης καὶ τῶν ἐντέρων, πρὸς τῷ καθαρὸν εἶναι τοῦτο καὶ τετραχυσμένον ὑπάρχει.
§11 Ἀμελῶς οὖν πάνυ καὶ ῥᾳθύμως ὑπὲρ ἁπάντων τούτων οἱ πολλοὶ τῶν ἰατρῶν συλλογίζονται, μηδὅπως ἔχοντι τῷ ἀνθρώπῳ δίδοται τοὔλαιον εἰπόντες, ἀλλὰ μηδὁποῖον αὐτό· κᾄπειτα φάσκοντες οἱ μὲν δάκνειν καὶ ξύειν πάντως τὰ ἐντὸς, οἱ δὲ καὶ εἴ τις ἂν εἴη δῆξις ἤδη προϋπάρχουσα, καὶ ταύτην πραΰνειν. οὐ γὰρ σμικρὸν δήπου διήνεγκεν τὸ παντάπασιν ἄναλον ὀνομαζόμενόν τε καὶ ὄντως ὑπάρχον ἔλαιον εἰς φλεγματώδη κοιλίαν ἐμβαλεῖν, τὸ πλείστων ἁλῶν μετέχον εἰς καθαράν. ἄμφω μὲν γὰρ λαπάξει τὴν γαστέρα, διαφερούσαις μέντοι ταῖς δυνάμεσιν. τὸ μὲν γὰρ ἄναλον ἐν φλεγματώδει διὰ τὸν ὄλισθον ὁμοίως μαλάχαις τε καὶ βλίτοις καὶ μόροις· τὸ δὲ ἡλισμένον ἐν καθαρᾷ διὰ τὴν δριμύτητα παραπλησίως ἅλμῃ καὶ θαλάττῃ. καὶ δὴ καὶ ξύσει μὲν τοῦτο, θάτερον δοὐ ξύσει. μὴ τοίνυν μήτε ξύειν ἁπλῶς λέγομεν τοὔλαιον πάντως τἀντὸς, διαχωρήματα ποιεῖν αἱματώδη, μήτε πραΰνειν δήξεις, ἀλλὰ τὸ μὲν ἁλῶδες ἐν καθαρᾷ ξύειν, τὸ δἄναλον ἐν φλεγματώδει μὴ ξύειν.
§12 Ἐνίοτε δὲ κατὰ συμβεβηκὸς ἰάσαιτἂν δήξεις τὸ ἁλμῶδες, ὥσπερ καὶ τὸ μελίκρατον καὶ ἅλμη καὶ γάλακτος ὀῤῥός. συνεξάγονται γὰρ σὺν αὐτοῖς ἐνίοτε ταῦτα τὸν τὴν δῆξιν ἐργαζόμενον χυμὸν, ἰάματά τε γίγνεται δήξεως ὁμοίως τοῖς ἄλλοις ἅπασιν, τοῖς ἀποπλύνουσί τε καὶ ῥύπτουσιν. ἀλλὰ μετὰ τὴν ἔνεσιν οὐχ ὅπως παύει τὰ τοιαῦτα φάρμακα τὴν δῆξιν εὐθὺς, ἀλλὰ καὶ παροξύνει. τῷ γὰρ τῆς κενώσεως λόγῳ τὴν ἴασιν, οὐ τῷ τῆς ἐπικράσεως ἐργάζεται. κηρωτὴ μέντοι πολλάκις ἐνεθεῖσα διὰ ῥοδίνου καὶ στέατος πιμελῆς, ἐν τῷ παραχρῆμα τὰς δήξεις ἰάσατο τῷ τῆς ἐπικράσεως λόγῳ. καὶ μὲν δὴ καὶ ἔλαιον  αὐτὸ μόνον γλυκύτατον τοῦτο πολλάκις ἔδρασεν, ὥσπερ οὖν καὶ στέαρ τράγου, χόνδρου χυλὸς, κηρωτὴ διἐλαίου γλυκέος. ἡμεῖς δὲ καὶ τοῖς διά τινα ψύξιν ἀλγοῦσι τἀντὸς ἐνιέντες ἐλαίου θερμοῦ παραχρῆμα πολλάκις ἀνωδύνους εἰργασάμεθα. καὶ εἰ μείζονα δὲ τὴν ψύξιν εἶναι στοχαζόμεθα, προσεπιβάλλομεν ἄνηθον, θερμαίνοντες τοὔλαιον, εἰ δἔτι μείζονα, καὶ πήγανον καὶ ἄσφαλτον. τοιαῦτα οὖν ἅπαντα τοῖς πολλοῖς τῶν ἰατρῶν οὐκ εἰδόσιν οὔτε τὴν ὑπὸ δυσκρασίας γινομένην ὀδύνην διορίσασθαι τῆς ὑπὸ κακοχυμίας, οὐδὅτι τῶν ἐνιεμένων φαρμάκων ὀδύνης ἕνεκα τὸ μὲν τῷ θερμαίνειν τὸ κατεψυγμένον μόριον ἰᾶται, τὸ δὲ τῷ κενοῦν τὸν δάκνοντα χυμὸν, τὸ δὲ τῷ κατακεραννύναι. πολλάκις δὲ καὶ μικταὶ γίνονται διαθέσεις ἐκ δυσκρασίας τε ἅμα καὶ δήξεως, ἐφὧν ἡμεῖς εἰώθαμεν ἀνήθινον πηγάνινον ἔλαιον ἐγχεῖν ἐναποτήξαντες αὐτῷ χήνειον στέαρ· εἰ δὲ μὴ παρείη τοῦτο, τὸ γοῦν ὀρνίθειον· εἰ δὲ μηδὲ τοῦτο, τῶν ἄλλων τι. μηδενὸς δὲ παρόντος τούτων ἀδήκτου μίγνυμεν κηροῦ, καλῶ δοὕτως τὸν πεπλυμμένον, καὶ νὴ Δία τοὔλαιον αὐτὸ τὸ λελευκασμένον ἐγχεόμενον. ἀνάλογον γὰρ ἐστιν ἀδήκτῳ κηρῷ καὶ τοῦτο. προπετὴς οὖν ἀπόφασίς ἐστι καὶ ἀδιόριστος τε τῶν δακνῶδες ἐν παντὶ καιρῷ πᾶν ἔλαιον τε τῶν παρηγορικὸν ἀποφηναμένων. τὸ μὲν γὰρ ἁλμῶδες δακνῶδες, τὸ δἄναλον καὶ γλυκὺ παρηγορικὸν ὅσον ἐφἑαυτῷ. δόξειε γὰρ ἄν ποτε καὶ τοῦτο παρὰ τὰς διαθέσεις αἷς προσφέρεται μηκέτι εἶναι τοιοῦτον. ἕκαστον γὰρ τῶν ἐπικεραννύντων φαρμάκων ἰσχυρότερον γιγνόμενον τῶν δακνόντων χυμῶν ἀμβλύνει τὴν δῆξιν αὐτῶν. ἀλλἂν ἰσχυροτέραις ταῖς δυνάμεσιν, πολλαῖς ὀλίγον ἀναμιχθῇ, συνδιαφθείρεταί τε καὶ τρέφει τὴν κακοχυμίαν, ὅθεν καὶ κενοῦν δεῖ παραχρῆμα τοὺς ἐκ τῶν ἐπικεραστικῶν παροξυνομένους, ὡς ἂν πολλῆς καὶ δυσκινήτου διαφθορᾶς πεπληρωμένους.
§13–17
§13 Οὕτως οὖν καὶ τὸ γάλα πολλάκις ἅμα τῷ προσενεχθῆναι τοῖς μὲν ὀξύνεται, τοῖς δὲ κνισοῦται, πρὶν καλῶς πεφθὲν ἐπικεράσαι τὴν διαφθοράν. καὶ χρὴ τούτων πρότερον ἐκκενώσαντας τὸ πολὺ τῆς κακοχυμίας οὕτω προσφέρειν καὶ χόνδρον καὶ πτισάνην καὶ γάλα καὶ τἄλλα ὅσα καλῶς πεφθέντα πρὸς εὐχυμίαν συντελεῖ, μὴ μέντοι μήτε τὰς χείρους μήτε τὰς ἐναντίας ἔχειν δυνάμεις ὅσον ἐπὶ τούτῳ νομίζειν ἅπαντα μήτε παραλιπεῖν ἐν τοῖς λόγοις ἑκόντα τῶν γιγνομένων θάτερα, καθάπερ Ἀρχίδαμος ἐπἐλαίου τῶν μὲν δακνομένων ὀφθαλμῶν ἐμνημόνευσεν καὶ τῆς κερχνώδους φάρυγγος καὶ τῆς ξυομένης γαστρὸς, ὅτι δὲ πολλάκις καὶ στόμαχον ἰσχυρῶς δακνόμενον ἔλαιον γλυκὺ ποθὲν ἰάσατο παραχρῆμα καὶ τὰς καθὅλην τὴν γαστέρα δήξεις ἐνεθὲν ἐπράϋνε καὶ τὰς ἀπὸ θαψίας τε καὶ ἀκαλήφης καὶ σκίλλης κατὰ τὸ δέρμα γιγνομένας ἐπαλειφθὲν ἔπαυσεν, οὐκ ἔτἐμνημόνευσεν. ἐγὼ δοὐκ ἀμφισβητῶ μὲν οὐδαὐτὸς, οὐδἀπιστῶ τοῖς φάσκουσιν ἐν ἅπασι σχεδὸν τοῖς οὖσι πολλὰς καὶ διαφερούσας περιέχεσθαι δυνάμεις, ἀλλὰ καὶ δείξειν ἐπαγγέλλομαι τοῦτο κατὰ τὸν ἑξῆς λόγον. οὐ μὴν τούτου γε ἕνεκα καὶ τὴν ἐν ἑκάστῳ κρατοῦσαν ἄγνωστον εἶναί φημι. διοριζομένῳ δέ σοι τὸ καθαὑτὸ τοῦ κατὰ συμβεβηκὸς ἐπιγνωσθήσεται σαφῶς ἅπαντα. θέασαι γὰρ ὡδί πως ἑκάτερον ἐπὶ παραδειγμάτων, ὑπόδειγμα θέμενος ἐν τῷ λόγῳ δύο τινὰς ἀνθρώπους δακνομένους μὲν ὁμοίως τὸ τῆς γαστρὸς στόμα, προσφερομένους δὲ χυλὸν πτισάνης χόνδρον ἄρτον πλυτὸν, εἶτα τῷ μὲν ἑτέρῳ παυομένην τὴν δῆξιν, αὐξανομένην δὲ θατέρῳ, πότερον οὖν ὅσον ἐφἑαυτῷ δακνώδης ἐστὶν χυλὸς τῆς πτισάνης, χόνδρος, ἄρτος, κατὰ δέ τι συμβεβηκὸς ἐπὶ θατέρου τῶν ἀνθρώπων οὐχ ὅπως ηὔξησεν, ἀλλὰ παρηγόρησεν τὴν δῆξιν; παρηγόρησεν μὲν ὅσον ἐφἑαυτῷ, κατὰ δέ τι συμβεβηκὸς ἐπὶ θατέρου παρώξυνεν; ἐγὼ μὲν ἐπικεραστικὸν ὑπάρχοντα κατά γε τὴν ἑαυτοῦ φύσιν φημὶ τὸν χυλὸν τῆς πτισάνης, τὸν χόνδρον, τὸν ἄρτον, νὴ Δία τὸ γάλα, παροξύνεσθαι δὲ θατέρῳ τῶν ἀνθρώπων τὴν δῆξιν, τῷ φθάσαι νικηθῆναι πρὸς τῆς διαφθορᾶς. οὕτω δὲ καὶ τοὺς παλαιοὺς ἰατροὺς σχεδὸν ἅπαντας οἶδα γινώσκοντας, ὥσπερ γε καὶ τῶν νεωτέρων τοὺς ἀρίστους, εἴη δἄν τις ἴσως ἐμὲ λανθάνων. οὐδὲν γὰρ ἀτόλμητόν ἐστιν ἐνίοις τῶν νεωτέρων ἰατρῶν, ὡς ἀποφῆναι τῇ μὲν αὐτοῦ φύσει τὰς διαφθορὰς αὐξάνειν τὸν χόνδρον, τὸν ἄρτον, τὴν πτισάνην, ἐπἐνίων μέντοι κατά τι συμβεβηκὸς πραΰνειν. ἀλλ μὲν ταῦτα λέγων οὐδεμίαν ἀπόδειξιν εἰπεῖν ἔχει τῆς ἀποφάσεως. ἡμεῖς δὲ λέγομεν ὡς εἴπερ πτισάνη φύσει κακόχυμος ἦν, οὔποτἂν ἐπράϋνε δήξεις. ἀλλὰ μὴν ὁρᾶται καὶ ἄνωθεν λαμβανομένη καὶ διὰ τῆς ἕδρας ἐνιεμένη πραΰνουσα πολλάκις, δῆλον ὅτι κατὰ μὲν τὴν ἑαυτῆς φύσιν εὔχυμός ἐστιν. συνδιαφθειρομένη δἐνίοτε τοῖς τὰς δήξεις ἐργαζομένοις χυμοῖς αὐξάνει τὸ σύμπτωμα.
§14 Τάχοὖν ἔροιτό τις ἡμᾶς εἰ μηδὲν τῶν κακοχύμων ἰάσατό ποτε δῆξιν; ἐγὼ δὲ τοῦτο μὲν οἶδα οὐκ ὀλιγάκις γιγνόμενον, ἀλλοὐκ ἐπικεραννύντα φημὶ, ἀλλὰ τὸ δάκνον ἅμἑαυτοῖς συνεξάγοντα τὰ τοιαῦτα τῶν φαρμάκων ἰᾶσθαι τὰς δήξεις. καὶ διὰ τοῦτο παραχρῆμά τε καὶ μέχρι  περ ἂν ἐκκενωθῇ δάκνειν τε τὸν ἄνθρωπον ἀπολιπεῖν τέ τινα τραχεῖαν αἴσθησιν ἐν τοῖς μέρεσιν, ἑτέρου φαρμάκου δεομένην, οὐ μὴν τά τε εὔχυμα καὶ γλυκύχυμα. καὶ γὰρ καὶ ἐν τῷ παραχρῆμα πραΰνει καὶ χωρὶς τοῦ κένωσιν ἐργάζεσθαι, καὶ τραχεῖαν οὐδεμίαν αἴσθησιν ἐπάγει, τοὐναντίον δἅπαν αὐτὰ τῶν τραχειῶν ἐστιν αἰσθήσεων ἰατικά. τὸν γοῦν χόνδρον καὶ τὸ γάλα καὶ τὴν πτισάνην ἐπὶ τῶν τοιούτων διαθέσεων ἐσθίειν τε δίδομεν ἐνίεμέν τε διὰ τῆς ἕδρας, ἐπειδὰν ἤτοι διὰ μέλιτος, ἄλλου τινὸς τῶν τοιούτων ἀποῤῥύψωμεν τὸ λυποῦν. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ στέαρ ἡμῖν γίγνεται χρήσιμον καὶ κηρωτὴ γλυκεῖα καὶ ἔλαιον γλυκύ. λέγειν δέ με νόμιζε καὶ νῦν καὶ κατὰ τὸν ἑξῆς λόγον ἅπαντα γλυκέα καὶ χωρὶς ἁλῶν σκευαζόμενα καὶ τὰ πεπλυμμένα. τέσσαρσι τοίνυν γνωρίσμασιν ἔχων διορίσασθαι τὸ καθἑαυτὸ τοῦ κατὰ συμβεβηκὸς πραϋντικοῦ, ῥᾳδίως ἐξευρήσεις ἑκάστου τῶν τοιούτων φαρμάκων τὴν δύναμιν. ἔστι δὲ τὰ τέσσαρα γνωρίσματα ταῦτα. πρῶτον μὲν τὸ παραχρῆμα πραΰνειν, μὴ, καὶ δεύτερον τὸ συνεκκενοῦσθαι τὰ λυποῦντα, μὴ, καὶ τρίτον τὸ καταλιπεῖν τινα τραχύτητα περὶ τοῖς σώμασιν, μὴ, καὶ τέταρτον, εἰ μὴ τοῖς οὕτως ἔχουσι χρηστὸν φαίνοιτο. τὸ μὲν γὰρ μήτε ἐν τῷ παραχρῆμα πραΰνειν τὰς δήξεις, ἀλλὰ μετὰ πλείονός γε σφοδρότητος ἐκκρινόμενον μήτε μένειν ἔνδον ἰώμενον, ἀπολεῖπόν τέ τινα περὶ τοῖς σώμασιν ἀνιαρὰν τραχύτητα, παροξῦνόν τε ταύτην εἰ προσαχθείη δεύτερον, ἀναβρωτικὸν μέν ἐστιν καὶ δακνῶδες τῇ φύσει, κατὰ συμβεβηκὸς δέ ποτε δήξεις ἰᾶται, τὸ δὲ κᾀν τῷ παραχρῆμα πραϋντικὸν ἔκκρισίν τε μηδεμίαν ἐρεθίζον, ἀλλὰ μηδὲ τραχῦνον ἐν τῷ μένειν, ἴαμά τε τῶν τετραχυμένων γιγνόμενον αὐτὸ μὲν φύσει χρηστόν ἐστι, δακνῶδες δὑπὸ τῆς ἀλλοιούσης αὐτὸ καὶ διαφθειρούσης κακοχυμίας ἔστιν ὅτε γίγνεται. ταῦτεἴρηταί μοι καὶ ἅμα τε τὸν καιρὸν τὸν τρόπον τῆς χρήσεως ἑκατέρου τοῦ γένους τῶν φαρμάκων ἅμα τε τὴν τῆς δυνάμεως εὕρεσιν λόγος ἐδίδαξεν, ἀπέδειξέ τε καὶ πτισάνης χυλὸν καὶ χόνδρον καὶ τράγον καὶ γάλα καὶ ἄρτον πλυτὸν ἐκ τῶν εὐχύμων ὑπάρχοντα, καὶ μὲν δὴ καὶ πιμελὴν καὶ στέαρ, ἔλαιόν τε γλυκὺ καὶ κηρὸν γλυκὺν, ἐκ τῆς τῶν παρηγορικῶν ὄντα φύσεως. εἴη δἂν καὶ γλυκὺς κηρὸς τῇ φύσει τοιοῦτος, ὡς ἔνιοί γε πικροὶ γευομένοις εἰσὶ, καὶ πρὸς τῷ τοιοῦτος εἶναι καὶ πεπλυμμένος ἐν ὕδατι χρηστῷ.
§15 Χρὴ δὲ πλύνειν οὐ κηρὸν μόνον, ἀλλὰ καὶ πίτταν καὶ ῥητίνην, ἔλαιόν τε καὶ πᾶν ὁτιοῦν ἄλλο τοιοῦτον τὸ μὴ κεραννύμενον ὕδατι προθερμαίνοντας συμμέτρως, εἶτα κατάῤῥοντας εἰς ἀγγεῖον πλατὺ καὶ μέγα, πλῆθος ὕδατος ἔχον ἐν ἑαυτῷ καθαρωτάτου τε ἅμα καὶ ἀποιοτάτου. τούτῳ γὰρ ἐναποτίθεται τὸ πλυνόμενον τί περ ἂν εἴη τὴν ἑαυτοῦ δριμύτητα. χρὴ δὲ καὶ ἀνατρίβειν αὐτὸ καὶ κόπτειν καὶ θλᾷν καὶ μαλάττειν ταῖς χερσὶν ἱκανῶς, ἵνα πᾶν μόριον ὁμιλήσῃ τοῦ πλυνομένου φαρμάκου τῷ ὕδατι, καὶ τοῦτο ποιήσαντας ἀποχεῖν μὲν τὸ πρότερον ὕδωρ, αὖθις δὲ θερμαίνοντας τὸ πλυνόμενον εἰς ἕτερον ὕδωρ ἐμβάλλειν ὁμοίως καθαρὸν, ἀνακόπτειν δὲ χρὴ μέχρι πλείστου πάλιν, ἄχρις ἂν ἐναπόθηται τῷ ὕδατι τὴν ἑαυτοῦ ποιότητα. πάρεστι δέ σοι τοῦτο καὶ γευομένῳ διαγινώσκειν, εἶτα καὶ τρίτον καὶ τέταρτον καὶ πολλάκις ἐφεξῆς τοῦτο ποιεῖν, ἄχρι περ ἂν μηκέτι μηδεμίαν ἐκ τοῦ πλυνομένου φαρμάκου ποιότητα δέχηται τὸ ὕδωρ. οὕτω μὲν οὖν ἅπαντα τὰ θερμαίνεσθαί τε καὶ χεῖσθαι δυνάμενα πλύνειν. εἰ δέ τι λιθῶδες εἴη καὶ σκληρὸν, ὡς καδμεία καὶ τοῦ χαλκοῦ λεπὶς, τε κεκαυμένος χαλκὸς, ἀκριβῶς ἐκεῖνα καταθραύσαντας εἰς λεπτὰ τρίβειν ἐπιπλεῖστον ἐν ὕδατι πηγαίῳ τε καὶ καθαρωτάτῳ, πολλάκις ἀποχέοντας τὸ πρότερον, ἔστἂν μήτἐφίστηται μηδὲν, εἰ κατασταίη τὸ ὕδωρ, ἄποιόν τε τοῦ τριβομένου φαρμάκου γίγνηται, μέχρι δἂν ἤτοι τῆς ποιότητος αὐτοῦ τι φαίνοιτο γευομένοις, ἐφίστηταί τι μέχρι τοσοῦδε καὶ τρίβειν καὶ ἀποχεῖν. ἂν γὰρ οὕτω πλύνῃ τις ὁτιοῦν τῶν πλυθῆναι δυναμένων, ἄδηκτον γίγνεται. καὶ δὴ καὶ τοὔλαιον οὐκ ἄδηκτον μόνον, ἀλλὰ καὶ λευκότερον ἐν τῷδε φαίνεται γιγνόμενον. χρὴ δὲ μὴ ἀνακόπτειν ὁμοίως αὐτὸ πίττῃ καὶ κηρῷ καὶ ῥητίνῃ σφοδρῶς, ἵνα μὴ δύσλυτος πρὸς τὸ ὕδωρ αὐτοῦ γένηται μίξις, ἀλλἐασάντων ἀτρεμῆσαι ῥᾳδίως λαβεῖν ἐποχούμενον. εἰσὶ καὶ ἕτεροι τρόποι λευκάνσεως ἐλαίου παρὰ τοῖς τά τε τῶν σκευασιῶν βιβλία γεγραφόσι καὶ τὰ περὶ τῆς ὕλης, ὥσπερ καὶ τὰ παρὰ τῷ Διοσκουρίδῃ. κατὰ τὸ πρῶτον. ἀλλἐκείνων μὲν οἱ πλείους ἐκδαπανῶντες τὸ ὑδατῶδες καὶ τὸ πυῤῥὸν τοῦ ἐλαίου τὸ ὑπόλοιπον ἀποφαίνουσι λευκὸν, δὲ διὰ τῆς πλύσεως οἷον ἀποῤῥύπτων αὐτὸ καὶ ἀπομάττων.
§16 Περὶ μὲν δὴ τῆς τῶν πλυτῶν φαρμάκων καὶ λευκαινομένων διαθέσεως καὶ αὖθις εἰρήσεται. ἐπὶ δὲ τὸ προκείμενον ἐπάνειμι. ἔλαιον εἰ μήτε τὸ καλούμενον ὀμφάκινον εἴη, στυπτικὸν γὰρ τοῦτό γε, μήτε μεθἁλῶν ἐσκευασμένον, ἀλλὰ μηδὲ πρόσφατόν τε καὶ οἷον ζέον ἔτι καὶ πρὸς τούτοις ἅπασιν ἐπιμελῶς εἴη πεπλυμμένον, οὔτε πινόμενον οὔτε ἐνιέμενον ἐργάσεται δῆξιν. εἰ δὲ κερχνῶδές ἐστι τῆς φάρυγγος, οὐδὲν ἂν εἴη τοῦτό γε πρὸς τὸ δακνῶδες ὑπάρχειν αὐτό. πᾶν μὲν γὰρ τὸ δάκνον καὶ δριμὺ καὶ κερχνῶδες, οὐ μὴν ἅπαν τὸ κερχνῶδες δάκνον καὶ δριμύ. μόνως γὰρ οὕτως ἂν ἀπεδείχθη τοὔλαιον δακνῶδες, εἰ πᾶν τὸ κερχνῶδες ὡμολόγητο δακνῶδες ὑπάρχειν. ἥκει τοίνυν πάλιν ἐνταῦθα  τὸ παρὰ τὴν ἀναστροφὴν τοῦ συνημμένου, σφάλματος μικρὸν τοῦτο καὶ φαῦλον. ἅπαν μὲν γὰρ ὡμολόγηται τὸ δάκνον εἶναι κερχνῶδες. ὡμολόγηται δὲ καὶ τοὔλαιον ὑπάρχειν κερχνῶδες. ἀλλἐκ τῶν ὑποκειμένων τούτων οὐ περαίνεται δακνῶδες εἶναι τοὔλαιον, οὔτε κατηγορικὰς οὔτε ὑποθετικὰς ἡμῶν ποιησάντων τὰς προτάσεις, τῷ μήτἐκ δύο καθόλου καταφατικῶν ἐν δευτέρῳ σχήματι περαίνεσθαί τι μήτε τὸ συνημμένον ἐξ ἀνάγκης ἀληθεύεσθαι. γενήσονται δἐν μὲν τῷ κατηγορικῷ συλλογισμῷ δύο προτάσεις αἵδε, πᾶν τὸ δάκνον κερχνῶδες, πᾶν ἔλαιον κερχνῶδες, ἐξ ὧν ὁμολογηθέντων οὐδὲν περανθήσεται. τὴν δὑποθετικὴν πρότασιν, ἣν οἱ περὶ τὸν Χρύσιππον ἀξίωμα συνημμένον ὀνομάζουσιν, οὐκ ἔχομεν ἀληθῆ λαβεῖν οὔτἐξ αἰσθήσεως οὔτἐξ ἀκολουθίας λογικῆς. οὐ μὲν γὰρ διαἰσθήσεως, ἀπαἰσθήσεως, ὅπως ἄν τις ὀνομάζειν ἐθελήσει, τὰ τοιαῦτα τῶν ἀξιωμάτων εἴληπται, πᾶν τὸ δακνῶδες καὶ κερχνῶδές ἐστι, καὶ εἴ τι δακνῶδες, τοῦτο καὶ κερχνῶδές ἐστιν, οὔτεἰ πᾶν τὸ δακνῶδες καὶ κερχνῶδές ἐστιν, ἤδη καὶ τὸ κερχνῶδες ἅπαν ὑπάρχει δακνῶδες, οὔτε τῷ πᾶν εἴ τι δακνῶδές ἐστιν, τοῦτο καὶ κερχνῶδες ὑπάρχειν, ἕπεται τὸ πᾶν εἴ τι κερχνῶδές ἐστιν, καὶ δακνῶδες ὑπάρχειν, ἀλλὰ τὸ μὲν εἰ μὴ κερχνῶδες οὐδὲ δακνῶδες ἀληθές. ἀντιστρέφει γὰρ, οὐ μὴν εἴ τι κερχνῶδες, εὐθὺς καὶ δακνῶδες· ἀναστρέφει γὰρ τοῦτο. δέδεικται δἐν ταῖς λογικαῖς μεθόδοις ὡς οἱ μὲν ἀντιστρέφοντες τοῖς ἀληθέσι λόγοις ἀληθεῖς εἰσιν, οἱ δὲ ἀναστρέφοντες οὐκέτι πάντως ἀληθεῖς. εἴπερ οὖν οὐκ ἐξ ἀνάγκης ἀληθές ἐστιν τὸ εἴ τι κερχνῶδές ἐστιν, τοῦτο εἶναι εὐθὺς καὶ δακνῶδες, οὐδἂν τὸ ἔλαιον ἐκ τοῦ κερχνῶδες εἶναι καὶ δακνῶδες δεικνύοιτο. μόνως γὰρ ἂν εἴπερ ὡμολόγητο, πᾶν τὸ κερχνῶδες δακνῶδες ὑπάρχειν, ἀληθῶς ἂν εὑρέθη τὸ τοιοῦτον συνημμένον, εἰ κερχνῶδές ἐστι τὸ ἔλαιον, καὶ δακνῶδές ἐστιν, ἵνα ἕπηται τούτῳ τῷ λόγῳ προσλήψεως τοιᾶσδε γενομένης· ἀλλὰ μὴν κερχνῶδές ἐστι τὸ ἔλαιον, ἕπεται τὸ συμπέρασμα κατὰ τὸν πρῶτον ἀναπόδεικτον τοιοῦτον, δακνῶδες ἄρα ἐστὶ τὸ ἔλαιον. ἀλλὰ γὰρ οὐχ οὕτως ἐπιχειρητέον ἦν αὐτοῖς, ὡς εἴ τι δακνῶδες, εὐθύς ἐστι τοῦτο καὶ κερχνῶδες, ἀλλὅτι μόνα τὰ δακνώδη κερχνώδη· εἴη γὰρ ἂν οὕτω τὰ κερχνώδη πάντα δακνώδη. τοῦτο δαὐτὸ, τὸ μόνα τὰ δακνώδη κερχνώδη φαίνεσθαι, παρά τε τὴν αἴσθησιν εἴρηται. φαίνεται γὰρ καὶ τὰ λιπαρὰ κερχνώδη καὶ τὸ ζητούμενον ἑτοίμως εἴληπται, μήτἐξ αἰσθήσεως μήτἐξ ἀποδείξεως πιστωθέν. ἔτι τε πρὸς τούτοις ἀγνοούντων ἐστὶν ἀνθρώπων, ὁποία τις τοῦ κέρχνειν ἐστὶ διάθεσις, ἣν ἴσως ἄμεινον αὐτοῖς ἐξηγήσασθαι.
§17 Συμβαίνει δὲ τὸ κέρχνειν ἀνωμαλίας τινὸς ἐν τῇ φάρυγγι συνισταμένης παρὰ φύσιν. εἰθισμένον γὰρ τὸ πνεῦμα διὰ καθαρᾶς καὶ λείας ἀεὶ φέρεσθαι τῆς ὁδοῦ, ἐπειδὰν προσκόπτῃ τισὶν ἐξοχαῖς καταὐτὴν, κλόνον τέ τινα καὶ οἷον ἀνώμαλον σεισμὸν ἐργάζεται κατὰ τὴν φάρυγγα, καὶ οὕτως ἐρεθίζεται πρὸς βῆχα τὸ ζῶον. ὥσπερ γὰρ καὶ ἄλλα πολλὰ σωτηρίας ἕνεκα τοῖς ζώοις φύσις ἐναπειργάσατο σύμφυτα πάθη, κατὰ τὸν αὐτὸν τρόπον καὶ πταρμὸν καὶ βῆχα. πταρμὸν μὲν ὑπὲρ τοῦ διώσασθαι τὰ κατὰ τὰς ῥῖνας ἐρεθίζοντά τε καὶ λυποῦντα, βῆχα δὑπὲρ τοῦ τὰ κατὰ τὴν φάρυγγα. διττὴ δἐστὶν τοιαύτη διάθεσις, αὐτοῦ παρὰ τὴν ἀρτηρίαν ὑμένος ἀναξηραινομένου τε καὶ τραχυνομένου, τινος ἀνωμάλου ἐν αὐτῷ φερομένου σώματος εἴτοὖν ὑγροῦ τὴν φύσιν εἴτε καὶ στερεοῦ. διὰ τοῦτο κᾂν ἄρτου τι μόριον σμικρὸν, τινος ἄλλου τῶν ἐδεσμάτων ἀκόντων ἡμῶν παραδράμῃ ποτεἰς τὸν τοῦ πνεύματος πόρον, ἀναγκαζόμεθα βήττειν, κᾂν πινόντων ἡμῶν ἀθρόον τι παραῤῥυῇ τοῦ πόματος, ὁμοίως ἐρεθίζεται καὶ βῆχα προσκαλεῖται. παρηθεῖται μὲν γὰρ ἀεί τι κατὰ τὴν τραχεῖαν ἀρτηρίαν εἰς τὸν πνεύμονα τοῦ πινομένου σμικρὸν οὕτως, ὡς ἀναρπάζεσθαί τε πρὸς τῶν ὀργάνων αὐτίκα καὶ διαδίδοσθαι πάντη ῥᾳδίως. οὐ μὴν οὐ διΐσταταί γε ἀθρόον οὐδαμόθι κατὰ τὰς ὁδοὺς τοῦ πνεύματος, οὐδἐρεθίζεται πρὸς βῆχα τὸ ζῶον. ἐπειδὰν δἤτοι τοῦτο πλέον, ἄλλο τι τοιοῦτον ὑγρὸν, στερὸν σῶμα κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἐμφέρηται, βήττειν ἀναγκαῖον ἤδη τοὐντεῦθεν, ἄχρι περ ἂν ὑπὸ τῆς σφοδρότητος τοῦ πνεύματος ἐκβρασθῇ τὸ λυποῦν. ἀνάλογον δέ τι τῷδε συμβαίνει, κᾀπειδὰν αὐτῷ τῷ κατὰ τὴν ἀρτηρίαν ἔνδον ὑμένι τραχυνθέντι προσκόπτῃ τὸ πνεῦμα, πλὴν ἀλλ γε διάθεσις αὕτη τῆς προειρημένης ἐστὶν ἑτέρα. αὕτη μὲν γὰρ ἀφαιρεῖταί τι καὶ ἀποξύεται τοῦ τῆς ἀρτηρίας ὑμένος, ἔσωθεν δὲ προσπίπτει κατὰ τὴν προτέραν διάθεσιν. τὸ κοινὸν δἀμφοῖν ἐστιν ἀνωμαλία τῆς τοῦ πνεύματος ὁδοῦ. λέλεκται δἐπιπλέον ὑπὲρ αὐτῶν ἐν ταῖς τῶν συμπτωμάτων αἰτίας. ἀλλεἴς γε τὸ παρὸν ἀπόχρη γινώσκειν ὡς τὰ μὲν δακνώδη πάντα τῷ τραχύνειν τὴν φάρυγγα, τὰ δἐλαιώδη καὶ λιπαρὰ τῷ περιπλάττεσθαι τὴν ἀνωμαλίαν τε καὶ τὴν κέρχνον ἐργάζεται. πᾶν γὰρ τι περ ἄν ἔξω τῆς φύσεως ἐπιπίπτῃ τῷ χιτῶνι τῆς ἀρτηρίας, ἐμπλάσσεταί τε δυσαπολύτως, ἄηθες μὲν τοῖς ὀργάνοις καὶ τῷ διαὐτῶν φερομένῳ πνεύματι, λυπηρὸν δὲ τῷ ζώῳ γίγνεται. καὶ οὐ τοῦτό φημι νῦν, ὡς οὐχὶ καὶ τῇ ποιότητι δακνώδη τὰ πλεῖστα τῶν ἐλαίων ἐστί. τά τε γὰρ ἁλῶν μετέχοντα καὶ τὰ παντάπασι νέα δακνώδη πάντως ἐστὶν, οὐ διὰ τὴν ἰδίαν αὐτῶν οὐσίαν, ἀλλὅτι πᾶσι τοῖς ἐκ τῶν φυτῶν χυλοῖς ἐμφέρεται περίττωμα διττὸν, ὡς καὶ Θεόφραστος μὲν ἱκανῶς ἐπέδειξε καὶ ἡμεῖς δἐν τοῖς ἑξῆς ἐπιδείξομεν, ἕτερον μὲν τὸ παχύτερον  καὶ οἷον γεωδέστερον, ἕτερον δὲ τὸ λεπτότερον καὶ ὑδατωδέστερον. ἔστι δὲ καὶ κατὰ τοὔλαιον ταῦτἄμφω χρόνου δεόμενα πρὸς σύμπεψίν τε καὶ διάκρισιν, ἀλλἐν τῷ χρόνῳ τὸ μὲν ὑφίσταται, τὸ δἐκδαπανᾶται. καὶ πρότερόν γε τὸ γεῶδες καὶ παχύτερον ὑφίσταται τὸ καλούμενον ἀμόργη, θάτερον δὲ τὸ λεπτότερον καὶ οἷον ὑδατωδέστερον, ἔστι πως καὶ τοῦτο σύνθετον, ἐξ ἀερώδους τέ τινος οὐσίας καὶ λεπτῆς ὀῤῥώδους.
§18–20
§18 Τὸ δὀῤῥῶδες τοῦτο πυῤῥὸν μὲν τὴν χρόαν ἐστὶ, τοῦ δὑφισταμένου καὶ παχέος καὶ γεώδους ἀπομέμακται τὴν ποιότητα. αὐτὸ δὲ τοὔλαιον ἄδηκτόν τε καὶ λευκόν ἐστι κατά γε τὴν ἑαυτοῦ φύσιν, ὅθεν ἐπειδὰν ἀποχωρισθῇ τὸ λεπτὸν τοῦτο περίττωμα, λευκότερόν τε καὶ γλυκύτερον ἑαυτοῦ γίγνεται. ἀποχωρίζεται δὲ τρόποις πολλοῖς. γὰρ ἐν ἡλίῳ θερμῷ θέντες ἀγγεῖον εὐρύστομον ἐλαίου μεστὸν, αἴροντες κόγχαις ἐξ αὐτοῦ πολλάκις ἄνωθεν καταράττουσιν, θερμὴν ὑποτιθέασιν τέφραν τοῖς περιέχουσιν ἀγγείοις τοὔλαιον, ἡλιοειδῆ θερμασίαν ὡς ἔνι μάλιστα μιμούμενοι. φυλάττονται γὰρ τὴν πλείονα, μεταβάλλουσαν αὐτὸ κατὰ ποιότητα καὶ κνισσοῦσαν ἑτοίμως, πυρῆνας ἐλαιῶν, σῖτον ἐν κύκλῳ περιτιθέασιν, ἐπεμβάλλουσί τινα φάρμακα τοῖς ἀγγείοις αὐτοῖς, ἑνὶ δὲ λόγῳ τὸ μὲν ὑδατῶδες ἐξάγουσι καὶ δαπανῶσι, τὸ λοιπὸν δὲ φυλάττουσιν. ἐὰν οὖν οὕτω γλυκὺ καὶ λευκὸν ἔλαιον λαβὼν, μηδἀπἀρχῆς ὑπῆρχε μετέχειν ἁλῶν, ἔτι δὲ καὶ πλύνεις, ὡς εἴρηται πρόσθεν, ἀδηκτότατόν ἐστί σοι τοῦτο πάντων φαρμάκων. καὶ ἡμεῖς τοι πολλάκις τοιοῦτόν τισιν ἔλαιον ἐδώκαμεν πιεῖν καὶ αὐτοί τε προσηνεγκάμεθα πείρας ἕνεκα καὶ ἦν ἄδηκτόν τε κατἔντερον ἀκριβῶς καὶ τῆς φάρυγγος ἥκιστα κερχνῶδες, ἐγχεόμενόν τε τοῖς ὀφθαλμοῖς βραχεῖαν αἴσθησιν ἔφερεν αὐτῷ μόνῳ τῷ ξένῳ καὶ ἀήθει μᾶλλον τῇ δριμύτητι διοχλοῦν. τὸ μὲν δὴ τοιοῦτον ἔλαιον, ἀκριβῶς ὑπάρχον ἔλαιον, ὑγραίνει τε πάντα καὶ μαλάττει, μήτε ψυχρὸν ἄκρως, ὡς εἴρηται, μήτε θερμὸν προσφερόμενον. δὲ καὶ τῶν ἁλῶν μέτεστιν, ἔχει τι καὶ δήξεως ἐξ ἀνάγκης, ἀλλὰ θαυμάσαιμἂν εἴ τις οὕτω πολλοὺς ἐμβάλλει τοὺς ἅλας, ὡς ἰσχυρότερον γενέσθαι τῆς ἐλαιώδους τε καὶ λιπαρᾶς οὐσίας καὶ ἵνα τις ἀποδείξηται τὸν Ἀρχίδαμον, ἐπικαίεσθαι λέγοντα τὸ δέρμα τοῖς ἐν ἐλαίῳ τριβομένοις, ἐπεί τοι καὶ τοῦτο γιγνόμενον οἶδα πολλάκις, ἄλλων τέ τινων ἕνεκα καὶ ποδάγρας καὶ ἀρθρίτιδος. ἀνατρίβουσι γὰρ ἔνιοι τὰ πεπονθότα μόρια σὺν ἐλαίῳ βραχεῖ λείοις ἁλσὶν, ἐν τοῖς διαλείμμασι δηλονότι καὶ οὐκ ἐν τοῖς παροξυσμοῖς, ὑπὲρ τοῦ ξηρᾶναι καὶ διαφορῆσαι τὸ περιττὸν ἅπαν, εὐεξίαν τέ τινα καὶ ῥώμην ἐνθεῖναι τοῖς ἀσθενέσι μορίοις. ἀλλἐν τούτῳ μὲν οἱ ἅλες κρατοῦσιν, ἐν ἐλαίῳ δὲ κρατοῦνται. καὶ χρὴ τὸν ἐπαλειφόμενον καὶ ἀνατριβόμενον πρὸς τὰ βρεχόμενα μᾶλλον ἐν ἐλαίῳ παραβάλλειν ἤπερ τὰ ἑψόμενα, μὴ μέλλοντάς γε καθεψήσειν ἐν ἐλαίῳ ζέοντι τὸν ἄνθρωπον, ἀλλἐπαλείφειν εὐκράτω. κάλλιον γὰρ ἦν, ὡς πολλάκις εἴρηταί μοι καὶ πρόσθεν, αὐτὸ τὸ γιγνόμενον ὁρᾶν αἰσθητόν τε ὂν καὶ σαφὲς ἀκριβῶς. οὐ γὰρ δήπου δεῖ τῶν ἔξωθεν παραδειγμάτων ἐν τοῖς οὕτω γνωσθῆναι δυναμένοις. εἰ δἄρα ποτὲ καὶ ἄδηλον εἴη τὸ ζητούμενον, ὡς τῆς ἐξ ἑτέρων δεῖσθαι πίστεως, οὐδοὖν οὐδἐνταῦθα ποῤῥώτατά τε καὶ ἀνομοιότατα τίθεσθαι μαρτύρια τῆς τοῦ ζητουμένου δυνάμεως, ὑπερβαίνοντας τὸ πλησιάζον. ἐναργὲς δήπου καὶ σαφὲς πᾶσίν ἐστιν ὡς μετἐλαίου τρίψις ἀκοπωτέρα γε πολὺ τῆς ξηρᾶς ἐστιν καὶ μαλάττει τὰ σώματα, συνέχουσα καὶ ἀποστέγουσα μᾶλλον, ὅσον ἀποῤῥεῖν πέφυκεν ἡμῶν ἐκτὸς οὐ διαφοροῦσα καὶ ξηραίνουσα. τοῦτο δὲ καὶ Διοκλῆς αὐτὸς ὡμολόγησεν, ἐμπλαστικόν τε τῶν πόρων τοὔλαιον ἀποφηνάμενος εἶναι καὶ τῶν ἀποῤῥεόντων ἐφεκτικὸν καὶ βυρσῶν μαλακτικόν. εἰ δοὐκ ἤρκει τὸ φαινόμενον αὐτῷ καὶ διὰ τοῦτο τῶν ἔξωθέν τι τεκμηρίων ἐπάγειν τῷ λόγῳ βέλτιον ἐνόμιζε, τῶν ἐν ἐλαίῳ ψυχρῷ διαβρεχομένων ἐχρῆν αὐτὸν μνημονεύειν, οὐ τῶν ἐν τῷ ζέοντι καθεψομένων.
§19 Ὥσπερ ἐν τοῖς τοιούτοις ὑπερβαίνει τὸ φαινόμενον, οὕτω κᾀν τῷ φάσκειν ἀνώμαλον γίγνεσθαι τὴν ἐν ἐλαίῳ τρίψιν, ὀλισθανουσῶν τῶν χειρῶν. αὐτὸ γὰρ δὴ τοὐναντίον ἅπαντες ἐναργῶς αἰσθανόμεθα, τῆς μὲν διἐλαίου τρίψεως ὁμαλοῦς γιγνομένης, ἀνωμάλου δὲ τῆς ξηρᾶς. συνεπάγονται γὰρ ἐν ταῖς ξηραῖς τρίψεσιν αἱ χεῖρες τὸ δέρμα καὶ οἷον διπλοῦσί τε καὶ ἐπιπτύσσουσιν ἐν αὐτῷ βεβαίως τε καὶ παρὰ φύσιν. εἶθὅταν μηκέτι τὸ πρότερον οἷον ἐνδίπλωμα παραπτομέναις ταῖς χερσὶν ἕπεσθαι δύνηται, τουτὶ μὲν ἀνατρέχει καὶ ἀνασπᾶται πρὸς τὸ συνεχὲς, αἱ χεῖρες δἀθρόως ἐφἕτερον τοῦ δέρματος μετέρχονται μόριον, ὑπερβαίνουσαι τὸ κάτωθεν μέρος τῆς ἐνδιπλώσεως καὶ διὰ τοῦτο καὶ σκληρᾶς καὶ ἀνωμάλου καὶ κοπώδους τῆς τοιαύτης τρίψεως αἰσθανόμεθα· σκηρᾶς μὲν, ὅτι τε τείνεται βιαίως καὶ θλᾶται τὸ δέρμα, διὰ δὲ τὰ αὐτὰ καὶ κοπώδους, ἀνωμάλου μὲν διότι μὴ παντὶ μορίῳ τοῦ δέρματος αἱ τρίβουσαι χεῖρες ἐπιπίπτουσιν, ἀλλὑπερβαίνουσιν ἀεὶ τὸ κάτωθεν μέρος τῆς ἐνδιπλώσεως. καὶ γίνεται τοῦτο διά τε τὰς φυσικὰς τοῦ δέρματος τραχύτητας, καὶ μάλιστα ἐν τοῖς παρηβῶσι σώμασιν, καὶ ὅτι χαλαρόν ἐστι τοῖς ἄλλοις σχεδὸν ἅπασι, τοῖς τε ἰσχνοῖς καὶ πρεσβύταις μάλιστα. λεῖον μὲν γὰρ, εἴπερ ἦν ὅλον ὁμαλῶς τὸ δέρμα καὶ τεταμένον ἀκριβῶς, οὐκ ἂν ἐπεπτύσσετο  ῥᾳδίως οὔτἀνωμάλους εἰργάζετο τὰς τῶν χειρῶν ἐπαὐτοῦ φορὰς, ἀλλἔθεον ἂν, οἶμαι, ῥᾳδίως εἰς τὸ πρόσθεν ἀπὸ τῶν πρώτων ἑτοίμως ὀλισθάνουσαι πρὸς ἕτερα, τῷ μηδὲν ἅμἑαυταῖς συνεπάγεσθαι τοῦ δέρματος μόριον. ἐπεὶ δὲ χαλαρόν τέ ἐστιν καὶ τραχὺ, δεῖταί τινος ἔξωθεν φαρμάκου τάς τε ῥυτίδας ἀναπληρώσοντος αὐτοῦ καὶ τὸν ὄλισθον ταῖς τριβούσαις χερσὶν παρέξοντος, εἰς ταῦτα δὲ οὐδὲν ἂν εὕροις ἐπιτηδειότερον ἐλαίου. καὶ θαυμάσειεν ἄν τις Ἀρχιδάμου, μήτε τὸ φαινόμενον ἐναργῶς αἰδεσθέντος μήτε τὸν ἐπαὐτῷ λόγον ἐξευρόντος, ἀλλἐν ἀμφοτέροις ἀποφηναμένου τἀναντία. φαίνεται γὰρ ἀνώμαλος μὲν ξηρὰ τρίψις, ὁμαλὴ δὲ σὺν τῷ ἐλαίῳ, μαρτυρεῖ τε τούτοις λόγος οὐχ ἥκιστα τὴν αἰτίαν ἐξηγούμενος.
§20 Ἀλλὰ περὶ μὲν Ἀρχιδάμου τε καὶ Διοκλέους ἅλις εἴς γε τὰ παρόντα. βούλομαι γὰρ, ἐπειδή περ ἅπαξ ἐπὶ τὸ δεικνύναι τὴν μοχθηρὰν ὁδὸν τῆς τῶν δυνάμεων εὑρέσεως ἧκον ἐλαίῳ παραδείγματι χρώμενος ἐπεξελθεῖν τάχιστα τὸν λόγον ἅπαντα. λεγόντων οὑν τῶν φιλοσόφων θερμὸν εἶναι τοὔλαιον καὶ τεκμήριον τούτου τιθεμένων οὐ σμικρὸν, ὡς οἴονται, τὸ τάχος τῆς εἰς τὴν φλόγα μεταβολῆς ἀντιλέγοντες ἔνιοι τουτὶ μὲν ὑπάρχειν αὐτῷ φασιν, ὅτι λεπτόν τἐστὶ καὶ ἀερῶδες. ἐκ δὲ τοῦ πήγνυσθαι ταχέως ἐν τῷ χειμῶνι σαφῶς ἐνδείκνυσθαι τὴν ψύξιν. οὐ μόνον γὰρ οἴνου καὶ ὄξους, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὕδατος ἑτοιμότερον ὑπὸ τοῦ ψυχροῦ νικᾶσθαι. πρὸς ταῦτα δὲ ἀντιλέγοντες ἕτεροι, τὸ μὲν ἀερῶδες ὑπάρχειν αὐτὸ συγχωροῦσιν καὶ φαίνεσθαί γε σαφῶς τοῦτό φασιν ἐκ τῆς κουφότητος, οὐ μὴν καὶ ψυχρόν γε εἶναι τὴν δύναμιν ὁμολογοῦσιν. ἀέρα γὰρ ἅπαντα θερμὸν ὑπάρχειν τὴν φύσιν, ὡς δηλοῖ καὶ γένεσις αὐτοῦ. λεπτυνθὲν οὖν καὶ λυθὲν ὑπὸ θερμότητος ὕδωρ, ἀέρα γίγνεσθαι. καὶ δῆλον ὡς ἐντεῦθεν αὐτοὺς διαδέχεται μέγιστον ζήτημα, τὸ καὶ τοῖς ἐνδοξοτάτοις φιλοσόφοις ἠμφισβητημένον, Ἀριστοτέλους μὲν καὶ τῶν ὑπαὐτοῦ θερμὸν ὑπολαμβανόντων εἶναι τὸν ἀέρα, τῶν δἀπὸ τῆς στοᾶς ψυχρόν. ἀλλὰ καὶ περὶ τοῦ πήγνυσθαι ταχὺ τὸ ἔλαιον, ὅπερ ἐδόκει τοῖς ψυχρὸν ἀποφαίνουσιν αὐτὸ τὸ μὴ σφοδρῶς πήγνυσθαι, καθάπερ τὸ ὕδωρ, ἀντιπροτείνουσιν οἱ θερμὸν ὑπάρχειν αὐτὸ φάσκοντες. οὐδὲ γὰρ οὐδὲ πῆξιν εἶναι τὸ γινόμενον ἐπαὐτοῦ φασιν, ἂν ἀκριβῶς ἐξετάζωμεν, ἀλλοἷον σύστασίν τινα καὶ πάχυνσιν, καὶ γίγνεσθαι τοῦτο λέγουσιν, ὅτι παχὺ καὶ γλίσχρον ἐστὶν, οὐχ ὅτι ψυχρὸν, ὥστε κᾀνταῦθα πάλιν λόγος ἑκατέρωθεν εἰς ἀπορίαν ἀφικνεῖται, τῶν μὲν ἐκ τοῦ θᾶττον ὕδατος ὑπὸ τῆς ψύξεως νικᾶσθαι τοὔλαιον, τῶν δἐκ τοῦ μᾶλλον ὕδωρ ἐλαίου πήγνυσθαι κατασκευαζόντων τἀναντία· πρὸς τῷ τοίνυν ἐν τούτοις ἀμφισβητεῖν οὐδὡς ἀερῶδές ἐστιν ὁμολογοῦσιν ἅπαντες. μὲν γὰρ κουφότης τούτου, φασὶ, σύμβολον, μέντοι παχύτης οὐ σμικρὸν τεκμήριον τοῦ γεῶδες ὑπάρχειν αὐτό. συνθέντες δἄμφω τινὲς ἀερῶδές τε ἅμα καὶ γεῶδες εἶναί φασιν. εἰσὶ δοἳ καταγελῶσι τούτων, ὡς τὸ μάλιστα ὑπάρχον ἐλαίῳ, τὴν ὑγρότητα τελέως ἀφαιρουμένων τῷ λόγῳ. πρὸς τοίνυν τούτοις ἐκ τοῦ γλίσχρον ὑπάρχειν αὐτὸ τινὲς μὲν ψυχρὸν ἐπιδεικνύουσιν, τινὲς δὲ θερμὸν, καὶ τινὲς μὲν ξηρὸν, ἔνιοι δὑγρόν. εἰ μὴ γὰρ συνῆκτο καὶ πεπύκνωτο τὰ μόρια καὶ ἀλλήλων ἀκριβῶς εἴχετο, μὴ ἂν γενέσθαι γλίσχρον, ἔργα δεἶναι ταῦτα σύμπαντα ψυχροῦ. διαχεῖν γὰρ καὶ λύειν καὶ λεπτύνειν καὶ ἀπἀλλήλων χωρίζειν τὰ μόρια τὴν τοῦ θερμοῦ φύσιν. οἱ δαὖ τοὐναντίον οὐδἂν γενέσθαι τι γλίσχρον φασὶν ἄνευ θερμότητος κρατούσης, ὡς κᾀν ταῖς ἑψήσεσι δηλοῦσθαι τῶν χυλῶν ἁπάντων, ὅσοι τε βοτανῶν ἐκθλίβονται καὶ ὅσοι καρπῶν. ὑδατώδεις γὰρ ὄντας τὰ πρώτα καὶ λεπτοὺς ταῖς συστάσεσιν καὶ διαῤῥέοντας, ἐπειδὰν ἑψηθῶσιν, παχεῖς καὶ γλίσχρους γίνεσθαι. καὶ μὲν δὴ κᾀκ τῶν κατὰ μέρος παραδειγμάτων ἑκάτεροι τἀναντία πιθανῶς κατασκευάζουσιν, οἱ μὲν ἰξὸν καὶ μέλι καὶ πίτταν ὑγρὰν καὶ ῥητίνην, ἕτερά τε τοιαῦτα τῶν ὁμολογουμένων γλίσχρων τε ἅμα καὶ θερμῶν προτείνοντες. οἱ δὲ κωνείου καὶ ψυλλίου καὶ ἀνδραφάξυος καὶ βλίτου χυλοῦ μνημονεύοντες, ἔτι δὲ πρὸς τούτοις οἷον κολοφῶνά τινα τῷ λόγῳ τὸ φλέγμα προχειριζόμενοι· σαφῶς γὰρ αὐτοῖς τοῦτο καὶ γλίσχρον εἶναι δοκεῖ καὶ ψυχρόν. ἀλλὰ κᾀκ τοῦ τοῖς φλεβοτομουμένοις ἐπισταζόμενον ἔλαιον εὔρουν ἐργάζεσθαι τὸ αἷμα τἀναντία κατασκευάζοντάς ἐστιν ἰδεῖν ἑκατέρους. οἱ μὲν γὰρ ὡς τῇ θερμότητι χέον, οἱ δὡς τῇ ψυχρότητι τὸν ὄλισθον παρέχον, ὁμοίως κρυστάλλῳ τὴν εὔροιαν ἐργάζεσθαί φασιν αὐτό. κᾄπειτἐντεῦθεν ἐκτραπόμενοι περὶ τῆς τῶν ὀλισθηρῶν ἁπάντων φύσεως διαλέγονται, μέχρι τῆς ἐσχάτης φιλολογίας ἀνιόντες τῷ λόγῳ. καταγινώσκοντες δὲ τῆς τούτων ἄλης, ὥς φασιν, ἕτεροι τὴν πιμελὴν τῷ λόγῳ προχειρίζονται, πλησιαίτατα μὲν ἐλαίῳ τὴν φύσιν ὑπάρχουσαν, ἐναργῶς δεὑρεθῆναι δυναμένην ὁποία τίς ἐστι τὴν κρᾶσιν, ἐν αὐτοῖς γὰρ ἡμῖν συνισταμένην οὐκ ἂν δύνασθαι λαθεῖν. αὐτίκα γέ τοί φασιν ἐν τοῖς ὑγιεινοῖς καὶ εὐτραφέσι σώμασιν γεννᾶσθαι πιμελὴν πολλὴν, μηδὲ μανέντα τινὰ φάναι ψυχρά. γίνεσθαι γὰρ τοιαῦτα τῆς φύσεως ἐῤῥωμένης, ἣν δὴ θερμόν τι χρῆμα πάντες ὡμολογήκασιν οἱ φυσικοὶ φιλόσοφοι. τούτοις δἀντιλέγοντές τινες ἐν ψυχροτέραις κράσεσι γεννᾶσθαι πιμελήν φασιν, ὡς δηλοῦν τάς τε γυναῖκας καὶ τοὺς ἀργῶς διαιτωμένους. ἤδη δὲ καὶ τῶν ἐθνῶν, ἔνθα μὲν τὸ ψυχρὸν κρατεῖ, πιμελώδεις, ἔνθα δὲ τὸ θερμὸν, ἰσχνούς φασι γίνεσθαι τοὺς ἀνθρώπους καὶ προχειρίζονται παράδειγμα τῷ λόγῳ, Κελτοὺς μὲν καὶ Θρᾷκας καὶ  Βιθυνοὺς καὶ Ποντικοὺς καὶ Γαλάτας, ἅμα μὲν ψυχρᾶς χώρας οἰκήτορας, εὐθὺς δὲ καὶ πιμελώδεις τοὐπίπαν· Ἄραβας δὲ καὶ Λίβυας Αἰγυπτίους τε καὶ Αἰθίοπας, ὅσοι τἄλλοι θερμὴν ἐποικοῦσι γῆν ἰσχνοὺς καὶ ξηροὺς ἅπαντας. εἰσὶ δοἳ καὶ χωρὶς κατὰ μέρος παραδειγμάτων αὐτῷ τῷ καθόλου λόγῳ πρὸς ἀλλήλους ἀμφισβητοῦσιν, οἱ μὲν μηδἂν γενέσθαι τὸν λιπαρὸν ἐν ἡμῖν χυμὸν, εἰ μὴ καλῶς ὑπὸ τῆς φύσεως αἱ τροφαὶ κατεργασθεῖεν, οἱ δὲ τοῦτον μὲν ἐν ταῖς τροφαῖς περιέχεσθαι, καταναλίσκεσθαι δὑπὸ τῆς ἐν ἡμῖν θερμασίας, ὥσπερ τοὔλαιον ὑπὸ τῆς φλογὸς, ἧς ἀῤῥώστου γινομένης ἀθροίζεσθαι κατὰ τὸ σῶμα. τινὲς δὲ αὐτῶν καὶ τὰ ζῶα παρατίθενται τῷ λόγῳ, τὰ μὲν φύσει ψυχρότερα πιμελωδέστερα πάντα ὑπάρχοντα, καθάπερ ἄρκτοι καὶ ὄϊες καὶ σύες, τὰ δαὖ θερμότερα ξηρότερα καὶ ἀπίμελα, καθάπερ λέοντές τε καὶ παρδάλεις καὶ κύνες. ἔτι τοίνυν ἀπὸ τοῦ διαφθείρεσθαι βρεχομένας ἐλαίῳ μελίττας τε καὶ μυίας καὶ σφῆκας καὶ μύρμηκας, οἱ μὲν ψυχρὸν, οἱ δὲ θερμὸν ἐπιδεικνύναι πειρῶνται τοὔλαιον, καὶ τινὲς μὲν ὑγρὸν, τινὲς δὲ ξηρόν. ἄναιμα γὰρ ὄντα τὰ εἰρημένα ζῶα καὶ διὰ τοῦτο ψυχρὰ, τινὲς μὲν ἑτοίμως ὑπὸ ἐλαίου καταψύχεσθαί φασιν καὶ διὰ ταῦτἀποθνήσκειν· ἔνιοι δἐκθερμαινόμενα μὴ φέρειν τὴν εἰς τοὐναντίον μεταβολήν. καὶ δὴ καὶ ξηραινόμενα ἀμέτρως ἕτεροι διὰ τὸ φύσει προεξηράνθαι τῷ τῆς ἀμετρίας βλάπτεσθαι λόγῳ. ὑγραινόμενα δἕτεροι τῇ πρὸς τὴν φύσιν αὐτῶν ἐναντιότητι. τὸ μὲν οὖν ἐπὶ τῶν ἐντόμων ζώων εἰς τοὐναντίον ἀλλήλοις ἐπιχειρεῖν αὐτοὺς, οὐδὲν ἂν ἴσως εἶναι θαυμαστόν· ὅτι δὲ κᾀκ τῶν ἡμῖν αὐτοῖς συμβαινόντων εἰς ἑκάτερον ἐπιχειροῦσιν, ἄξιον ἤδη θαυμάζειν. οἱ μὲν γὰρ μᾶλλον, οἱ δἧττον ἱδροῦν φάσκοντες, εἴ τις ἀλείψαιτο λουόμενος, οὔθοἱ μᾶλλον εἰπόντες ὁμολογοῦσιν ἀλλήλοις ὑπὲρ τῆς καθόλου δυνάμεως οὔθοἱ ἧττον. ἀλλὰ τῶν μὲν μᾶλλον ἱδροῦν φασκόντων ἡμᾶς ἔνιοι μὲν εἰς θερμότητα τὴν αἰτίαν ἀναφέρουσιν, ἔνιοι δεἰς γλισχρότητα, τὸ μὲν θερμὸν τῇ φύσει προκλητικὸν ἱδρώτων φάσκοντες ὑπάρχειν οἱ πρότεροι, τὸ δὲ γλίσχρον οἱ δεύτεροι, θηρατικόν τε καὶ ἀθροιστικὸν γιγνόμενον τῶν τέως ἀποῤῥεόντων ἐν τάχει καὶ διὰ τοῦτο λανθανόντων τὴν αἴσθησιν, ἐπίδηλον οὕτως ἐργάζεσθαι τὸ πλῆθος τῶν ἱδρώτων. οἱ δἧττον ἱδροῦν φάσκοντες τοὺς ἀλειψαμένους ἐν λουτροῖς καὶ γυμνασίοις οἱ μὲν ἐμπλαστικὴν, οἱ δὲ ψυκτικὴν αὐτῷ δύναμιν ἀνατιθέασιν. καὶ μὲν δὴ κᾀκ τῶν φαινομένων οἱ μὲν ξηραίνειν, οἱ δὑγραίνειν αὐτό φασιν· ὑγραίνειν μὲν ὅσοι πλέον ἱδροῦν ὑπολαμβάνουσι τοὺς ἠλειμμένους, ξηραίνειν δὲ καὶ ἕτεροι. καὶ δὴ καὶ ἀπεριψύκτους διαφυλάττειν τοὺς ἀλειψαμένους, οἱ μὲν τῷ πάχει τε καὶ τῇ γλισχρότητι δίκην ἀμφιέσματός τινος προβλήματος εἶργον τὸ κρύος, οἱ δὲ τῇ φυσικῇ θερμότητι καὶ τὰ πλησιάζοντα συνεκθερμαῖνον. ἔτι τοίνυν ἐκ τοῦ μὴ βλάπτειν μηδἐξαλείφειν αὐτὸ τὰ διὰ τοῦ μέλανος ἐν τοῖς βιβλίοις γραφόμενα, καίτοι τῶν γε ἄλλων ὑγρῶν ἁπάντων ἐξαλειφόντων, οἱ μὲν ξηράν τε καὶ οἷον ἄνικμον αὐτοῦ τὴν φύσιν εἶναί φασιν, ὁμοίως ψάμμῳ τε καὶ σποδιᾷ, τινὲς δὲ καὶ παχυμερέστερον καὶ ἀκατέργαστον. οὕτω δὲ καὶ τὸ μὴ μίγνυσθαι τοῖς ἄλλοις οἱ μὲν εἰς κουφότητα καὶ λεπτομέρειαν, οἱ δὲ εἰς γλισχρότητα καὶ πάχος ἀναφέρουσιν, ἐπεὶ τοῖς γε ὁμοίως χυλοῖς μίγνυσθαι, καθάπερ καὶ τῷ τῆς μαλάχης ἀφεψήματι. τὰ δαὐτὰ καὶ περὶ τοῦ μὴ καλῶς ἐλαίῳ δεύεσθαι τὴν γῆν, καίτοι τοῖς ἄλλοις ὑγροῖς βρεχομένην, οἷον ὕδατι καὶ οἴνῳ καὶ ὄξει. τινὲς μὲν κᾀνταῦθα τὸ ξηρὸν τῆς οὐσίας, ἔνιοι δὲ τὸ λεπτομερὲς, εἰσὶ δοἳ τὸ παχυμερὲς αἰτιῶνται, διεξέρχεσθαι μὲν τοὺς πόρους τῆς γῆς ἀψαυστὶ φάσκοντες οἱ τὴν λεπτομέρειαν αἰτιώμενοι, τὴν ἀρχὴν δὲ μηδἐμπίπτειν εἰς αὐτοὺς οἱ τὴν παχυμέρειαν. ἔστι δοὐδετέρους ἐλέγξαι, κατἀμφοτέρας τὰς αἰτίας δυναμένων τινῶν καὶ μὴ μίγνυσθαι τοῖς πέλας, εἴ γε καὶ τῶν φυσικῶν ἐνίοις συμμετρία τῶν πόρων αἰτία τῆς μίξεως εἶναι δοκεῖ. κᾀγὼ μὲν νῦν ἐπὶ κεφαλαίων αὐτὰ διέρχομαι, τὰς ἀφορμὰς τῶν ἐπιχειρημάτων ἀναμιμνήσκων μόνας. εἰ δέ τις ἐκτείνειν ἕκαστον ἐθέλοι καὶ κατασκευάζειν ἑκατέρωθεν, οὐ μίαν οὕτω γε βίβλον, ἀλλὰ παμπόλλας ἂν οἶμαι πληρώσειν αὐτόν. πάρεστι δὲ ἤδη σκοπεῖν ὡς οὐ μακρὰ μόνον τοιαύτη πλάνη τῶν λόγων, ἀνεκτὸν γὰρ ἂν ἦν, ἀλλὰ καὶ μέχρι τῆς ἄκρας ἀνερχομένη φυσιολογίας, ἐνίοτε δὲ καὶ δύσκριτον. εἰ δἅτι καὶ παντάπασιν ἄχρηστος ἰατροῖς εἰδείη τις, ἔτι καὶ μᾶλλον, οἶμαι, φεύξεται τὴν τοιαύτην ὁδὸν τῶν λόγων. οὔτε γὰρ ἁπλῶς εἰ θερμὸν, ψυχρὸν, ξηρὸν, ὑγρόν ἐστιν ἕκαστον τῶν φαρμάκων ζητοῦμεν οὔτεἰ μυρμήκων, σφηκῶν, μελιττῶν, τινος ἄλλου τῶν ζώων ὑγραντικὸν, ξηραντικὸν, θερμαντικὸν, ψυκτικόν ἐστιν, ἀλλὅπως ἔχει πρὸς ἀνθρώπινον σῶμα. παρὸν οὖν ἐπἀνθρώπων ποιεῖσθαι τὴν βάσανον, οὐ καλῶς ἐκτρέπονται πρὸς ἕτερα.
§21–25
§21 Βάσανος δὀρθὴ πρῶτον μὲν ἐπὶ τῶν εὐκράτων σωμάτων, ἐφεξῆς δ ἐπὶ τῶν δυσκράτων, εἶθ’, ὡς εἴρηται πολλάκις ἡμῖν καὶ πρόσθεν, ἐπὶ τῶν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν νοσημάτων. ἐν οἷς προσέχειν τὸν νοῦν ἠξιοῦμεν καὶ ὡς διορίζεσθαι τὸ καθἑαυτό τι δρῶν τοῦ κατὰ συμβεβηκός. ἔσεσθαι δὲ τοῦτο πρῶτον μὲν, εἰ ἁπλοῖς ὡς ἔνι μάλιστα προσφέροιτο πάθεσιν, δεύτερον δὲ εἰ εὐθὺς τοῦτο ἐξ ἀρχῆς αἰσθητῶς ἐμφαίνοι τὴν ἑαυτοῦ δύναμιν, μετὰ χρόνον, καὶ τελέως ἀρθὲν, ὥσπερ τὸ τῆς θερμασίας  ἐπανάκλησιν ἐργαζόμενον ὕδωρ ψυχρὸν, ἔτι τε πρὸς τούτοις ἄμικτον ἑτέρας ποιότητος, εἰς ὅσον οἷόν τε δυνατὸν ἐργάσασθαι τὸ τοιοῦτον. πῶς μὲν οὖν ἄν τις ἔλαιον ἐργάζηται τοιοῦτον λέλεκται καὶ πρόσθεν· πῶς δἄν τις ἁπλῷ νοσήματι προσφέροι, νῦν εἰρήσεται, τοσοῦτον ἀναμνησάντων ἡμῶν πρότερον, ὡς ἐν ταῖς τῶν νοσημάτων διαφοραῖς ἐδείκνυτο, τινὰ μὲν ἐπὶ τὸ θερμότερον ἐκτετράφθαι σώματα χωρὶς κακοχυμίας τινὸς στήθους σπλάγχνου φλεγμονῆς, ὥσπερ ἐν ταῖς σφοδραῖς ἐγκαύσεσιν εἴωθεν γίγνεσθαι, τινὰ δὲ ἐπὶ τὸ ψυχρότερον, ὡς ἐν τοῖς καλουμένοις ἤδη συνήθως ὑπὸ πάντων ἀνθρώπων ψυγμοῖς. ἐν δὴ ταῖς τοιαύταις διαθέσεσιν ἔλαιον προσφέρων ἐξευρήσεις ἐναργῶς εἴτε θερμαίνειν ἡμᾶς πέφυκεν εἴτε καὶ ψύχειν. ἔστω δὲ δηλονότι πάσης ἐπικτήτου ποιότητος ἰσχυρᾶς ἀπηλλαγμένον. ἀεὶ γὰρ ἐπὶ παντὸς φαρμάκου μεμνῆσθαι χρὴ τούτου. τὸ μὲν κεφάλαιον τοῦ λόγου τουτί· τὸ δἔργον αὐτὸ τὸ γιγνόμενον πεῖρα δείκνυσιν. οἱ μὲν ἐγκεκαυμένοι πρὸς τὸ μὴ παύεσθαι τῆς θέρμης ἔτι καὶ ἀσωδέστεροι γίγνονται καὶ τοῦ χρόνου προϊόντος θερμότεροι. τοῖς ἐψυγμένοις δὲ σαφῶς οὐδὲν εἰς ὠφέλειαν βλάβος ἐξ ἐλαίου χρίσεως ἀποβαίνει. καὶ δῆλον ὡς εἰ καὶ θερμαίνειν ἡμᾶς πέφυκεν, ἀλλοὐκ ἔτι γε σφοδρῶς ἐναργῶς, ὥσπερ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος. ἀκούειν δέ σε χρὴ νῦν οὔτε ξηρὰν ῥητίνην πίτταν ἄσφαλτον, οὐ γὰρ ἂν οὐδὲ ἀλείψαιτό τις αὐταῖς, οὐ μὴν οὐδὲ τὰς ἐν ἡλίῳ τετηκυίας, οὐ γὰρ ἁπλοῦν ἔτι τό γε τοιοῦτον οὐδαὐτοφυὲς ἂν εἴη φάρμακον, ἀλλὰ ῥητίνην μὲν ἤτοι τὴν αὐτόῤῥυτον ὀνομαζομένην, τὴν τερμινθίνην τε καὶ σχινίνην ὑγρὰν ἔτι καὶ πρόσφατον, τῆς πευκίνης τὴν ἐφισταμένην ἄνωθεν τοῖς κεραμίοις ἐλαιώδη· πίττης δὲ τὴν ὑγράν. καὶ μᾶλλον ἔτι τὸ καταὐτῆς ἐποχούμενον ἐλαιῶδες, δὴ πίσσανθον ὀνομάζουσιν. ἔστι γὰρ ὄντως οἷον ἄνθος τι πίττης. οὕτω δὲ καὶ ἄσφαλτον τὴν ὑγρὰν, ἔτι τὴν ἐκ Μηδείας. ἅπαντα γὰρ ταῦτα λιπαρὰ μέν ἐστιν καὶ πλεῖστον τῆς ἐλαιώδους ἔχοντα φύσεως, ἐναργῶς μέντοι θερμαίνει, καθάπερ τε στακτὴ σμύρνα καὶ τὸ πεύκινον, ἀρκεύθινον, τὸ κέδρινον καὶ τὸ δάφνινον ἔλαιον, ἕτερά τε τοιαῦτα, σαφῶς μὲν ἐκθερμαίνει τοὺς ἐψυγμένους, ἐσχάτως δἀνιᾷ τοὺς ἐγκεκαυμένους. ταῦτα μὲν οὖν ἑκατέρωθεν ὁμολογεῖται θερμαίνειν. ἔλαιον δὲ οὐδἑτέρωθεν ἰσχυρῶς οὔτε τοὺς κατεψυγμένους ἐκθερμαίνειν οὔτε βλάπτειν τοὺς ἐγκεκαυμένους. οὐ μὴν οὐδἀσαφῶς γε τοῖς ἐπἐγκαύσει πυρέξασιν ἄσης γέ τινος αἴτιον γίγνεται καὶ τὴν θερμότητα παραύξειν φαίνεται, καθάπερ κᾀν τοῖς ἀκριβέσιν ἐρυσιπέλασιν. ἔστι δὲ δήπου ταῦτα χολώδη ῥεύματα, σαφῶς γὰρ δήπου καὶ ἐν αὐτοῖς τούτοις αὐξάνειν τὴν θερμασίαν, εἰ καὶ ψυχρὸν ἐσχάτως αὐτὸ προσάγοις. ἐπὶ μὲν γὰρ τῶν ἐγκαύσεων, εἰ χωρὶς ἁλῶν εἴη, καὶ ἄλλως λελευκασμένον ἔχει τινὰ παραμυθίαν ψυχρὸν καταντλούμενον. ἐπὶ δὲ τῶν ἐρυσιπελάτων ὅπως ἂν ψυχρὸν οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτειν πέφυκε, τὰ μὲν ἐκ χολώδους ῥεύματος ἀκριβῶς ἅπαντα μεγίστας βλάβας, τὰ δἐξ αἵματος αὐτῷ μεμιγμένου μικροτέρας μὲν, οὐ μὴν τὰς ἐπιτυχούσας γε οὐδὲ ταύτας. ἧττον δὲ τούτων, ἐναργῶς δοὖν ἔτι καὶ τὰς ζεούσας ἀνιᾷ φλεγμονὰς, ἐξ ὧν ἁπάντων τεκμαιρομένῳ μοι θερμότητα παραπλησίαν ἀνάπτειν ἔδοξεν οἷσπερ ἂν ὁμιλῆσαν τύχῃ. φαίνεται γοῦν τοῖς μὲν μετρίως θερμοῖς σώμασιν προσφερόμενον μετρίως θερμαίνειν αὐτὰ, τοῖς δἰσχυρῶς ἰσχυρὰν τὴν θερμασίαν ἀνάπτον.
§22 Εἴρηται μὲν οὖν ἤδη κᾀν τῷ τρίτῳ περὶ κράσεων, εἰρήσεται δὲ καὶ νῦν ὡς ἕκαστα τῶν προσφερομένων τῷ σώματι φαρμάκων, δὴ καὶ θερμὰ ταῖς δυνάμεσιν ὑπάρχειν ἔφαμεν, ἀρχὴν τοῦ θερμαίνεσθαι παρἡμῶν λαμβάνοντα, τὰ μὲν ὡσαύτως ἡμᾶς ἀντιθερμαίνει, τὰ δὲ σφοδρότερον. ἐκ δὴ τῶν εἰς ἴσον ἀντιθερμαινόντων ἐφάνη μοι τοὔλαιον ἐπισκοποῦντι τὰς κατὰ μέρος αὐτοῦ δυνάμεις. εὕρισκον γὰρ ἀεὶ χλιαρὰν μὲν ἐν τοῖς μετρίως θερμοῖς σώμασιν ἀπεργαζόμενον αὐτὸ θερμότητα, ζέουσαν δἐν τοῖς ζέουσιν. ἐφαίνετο δέ μοι διὰ τοῦτο καὶ σπασμοὺς καὶ τρόμους, ἀναισθησίας τε καὶ δυσαισθησίας, μήτὠφελεῖν μηδὲν ἀξιόλογον μήτε βλάπτειν. ὠφελεῖν μὲν γὰρ οὐκ ἠδύνατο τῷ μὴ θερμαίνειν ἰσχυρῶς, βλάπτειν δοὐκ ἦν ἱκανὸν, ὅτι μηδὅλως ἔψυχεν, ἐπικτήτου μὲν θερμότητος ἰσχυρᾶς λαβόμενον ἱκανῶς ὠφελεῖν· ἐπειδὰν εἰς πυέλους ἐλαίου θερμοῦ ῥίζας τινὰς, πόας θερμαντικὰς ἐναφεψημένας ἔχοντας, τοὺς οὕτω πεπονθότας ἐμβιβάζοιμεν. ὅθεν εὐλόγως οἷον ὕλη τίς ἐστιν τῶν ἄλλων φαρμάκων. ἄν τε γὰρ ψυχρὰ μίξῃς αὐτῷ, ψυχρὸν ἔσται τὸ μικτὸν, ἄν τε θερμὰ, θερμόν. γὰρ ἂν ἐκ τῆς μέσης ὑπάρχῃ κράσεως, ὑπηρετεῖ τοῖς ἄκροις ἑκατέροις, ὡς μήτεἰ θερμῷ μιχθείη ψυχρὸν, τὸ μιχθὲν ἐξ ἀμφοῖν ἀπεργάσασθαι δυνάμενον, ὅτι μηδαὐτὸ ψυχρόν ἐστιν μήτεἰ ψυχρῷ θερμὸν, οὐδὲ γὰρ θερμὸν ὑπάρχει. καὶ κατὰ τοῦτο εὐλόγως οἱ μὲν θερμαίνειν αὐτὸ φάσκουσιν ἡμᾶς, οἱ δὲ οὐ θερμαίνειν. θερμαίνειν μὲν γὰρ ἂν δόξειε εἰς ἴσην τῷ θερμαίνοντι σώματι θερμασίαν ἀφικνούμενον, ἀντιθερμαίνειν γοῦν δύναται ταύτῃ. τῷ δὲ μὴ προσαυξάνειν ἣν κατέλαβε θέρμην, οὐκ ἂν δόξειε θερμαίνειν. οὐ γὰρ τὸ φυλάττειν ἣν εὗρεν, ἀλλὰ τὸ παραύξειν ἔργον εἶναι τοῦ θερμαίνοντος.
§23 Ἀρχαὶ δὲ τῆς τοιαύτης ἀμφισβητήσεως τρεῖς εἰσι, τό τε μὴ διορίσασθαι τὰ γένη τῶν θερμαίνειν  ἡμᾶς λεγομένων καὶ τὸ ταῖς ὁμωνυμίαις χρῆσθαι συγκεχυμένως καὶ τὸ μηδεμίαν ἀπολιπεῖν μεσότητα. θερμαίνειν μὲν οὖν ἡμᾶς λέγεται τά τἐνεργείᾳ θερμὰ, καθάπερ τὸ πῦρ αὐτὸ καὶ τὰ δυνάμει· καὶ τῶν δυνάμει θερμῶν τὰ μὲν ὡς τροφαὶ, τὰ δὡς φάρμακα, τὰ δὡς σκεπάσματα. τὸ θερμὸν δαὐτὸ, τό τε κατἐνέργειαν ἤδη τοιοῦτον οὕτως ὀνομάζειν εἰθίσμεθα καὶ τὸ κατὰ δύναμιν, ὡς πολλάκις εἴρηται καὶ πρόσθεν. ἀλλὰ τὸ μὲν κατἐνέργειαν τό θἁπλῶς θερμὸν, οἷον τὸ πῦρ καὶ τὸ κατἐπικράτησιν, οἷον τὸ ζῶον, καὶ τὸ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβαλλόμενον καὶ τὸ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν. τὸ δὲ κατὰ δύναμιν πρῶτον μὲν ἀντιδιαιρεῖται τοῦ κατὰ συμβεβηκὸς, εἶθἑξῆς τοσαύτας ἔχει σημαινομένων διαφορὰς, ὅσας περ καὶ τὸ κατἐνέργειαν θερμόν. οἷον γὰρ ὕλη τις ἐπιτήδειος ὑπάρχουσα τῷ κατἐνέργειαν θερμῷ, τὸ μέν τι τοῖς ἁπλῶς ὀνομαζομένοις θερμοῖς, τὸ δέ τι τοῖς κατἐπικράτησιν. ἄλλο δέ τι πρὸς τὸ σύμμετρον ὁμογενὲς ὁμοειδὲς ὁτιοῦν τὸ ἐπιτυχὸν παραβαλλομένοις οἰκεία γίνοιτἂν ὕλη. διὸ καὶ τὰ πρὸς ἄνθρωπον σκοπουμένους ἠξιοῦμεν ἀποχωρῆσαι τῶν ἄλλων ἁπάντων. ἐν τούτοις τε οὖν ἅπασιν ἁμαρτάνουσιν οἱ περὶ φαρμάκων δυνάμεως ἐπισκεψάμενοι καὶ πρὸς τούτοις ἔτι παρερχόμενοι τὰς μεσότητος, ἔν τε ταῖς κατὰ φύσιν ἡμῶν κράσεσιν, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείξαμεν, ἔν τε ταῖς τῶν φαρμάκων ἐξετάσεσιν. ὡς γὰρ ἤτοι θερμὸν εἶναι δέον ἐξ ἀνάγκης τὸ δοκιμαζόμενον φάρμακον, ξηρὸν, ὑγρὸν, ψυχρὸν, οὕτω ποιοῦνται τοὺς λόγους, ὥσπερ οὐκ ἐνδεχόμενον ἐν τῷ μεταξύ τι τῶν θερμαινόντων τε καὶ ψυχόντων ἡμᾶς τετάχθαι καί τι ἕτερον ἐν τῷ μεταξὺ τῶν ξηραινόντων τε καὶ ὑγραινόντων. οὕτω δεἰσὶν ἠλίθιοί τινες ὡς μηδἀκούσαντες τἀληθὲς ἀκολουθῆσαι δύνασθαι. τινὰς γοῦν οἶδα καὶ ἀντιλέγειν ἐπιχειροῦντας ὡς οὐδὲν εἴη μέσον τὴν κρᾶσιν.
§24 Ἀλλὰ πρὸς μὲν τούτους ἔν τε τῷ περὶ κράσεων εἴρηται τὰ προσήκοντα κᾀν τοῖς ἐφεξῆς οὐδὲν ἧττον εἰρήσεται. τέλος δἐπιθεῖναι σπεύδων τῷ παρόντι λόγῳ πάλιν ἐπὶ τοὔλαιον ἐπάνειμι. συμβέβηκεν γὰρ αὐτῷ καὶ ὡς τροφῇ μὲν ἴσως θερμαίνειν ἡμᾶς, ἐπειδὰν εἴσω τοῦ σώματος λαμβάνηται. δοκεῖ γάρ τισιν οὐκ ἀδοκίμοις ἰατροῖς καὶ φιλοσόφοις γίγνεσθαί τις ὥσπερ ἐκ τῶν σιτίων, οὕτω καὶ ἐξ ἐλαίου πρόσθεσις τοῦ σώματος. συμβέβηκε δὲ καὶ ὡς φαρμάκῳ μέσῳ πως εἶναι τῶν θερμαινόντων τε καὶ ψυχόντων ἡμᾶς, ὑπάρχει δαὐτῷ καὶ ὡς σκεπάσματι θερμαίνειν ἡμᾶς, καὶ γε κυριωτάτη μάλιστα εἰκὼν τῆς φύσεως αὐτοῦ τοιαύτη τις εἶναί μοι δοκεῖ. ὡς γὰρ καὶ τῶν ἀμφιεσμάτων ἕκαστον ὑφἡμῶν αὐτῶν θερμαινόμενον ἀντιθερμαίνειν ἡμᾶς πέφυκεν, οὕτω καὶ τοὔλαιον. ἀλλὥσπερ ἐκείνων οὐδὲν αὐτοῦ τοῦ θερμαίνοντος σώματος γίγνεται θερμότερον, οὕτως οὐδὲ τοὔλαιον. ὅλον δἄν σοι τὸ πρᾶγμα νοηθείη καλῶς οὐκ εἰς τὰ παρόντα μόνον, ἀλλὰ καὶ εἰς τὰ μέλλοντα σύμπαντα χρήσιμον ἐσόμενον, εἰ ἀναμνησθείης αὐτοῦ τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ποτὲ μὲν ψυχροτέρου γιγνομένου τῆς ἐν ἡμῖν θερμότητος εἰς τοσοῦτον ὡς προβλημάτων τέ τινων καὶ σκεπασμάτων δεῖσθαι πρὸς αὐτὸν, ἐνίοτε δὲ θερμοτέρου πάλιν εἰς τοσοῦτον ὡς μὴ δύνασθαι φέρειν, ἀλλὑποφεύγειν εἰς σκέπην τέ τινα καὶ σκιάν. ἔστι δὅτε οὕτως ἔχοντος συμμέτρως, ὡς μήτε τῶν θαλψόντων ἡμᾶς μήτε ψυχόντων ἐπιθυμεῖν, ἀλλἄλυπόν τε καὶ ἀναίσθητον εἶναι τὴν ὁμιλίαν αὐτοῦ. τὴν μὲν δὴ τρίτην κρᾶσιν τήνδε τὴν νῦν εἰρημένην σύμμετρον καλῶ καὶ μέσην εἶναι τῶν ἄλλων φημὶ καὶ μήτε θερμαίνουσαν ἡμῶν τὸ σῶμα μήτε ψύχουσαν· τῶν δἄλλων δυοῖν τὴν μὲν θερμαίνειν ἡμᾶς, τὴν δὲ ψύχειν. ἐοικέναι δέ φημι τῇ μέσῃ τε καὶ συμμέτρῳ κράσει τοῦ περιέχοντος ἡμᾶς ἀέρος τήν τἐκ τῶν ἀφιεσμάτων καὶ τὴν ἐξ ἐλαίου γινομένην θερμασίαν. εἰ δὲ μηδοὕτω σαφές ἐστιν βούλομαι δηλοῦν, ἐκείνως ἄν σε μᾶλλον οἶμαι συνήσειν. δύο μοι νόησον ἀνθρώπους ὁμοίως μὲν κεκραμένους τὸ σῶμα, ψαύοντας δἀλλήλων τοῖς στέρνοις τε καὶ τῇ γαστρὶ μόνοις, καὶ ταῖς χερσὶ καὶ τοῖς σκέλεσιν. εἰ μὲν δὴ τὴν αὐτὴν ἔχοι τοῖς δύο τούτοις ἀνθρώποις περιέχων αὐτοὺς ἀὴρ κρᾶσιν, ὡς εἶναι τὴν ἐν τοῖς τρισὶ σώμασιν ἴσην θερμασίαν, οὐδὲν ἂν ὑποὐδενὸς οὕτω γε θερμαίνεσθαι λέγοιτο. τὰ γὰρ ὅμοια πάντη σώματα πρὸς ἀλλήλων οὐδεμίαν ἀλλοίωσιν ἴσχει. ψυχροῦ δὄντος τοῦ περιέχοντος ἀλλήλους ἂν οἱ ἄνθρωποι θερμαίνειν λέγοιντο, καίτοι γε οὐ θερμαίνοντες, ἀλλεἴργοντες τὸ ψυχρόν. εἰθικότες οὖν οἱ πολλοὶ καταχρῆσθαι τοῖς ὀνόμασιν, τὸ κωλυτικὸν τοῦ ψύχεσθαι θερμαῖνον ὀνομάζουσιν οὐκ ὀρθῶς. ὀνομάζειν μὲν οὖν αὐτοῖς συγχωρητέον ὡς ἂν ἐθέλωσιν, ταὐτὸν δὲ σημαίνειν ἐκ τοῦ θερμαίνειν ῥήματος ἐν ἑκατέρᾳ τῇ ῥήσει κατοὐδένα τρόπον ἔτι συγχωρητέον. οὐ γὰρ δὴ ταὐτόν γέ ἐστιν ἐξ αὑτοῦ τινι παρέχειν θερμασίαν, κωλύειν τὸ ψυχρόν. οὕτω δή τούτων ἐχόντων, ὅσα περ ἂν ἡμῖν ἔξωθεν προσπίπτοντα τὴν αὐτὴν ἔχῃ τῷ σώματι θερμασίαν, εἴτε ἐξ ἑαυτῶν εἴτε παρἄλλων εἴτε καὶ ἐξ ἡμῶν αὐτῶν εἰληφότα, ταῦτα κατὰ μὲν τὸν ἀκριβῆ λόγον οὔτε θερμαίνειν ἡμᾶς οὔτε ψύχειν λεκτέον· εἰ δὲ καταχρῆσθαί τις βούλοιτο συγχωρητέον, ἀναμιμνήσκοντα μόνον ἐν τῇ ῥήσει τὴν διαφορὰν τῶν σημαινομένων. ἄλλως μὲν γὰρ θερμότερος ἀὴρ θερμαίνειν ἡμᾶς λέγεται, κατἄλλον δὲ τρόπον σύμμετρος. ἀνάλογον δἔχει τῷ μὲν θερμοτέρῳ πύρεθρόν τε καὶ νᾶπυ καὶ  πέπερι, τῷ συμμέτρῳ δὲ πιμελή τε καὶ ἔλαιον. ἐνεργείᾳ μὲν γὰρ οἱ ἀέρες θερμοὶ, δυνάμει δὲ τὰ φάρμακα. τὸν μὲν γὰρ ἀέρα θερμὸν οὐχ ἡμεῖς αὐτοὶ ποιοῦμεν, ἀλλὅτι τοιούτῳ πλησιάζομεν. τὰ φάρμακα δὲ, ὡς κᾀν τῷ τρίτῳ περὶ κράσεων ἐδείκνυμεν, τὴν ἀρχὴν τῆς ἐπὶ τὸ θερμαίνεσθαι μεταβολῆς ἐξ ἡμῶν λαμβάνοντα, τὰ μὲν εἰς ἶσον ἡμᾶς ἀντιθερμαίνειν πέφυκεν, τὰ δὲ μᾶλλον, τὰ δἧττον. ἐκ δὴ τῶν ἴσων ἀντιθερμαινόντων ἔστι τὸ ἔλαιον. ὑπάρχει δαὐτῷ κᾀκ τοῦ γλίσχρῳ τε εἶναι καὶ δυσαποῤῥύτῳ καὶ τῶν πόρων ἐμφρακτικῷ κατὰ διττὸν τρόπον ἐπαύξειν, ὡς δοκεῖν τὴν θερμασίαν. ἐκ μὲν δὴ τοῦ περιπλάττεσθαι δίκην ἀμφιέσματος, προβλήματος, ἐκ δὲ τοῦ τοὺς πόρους ἐμφράττειν τὸ κωλύειν ἀποῤῥεῖν ἔνδοθεν τὸ πολὺ τῆς ἀτμώδους θερμότητος. κατὰ ταῦτοὖν οὐδὲ ξηραίνεσθαι τοῖς σώμασιν ἡμῶν ἐπιτρέπει, πλὴν εἰ θερμόν τε προσάγοιτο καὶ χρόνῳ πλείονι· καὶ ταύτην αὐτοῦ τὴν δύναμιν ἅπαντες ἄνθρωποι τῇ πείρᾳ μεμαθηκότες; οὓς ἂν ἱδρῶσαι δαψιλέστερον ἐθέλωσιν, λελουμένους, ἀλούτους, οὐ προσφέρουσιν αὐτοῖς εὐθὺς κατἀρχὰς ἔλαιον, ἀλλἐπὶ μὲν τῶν νενοσηκότων, ἐπειδὰν ἱδροῦν ὑπάρξωνται, θερμήναντες περιχέουσι. ἐπὶ δὲ τῶν νοσούντων, ἐπειδὰν αὐτάρκως ἱδρώσωσιν. ἐπὶ δὲ τῶν ὑγιαινόντων, ὅσοι μὲν ἐξ ὁδοιπορίας μακρᾶς εἰσι καὶ γυμνασίων πλειόνων, ὁπωσοῦν ἄλλως ἐξηραμμένοι τὸ σῶμα, τούτοις μὲν ἀλείφεσθαι καὶ πρὶν ἱδρῶσαι συγχωροῦσιν. ὅσοι δἠπεπτηκότες, πληθωρικὸν τὸ σῶμα ἔχοντες, τούτοις οὐδὲ λουομένοις ἐπιτρέπουσιν ἐλαίῳ χρῆσθαι.
§25 Καί μοι δοκεῖ κᾀνταῦθα μέσον τῶν ὑγραινόντων καὶ ξηραινόντων ἡμᾶς εἶναι τοὔλαιον, ὥσπερ ὀλίγον ἔμπροσθεν ἐδείχθη, τῶν θερμαινόντων καὶ ψυχόντων. ὑγραίνει μὲν γὰρ ὕδωρ, ξηραίνει δὲ δάφνινόν τε καὶ κέδρινον ἔλαιον. τό γοὖν ἔλαιον ἁπλῶς οὑτωσὶ προσαγόμενον, ἄνευ γε τοῦ προθερμανθῆναι πρὸς ἡμῶν αὐτῶν ἐξ ἐπιτεχνήσεως ψυγῆναι, τούτου γὰρ ἐπὶ πάντων ἀεὶ χρὴ μεμνῆσθαι, τοιαύτην φυλάττει τὴν κρᾶσιν ἡμῶν, οἵαν περ παρέλαβεν, εἶργον ὡς ἔνι μάλιστα καὶ κωλῦον κενοῦσθαι τοῦ σώματος ἁπάσας τὰς ἀτμώδεις διαπνοάς εἰ δἀνατρίβεις ἐπιπλέον ἐλαίῳ τὰ μέλη, θερμότητά τέ τινα γεννήσεις ἐκ τῆς τρίψεως ἐπίκτητον, ὠφελήσεις τε τοὺς κεκοπωμένους ἐν τῷδε, τοῦτο μὲν εἴσω τοῦ σώματος εἰς τοὺς κατὰ λεπτὸν πόρους εἰσδυομένου τοῦ λίπους ὡς μαλάττειν τὰ κατεσκληρυμμένα, τοῦτο δὲ τῇ θερμότητι διαφοροῦντος, ὅτι δριμὺ καὶ λεπτὸν ὑγρὸν ἐν τοῖς κόποις ἐκ συντήξεως γεννηθὲν ὑπὸ τοῦ δέρματος ἐστέγετο. φαίνονται γὰρ κᾀκτὸς ἀποῤῥέοντες ἱδρῶντες τοῖς γυμναζομένοις, φαίνονται δοὐκ ὀλίγα κᾀντὸς εἰς τὴν γαστέρα συῤῥέοντα περιττώματα καὶ οἷον συντήγματα. λογίζεσθαι δἐκ τούτων χρὴ, κᾂν μή φαίνηται, καταλείπεσθαί τινα καὶ καθὅλον τὸ σῶμα πολλὰ τοιαῦτα κενώσεως δεόμενα. διττὴ γὰρ ἐν τοῖς κόποις γίγνεται διάθεσις, ὡς ἐν ἑτέροις ἐπιδέδεικται, ξηραινομένων μὲν τῶν ὁμοιομερῶν τοῦ ζώου μορίων, ὑγραινομένων δὲ τῶν κενῶν χωρῶν, οὐ χρηστῇ καὶ κατὰ φύσιν ὑγρότητι, πληθώρα γὰρ ἦν, ἀλλὰ λεπτῇ καὶ δριμείᾳ καὶ δακνώδει· καὶ διὰ τοῦτο καὶ τῶν ἰωμένων δέονται διττῶν, τῶν τε τὴν ξηρότητα τεγγόντων καὶ τῶν τὴν δριμεῖαν ὑγρότητα κενούντων. καὶ διὰ τοῦτο πρὸς ἄμφω ταῦτα τὰ διὰ τῶν γλυκέων ὑδάτων λουτρὰ χρησιμώτατα τετύχηκεν ὄντα, τῇ μὲν ὑγρότητι τὴν ξηρότητα τῶν ὀργάνων ἐπανορθούμενα, τῇ δαὖ θερμότητι τὸ λεπτὸν καὶ διαφοροῦντα. καὶ εἴ γε παραμένειν τοῖς σώμασιν ἐδύνατο καὶ μὴ ῥᾳδίως ἀποῤῥεῖν τὸ ὕδωρ, αὔταρκες ἂν ὑπῆρχε μόνον. ἐπεὶ δὲ τό τε περιχεόμενον ἔξωθεν ἀποῤῥεῖ ῥᾳδίως, τό τεἰς τοὺς πόρους τοῦ σώματος εἰσδυόμενον ἐκρεῖ λαβὴν οὐδεμίαν ἔχον, εἰς τοῦταὐτὸ χρησίμως ἔλαιον μίγνυται, καὶ μᾶλλόν γε ἢν ἐπιπλέον ἐξ ἀμφοῖν ἀνατρίψηταί τις, ὅπερ ὠνόμαζον οἱ παλαιοὶ χυτλοῦσθαι, καὶ ἀντετίθεσάν γε αὐτῷ τὸ ξηραλειφεῖν. ἔστι μὲν καὶ τοῦτό πως αὐτὸ καθαὑτὸ κόπων ἰατικὸν, ἀλλἀπολείπεται πάμπολυ τοῦ χυτλώσασθαι. τά τε γὰρ ἄλλα, κᾀπειδὰν ἀνακόπτηται καὶ ἀνατρίβηται μετἐλαίου τὸ ὕδωρ, δύσλυτον ἱκανῶς ἔχει τὴν μίξιν, ὥσθὅσοις ἂν ἐπαλείφηταί τε καὶ περιπλάττηται σώμασι τὸ ἔλαιον, ἀναγκάζεσθαι τούτοις ἐπιπλέον ὁμιλεῖν καὶ τὸ ὕδωρ. ἔστι τοίνυν κᾀνταῦθα ὥσπερ τις ὕλη τῶν ὑγραινόντων τε καὶ ξηραινόντων τὸ ἔλαιον, ὡς ἔμπροσθεν ἐδείχθη, τῶν θερμαινόντων τε καὶ ψυχόντων. ἄν τε γὰρ ξηραίνοντι μιχθῇ, ξηραῖνον τὸ σύμπαν ἀπετέλεσεν, ἄν θὑγραίνοντι, καὶ τοῦθὑγραῖνον εἰργάσατο καὶ πολλάκις καὶ μᾶλλον ὑγραῖνον ἀπετελέσθη τὸ μικτὸν ἐξ ἀμφοῖν αὐτοῦ τοῦ πρώτως ὑγραίνοντος, ὥσπερ ἐφὕδατος ἔχει. τοῦτο γὰρ ὑγραίνει μὲν πρώτως, ἀλλὰ τὸ μὴ παραμένειν ἐπιπλέον ὀλιγοχρόνιον ἴσχον τὴν ἐνέργειαν ἀσθενῶς ὠφελεῖ. δεσμὸς οὖν αὐτῷ τοὔλαιον γιγνόμενον, ἀναγκάζον γε τοῖς χρῄζουσιν τῆς ἀπαὐτοῦ βοηθείας ἐπιπλεῖστον ὁμιλεῖν, ἄριστον ἰαμάτων πάντων ἀπετελέσθη τοῖς ἐξηραμμένοις τε αὐχμώδεσι σώμασιν. οὕτω δὲ κᾂν ξηραῖνον ἐλαίῳ μίξῃς φάρμακον, οἷον χαλκῖτιν, πύρεθρον, κηκίδα, στρούθιον, ξηραῖνον ἔσται τὸ μικτὸν ἐξ ἀμφοῖν. ἅπασιν οὖν ὑπηρετοῦν τοῖς ἑαυτῷ μιγνυμένοις τὸ ἔλαιον, εὐλόγως οἷον ὕλη τις ἁπάντων ἐστί. τὴν μὲν οὖν οἰκείαν αὐτῶν ἐνέργειαν ἐξ ἀνάγκης μειοῦν, οὐ μὴν τήν γε ὠφέλειαν, ἀλλἔστιν ὅτε καὶ προσαυξάνον. οὐ γὰρ δὴ ταὐτόν γἐστὶν, εἰ καὶ δόξει τισὶν ἐνέργειάν τέ τινος αὐξῆσαι καὶ ὠφέλειαν. μὲν γὰρ ἐνέργεια κατὰ τὴν οἰκείαν ἑκάστου δύναμιν, δὠφέλεια  καὶ κατὰ συμβεβηκὸς ἐνίοτε. λεχθήσεται μὲν οὖν ἐπιπλέον ἐν τοῖς ἑξῆς ὑπὲρ τῆς κατὰ συμβεβηκὸς ὠφελείας. εἰρήσεται δὲ καὶ νῦν εἰς τοσοῦτον, εἰς ὅσον δεῖ τοῖς παροῦσιν. ἐλαίῳ γὰρ ἀνακοπτόμενον ὕδωρ, ὡς τὸ καλούμενον ὑδρέλαιον ἐργάσασθαι, τοῖς κεκοπωμένοις ἀρήγει μᾶλλον εἰ μόνον ὑπῆρχεν, οὐ τῷ τὴν οἰκείαν ἐπιτείνεσθαι δύναμιν, ἀλλὰ τὸ περιμένειν ἐπιπολὺ τοῖς δεομένοις.
§26–27
§26 Ὅτι δεἰ μὴ μέσον εἴη τῇ κράσει τὸ ξυνδοῦν, τὰ πρώτως βοηθοῦντα τοῖς δεομένοις ἐναντιώσεται πολλάκις αὐτῶν ταῖς ἐνεργείαις, ἐξ αὐτῆς γε τῆς τῶν φαρμάκων φύσεως ἔνεστί σοι καθόλου διδαχθῆναι κᾀκ τῶν τῆς κατεἶδος τῶν φαρμάκων ἱστορίας. ἀπὸ μὲν τῆς τοῦ καθόλου, διότι τὸ μιγνύμενον ἂν ἐπὶ τοὐναντίον ἀπάγῃ τὴν δύναμιν τοῦ κραθέντος αὐτῷ φαρμάκου, δύναταί ποτε καὶ νικῆσαι καὶ τελέως εἰς ἕτερον εἶδος μεταστῆσαι τὸ μικτὸν ἐξ ἀμφοῖν. οὐδεμίαν γὰρ οὔτε ἰδέαν ἐπίσημον οὔτε δύναμιν ἐμφαίνεσθαι χρὴ τοῦ λόγον ὕλης ἔχοντος ἐν τῇ μίξει. κατὰ δὲ τὴν ἀπὸ τῶν ἐν μέρει πεῖραν ᾧδἂν μάθοις ὡς οὐ χρὴ τὸ λόγον ὕλης ἔχον οὔτε θερμαίνειν οὔτε ψύχειν οὔτε ξηραίνειν οὔθὑγραίνειν, εἰ πρῶτον μὲν ἀναμνησθείης ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα ἐπὶ πίττης ὑγρᾶς καὶ ῥητίνης καὶ σμύρνης, ἀσφάλτου τε καὶ κεδρίνου καὶ δαφνίνου καὶ τῶν ἄλλων ὅσα θερμαίνει. ταῦτα γὰρ ἅπαντα μεθὕδατος ἀνατριβόμενα παραπλησίως ἐλαίῳ θερμαίνει μᾶλλον ψύχει καὶ ξηραίνει μᾶλλον ὑγραίνει, διὸ καὶ τὰς κοπώδεις αἰσθήσεις οὐ πάνυ τι λύειν πέφυκεν. οὔτε γὰρ τῆς αὐτῆς ἐστιν ὕδατι δυνάμεως, ὡς συνεργάζεσθαί τι μᾶλλον ἀντιπράττειν, οὔτε τῆς μέσης τῶν ἄκρων, ἵνὡς ὕλη τις ὑπηρετῇ τῷ πρώτως ἐνεργοῦντι. ξηραίνει γὰρ καὶ θερμαίνει μᾶλλον, οὐχ ὑγραίνει, καὶ ψύχει καθάπερ ὕδωρ. εἰ δέ τινι τῶν ἰσχυρῶς ξηραινόντων τε καὶ θερμαινόντων ἀναμίξαις ὕδωρ, οὐ μόνον οὐδὲν ὧν πέφυκε δρᾷν ὄψει γιγνόμενον, ἀλλὰ καὶ τελέως ἀμαυρούμενον ὡς εἰ μηδὲ τὴν ἀρχὴν ἐμέμικτο. χαλκῖτις οὖν καὶ σανδαράχη καὶ μίσυ καὶ τἄλλὅσα θερμαίνει τε σφοδρῶς ἡμᾶς καὶ ξηραίνει, φυλάττει τὴν ἑαυτῶν ἔτι δύναμιν ἰσχυρὰν ὕδατι μιχθέντα. πανταχόθεν οὖν δῆλον ὡς μέσον εἶναι χρὴ τὴν κρᾶσιν ὅτί περ ἂν ἑκατέροις τοῖς ἄκροις ὑπηρετήσειν μέλλῃ, καθάπερ ὕλη τις, ὥσπερ καὶ τοὔλαιον ἐν τῇδε τῇ χώρᾳ τιθεὶς οὐκ ἂν ἁμάρτοις. ὁμολογήσει γὰρ ἅπαντά σοι τὰ κατὰ μέρος ἔργα καὶ μέμψῃ τοῦ μήκους τῶν λόγον οὐχ ἡμᾶς, ἀλλὅσοι τὴν ὀρθὴν ὁδὸν ὑπερβαίνοντες ἐπὶ μοχθηρᾶς τε καὶ μακρᾶς ἐκτρέπονται. διὸ καὶ τοῦτον ἠναγκάσθην ἐγὼ μηκῦναι τὸν λόγον, ἐπεὶ τό γἀληθὲς αὐτὸ ταχίστην ἔχει τὴν εὕρεσιν, ὡς ἂν ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων ὁρμώμενον. οὐ μὴν οὐδεἰς τοσοῦτον ἐμήκυνα τὸν λόγον εἰς ὅσον ἐγχωρεῖ τῷ καὶ πάντα τὰ κακῶς ὑπαὐτῶν εἰρημένα γράψαι προῃρημένῳ καὶ τὰς αἰτίας τῶν σφαλμάτων ἐκδιδάξαι. καίτοι γε τὰς αἰτίας εἰπεῖν ἴσως ἀναγκαῖόν ἐστιν ὑπὲρ τοῦ φυλάττεσθαί τε τοὺς ἐξ αὐτῶν παραλογισμοὺς ἐν ἁπάσῃ τῇ κρίσει τῶν κατὰ μέρος φαρμάκων ἔχεσθαί τε τῆς ἀληθοῦς διδασκαλίας ἐπιστημονικώτερον. αὐξάνονται γὰρ ἡμῖν αἱ περὶ τῶν πραγμάτων πίστεις, ὅταν μὴ μόνον αὐτὸ γιγνώσκωμεν τἀληθὲς, ἀλλὰ καὶ τῶν παραλογισμῶν ἁπάντων τὰς αἰτίας ἐκμάθωμεν. τοῦτο μὲν οὖν ἐν τοῖς ἑξῆς ἐργασόμεθα.
§27 Νυνὶ δὲ περὶ ῥοδίνου βραχέα προσθεὶς ἐπὶ τοῖς κατἀρχὰς εἰρημένοις ἐν τῷδε καταπαύσω τὸν λόγον. εἴρηται μὲν οὖν ὡς οὔτὀσμαῖς οὔτε χρόαις οὔτἄλλῳ τινὶ τῶν συμβεβηκότων εὔλογόν ἐστι προσέχειν τὸν νοῦν ἐν ταῖς τῶν δυνάμεων ἐξετάσεσιν, ἀλλὰ τοῖς ἐναργῶς φαινομένοις ἐπί τε τῶν ὑγιαινόντων καὶ νοσούντων σωμάτων. ἀποδέδεικται δὲ καὶ ὡς τοὔλαιον, ὅταν ἄναλον καὶ καθαρὸν ἀκριβῶς, ἐκ τῆς μέσης ὕλης ἐστίν. ὥστε καὶ τὸ ῥόδινον χρὴ τὸ ἀκριβὲς καὶ ἁπλοῦν καὶ ὄντως ῥόδινον ἐξ ἐλαίου τε τούτου κατεσκευάσθαι καὶ μηδὲν ἐν ἑαυτῷ φαρμακωδέστερον ἔχειν, ὥσπερ εἰώθασιν οἱ μυρεψοὶ σκευάζειν, ὑπὲρ τοῦ μόνιμόν τε καὶ εὐωδέστερον γενέσθαι προστύφοντες ἀρώμασι τοὔλαιον πρὶν ἐμβαλεῖν τὰ ῥόδα. κάλλιον δὲ ἴσως ἐστὶ καὶ τοῖς ὀνόμασιν διαστέλλειν αὐτὰ, καθότι καὶ τοὺς παλαιοὺς οἶδα ποιοῦντας. ἔλαιον μὲν γὰρ ῥόδινον ὀνομάζουσιν τὸ χωρὶς τῶν ἀρωμάτων σκευασθέν. ὅτῳ δἐπεμβέβληταί τι καὶ τούτων, οὐκ ἔλαιον ἔτι τὸ τοιοῦτον, ἀλλὰ μύρον ἤδη προσαγορεύουσιν. ὥστε ἐπειδὴ τὸ μὲν ἔλαιον οἷον ὕλη τίς ἐστιν τῶν θερμαινόντων τε καὶ ψυχόντων φαρμάκων ἐκ τῆς μέσης κράσεως ὑπάρχον, ἐξ ἐλαίου δὲ καὶ ῥόδων χυλῶν σύγκειται τὸ ῥόδινον, ἔστι δήπου καὶ αὐτὸ τοιοῦτον τὴν κρᾶσιν οἷός περ καὶ τῶν ῥόδων χυλός. ἔστι δὲ δήπου ῥᾷστον οὐ ῥόδων χυλοῦ μόνον αὐτοῦ καθἑαυτὸν, ἀλλὰ καὶ συνθέντας ἔλαιον ῥόδινον ἐπί τε τῶν ὑγιαινόντων καὶ νοσούντων, ὡς ἤδη πολλάκις εἴρηται, τὴν βάσανον αὐτοῦ ποιήσασθαι τῆς δυνάμεως. εὑρήσεις οὖν ἐμψυχομένους μὲν ὑπαὐτοῦ τοὺς ἔτι κεκαυμένους καὶ παραχρῆμά τινος ὠφελείας αἰσθανομένους, βλαπτομένους δἐναργῶς ἅπαντας τοὺς ἐψυγμένους, ὥστε σε σαφῶς ἑκατέρωθεν συνιέναι τῆς δυνάμεως αὐτοῦ ψυχούσης μᾶλλον θερμαινούσης. οὐ μὴν ἰσχυρά γε ἀπὸ ῥοδίνου φαίνεταί σοι ψύξις, ἀλλἐγγυτάτω πως εἶναι δόξει τῆς μέσης κράσεως. ὀνομάζω δὲ τὰ τοιαῦτα φάρμακα σαφοῦς ἕνεκα διδασκαλίας ἐκ τῆς πρώτης φύσεώς τε καὶ τάξεως τῶν ψυχόντων, ὥσπερ αὖ καὶ ὅσα βραχὺ τῆς μέσης κράσεως ἐπὶ τὸ θερμότερον ἀποκεχώρηκεν, ἐκ τῆς πρώτης ἀποστάσεώς τε καὶ τάξεως τῶν θερμαινόντων. ταυτὶ μὲν ἐν τῷ παρόντι περὶ ῥοδίνου χρὴ γινώσκειν. ἀναγκαῖον γὰρ ἔσται μοι καὶ κατὰ τὸν ἑξῆς λόγον ἔτι μνημονεῦσαί τε τοῦ φαρμάκου καὶ προσθεῖναι τὰ λείποντα ὧν εἴπομεν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up