Book 4
§1–4
§1 Ὅπως μὲν οὖν λέγεται ψυχρὸν, θερμὸν, ξηρὸν, ὑγρὸν τῇ δυνάμει φάρμακον, ᾧτινί τε τρόπῳ δεῖ δοκιμάζειν αὐτὸ, διῄρηται πρόσθεν. ἐπειδὴ δὲ καὶ μαλακτικόν τι λέγεται καὶ χαλαστικὸν, ἀραιωτικόν τε καὶ πυκνωτικὸν, ἐμπλαστικόν τε καὶ διαφορητικὸν, ἕτερά τε πάμπολλα παραπλήσια τούτοις, κάλλιον ἂν εἴη καὶ περὶ τῶν τοιούτων διελθεῖν· ἅμα δὲ αὐτοῖς, καὶ πρὸ αὐτῶν ἔτι, καὶ περὶ τῆς τῶν χυμῶν ἁπάντων οὐσίας τε ἅμα καὶ δυνάμεως, ὑπὲρ ἧς εἴρηται μὲν κᾀν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων ἐπὶ τῆς τελευτῆς, ὁπότε καὶ τὴν τοῦ Πλάτωνος ἐκ Τιμαίου παρεθέμην ῥῆσιν· ἀλλἐκεῖ μὲν, ἕνεκα τοῦ τῶν αἰσθητῶν ἀναμνῆσαι παθῶν, ὧν γλῶττα πέφυκε καθἕκαστον αὐτῶν πάσχειν, ἐνταυθοῖ δὲ περὶ τῆς οὐσίας τε καὶ δυνάμεως λόγος ἔσται μοι. πάσχει μὲν γὰρ δήπου καὶ τἄλλα τοῦ ζώου μόρια τῇ γλώττῃ παραπλησίως, οὐ μὴν ἀκριβῶς αἰσθάνεται τῶν παθῶν, δέ γε πρὸς τῷ πάσχειν ἔτι καὶ τὸ τῆς αἰσθήσεως ἀκριβὲς κεκτημένη διαγνωστικὴ τῆς φύσεως ἁπάντων τούτων ἐστίν. οὐ καὶ δὴ τότε θερμὸν, ψυχρὸν, ξηρὸν, ὑγρὸν τὴν μὲν γλῶτταν ἤτοι ψύχειν, θερμαίνειν, ξηραίνειν, ὑγραίνειν, οὐχὶ δέ γε καὶ τῶν ἄλλων ἕκαστον πέφυκεν, ἀλλὥσπερ ταύτην, οὕτω καὶ τἄλλα διατίθησί τε καὶ ἀλλοιοῖ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐν αὐτοῖς γιγνομένης τῆς διαφορᾶς, οὐ κατὰ τὸ πάσχειν, μὴ πάσχειν. ὅτι μὲν γὰρ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ θερμοῦ καὶ ψυχροῦ σώματος οὐδὲν ἧττον ἁπάντων τῶν ἄλλων τοῦ ζώου μορίων γλῶττα πέφυκεν εἶναι διαγνωστικὴ πρόδηλον παντὶ, πικρότητας δὲ καὶ γλυκύτητας, ἁλυκότητάς τε καὶ ὀξύτητας, αὐστηρότητάς τε καὶ στρυφνότητας καὶ δριμύτητας, αὕτη μόνη διακρίνειν πεπίστευται, καίτοι τήν γε ὁμοιότητα τῶν παθῶν ἐστιν εὑρεῖν κᾀν τοῖς ἄλλοις ἅπασι μέρεσιν, καὶ μάλιστα ἐν τοῖς ἡλκωμένοις. γάρ τοι τοῦ δέρματος σκληρότης καὶ πυκνότης ἀποστέγει καὶ ἀπομάχεται καὶ κωλύει διέρχεσθαι πρὸς τὴν σάρκα τὰς τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων δυνάμεις.
§2 Οὕτω γὰρ εἴρηται κᾀκεῖνο πρὸς Ἱπποκράτους, ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, καίτοι γε τῷ δέρματι πρὶν ἑλκωθῆναι δακνῶδες οὐκ ἦν. ἔστι δὲ καὶ ὀφθαλμοῖσι καὶ μυκτῆρσι καὶ ἐν τῷ στόματι μέρεσι τοῦ ζώου, δακνῶδες τὸ ψυχρόν. οὐχ ἥκιστα δὲ γαστρός τε καὶ ἐντέρων τοῖς ἔνδον, ὥστε καὶ χαλεπὸν εἶναι διακρῖναι πολλάκις εἴτε κατεψυγμένος τις, εἴτε καὶ διὰ χυμοῦ δριμύτητα δάκνοιτο, συμβαίνει δὲ ταῦτα εὐλόγως· ἐπειδὴ γὰρ τὸ ψυχρὸν, ὧν ἂν ψαύσῃ, συνάγει τε τὴν οὐσίαν αὐτῶν καὶ πυκνοῖ καὶ σφίγγει, πρῶτον μὲν ἀναγκαῖον ἐν τῷδε τὰς λεπτὰς ὑγρότητας ἐκκρίνεσθαι, καθάπερ ἐξ ὀφθαλμῶν μὲν τὸ δάκρυον, ἐκ δὲ τῶν ῥινῶν τὴν κόρυζαν, ἔπειτα δὲ καὶ δακνῶδες αὐτοῖς φαίνεται, καθἕτερον μὲν τρόπον τοῦ θερμοῦ. οὐ γὰρ τῷ διαβιβρώσκειν τὸ συνεχὲς, ἀλλὰ τῷ διασπᾷν ἀνιαρόν θἅμα καὶ δακνῶδες ὑπάρχει τὸ ψυχρὸν, ὅθεν οὐδὲ τοῖς σκληροῖς σώμασι φαίνεται τοιοῦτον. ἐν γὰρ τῷ συνάγεσθαι καὶ θλίβεσθαι τὰ μαλακὰ, τό θὑγρὸν αὐτῶν ἐκπιέζεσθαι συμβαίνει καὶ διασπᾶσθαι τὰ μόρια, τὸ μὲν ὑγρὸν ὡς ἐν τῇ συναγομένῃ τε καὶ πρὸς ἡμετέρων χειρῶν θλιβομένῃ σπογγιᾷ, τὸ διασπᾶσθαι δὲ ὡς ἐν τοῖς διαιρουμένοις καὶ διασπωμένοις, εἴτοὖν ὑφἡμῶν ἑλκόντων ταῖς χερσὶν, εἴθὑπό τινος ἑτέρου. τοιοῦτον γάρ τι καὶ τοῖς ἀραιοῖς τε καὶ μαλακοῖς σώμασιν ὑπὸ τοῦ ψυχροῦ πάσχειν ἀναγκαῖον, ὑποδεχομένης μὲν εἴσω τὴν ψύξιν τῆς ἀραιότητος ἑτοίμως, ἔτι δὲ ἑτοιμοτέρως τῶν ἐν τῷ βάθει μορίων τῶν μαλακῶν ὑπαὐτῆς πηγνυμένων. καθἕκαστον οὖν τῶν πόρων εἰσιὸν τὸ ψυχρὸν ἐν τοῖς ἀραιοῖς σώμασιν, οἷάπερ τά θἡλκωμένα πάντα ἐστὶ καὶ ὀφθαλμοὶ καὶ μυκτῆρες καὶ στόμα καὶ τὰ κατὰ τὴν γαστέρα, ἐπιλαμβάνει πάντα τῶν ψυχομένων σωμάτων τὰ μόρια καὶ τρόπον τινὰ πολλαῖς ἐν κύκλῳ λαβαῖς αὐτὰ συνάγον καὶ πιλοῦν τῶν συνεχῶν ἀποσπᾷ. χώρας οὖν ἀναγκαῖον ἐν τῷδε τῷ πάθει γίνεσθαι κενὰς οὐκ ὀλίγας, οὐ μόνον τῷ τὰς λεπτὰς ὑγρότητας ἐκκρίνεσθαι πιεζομένας, ἀλλὰ καὶ τῷ τὴν μαλακὴν οὐσίαν εἰς ἐλάττονα τόπον συνάγεσθαι. χώραν δὲ κενὴν ἐν συνεχέσι σώμασιν οὐκ ἐγχωρεῖ συστῆναι φυλαττομένης τῆς συνεχείας. εἴπερ οὖν συνίσταται, δῆλον ὡς φθείρεται μὲν αὕτη, διασπᾶται δὲ τὸ συνεχὲς σῶμα, κᾀν τούτῳ τὸ τῆς αἰσθήσεως ἀνιαρόν τε ἅμα καὶ δακνῶδες ὑπαντᾷ πάθος, οὐ μὴν γε ποιότης ἀμφοῖν αὐτὴ, τῶν τε διὰ τὸ ψύχειν δακνόντων ἐστὶν καὶ τῶν διὰ τὸ θερμαίνειν, ἀλλἐπὶ μὲν τῶν προτέρων εὐθέως καὶ τὸ συνάγεσθαί τε καὶ σφίγγεσθαι τὴν οὐσίαν αἴσθησις ἡμῖν ἐστιν, ἐπὶ δὲ τῶν δευτέρων τοῦ διαλύεσθαί τε καὶ χεῖσθαι. καὶ δὴ καὶ τὸ τάχος οὐχ ὅμοιον ἐπἀμφοτέρων τῶν παθῶν, ἀλλἐπὶ μὲν τῶν ψυχόντων βραδύνει πως μᾶλλον δῆξις, ἐπὶ δὲ τῶν θερμαινόντων ὠκύτατα διεξέρχεται. ὁπότοὖν αὐτάρκως ἤδη διώρισται καὶ τῇ φύσει τῶν πραγμάτων αὐτῇ καὶ τῇ πρὸς ἡμᾶς αἰσθήσει, καὶ λέλεκται σαφῶς  ὅπως μὲν τὸ θερμὸν, ὅπως δὲ τὸ ψυχρὸν δακνῶδες φαίνεται. χρὴ μὲν δήπου καὶ λογίζεσθαί τινα καὶ πρὶν ἀκοῦσαι παρἡμῶν, ὡς τῶν δακνόντων φαρμάκων τὰ μὲν θερμὰ ταῖς δυνάμεσιν ἀναγκαῖον εἶναι, τὰ δὲ ψυχρά. καὶ παρἡμῶν δὲ ἐπιμαθεῖν ἐστι τοὺς διορισμοὺς αὐτῶν ἀκριβῶς, ἀναμνησθέντας πρότερον ὡς καὶ τὸ πόμα καὶ τὸ βαλανεῖον, ὅταν εὐκράτως ἔχῃ, θερμὰ λέγομεν, ἐνίοτε καταχρώμενοι τῇ προσηγορίᾳ. εὔκρατα γὰρ ἐχρῆν αὐτὰ λέγεσθαι καὶ σύμμετρα μᾶλλον θερμά. τὰ μὲν οὖν οὕτω θερμὰ προσηνῆ τἐστὶ καὶ φίλια. διαχεῖται γὰρ ἡμῶν τὸ συνεστός τε καὶ πεπηγὸς ἐν τοῖς σώμασιν, ἐν μάλιστα πάθει τὸ ἥδεσθαι τοῖς ζώοις ἐστίν· χρονίζοντα δὲ καὶ ταῦτα κατὀλίγον ἀνιαρὰ γίνονται. μεταπίπτει γὰρ εἰς ἀμετρίαν οὕτω γε χύσεως ὡς καὶ διαφορεῖσθαι καὶ διαλύεσθαι καὶ σκεδάννυσθαι τὴν οὐσίαν ἡμῶν. ἀλλὰ κᾀν τούτῳ χωρὶς τοῦ δάκνειν ἀνιᾷ, λειποψυχίαν τε ἐμποιοῦντα καὶ κατάπτωσιν δυνάμεως, ὥστε καὶ τὸν θάνατον ἕπεσθαι. τὰ δἔτι μᾶλλον τῶνδε θερμὰ τέμνει καὶ διαιρεῖ καὶ διίστησι τὴν οὐσίαν, ὥστἐξ ἀνάγκης δακνώδη φαίνεσθαι, καθάπερ καὶ τὸ ζέον ὕδωρ καὶ τὸ πῦρ αὐτό. καὶ τῶν ψυχρῶν δὲ κατὰ τὸν αὐτὸν τρόπον ὅσα μὲν συνάγει, οὔπω δὲ διασπᾷ τὸ συνεχὲς τοῦ πλησιάζοντος σώματος, ψυχρὰ μόνον ἐστὶν, οὐ μὴν ἤδη γέ πως δακνώδη. τὰ δὲ πρὸς τῷ συνάγειν διασπῶντα, βιαίως δὲ δηλονότι πάντα τὰ τοιαῦτα κέχρηται τῇ πιλήσει, δακνώδη φαντάζεται. τὸ μὲν οὖν συνάγειν τε καὶ πηγνύειν τὴν ὑποβεβλημένην ὕλην ἴδιον ἀεὶ τοῦ ψυχροῦ· τὸ δὲ διαχεῖν τε καὶ τήκειν τοῦ θερμοῦ, κοινὸν δἀμφοῖν ἀμετρότερα αὐξηθέντων τὸ δάκνειν. ὅσα μὲν οὖν ἀκριβῶς ἐστι ψυχρὰ καὶ θερμὰ, πρὸς τοῖς ἄλλοις ἅπασιν οἷς ἔμπροσθεν εἴπομεν ἀραιοῖς τε καὶ μαλακοῖς μέλεσιν, ἤδη καὶ τοῦ δέρματος ἡμῶν ἅπτεται. μέμνημαι δἐγώ ποτε διὰ χιόνος ὁδοιπορήσας οὕτω πολλῆς, ὡς μηδὲν τῆς γῆς φαίνεσθαι γυμνόν· ἦν δὲ καθαρὸς ἀὴρ ἀκριβῶς φαινόμενος καί τι πνεῦμα τῆς χιόνος ἀπέπνει, ψυχρότατον οὕτως, ὡς οὐ τοὺς ὀφθαλμοὺς μόνους δάκνειν καὶ τοὺς μυκτῆρας, ἀλλὰ καὶ τὸ πρόσωπον ὅλον. εἰ δὲ καὶ χεῖρά τις ἔξω προὔβαλε, καὶ ταύτης ὁμοίως ἁπτόμενον. ὅσα δἀπολείπεται τῆς ἄκρας ψύξεως θερμότητος, οὐ δάκνει τὸ δέρμα, τὰ μὲν ψύχοντα μήτε διασπᾶσθαί τι τῆς συνεχείας αὐτοῦ δυνάμενα διὰ τὴν σκληρότητα, μήτεἰς τὸ βάθος ἐνδῦναι φθάνοντα τῇ πυκνώσει τῆς ἐπιφανείας· τὰ δὲ θερμαίνοντα τῷ τε μὴ διαβιβρώσκειν, ἀλλὰ διαχεῖν μόνον, τῷ τε διεξέρχεσθαι τοὺς πόρους ἐνίοτε ἑτοίμως. μέγιστον δεἰς τὰ τοιαῦτα παθήματα συμβάλλεται τὸ τῆς οὐσίας τῶν φαρμάκων ἤτοι παχυμερὲς λεπτομερές. ἐπὶ μὲν γὰρ τῶν ψυχόντων τὰ λεπτομερῆ μᾶλλον ἐξικνεῖται πρὸς τὸ βάθος, καὶ διὰ τοῦτο δάκνει σφοδρότερον· ἐπὶ δὲ τῶν θερμαινόντων τὰ παχυμερῆ μᾶλλον ἑλκοῖ καὶ διὰ τοῦτο ἀνιᾷ βιαιότερον. λεπτομερέστερον μὲν οὖν ἀὴρ, παχυμερέστερον δὲ γῆ, μεταξὺ δἀμφοῖν τὸ ὕδωρ. ἀλλἀὴρ μὲν ἐκπυρωθεὶς φλὸξ γίγνεται, γῆ δὲ ἄνθραξ, τὸ δὕδωρ δέχεται μὲν ἰσχυρὰν θερμασίαν, ἀλλοὔτε φλὸξ οὔτἄνθραξ γίνεται, διὰ τὴν σύμφυτον ὑγρότητα. φλὸξ μὲν γὰρ καὶ ἄνθραξ εἴδη πυρός. ἅπαν δὲ πῦρ ἐστιν θερμὸν καὶ ξηρὸν, οὐκ ἐγχωρεῖ δὲ τῷ ὕδατι γενέσθαι ξηρῷ καὶ διὰ τοῦτο, οὐ δέχεται τὴν τοῦ πυρὸς ἀκριβῶς ποιότητα, καθάπερ γῆ τε καὶ ἀήρ· φάρμακον μὲν οὖν οὐδὲν οὕτω θερμόν ἐστιν ὡς φλὸξ ἄνθραξ ζέον ὕδωρ, ἀλλὰ κᾂν θερμότατον , πάντως ποῦ γοῦν τούτων ἀπολείπεται πάμπολυ. μέχρι μέντοι τοῦ καίειν θερμότης αὐτῶν προέρχεται, ὅταν ἐν οὐσίᾳ περιέχηται παχυμερεῖ. τὰ δἐν ταῖς λεπτομερέσιν ἐνίοτε μὲν οὐδὲ δάκνει τὴν ἀρχὴν, ἀλλὰ θερμαίνει μόνον. ἔστι δὅτε δακνῶδες μέν ἐστιν, οὐ μὴν ἤδη καὶ καίει.
§3 Μεμνῆσθαι δὲ χρὴ τῆς ἐννοίας τῶν λεπτομερῶν τε καὶ παχυμερῶν, ὡς τὰ μὲν εἰς λεπτὰ μόρια ταχέως διαλυόμενα λεπτομερῆ προσαγορεύομεν, ὅσα δοὐ δύναται πάσχειν τοῦτο, παχυμερῆ. τὸ μὲν οὖν διαλῦον αὐτὰ τὸ κατὰ τὸ σῶμα τοῦ ζώου θερμόν ἐστιν, ὥσπερ ἂν ἑκάστοτε τύχῃ προσφερόμενα· τὸ δεἰς λεπτὰ καὶ παχέα μόρια θραύεσθαι παρὰ τῆς ἑαυτῶν ἔχει φύσεως, ὥστε καὶ τῶν ψυχόντων φαρμάκων ὅσα μέν ἐστι παχυμερῆ δάκνειν οὐ δύναται, μὴ φθάνοντά γε διαδύεσθαι τὴν ἔξωθεν τοῦ δέρματος ἐπιφάνειαν. ὅσα δὲ λεπτομερῆ καὶ διαδύεται ῥᾳδίως καὶ πρὸς τὸ βάθος ἐξικνεῖται καὶ δάκνει τὰ μαλακὰ τοῦ ζώου μόρια, μᾶλλον δἔτι δάκνει τὰ λεπτομερῆ τε ἅμα καὶ ταῖς κράσεσιν ἀνώμαλα. δέδεικται δἐν τοῖς πρόσθεν ὡς σχεδὸν ἅπαντά ἐστιν ἀνώμαλα. γὰρ ἀδύνατον, πάνυ χαλεπὸν ἐξευρεῖν οὐσίαν ἡντιναοῦν ἀκριβῶς ὁμοιομερῆ. τὸν γοῦν οἶνον ἐλέγομεν ἓν μὲν ἔχειν ἐν αὑτῷ περίττωμα παχυμερὲς, ἐξ οὗ τῷ χρόνῳ διακρινομένου τε καὶ καταφερομένου συνίστασθαι τὴν τρύγα. ἕτερον δ’, ὅπερ ἄνθος ὀνομάζεται, κατὰ μὲν τὸν τῆς ζέσεως χρόνον πολάζον, ὕστερον δεἰς τὴν τρύγα καταφερόμενον. ἄλλο δὲ τρίτον ὑδατῶδες, ἀναμεμιγμένον ἅπαντι τῷ οἴνῳ, οὗ καὶ τὴν ζέσιν εἶναι πρῶτον καὶ μάλιστα. τέταρτον δἐπὶ τούτοις ἐστὶν αὐτὸς ὄντως οἶνος. δέδεικται δὡς καὶ κατὰ τοὔλαιον καὶ τὸ γάλα καὶ τοὺς ἄλλους ἅπαντας χυλοὺς ὁμοία φύσις ἐστὶ περιττωμάτων, ἔτι δὲ μᾶλλον ἒν ὅλοις τοῖς μεταλλευομένοις ἅπασιν. ὧν ἀναμνησθέντας χρὴ νῦν ἐπισκέψασθαι περὶ τῶν φαρμάκων ἁπάντων, καὶ πρῶτον μὲν φυλάξασθαι παθεῖν ὅπερ οἱ πλεῖστοι τῶν τὰ τοιαῦτα ζητησάντων  ἔπαθον. ὡς γὰρ ὁμοιομερῶν ἁπάντων ὄντων, οὕτω ποιοῦνται τὸν λόγον, οὐ συγχωροῦντες οὔτε τὸν οἶνον οὔτε τοὔλαιον οὔτε τῶν ἄλλων οὐδὲν ἐκ διαφερόντων ταῖς δυνάμεσι συγκεῖσθαι μορίων, ἔτι δὲ τούτων μᾶλλον ἐπὶ ὄξους θαυμάζουσιν εἰ τολμῶμεν αὐτὸ λέγειν, ἀπολωλεκέναι μὲν τὴν ἔμφυτον τοῦ οἴνου θερμότητα, τὴν δἐκ σήψεως ἔχειν, ὅπερ δὴ καὶ Ἀριστοτέλει καὶ Θεοφράστῳ δοκεῖ. τὰ μὲν γὰρ οἰνώδη μόρια τοῦ οἴνου κατὰ τὴν εἰς ὄξος μεταβολὴν ἀποψύχεται, τὸ δὑδατῶδες περίττωμα σηπόμενον ἐπίκτητόν τινα ἴσχει θερμότητα, ὥσπερ καὶ τἄλλα πάντα τὰ σαπέντα. καὶ γίγνεται σύνθετόν τι τὸ ὄξος ἐξ ἐναντιωτάτων ταῖς δυνάμεσι μορίων, τῶν μὲν ἀπεψυγμένων, τῶν δὲ θερμῶν, ὥσπερ αἱ τῶν καυθέντων ξύλων τέφραι πᾶσαι. καὶ γὰρ ἐν ἐκείναις τὸ μὲν οἷον ἐμπύρευμα κατὰ μικρὰ μόρια παρέσπαρται, καὶ τοῦτο μὲν ἱκανῶς ἐστι θερμὸν, τὸ δἄλλο πᾶν γεῶδές τε καὶ ψυχρόν. καὶ διὰ τοῦτο ἐπειδὰν ὕδατι βραχεῖσα τέφρα διὰ τινῶν σωμάτων ἀραιῶν συμμέτρως ἠθεῖται, συναποφέρεται μὲν ἐν τῷδε τὰ θερμὰ καὶ δριμέα μόρια, τὸ δὑπόλοιπον οὐκέτι θερμόν ἐστιν, ἐναποθέμενον τῷ ὕδατι τὰ πυρώδη μόρια. καλοῦσι δὲ τὸ τοιοῦτον ὕδωρ οἱ ἄνθρωποι κονίαν, ἀνάλογον τῇ θαλάττῃ καὶ ἅλμῃ, διαθέσεως καὶ γενέσεως ἕνεκα καὶ δυνάμεως. ἐκεῖνα μὲν γὰρ ἐξ ὕδατος καὶ ἁλῶν σύγκειται, τὸ δὲ περιπλῦνον ὕδωρ τὴν τέφραν σύνθετον ἐξ αὐτοῦ καὶ ὧν ἐπηνέγκατο μορίων γενόμενον οὕτως ἀπειργάσατο τὴν ὀνομαζομένην κονίαν, ἣν εἰ μὴ φθάνοντες ἐγινώσκομεν, ὡς ἐξ ὕδατός τε καὶ τῶν αἰθαλωδῶν μορίων τῆς τέφρας ἐγένετο, τάχἂν ὑπελαμβάνομεν ἁπλοῦν καὶ ἀσύνθετον ὑπάρχειν σῶμα. τοιοῦτον γάρ τι κᾀπὶ τοῦ ὄξους πεπόνθαμεν, οὐ δυνάμενοι διαἰσθήσεως ἰδεῖν αὐτοῦ τὴν γένεσιν, ἀπιστοῦμεν τῷ λόγῳ· ἀλλεἰ μηδὲν ἄλλο, τὴν γοῦν τῆς ὄμφακος διαφορὰν πρὸς αὐτὸ κατανοήσαντες δίκαιοι πιστεύειν ἐσόμεθα ὡς οὐκ ὀξὺς μόνον, ἀλλὰ δριμύς τις ἕτερος ἀναμέμικται χυμὸς αὐτῷ, καὶ διὰ τοῦτο τελέως τῆς ὄμφακος ἐμψύχει χυλὸς, ὥστε καὶ πρὸς καῦσον ἄκρως ἁρμόττει, κατὰ τοῦ στόματος τῆς γαστρὸς τῶν ὑποχονδρίων ὅλων ἐπιτιθέμενος, καὶ πρὸς ἅπαν τι περ ἂν ἐμψύξαι βουληθῶμεν, οὐχ ὁμοίως δὄξος. οὐ γὰρ ἀκριβῶς ἓν οὐδὀξὺ μόνον ἐστὶν, ἀλλὰ καὶ δριμύ. τὸ μὲν οὖν ὀξὺ μόνον τι περ ἂν ψυχρὸν πάντως ἐστὶν εἴτοὖν ἄπιος, εἴτε μῆλον, εἴτε ῥοῦς, εἴτε ἀπὸ τῶν βάτων καρπὸς, εἴτε ἀπὸ τῆς μορέας, εἴθ ἀπὸ τῆς ῥοιᾶς, εἴθὅστις οὖν ἄλλος καρπὸς, χυλὸς, φυτὸν, ὡς ὀξυλάπαθον καὶ ὀξαλὶς, ἣν δὴ καὶ ὀξύδα προσαγορεύουσιν. ἂν γάρ σοι γευομένῳ σφοδρὰ μὲν καὶ σαφὴς ὀξύτης ἐν αὐτῷ καταφαίνηται, μηδὲν δἐμφαίνηται δριμύτητος, πάντως τοῦτον εὑρήσεις ἐμψύχοντα τὸν χυμὸν, καὶ χρῶ θαῤῥῶν, εἴτε πρὸς καῦσον ἐθέλοις χρῆσθαι καθὑποχονδρίων ἐπιτιθεὶς, εἴτε πρὸς ἐρυσίπελας, εἴτε πρὸς ἄλλο τι πάθος θερμόν. ὡσαύτως δὲ καὶ τὰ ψυχρὰ πάντα νοσήματα βλαπτόμενα πρὸς αὐτοῦ σαφῶς εὑρήσεις. ὅταν δἐπίμηκτος ποιότης φαίνηταί σοι, μετὰ μὲν δριμύτητος καὶ ὑποτοπεῖσθαι χρὴ θερμότητα, μετὰ δὲ στύψεως ἕτερόν τι γένος ψυχρότητος. μὲν γὰρ ὀξεῖα ψυχρότης λεπτομερὴς, δὲ στύφουσα παχυμερής.
§4 Ἀλλὰ τούτων μὲν ὀλίγον ὕστερον ἐροῦμεν τὰς πίστεις. δὲ χρὴ πρότερον συμβουλεῦσαι τοῖς τὰ τοιαῦτα χωρὶς ἀλαζονείας σοφιστικῆς αὐτῆς ἕνεκεν τῆς ἀληθείας ἐπισκοπουμένοις, ἤδη μοι καιρὸς εἰπεῖν, ὡς οὐ χρὴ μόνῳ τῷ λόγῳ γεγυμνάσθαι διὧν ἀεὶ παρακελεύομαι μεθόδων λογικῶν, ἃς ἐν τοῖς περὶ τῶν ἀποδείξεων ὑπομνήμασιν εἶπον, ἀλλὰ καὶ τὴν αἴσθησιν τὴν γευστικὴν ἐπὶ τῶν χυμῶν γυμνάζειν ἐπιμελῶς, ἀρχομένους ἀπὸ τῶν ἐναργεστάτην ἐχόντων ἡντιναοῦν ποιότητα μίαν. εἰ μὲν τὴν δριμύτητα κατανοῆσαι σαφῶς ἐθέλοις, ἐπὶ σκορόδου καὶ κρομμύου καὶ τῶν ὁμοίων αὐτοῖς, ἀπογευόμενός τε συνεχῶς καὶ διαμασώμενον ἐπὶ πλεῖστον καὶ τὴν μνήμην πειρώμενον ἀκριβῶς παρατίθεσθαι τοῦ γιγνομένου πάθους τὴν αἴσθησιν· εἰ δὲ τὴν στύψιν, ἐπὶ κικίδος τε καὶ ῥοῦ καὶ τῶν ὁμοίων· εἰ δὲ τὴν πικρότητα, νίτρου καὶ χολῆς γευόμενον· εἰ δὲ τὴν γλυκύτητα, σιραίου καὶ μέλιτος, ἔτι δὲ πρὸς τούτοις εἴτοὖν ἄποιον ἐθέλοις εἴτε μέσον ἐν ποιότητι τῇ πρὸς τὴν γεῦσιν ὑπολαμβάνειν, τὸ ὕδωρ ἀξιῶ σε καὶ τούτου γευσάμενον, ἀκριβῶς ἔχειν ἐν τῇ μνήμῃ, καὶ μάλιστά γε τοῦ μηδεμίαν ὧν νῦν εἴρηκα ἐμφαίνοντος ποιότητα, μήτε γλυκύτητα μήτε δριμύτητα μήτὀξύτητα μήτε πικρότητα, καὶ πρὸς τούτοις ἔτι μήθἱκανῶς θερμοῦ μήθὑπερβαλλόντως ψυχροῦ. ἐντεῦθεν γὰρ ὁρμώμενος ἑτοιμότερον ἐπί τε τὴν τῶν ἄλλων ἁπάντων ἀμυδρῶν χυμῶν ἀφίξῃ διάγνωσιν ἐπί τε τὴν τῶν ὡς ἐγὼ μέν φημι γλυκέων, ὡς δἄλλοι τινὲς, ὑδατωδῶν, οἷος τε τῶν καλάμων ἐστὶ τῶν χλωρῶν καὶ ἀγρώστεως καὶ προσέτι πυρῶν καὶ κριθῶν καὶ ζειῶν καὶ ἄλλων πολλῶν, ὧν καὶ Θεόφραστος μέμνηται, ζητῶν εἴτεἴδη πλείονα θετέον ἐστὶν τῶν γλυκέων χυμῶν, εἴτε τῷ μᾶλλόν τε καὶ ἧττον αὐτοὺς ὑποληπτέον διαφέρειν ἀλλήλων. ἀλλὰ περὶ μὲν τούτων αὖθις διαιρήσομαι.
§5–8
§5 Ὁποίαν δἄν σοι τὸ ἀποιότατον ὕδωρ αἴσθησιν παράσχῃ, τοιαύτην ὅταν ἔν τινι τῶν ξηρῶν εὑρίσκῃς, ἔξω δηλονότι πάσης τὸ τοιοῦτον θερμότητός τε καὶ ψυχρότητος ἐπιφανοῦς ἐστι, μέσην ὡς οἷόν τε μάλιστα κατάστασιν  ἔχον, καὶ μικρόν τι ῥέπον ἐπὶ τὸ ψυχρόν. ἀλλεἴπερ οὕτως ἔχον ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ ξηρὸν εἴη τὴν σύστασιν, ἀνάγκη γεῶδες ὑπάρχειν αὐτὸ καὶ ξηραίνειν ἀδήκτως. ὀνομάζεται δὲ πρὸς τῶν ἰατρῶν ἅπαντα τὰ τοιαῦτα τῶν φαρμάκων ἐμπλαστικὰ, καθάπερ τὰ πλεῖστα τῶν ἀκριβῶς πεπλυμένων, ἄμυλος, πομφόλυξ καὶ ψιμμύθιον καὶ τίτανος καὶ καδμεία καὶ γῆ Κρητικὴ καὶ Κιμωλία καὶ χόνδρος καὶ Σάμιος ἀστὴρ καὶ τῶν γναφέων γῆ, τῶν ἐμπλαστικῶν ἐστι φαρμάκων. τινὰ δἐξ αὐτῶν οὐ γεώδη μόνον, ἀλλὰ καὶ ὑδατώδη τὴν φύσιν ἐστὶν, ἔνια δὲ καὶ ἀέρα οὐκ ὀλίγον ἐν αὐτοῖς περιέχει, γλίσχρα μέντοι ταῦτα πάντα καὶ διὰ τοῦτο ἐμπλαστικά.
§6 Διττὴ γὰρ τῶν ἐμπλαστικῶν ἐστι φύσις, μὲν ἑτέρα γεώδης ἀκριβῶς καὶ ξηρὰ, δἑτέρα γλίσχρα μὲν πάντως, μικτὴ δἐξ ὕδατος καὶ γῆς καὶ τὰ πολλὰ καὶ ἀέρος, ὥσπερ καὶ τοὔλαιον τὸ γλυκύ. λέλεκται δἔμπροσθεν ὁποῖον λέγω τὸ γλυκύ. τουτὶ μὲν οὖν ἐξ ἀερώδους τε ἅμα καὶ γεώδους καὶ ὑδατώδους οὐσίας μέμικται· τὸ δὲ τοῦ ὠοῦ λευκὸν ἐκ τῶν αὐτῶν μέν πως, γεωδέστερον δέ ἐστιν ἐλαίου, καὶ μὲν δὴ καὶ τὸ τυρῶδες τοῦ γάλακτος ἐμπλαστικόν ἐστιν καὶ τοῦ ὑὸς πιμελή. ταύρου μὲν γὰρ καὶ τράγου πιμελὴ δριμύτητα πολλὴν ἔχει καὶ πυρώδη· βοὸς δὲ καὶ αἰγὸς ἧττον μὲν, ἤδη δέ πως καὶ τούτων τὸ στέαρ δριμύ. καὶ γὰρ δὴ καὶ στέαρ ὀνομάζεται τῶν τοιούτων ζώων πιμελὴ, διὰ τὸ πάχος. ἔτι γὰρ οὐ θερμοτέρα μόνον, ἀλλὰ καὶ γεωδεστέρα τῆς τῶν ὑῶν. χηνὸς δὲ καὶ ἀλεκτρυόνος ἐστὶ μὲν καὶ θερμοτέρα καὶ ξηροτέρα τὴν τῶν ὑῶν, ἀλλὰ καὶ λεπτομερής τε καὶ ἥκιστα γεώδης. οὕτω δὲ καὶ πάντων τῶν πτηνῶν, ὅτι καὶ οὐσία τοῦ σώματος αὐτῶν οὐκ ὀλίγον ἔχει τὸ ἀερῶδες. ἀλλὰ περὶ μὲν τούτων ἕτερος λόγος. ὅσαι δοὖν πιμελαὶ μήπω δριμύτητά τινα ἔχουσιν, ἐμπλαστικαὶ τῶν πόρων εἰσὶν, καὶ μᾶλλον αἱ ξηρότεραι καὶ γεωδέστεραι. τοιοῦτος δἐστὶν καὶ πεπλυμένος κηρός. ἀποτίθεται γὰρ καὶ αὐτὸς τὴν ἐκ τοῦ μέλιτος δριμύτητα. πρόδηλον δὡς οὐ περὶ τοῦ πικροῦ τῇ φύσει κηροῦ λέγεται ταῦτα, καθάπερ Ποντικός ἐστιν. ἐῥ ἀψινθίου γὰρ ἐκεῖνος ἔχει τὴν πικρότητα, καὶ εἰ πλύναις αὐτὸν μυριάκις, οὐκ ἂν ἐκνίψαις τελέως τὴν πικρότητα. φυλάττεσθαι δὲ καὶ τὸν ἐκ δριμέος καὶ θυμώδους μέλιτος κηρὸν, ὅταν ἄδηκτον ἀκριβῶς ἐθέλοις σκευάσαι φάρμακον. ἐπιτήδειος οὖν ἐξ ὑδατωδεστέρου καὶ ἥκιστα δριμέος μέλιτος εἰς τὸ πλύνεσθαι.
§7 Τὰ μὲν οὖν ἐμπλαστικὰ φάρμακα τοιαῦτα. περὶ δὲ τῶν στυφόντων τε καὶ ὀξέων αὖθις ἐπάνειμι. τὰ μὲν στύφοντα γεώδη μέν ἐστι καὶ παχυμερῆ ταῖς τῶν ὄγκων συστάσεσι, ψυχρὰ δὲ ταῖς ποιότητι· τὰ δὀξέα λεπτομερῆ μέν ἐστι τοῖς σώμασιν, ψυχρὰ δὡσαύτως τοῖς στύφουσι. πίστις δὑπὲρ ἀμφοῖν διττὴ, κατὰ μὲν τὴν αἴσθησιν ἐξ ἀπαγωγῆς, κατὰ δὲ τὸν λόγον ἐκ τῆς οὐσίας αὐτῶν. εἰρήσεται δὲ προτέρα τῶν πίστεων σαφεστέρα μὲν τοῖς πολλοῖς, ἀσθενεστέρα δὡς πρὸς ἀπόδειξιν ἐπιστημονικήν. οἱ ἀπὸ τῶν δένδρων καρποὶ πάντες, ὅσοι γλυκεῖς ἡμῖν φαίνονται πεπανθέντες, ἄρτι γεννώμενοι στρυφνοί τέ εἰσι καὶ ξηροὶ ταῖς συστάσεσι καὶ κατὰ τὴν τοῦ γεννῶντος δένδρου φύσιν ἕκαστος, ὥς που καὶ Θεόφραστος ἔλεγεν, ἐλαῖαι, σταφυλαὶ, μῆλα, ῥοιαὶ, μόρα, φοίνικες, ἄπιοι. προϊόντες δὲ τῷ χρόνῳ γίγνονται μὲν ὑγρότεροι, προσλαμβάνουσι δὲ ὀξύτητα τῇ στρυφνότητι, καὶ ταύτην ἀποτιθέμενοι κατὰ βραχὺ γλυκεῖς αὖθις γίνονται τελειούμενοι. τινὲς δοὐδἐπὶ τοῖς δένδροις, ἀλλἀφαιρούμενοι μετὰ χρόνον ἀπολαμβάνουσι τὴν γλυκύτητα. ἄλλοι δέ τινες οὐδὲ διὰ μέσης τῆς ὀξύτητος, ἀλλἄντικρυς ἀπὸ τῆς στρυφνότητος ἐπὶ τὴν γλυκύτητα παραγίνονται, καθάπερ καὶ τῆς ἐλαίας. καὶ μὴν ὅτι γε τῷ θερμῷ πέπτονται πάντες δῆλον, ὅτι τε διττόν ἐστι τοῦτο, τὸ μὲν ἴδιον ἔμφυτον ἑκάστου, τὸ δἔξωθεν μὲν ἀπὸ τοῦ ἡλίου, σύμφυτον δὲ καὶ οἰκεῖον αὐτοῖς, εἴπερ μεμνήμεθα τῶν ὑποκειμένων ἡμῖν ἀεὶ στοιχείων, ἴσμεν δήπου σαφῶς. ἀλλεἴπερ στρυφνότεροι μέν εἰσι κατἀρχὰς, πεπαινόμενοι δὲ γίνονται γλυκεῖς, ἐκ θερμασίας γλυκύτης αὐτοῖς ἐκ ψύξεως δὲ ὀξύτης τε καὶ στρυφνότης ὑπῆρξεν. ἐπεὶ δὲ καὶ κατἀρχὰς μὲν ἔτι ξυλώδεις, ὥς καὶ Θεόφραστος ἔλεγε, ξηροί τέ εἰσιν ἅμα καὶ στρυφνοὶ, τὸ πλῆθος δαὐτοὺς τῆς ἐπιῤῥεούσης ὑγρότητος ὀξεῖς ἐργάζεται, πρόδηλον ὡς γεωδέστερος μέν ἐστιν στρυφνὸς χυμὸς, ὑγρότερος δ ὀξὺς, ὥστε καὶ Πλάτων ὁρίζων ὀρθῶς ἔλεγεν· ὅσα τοιαῦτα τοῖς χυλοῖς ἐμφέρεται γεώδη μόρια, κατατηκόμενα ταῦτα καὶ συνάγοντα καὶ ἀποξηραίνοντα τὰ νοτερὰ τῶν τῆς γλώττης αἰσθητικῶν μορίων, τραχύτερα μὲν ὄντα στρυφνὰ, ἧττον δὲ τραχύνοντα αὐστηρὰ φαίνεται. καὶ ἡμεῖς δὲ πρὸς τούτοις, ὅτι καὶ ψυχρός ἐστιν τὴν κρᾶσιν τοιοῦτος χυμὸς ὀρθῶς ἐροῦμεν. ἂν γὰρ γεώδης μόνον, ἐμπλαστικὸς, οὐ στρυφνὸς ἔσται, καί πως λόγος ἐπὶ τὴν οὐσίαν αὐτὴν ἤδη μεταβὰς τῶν χυμῶν ἐπιστημονικῆς ἀποδείξεως ἅπτεται. εἰ γὰρ τῷ στρυφνῷ χυλῷ συνάγειν καὶ ξηραίνειν καὶ τραχύνειν τὴν γλῶτταν ὑπάρχει σαφῶς, ἐδείχθη δἐν τοῖς ἔμπροσθεν λόγοις ὑπὸ ψυχροῦ μόνου συνάγεσθαι καὶ σφίγγεσθαι καὶ πιλεῖσθαι τὰ σώματα, πρόδηλον ὡς πάντως ψυχρός ἐστιν στρυφνὸς χυμός· ἐπεὶ δὲ καὶ ἀνωμάλως  ξηραίνει, τοῦτο γὰρ ἦν τὸ τραχῦνον, εἴη ἂν πάντως καὶ γεώδης. ὁμαλῶς γὰρ ἅπαντα ὑδατώδης διεξέρχεται. ὑπάρχει γὰρ ἀχώριστον αὐτῷ, κᾂν διασπασθῇ, τὸ πάλιν ἑνοῦσθαι, τῷ δὲ γεώδει σώματι τῷ κατὰ τοὺς χυμοὺς ἐμφερομένῳ καὶ τὸ διασπᾶσθαι μὲν ἤδη πάρεστιν, καὶ τὸ μηκέτι δὲ συνιέναι ῥᾳδίως ὑπάρχει. καὶ μέντοι καὶ τὸ τῆς αἰσθήσεως ἴδιον ἑκατέρου πάθους ἀναμνησθέντι σοι τοῖς αὐτοῖς μαρτυρήσει. ταχεῖα μὲν γὰρ τῶν ὀξέων χυμῶν διέξοδος ἐν τοῖς αἰσθητικοῖς σώμασι φαίνεται γιγνομένη, βραδεῖα δ τῶν στρυφνῶν. καὶ τὰ μὲν ὀξέα διὰ βάθους ἐνεργεῖν φαίνεται μᾶλλον, ἐπιπολῆς δὲ τὰ στρυφνά. ταῦτοὖν ἅπαντα παχυμερῆ μὲν εἶναι ἐνδείκνυνται τὰ στρυφνὰ σώματα, λεπτομερῆ δὲ ὑπάρχειν τὰ ὀξέα. ταυτὶ μὲν οὖν ἱκανῶς ἀλλήλοις ὡμολόγηται, τά τἀπὸ τῆς οὐσίας αὐτῆς τῶν πραγμάτων εἰρημένα καὶ τὰ διὰ τῆς τῶν εὑρημένων κατὰ τὴν αἴσθησιν ἐπαγωγῆς· οὐδὲν δἂν εἴη χεῖρον ἔτι καὶ ταῦτα προσθεῖναι, μεμνημένους πάλιν κᾀνταῦθα τῆς τῶν ὀνομάτων χρήσεως, ὡς στύφειν μὲν ἄμφω λέγεται, τό ταὐστηρὸν καὶ τὸ στρυφνὸν, ἐν δὲ τῷ μᾶλλον καὶ ἧττον διαφέρει. καὶ μὴν καὶ ὅτι πολλαὶ τοῖς φαρμάκοις ὑπάρχουσι ποιότητες οὐ διάφοροι μόνον, ἀλλὰ καὶ μαχόμεναι πρὸς ἀλλήλας, ἐνίοτε δὲ καὶ παντάπασιν ὑπεναντίαι, δέδεικται μὲν ἔμπροσθεν αὐτάρκως, ἄρξασθαι δἀπαὐτοῦ καὶ νῦν ἀναγκαῖον. εἰ μὲν γάρ σοι φαίνοιτο γευομένῳ καὶ στρυφνὸν ἅμα καὶ δάκνον ταὐτὸ, τουτὶ μὲν ἀπολιπεῖν σε κελεύσω τὸ φάρμακον, ἔρχεσθαι δἐπὶ τὸ στρυφνὸν ἄνευ τοῦ δάκνειν. εἰ δὲ μηδὀξὺ φαίνοιτο, μηδὲ γλυκὺ, μηδὲ πικρὸν, ἀλλὡς οἷόν τε μάλιστα μίαν ἔχον ἄμικτον ποιότητα τὴν τῆς στύψεως, οὕτως ἤδη βασανίζειν αὐτὸ τῇ πείρᾳ καθὃν πολλάκις ἔμπροσθεν ὑπεθέμην σοι τρόπον. ἐὰν γὰρ ἅμα τό τε στύφειν ἔχῃ καὶ τὸ δάκνειν τινα ἄλλην ἐναργῆ ποιότητα καὶ δύναμιν ἐπιμεμιγμένην τῇ στύψει, περιττὸν καὶ μάταιον εἰς πεῖραν ἄγειν τὸ τοιοῦτον φάρμακον, ἐπειδὰν δοκιμάζῃς ἐνέργειαν στύψεως. ἄδηλον γὰρ εἴτε διὰ τὴν στύψιν, εἴτε διά τινα τῶν ἀναμεμιγμένων αὐτῇ ποιοτήτων, εἴτε καὶ διἀμφοτέρας ἐνήργησεν ὡδί πως περὶ τὸ πλησιάζον αὐτῷ σῶμα. χαλκῖτις οὖν καὶ μίσυ καὶ χάλκανθος καὶ λεπὶς χαλκοῦ καὶ σῶρυ, στύφοντά τε ἅμα καὶ δάκνοντα, δρᾷ μὲν κατἀμφοτέρας τὰς ποιότητας εἰς ἕκαστον τῶν ὁμιλούντων σωμάτων, οὐ μὴν διδάξαι γε ἡμᾶς δύναται σαφῶς εἴτε διὰ τὴν στύψιν ἔχει τὸ καίειν, εἴτε διὰ τὴν δριμύτητα. καταλιπεῖν οὖν ἄμεινον αὐτὰ καὶ γεύεσθαι πολλῶν ἐφεξῆς ἄλλων ἐπισκοπούμενον εἰλικρινῆ στύψιν ἰδίᾳ καὶ καθἑαυτὴν ὡς οἷόν τἐστὶ μάλιστα, κᾀπειδὰν τοιαύτην εὕρῃς, οὕτως ἤδη κρίνειν τὸ φάρμακον αἷς πολλάκις ἔμπροσθεν ἤκουσας μεθόδοις, οἷον εἴ σοι γευομένῳ φαίνοιτο βαλαύστιον, κικὶς, κύτινος, ὑποκυστὶς, στρύχνος, γλαύκιον, ἀκακία, ῥοῦ χυλὸς, τι τοιοῦτον ἕτερον ἀκριβῶς μὲν εἶναι στρυφνὸν, ἔκδηλον δἑτέραν ποιότητα μηδεμίαν ἔχον, ἐξετάζειν ἐπὶ τῶν τοιούτων ἤδη καὶ βασανίζειν ἀκριβῶς ἐνέργειαν στύψεως. δὲ ἐξέτασις, ὡς εἴρηται πολλάκις, ἐπί τε τῶν ἐν ἀρίστῃ κατασκευῇ σωμάτων ἀκριβῶς ὑγιαινόντων, ἐπί τε τῶν ἁπλῶν γινέσθω σοι παθῶν, ἤτοιν θερμῶν, ψυχρῶν, ξηρῶν, ὑγρῶν. εἰ μὲν γὰρ αὐτό τε τὸ ὑγιαῖνον σῶμα φαίνοιτο σαφῶς ἐμψῦχον, ἐπί τε τῶν θερμῶν ἁρμόττει παθῶν, ἐναργῆ δὲ καὶ αὐτῷ τῷ κάμνοντι τὴν ψυχρὰν προσβάλλει ποιότητα, τολμᾷν ἤδη τι περὶ τῆς στύψεως ὡς ψυχούσης ἀποφαίνεσθαι. εἰ δἔμπαλιν ἔχον εὑρίσκοιτο καὶ τῶν ὑγιαινόντων σωμάτων ὑπαὐτοῦ θερμαινομένων καὶ τῶν θερμῶν νοσημάτων παροξυνομένων καὶ τῶν ψυχρῶν ὠφελουμένων οὐ ψύχειν, ἀλλὰ θερμαίνειν ἡγεῖσθαι χρὴ τὸ τοιοῦτον φάρμακον. οὕτω δὲ καὶ περὶ τῶν δριμέων αὐτῶν καθἑαυτὰ ποιεῖσθαι τὴν βάσανον, ἐπί τε κρόμμυον ἰόντα καὶ σκόροδον καὶ πέπερι καὶ πύρεθρον καὶ ζιγγίβερι καὶ στρούθιον, ἑλένιόν τε καὶ τίτανον. ὥσπερ γὰρ μίξας στρύχνου χυλῷ πέπερι δοκιμάζειν οὐδέτερον αὐτῶν ἱκανός ἐστιν, οὕτως οὐδ τὰ πρὸς τῆς φύσεως μεμιγμένα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀξιῶ σε καὶ τὴν ὀξεῖαν ποιότητα καὶ τὴν πικρὰν καὶ τὴν γλυκεῖαν ἐπισκέπτεσθαι σφοδρὰς καὶ μόνας ὡς οἷόν τἐστὶν εἰς τὴν δοκιμασίαν ἄγοντα καὶ τῇ πείρᾳ τὰς δυνάμεις αὐτῶν ἐξευρίσκοντα. τὸ δὲ πᾶν τι περ ἂν στρυφνὸν, αὐστηρὸν, πικρὸν, ἄγειν εἰς πεῖραν, ὡς ἤτοι στρυφνότητος, αὐστηρότητος, πικρότητος ἐν αὐτῷ βάσανον ληψόμενον ἄτοπον δεινῶς. εἰ γὰρ μιᾶς μόνης μετέχει ποιότητος, τὴν αὐτὴν τοῦ φαρμάκου πεῖραν ἕξεις καὶ τῆς ποιότητος· εἰ δὲ πλειόνων, ἐξ ἁπασῶν ἤδη δηλονότι μικτὴν ἐνέργειαν ἐνεργήσει τὸ φάρμακον, ὥσθ τῆς μιᾶς τῆς κρινομένης ἔτἄδηλος μένει. εἴπερ οὖν ὡς προείρηται χρὴ κρίνειν, οὐκ ὀρθῶς ὑπέλαβον οἵ τε μηδὅλως ἀποφήνασθαί τι δυνατὸν εἶναι νομίσαντες ὑπὲρ τῆς τῶν χυμῶν δυνάμεως, οἵ θἑτέρως τὴν κρίσιν ποιησάμενοι. καὶ γὰρ ἀποφήνασθαί τι δυνατὸν ὑπὲρ αὐτῶν ἐστιν καὶ τὴν κρίσιν οὐκ ἄλλως ὡς εἴρηται νῦν προσήκει ποιεῖσθαι. εἰ μὲν οὖν ὅλως μηδὲν δεῖσθαι τῆς κατὰ τοὺς χυμοὺς ἐπισκέψεως εἰρήκεισαν, ἐπειδὰν τὰς δυνάμεις τῶν φαρμάκων ἐξετάζωμεν, ἐγχωρεῖ γὰρ καὶ χωρὶς τούτων ἐξευρίσκειν τῇ πείρᾳ τὴν δύναμιν αὐτῶν, ἐπῄνοουν ἂν μᾶλλον ἐμεμφόμην αὐτούς. ἐπεὶ δὡς ὑπὲρ ἀναγκαίου μὲν, ἀγνώστου δὲ διέρχονται, διχῇ μέμψασθαι τοὺς ἄνδρας δίκαιον, ὅτι τε τὸ μὴ ἀναγκαῖον ὑπέλαβον ὡς ἀναγκαῖον, ὅτι τε προαπέγνωσαν αὐτοῦ τῆς εὑρέσεως. γάρ τοι κρίσις ἑκάστου τῶν φαρμάκων τῆς  δυνάμεως ἄνευ τῆς τῶν χυμῶν διαγνώσεως αὐτάρκως εὑρίσκεται τῇ πείρᾳ μόνῃ βασανιζομένῃ καθὃν εἴρηκα μυριάκις ἤδη τρόπον. κᾀγὼ νῦν, οὐχ ὡς οὐκ ἐνὸν ἄλλως ἐξευρεῖν τὸ ζητούμενον, ἀλλὰ διά τε τὸ πρὸς τὰς ἀρχὰς ἀκόλουθον, ἵνἐπιδείξαιμι πάντα τοῖς τῶν στοιχείων λογισμοῖς ἑπόμενα καὶ μηδὲν μηδαμόθι μαχόμενον, ἐξελέγξαιμί τε τοὺς ἅπαντα τὰ στύφοντα θερμαίνειν εἰπόντας, ἐπὶ τὸν περὶ τῶν χυμῶν ἀφικόμην λόγον. εὑρεθείη δἄν τις αὐτοῦ καὶ χρεία πρὸς τὴν ἐνεστῶσαν ἡμῖν πραγματείαν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπιδεῖξαι πειράσομαι· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπάνειμι, παρακελεύομαί τε τῆς ἀληθείας ὀρεγομένοις, αὐτοῖς γευομένοις ἁπάντων τῶν στυφόντων, ὥσπερ ἡμεῖς ἐποιήσαμεν, ὅταν εὕρωσιν ἀκριβῶς κατά τι σῶμα τὴν στύψιν, ἄμικτον ὡς οἷόν τε μάλιστα τῶν ἄλλων ποιοτήτων, τηνικαῦτα διὰ τῆς πείρας ἐξετάζειν εἴτε θερμὸν, εἴτε ψυχρὸν, εἴτε ξηρὸν, εἴτε ὑγρὸν ὑπάρχει τὸ τοιοῦτον σῶμα. τουτὶ μὲν οὖν ἕκαστος, ἄν περ σωφρονῇ, ποιήσει καταμόνας αὐτός. ἐμοὶ δἀναγκαῖον ἴσως ἀποφαίνεσθαί τι περὶ τῆς ἐμαυτοῦ πείρας ἐν μὲν τῷ νῦν ἐνεστῶτι λόγῳ καθόλου, κατὰ μέρος δὲ διὰ τῶν ἑξῆς ὑπομνημάτων. εἴη δἂν μὲν καθόλου λόγος ὑπὲρ ἁπάντων τοιόσδε. Πᾶν στῦφον σῶμα, τό γε τῶν ἄλλων καθαρεῦον, ὥσπερ πρὸς τὴν αἴσθησιν ποιοτήτων, εὗρον ἀεὶ πειρώμενος ψυχρόν. ἤδη δὲ καὶ τῶν ἐπιμίκτων ταῖς ποιότησιν ἔνια, τά τε μετρίως γλυκέα καὶ πικρὰ καὶ δριμέα, σαφῶς εὑρέθη ψύχοντα, κρατούσης γὰρ ἐν αὐτοῖς δηλονότι τῆς τοῦ στύφειν τε καὶ ψύχειν δυνάμεως, ὡς ἀμαυροῦσθαι τὰς ἄλλας. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ ὀξέα πάντα, τά θἁπλῶς ὀξέα, καθάπερ ὀξαλίδα καὶ ὀξυλάπαθον, ἔνιά τε τῶν ἐπιμίκτων ἑτέραις ποιότησιν, ἤτοι γλυκείαις δριμείαις πικραῖς, οὐδὲν ἧττον εὑρίσκεται ψύχοντα καὶ ῥοιαὶ καὶ μῆλα καὶ κοκύμηλα καὶ σταφυλαὶ καὶ σῦκα καὶ συκάμινα καὶ κεράσια καὶ αὐτὸ τὸ ὄξος. ἀλλὰ τούτῳ μὲν, ὡς εἴρηται πρόσθεν, ἐπιμέμικταί τις δριμύτης, ταῖς δὀπώραις γλυκύτητές τε καὶ στρυφνότητες, καί τισιν αὐτῶν καὶ πικρότητες ἀμυδραί. καὶ μέντοι καὶ ὅσα στύφει τε ἅμα καὶ ὀξέα ταῖς ποιότησίν ἐστιν, ἅπαντα καὶ ταῦτά μοι εὑρέθη πειρωμένῳ σαφῶς ψύχοντα· τὰ δὲ γλυκέα μόνον ἅπαντα κατὰ τὸ ποσὸν τῆς γλυκύτητος εὐθὺς καὶ τῆς θερμότητος μετέχειν, ὥστοὐδὲν μὲν τῶν λίαν γλυκέων ψυχρόν· εἴη δἄν τι καὶ μετρίως γλυκὺ ψυχρὸν, ἐπειδὰν τὸ πλεῖστον αὐτοῦ τῆς τοῦ σώματος οὐσίας ὑδατῶδες , οὐ μὴν οὕτω γε ψυχρὸν, ὡς τὸ στρυφνὸν ἱκανῶς τὸ ὀξὺ, ἀλλὡς καὶ πρόσθεν που λέλεκται περὶ τῶν χλιαρᾶς θερμασίας μετεχόντων. καὶ τὰ πικρά γε πάντα θερμὰ, καθάπερ τε χολὴ καὶ τὸ νίτρον καὶ οἱ πάνυ παλαιοὶ τῶν οἴνων καὶ τῶν σπερμάτων μυρία. καὶ γὰρ τὸ τοῦ πηγάνου καὶ μάλιστα τὸ τοῦ ἀγρίου καὶ τὸ τοῦ τορδύλου καὶ τὸ τοῦ σπονδύλου καὶ τὸ τοῦ μελανθίου καὶ οἱ θέρμοι καὶ μᾶλλον οἱ ἄγριοι καὶ οἱ ὄροβοι, καὶ τούτων οἱ ἄγριοι μᾶλλον, τε προσαγορευόμενος πελεκῖνος. εὑρίσκεται δὲ ἐν τοῖς πυροῖς. ἀμυγδαλαῖ τέ τινες, αἳ δὴ καὶ διαὐτὸ τοῦτο προσαγορεύονται πικραὶ, καὶ συκίων ἄττα σπέρματα καὶ τὸ τοῦ μήλου τοῦ Μηδικοῦ, καὶ πρὸς τούτοις ἕτερα μυρία πικρὰ φαίνεται τοῖς γευομένοις.
§8 Ἀλλὰ περὶ μὲν τῶν πικρῶν ἐπὶ πλέον ἐφεξῆς εἰρήσεται. τὸν δὲ περὶ τῶν στυφόντων καὶ ὀξέων αὖθις ἀναλαβόντες λόγον ἐπιθῶμεν ἤδη τὴν προσήκουσαν αὐτῷ τελευτήν. τὸ τοίνυν αὐστηρὸν, ὅτι μὲν ἐκλελυμένον ἐστὶ στρυφνὸν ἀναμνησθῆναι χρὴ τῆς αἰσθήσεως. ἥτις δὲ γένεσις αὐτοῦ, νῦν εἰρήσεται. ἐπειδὴ τὸ στρυφνὸν σῶμα γεῶδές τε καὶ ψυχρὸν ἦν, ἐκλυθήσεται κατἀνάγκην τριχῶς, θερμαινόμενον, ὑγραινόμενον, συναμφότερον ἅμα πάσχον ἂν μὲν οὖν θερμαίνηται μόνον, οὐκ ἔστι μὲν οὔθὑγρότερον οὔτε μαλακώτερον, ἀλλὰ σκληρὸν μένον ἐπικτήσεται γλυκύτητα, καθάπερ αἱ τῶν δρυῶν βάλανοι καὶ μάλιστα αἱ ὀνομαζόμεναι καστανεῖαι. ἐὰν δὑγραίνηται μόνον, ἐὰν μὲν παχυμερὴς καὶ ὑδατώδης ὑγρότης, αὐστηρὸν ἀποτελεσθήσεται. παντὸς γὰρ χυμοῦ δύναμιν ὑδατώδης ὑγρότης ἀμβλύνει. ἐὰν δὲ λεπτομερής τε καὶ ἀερώδης, ὀξύνει. δέδεικται γὰρ ὡς τὸ λεπτομερὲς ψυχρὸν ὀξεῖαν ἀπεργάζεται ποιότητα. ἂν δὲ ὑγραίνηταί τε ἅμα καὶ θερμαίνηται, μετὰ μὲν ὑδατώδους ὑγρότητος εἰς γλυκύτητα τὴν μετάπτωσιν ἕξει, μετὰ δἀερώδους εἰς λιπαρότητα. καὶ πρόδηλον ἤδη γέγονεν ὅπως οἱ καρποὶ κατἀρχὰς ὄντες στρυφνοὶ, προϊόντος τοῦ χρόνου τινὲς μὲν ἀκριβῶς γίνονται γλυκεῖς, τινὲς δὲ ὀξεῖς, τινὲς δαὐστηροὶ, τινὲς δἀεὶ μένουσι στρυφνοὶ, τινὲς δἀποτελοῦνται λιπαροί· καὶ δὴ καὶ κατὰ τὰς τῶν εἰρημένων ποιοτήτων ἐπιμιξίας παμπόλλην ἔχουσι τὴν ποικιλίαν. στρυφνὸς μὲν οὖν ἄχρι τέλους ἐστὶν τῆς πρίνου καὶ κομάρου καὶ φηγοῦ καὶ κρανίας, ὅτι καὶ ψυχρὸς καὶ ξηρὸς οἷός περ ἦν ἐξ ἀρχῆς παραμένει, μόνον μὲν αὐξανόμενος, οὐδεμίαν δὲ μεγάλην ἀλλοίωσιν ἑτέραν ἐπικτώμενος. ἔστι γὰρ καὶ αὐτὰ ταῦτα τὰ δένδρα πυκνότερά τε ἅμα καὶ ξηρότερα καὶ ψυχρότερα. στρυφνὸς δὲ ἅμα καὶ γλυκὺς τε τῆς μυρσίνης καὶ τῆς ἀχράδος καὶ τῆς δρυὸς, καὶ πλέον μὲν γλυκὺς στρυφνὸς τῆς καστανείας ὀνομαζόμενος· αὐστηρὸς δὲ μόνον τῶν ἀμιναίων ἀμπέλων καὶ καρπὸς καὶ οἶνος, ὅσοι τε παραπλήσιοι τοῖσδε. αὐστηρὸς δὲ ἅμα καὶ γλυκὺς τῆς φοίνικος καρπὸς καὶ τῶν οἴνων Σουῤῥεντῖνος καὶ Σαβῖνος καὶ Ἀλβάτης ὀνομαζόμενος, ὅσοι τε ἄλλοι τοιοῦτοι. γλυκὺς δὲ μόνον Θήραιός τε  καὶ Σκυβελλίτης καὶ τὸ σίραιον, ὅσα τἄλλα τούτοις ἔοικεν. λιπαρὸς δἅμα καρπὸς καὶ χυλὸς ἀκριβῶς μὲν τῆς ἐλαίας ἐστὶν, ἤδη δὲ καὶ οἱ ἄλλοι πάντες ἐξ ὧν ἔλαιον σκευάζεται, οἷον τε τοῦ κίκεως καὶ τῆς ῥαφανῖδος, καὶ τὰ σήσαμα δὲ αὐτὰ καὶ τὰ κάρυα καὶ τὰ ἀμύγδαλα. πάντα γὰρ τὰ τοιαῦτα παλαιούμενα τελέως γίνεται λιπαρὰ, τῆς μὲν ὑδατώδους καὶ περιττωματικῆς ὑγρότητος ἐν αὐτοῖς ἀποπνεούσης, τῆς δοἰκείας ὑπὸ τοῦ συμφύτου θερμοῦ κατεργαζομένης τε καὶ ἀκριβῶς ἐκπεττομένης.
§9–14
§9 Ὅσοι μὲν οὖν τῶν καρπῶν ἐλαιώδεις γίγνονται μόνον, ἐδώδιμοί τέ εἰσι καὶ γλυκεῖς. ὅσοις δἐν τῇ μεταβολῇ προσγίνεταί τις πικρότης, ἄβρωτοι καθίστανται. τὸ γὰρ πικρὸν ἅπαν ἄβρωτόν ἐστι καὶ γίγνεται διὑπερβολὴν θερμασίας, ὡς ἐφεξῆς ἀποδείξομεν. ἀλλὰ τὸ μὲν γλυκὺ πᾶν θερμόν τέ ἐστι καὶ οὐκ ἀμέτρως ὑπερβάλλει τὴν ἐν ἡμῖν θερμότητα, ἀλλὥσπερ τὸ ὕδωρ τὸ θερμὸν, οὗ ψαύοντες ἡδόμεθα, καὶ μάλισθὅταν ὦμεν ἐῤῥιγωκότες, ἄχρι μὲν τοῦ διαχεῖν τὰ πεπηγότα πρὸς τοῦ ψυχροῦ μόρια τοῦ σώματος ἐκθερμαῖνον ἡμᾶς, οὐ μὴν διαλῦόν γε οὐδὲ τέμνον αὐτῶν τὸ συνεχὲς καὶ διϊστῶν, ἥδιστόν ἐστι καὶ ὠφελιμώτατον. οὕτω καὶ πᾶν ἔδεσμα γλυκὺ θερμὸν μὲν ὑπάρχει πάντως, οὐ μὴν ἐπὶ πλέον γε ἥκει θερμότητος ὡς ἀνιᾷν, ἀλλἐν τοῖς ὅροις μένει τοῦ διαχέοντος καὶ ὁμαλύνοντος καὶ μαλάττοντος. ἀναμνήσθητι δὲ πάλιν κᾀνταῦθα τῶν πολλάκις ἡμῖν ἔμπροσθεν εἰρημένων, ὡς τινὰ μὲν ἤτοι κατὰ μίαν δύο ποιότητας ἐνεργεῖ τε καὶ πάσχει πρὸς ἄλληλα, τινὰ δὲ καθὅλας ἑαυτῶν τὰς οὐσίας, ἐν οἷς καὶ φάρμακα μὲν οὐκ ὀλίγα καὶ τὰς τροφὰς δὲ πάσας ὑπάρχειν ἔφαμεν. ἔοικε δὲ διττὸν εἶναι τὸ γένος αὐτῶν, ὡς καὶ Θεόφραστος ἐπεσημήνατο. τινὲς μὲν γάρ εἰσι λιπαραὶ, καθάπερ πιμελὴ, τινὲς δὲ γλυκεῖαι μᾶλλον ἧττον, ὥσπερ οἵ τε καρποὶ πάντες οὓς ἐσθίομεν, αἵ τε τῶν ζώων σάρκες, ἤδη δὲ καὶ βοτάναι πολλαὶ καὶ ῥίζαι καὶ ἄνθη καὶ βλαστοί. καὶ γὰρ εἴ τι τῶν τοιούτων στρυφνόν ἐστιν, ὥσπερ αἱ ἀχράδες καὶ κράνια. πάντως μέντοι καὶ αὐτὸ μετέχει γλυκύτητος, εἴπερ γε μὴ ἀκριβῶς ἐστι στρυφνὰ, καθάπερ κικίς τε καὶ ῥοῦς, οὐ μὴν ἀλλὰ καὶ διὰ ταῦτα ἤδη καὶ ὡς φαρμάκων μᾶλλον τροφῆς αὐτῶν χρεία. φαίνονται γοῦν αἵ τε κιττῶσαι καὶ οἱ πεπληρωμένοι καὶ οἷς στόμαχος ἔκλυτος, ἀπογεύεσθαι τῶν τοιούτων ὀρεγόμενοι, πεινῶντες δἔμπαλιν ἀποστρέφονται μὲν καὶ τὰ στρυφνὰ καὶ τὰ ὀξέα, προσίενται δὲ τά τε γλυκέα καὶ τὰ λιπαρὰ καὶ τούτων ἐπιπλησθῆναι ποθοῦσιν.
§10 Ἐστι δὲ δήπου καὶ τὸ λιπαρὸν αὐτὸ γλυκὺ, καὶ τὸ τρέφον δὲ πᾶν ἐκ τοῦ γένους ἐστὶ τῶν γλυκέων. καὶ τοῦτεὐλόγως αὐτοῖς ὑπάρχει καὶ καταὐτὴν ὡς οἷόν τέ ἐστι τὴν οὐσίαν τῆς τροφῆς. ἀναπλήρωσις γάρ ἐστι τοῦ κενωθέντος θρέψις. οἰκεῖον δὲ ἦν τὸ κενωθὲν, ὥστε καὶ τὸ τρέφον οἰκεῖον ὑπάρχειν ἀναγκαῖον. εἰ δοἰκεῖον, εἶναι ἀνάγκης ἡδὺ καὶ φίλιον, εὐθὺς δὲ καὶ συμμέτρως θερμὸν ὡς πρὸς τὸ τρεφόμενον. ἀλλἐν τούτῳ τε τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ὀλίγον, ὅτι μηδἀκριβῶς κατὰ φύσιν ἔχοντες ἐπὶ τὰς τροφὰς ἀφικνούμεθα. μόνον μὲν γὰρ χρή κεκενῶσθαι τὸ σῶμα τῶν τῆς τροφῆς δεομένων, εἰ μέλλοιεν εὐγνώμονες ἀκριβεῖς ἔσεσθαι τῆς οἰκείας αὐτῶν ποιότητος. ἂν δὲ πρὸς τούτῳ θερμότεροι τοῦ δέοντος, ψυχρότεροι γενηθῶσιν, τὸ σύμπαν σῶμα, τοὺς περὶ τὴν γλῶτταν τὴν γαστέρα τόπους, οὐ τῶν θρεψόντων μόνον, ἀλλὰ καὶ τῶν ἤτοι ψυχόντων, θερμαινόντων δεήσονται. καὶ διὰ τοῦτο καὶ τῶν σιτίων ἄλλοτε ἄλλο τοῖς τοιούτοις ἥδιον φαίνεται. διττοῦ γὰρ ὄντος τῷ γένει τοῦ ἡδέος, ἑτέρου μὲν τοῦ τὸ κεκενωμένον ἀναπληροῦντος, ὅπερ ἦν τροφὴ, ἑτέρου δὲ τοῦ τὸ ἠλλοιωμένον ἐξιωμένου, φάρμακον δἤδη τοῦτο συμβαίνει τοῖς ἐδέσμασιν, ὅταν μὴ μόνον τοῖς σώμασι κεκενωμένοις, ἀλλὰ καὶ κατὰ ποιότητα μεταβεβλημένοις προσφέρηται, κατὰ διττὸν ἡδύνεσθαι ἤδη τρόπον, ὡς τροφαῖς τε ἅμα καὶ φαρμάκοις. ἀλλὡς μὲν φάρμακα ψύχοντά τινα καὶ θερμαίνοντα καὶ ξηραίνοντα καὶ ὑγραίνοντα κατὰ λόγον ὀνήσει τε ἅμα καὶ ὠφελήσει, ὡς τροφαὶ δὲ μόνα τὰ σύμφυλα καὶ οἰκεῖα ταῖς ὅλαις τῶν τρεφομένων οὐσίαις. εὐθὺς τούτοις ὑπάρχει δηλονότι συμμέτρως εἶναι θερμοῖς, ὡς πρὸς τὰ τρεφόμενα. καὶ διὰ τοῦτο καὶ τῶν ἐδεσμάτων καὶ τῶν φαρμάκων οὐχ ἓν εἶδος ἅπασι τοῖς ζώοις ἐστί. κατὰ γὰρ τὴν οἰκείαν ἕκαστον αὐτῶν οὐσίαν τε ἅμα καὶ διάθεσιν ἥδεταί τε καὶ ὠφελεῖται πρὸς ἀμφοῖν· ἀλλεἴπερ οὕτω ταῦτἔχει, τὸ μὲν ἧττον γλυκὺ τῶν ἐδεσμάτων ἧττον ἔσται καὶ θερμὸν, τὸ δὲ μᾶλλον γλυκὺ τοσούτῳ θερμότερον, ὅσῳπερ καὶ γλυκύτερον. εἰ δεἰς ἀμετρίαν ἐμπέσοι θερμότητος, οὐδὲ γλυκὺ τὸ τοιοῦτο, ἀλλἤδη φαίνεται πικρὸν, ὥσπερ τό τε μέλι παλαιούμενον καὶ καθεψόμενον, ἕκαστόν τε τῶν ἄλλων γλυκέων.
§11 Ὡς γὰρ ὑπὸ συμμετρίας θερμοῦ διττὴ ἑκάστῳ τῶν σωμάτων γλυκύτης ἐγγίνεται· τὰ μὲν γὰρ οἰκείῳ τε καὶ συμφύτῳ θερμῷ γλυκέα, τὰ δὲ ἐπικτήτῳ· κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ πικρὰ, τὰ μὲν ἀμέτρως ὑφἑαυτῶν ἐκθερμαινόμενα κατὰ τὰς ἐν τῷ χρόνῳ μεταβολὰς, ἔνια δὑπὸ τῆς ἐπικτήτου θερμασίας ἐκπυρούμενα πάσχει τοῦτο. περὶ μὲν δὴ τῶν πικρῶν ἐφεξῆς ἐροῦμεν. ἅπαντα δὲ τὰ γλυκέα τῇ μὲν θερμότητι πλησίον ἥκει τῶν σωμάτων οἷς φαίνεται γλυκέα, κατὰ διττὸν δὲ τρόπον, ὡς εἴρηται, γίνεται  τοιαῦτα· τινὰ μὲν οἰκείῳ θερμῷ, καθάπερ τὸ μέλι, τινὰ δὲ ἐπικτήτῳ, καθάπερ ἅπαντα τὰ διὰ πυρὸς σκευαζόμενα. καὶ διὰ τοῦτό περ, ἄχρις ἂν θερμὰ, μέχρι τοσοῦδε καὶ ἡδίω φαίνεται τοῖς ἀναθρέψεως δεομένοις. ἔοικε δὲ καί τι γλεῦκος οὐκ οἰκείᾳ μόνον, ἀλλὰ καὶ ἐπικτήτῳ θερμασίᾳ φαίνεσθαι γλυκύ. πολὺ γὰρ, ὡς καὶ Θεόφραστος καὶ Ἀριστοτέλης ἔλεγε, τὸ ἐκ τῆς ἡλιακῆς θερμασίας οἷον ἐμπύρευμά τι ταῖς τε ῥαξὶ καὶ τοῖς ἄλλοις ὑπάρχει καρποῖς, ὑφοὗ τὸ ὑδατῶδες ἐν αὐτοῖς ἔτι καὶ οἷον ἡμίπεπτον, εἰς πέψιν ἄγεται καὶ κατεργάζεται τῷ μεταβάλλοντι συνεξομοιούμενον, ὥστε κᾂν ἀποθλίψῃς τὸν χυλὸν ὀπώρας ἡστινοσοῦν, εὑρήσεις μὲν εὐθέως ζέοντα καθάπερ τὸ γλεῦκος, ἐν δὲ τῷ μᾶλλόν τε καὶ ἧττον διαφέρουσαν τὴν ζέσιν εἰς ὅσον ἂν καὶ καρπὸς τοῦ καρποῦ διαφέρει θερμότητος. μεταβληθέντος δὲ καὶ κατεργασθέντος τοῦ ὑδατώδους τε καὶ ἡμιπέπτου καὶ τῆς τὴν ζέσιν ἐργαζομένης θερμασίας διαπνευσάσης, αἱ τῶν χυλῶν οἰκεῖαι φαίνονται ποιότητες εἰλικρινεῖς, ὥστε καὶ τοὺς οἴνους τηνικαῦτα διαγινώσκομεν ὁποῖοί τινές εἰσι κατὰ τὴν οἰκείαν αὐτῶν φύσιν. ἐν δὴ καὶ προσέχειν σε μάλιστα τὸν νοῦν ἀξιῶ, τῷ πάντας τοὺς αὐστηροὺς κατὰ βραχὺ παύεσθαι τοιούτους ὄντας. ἀεὶ γὰρ παλαιούμενοι δριμύτητα μέν τινα καὶ γλυκύτητα ἐπικτῶνται, τὴν δἔμπροσθεν ὑπάρχουσαν αὐτοῖς στύψιν ἀποβάλλουσι τῷ χρόνῳ. ἔστι μὲν δὴ μετὰ τὴν ζέσιν ἔν τισι τῶν οἴνων γλυκύτης εἰλικρινὴς ἡδεῖά τε ἅμα καὶ οἰκεία τῆς αὐτοῦ τοῦ χυλοῦ φύσεως, οὐχ ὥσπερ πρόσθεν μικτή τις ἔκ τε τῆς οἰκείας καὶ τῆς κατὰ τὸ ἡμίπεπτόν τε καὶ ὑδατῶδες περίττωμα ζέσεως, ὥστεἴπερ ὡμολόγηται μὲν ἅπαντας τοὺς οἴνους χρονίζοντας γίγνεσθαι θερμοτέρους. συμβαίνει δὲ τοῖς αὐστηροῖς αὐτῶν ἐν τῷ παλαιοῦσθαι πρῶτον μὲν γλυκύτητά τινα καὶ δριμύτητα προσλαμβάνειν, ἀποτιθεμένοις τὴν στύψιν, ἐφεξῆς δὲ παραύξεσθαι μὲν τῇ δριμύτητι, παύεσθαι δὲ κατὰ βραχὺ τῆς γλυκύτητος, κᾄπειταὖθις ἐν τῷ πλείονι χρόνῳ δριμεῖς θἱκανῶς γίγνεσθαι καὶ πικρότητα ἀεὶ προσλαμβάνειν καὶ τελευτῶντας, ἡνίκα παχύνονται, παντελῶς ἐκπικροῦσθαι. καὶ πρόδηλον, ὡς τὸ μὲν γλυκὺ θερμότερόν ἐστι τοῦ στρυφνοῦ, τὸ δὲ πικρὸν τοῦ γλυκέος. ἀλλεἴπερ γλυκύτης ὑπὸ συμμετρίας θερμοῦ γίγνεται, δῆλον ὡς στρυφνότης ὑπὸ τοῦ ψυχροῦ κρατοῦντος ἀποτελεσθήσεται.
§12 Ὅτι δὲ καὶ ὀξύτης ὑπὸ ψύξεως δημιουργεῖται δέδεικται μὲν καὶ πρόσθεν ἡμῖν. ἀλλἐπειδὴ κατὰ τὸν παρόντα λόγον ὑπὲρ τῆς κατὰ φύσιν ἐν χρόνῳ μεταβολῆς τῶν οἴνων ἐδηλώσαμεν, εἴπωμέν τι καὶ περὶ τῆς παρὰ φύσιν. ὡς οὖν στρυφνὸς οἶνος ἐν τῷ χρόνῳ γλυκύτερος μὲν πρῶτον, ἐφεξῆς δὲ δριμύτερός τε καὶ πικρότερος ἀποτελεῖται καὶ τελευτῶν ἐκπικροῦται, κατὰ δὲ τὸν αὐτὸν τρόπον τε ῥιγώσας ὀξύτερος εὐθὺς γίγνεται καὶ εἰ τελέως ἀποψυγείη τελέως ὀξύνεται, τεὐθέως ἐν τῆ συγκομιδῇ τῶν καρπῶν ὑετοῦ κατασχόντος ὀθνείας ὑγρότητος ἀναπλησθεὶς, τἄλλως ὕδατος προσλαβὼν, ὀξεῖς ἑτοίμως οἱ τοιοῦτοι πάντες ἐπὶ μικραῖς προφάσεσιν ἀποτελοῦνται. ἔμπαλιν δαὐτοῖς οἱ πυρὶ πλησιάζοντες ἔν τε τῷ παραχρῆμα καὶ εἰς ὕστερον ἀεὶ καὶ μᾶλλον γίνονται γλυκεῖς. εἰς χρόνον δὲ πάμπολυν ἐκπίπτοντες καὶ οὗτοι μεταπίπτουσιν οὐδὲν ἧττον τῶν ἄλλων εἰς πικρότητα, καί πως ἔοικε τοῦτο καὶ κατὰ τὸν φυσικὸν λόγον ὁμολογεῖν ἑαυτῷ. εἰ γὰρ ὄμφαξ μὲν ὀξεῖα, γλυκεῖα δὲ στραφυλὴ καὶ τὸ πεπαίνεσθαι τοῖς καρποῖς ἅπασι παρὰ τῆς ἡλιακῆς ἐγγίνεται θερμότητος, εὔδηλον ὡς τὸ μὲν ἀτελέστερον καὶ ψυχρότερον ὀξὺ, τὸ δὲ τελεώτερον καὶ θερμότερον ὑπάρχει γλυκύ. ὅταν οὖν οἶνος ἐν τῷ ψύχεσθαι πάλιν ἀποξύνηται, πρόδηλον ὡς εἰς τὸν αὐτὸν πάλιν ἐπανέρχεται χυλὸν ἐξ οὗπερ ἐγένετο. διενήνοχε μέντοι τὴν δύναμιν κατὰ τοσόνδε ὄμφακος χυλὸς ὄξους, ὅτι τῷ μὲν ὄξει προσέρχεταί τις ἐκ σηπεδονώδους θερμότητος δριμύτης. καὶ διὰ τοῦτο καλῶς ἔλεγεν Ἀριστοτέλης αὐτὸ, τὸ μὲν οἰκεῖον τοῦ οἴνου θερμὸν ψυχρὸν ὑπάρχειν, τὸ δἐπίκτητον θερμόν. δὲ τῆς ὄμφακος χυλὸς οὐκ ἔχει τὴν θερμότητα, καὶ διὰ τοῦτο οὐδὲ τὴν δριμύτητα. προσέρχεται δή τις αὐτοῖς κᾀκ τοῦ μᾶλλόν τε καὶ ἧττον ἐν τῷ λεπτομερεῖ τῆς οὐσίας διαφορά. λεπτομερέστερον γάρ ἐστι τὸ ὄξος ὄμφακος χυλοῦ, καὶ δὴ καὶ αἴσθησις τῷ λόγῳ μαρτυρεῖ. διενήνοχε γὰρ ἀπὸ τοῦ ὄξους ἔμψυξις τῆς ἀπὸ τοῦ χυλοῦ τῶν ὀμφάκων τῷ σφοδρῷ καὶ ἐπιμίκτῳ. ἀσθενεστέρα μὲν γὰρ ἀπὸ τῆς ὄμφακος ψύξις, οὐ μὴν μετέχουσά γε θερμότητος ἀλλοτρίας οὐδὀλίγον· δὲ ἀπὸ τοῦ ὄξους ἰσχυροτέρα μὲν εἰς τοσοῦτον, εἰς ὅσον καὶ λεπτομερεστέρα. μέτεστι δαὐτῷ καὶ δριμύτητος θερμαινούσης, οὐχ ἱκανῆς μὲν ἐκνικῆσαι τὴν ἀπὸ τῆς ὀξύτητος ψύξιν, εἰς δὲ τὸ τῆς διεξόδου τάχος ὑπηρετούσης. εἰς ὅσον γάρ ἐστι τὸ θερμὸν τοῦ ψυχροῦ ποριμώτερον, εἰς τοσοῦτον καὶ δριμὺς χυμὸς τοῦ ὀξέος ἑτοιμότερον διέρχεται τῶν αἰσθητικῶν σωμάτων τοὺς πόρους, ὥσθ μὲν οἷον ὁδοποιεῖ φθάνων, δοὐκ εἰς μακρὰν ἕπεται, κᾀν τούτῳ τὸ τῆς αἰσθήσεως ἐπίμικτόν τε καὶ δυσερμήνευτον ἀποτελεῖται, οὔθἁπλῶς ψυχρὸν ἀποφήνασθαι τὸ ὄξος δυναμένης, αἰσθάνεται γὰρ ἐν αὐτῷ πυρώδους τινὸς δριμύτητος, οὔθἁπλῶς θερμόν. ἐπικαταλαμβάνουσα γὰρ ἀεὶ τὴν ἐκ τῆς ποδηγούσης δριμύτητος θάλψιν ἐκ τῆς ἑπομένης ὀξύτητος ψύξις ἀμαυροῖ καὶ κατασβέννυσι παραχρῆμα. καὶ διὰ τοῦτο πολὺ πλείων ἐστὶν ἐκ τῆς ψύξεως αἴσθησίς τε καὶ διάθεσις ἤπερ ἐκ τῆς θερμότητος.  εἰ δέ γε τῷ μέλιτι πλείονι μίξαις ὄξος ὀλίγον, αἰσθήσῃ σαφῶς αὐτίκα ψύξεως καὶ θερμότητος. εἰ μὲν γὰρ ὀλίγον τὸ μέλι πολλῷ τῷ ὄξει κεράσαις, πλέονι μέτρῳ ψυχρὸν θερμὸν φανεῖταί σοι τὸ μιχθέν· εἰ δὲ πολλῷ τῷ μέλιτι ὀλίγον τὸ ὄξος, μᾶλλον θερμαῖνον ψυχρόν· κᾀν τοῖς ὄγκοις δεἰ μίξαις ἶσα, τῇ γοῦν δυνάμει κρατοῦν εὑρήσεις τὸ ὄξος ἔτι. εἰ δ’, ὡς εἴρηται, πλέον εἴη πολλῷ τὸ μέλι, πάλιν ἰσάζουσαν εὑρήσεις ἐν τῇ τοιᾷδε κράσει τὴν ψύξιν τῇ θερμότητι. πολλαπλασίῳ γάρ τινι τῶν συμμέτρως θερμῶν ἐπὶ τὴν ψύξιν ἀποκεχώρηκε τὸ ὄξος ἤπερ ἐπὶ τὴν θερμότητα τὸ μέλι. δέδεικται γοῦν καὶ πρόσθεν ὡς οὐκ ἐγχωρεῖ βιαίαν θερμότητα συνεῖναι γλυκύτητι. καὶ καλῶς εἴρηται πάλαι τὸ πάντἀλλήλοις ὁμολογεῖν τἀληθῆ. καὶ γὰρ οὖν καὶ καθὑποχονδρίων ἐγκαιομένων ἀμείνων τῆς ὄμφακος χυλὸς ὄξους αὐτοῦ, τῷ μήτε βίαιον καὶ πληκτικὴν ἔχειν τὴν ψύξιν μήτἐπίμικτον δακνώδει θερμότητι. δέονται δὲ οἱ πάσχοντες ᾧδε παρηγορηθῆναι μὲν ἀβιάστως, ὡς εἴρηται, ἔξωθεν δὲ μηδεμίαν ἐπικτήσασθαι δακνώδη θερμότητα δριμύτητα. ταυτὶ μὲν οὖν ἤδη πως ἅπτεται θεραπευτικῆς μεθόδου, κοινωνούσης πολλαχόθι τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ, καὶ διὰ τοῦτο καταλιπόντες αὐτὰ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. τοίνυν τῆς ὄμφακος χυλὸς οὐκ ὀξὺς μόνον ἐστὶν, ἀλλὰ καὶ στρυφνός. ὡς γὰρ καὶ πρόσθεν εἴρηται, σχεδὸν ἅπαντες οἱ τῶν δένδρων καρποὶ κατὰ τὴν πρώτην γένεσιν, ὡς καὶ Θεόφραστος ἔλεγε, στρυφνοὶ γευομένοις εἰσὶν, εἶτἐπειδὰν ὑγρότητος πληρῶνται, προσλαμβάνουσι μὲν ὀξύτητος, ἀφαιροῦσι δὲ τῆς στρυφνότητος. ἔστι δοὔτε τὸ προσγινόμενον οὔτε τὸ ἀφαιρούμενον ἶσον ἐν ἅπασι τοῖς καρποῖς οὔτε κατεἶδος αὐτῶν οὔτε κατὰ γένος οὐδὲν. αὐτίκα γέ τοι τῶν ὀμφάκων ἔνιαι μὲν τῆς στρυφνύτητος πλέον, ἔνιαι δὲ τῆς ὀξύτητος πλέον, ἔνιαι δὲ ἀμφοτέρων ἰσαζουσῶν μετέχουσιν. ἀλλὰ πρός γε τὸ καύσους ἐμψύχειν εὐλόγως ἁρμόττουσιν ἅπασαι. οὐ μόνον γὰρ τὸ ὀξὺ ψυχρόν ἐστιν, ἀλλὰ καὶ τὸ στρυφνὸν, ὡς καὶ πρόσθεν ἐλέγομεν. ἀποχωρεῖ δὴ κᾀνταῦθα πάλιν λόγος ἐπὶ τὴν θεραπευτικὴν μέθοδον. αὖθις οὖν αὐτὸν ἐπὶ τὸ προκείμενον ἀναγάγωμεν. ἦν δἐξ ἀρχῆς, ὡς οἶμαι, προκείμενον ἐν τῷδε τῷ γράμματι περὶ τῶν χυμῶν ἁπάντων διελθεῖν, καὶ σχεδὸν μὲν ἤδη περὶ τῶν πλείστων εἴρηται, κατὰ δὲ τὴν τοῦ λόγου κοινωνίαν ἐφάψασθαι καὶ τῶν ἄλλων ἡμῶν ἀναγκασθέντων. οὐ γὰρ περὶ στρυφνοῦ καὶ αὐστηροῦ καὶ ὀξέος εἴρηται μόνον, ἀλλὰ καὶ περὶ γλυκέος ἤδη πολλάκις καὶ πικροῦ καὶ δριμέος. προσθεῖναι δἀναγκαῖόν ἐστι τὰ λείποντα πρὸς τὴν τοῦ παντὸς λόγου τελειότητα. λείπει δἐπὶ μὲν τῶν στυφόντων οὐδέν τι μέγα καὶ ἀξιόλογον, καὶ μὴ διὰ τῶν ἤδη λελεγμένων ἔσται δῆλον.
§13 Ἐπεὶ δὲ τῶν ὀξέων ἴσως ἄν τῳ δόξειε λείπειν, τινας καὶ τῶν ἐλλογίμων ἰατρῶν ἐξηπάτησεν· τῷ γὰρ τοὺς οἴνους τοὺς ἀσθενεῖς ἔν τε τῷ ἦρι καὶ τῷ θέρει μεταβάλλειν τε καὶ ὀξύνεσθαι, χειμῶνος δἐν ταῖς οἰκείαις φυλάττεσθαι ποιότησιν, ὑπὸ θερμοῦ τισιν ἔδοξεν ὀξύτης γεννᾶσθαι. συναύξει δαὐτῶν τὴν ὑπόληψιν τε κινηθεὶς σφοδρότερον οἶνος, τἐν τοῖς πλοίοις μετακομισθεὶς ποῤῥώτερον. καὶ γὰρ οἱ τοιοῦτοι πάντες, ὅταν ἀσθενεῖς ὦσιν, ὀξύνονται τάχιστα. καὶ μέντοι τοὺς πίθους ἔνιοι τῶν τὰ γεωργικὰ γραψάντων ἀξιοῦσιν ἐν οἴκοις κατορύττεσθαι πρὸς ἄρκτον ἐστραμμένοις, ὡς τῆς μὲν ψύξεως φυλαττούσης αὐτῶν τὴν ποιότητα, τῆς δὲ θερμότητος μεταβαλλούσης. ἀτὰρ οὖν καὶ φαίνεται τοῦτο πολλαχόθι γιγνόμενον, αὐτῇ τῇ πείρᾳ βασανισθέν. ὀξύνονται γὰρ ἔνιοι τῶν οἴνων ἑτοίμως, ὅταν ἐν μεσημβρινοῖς καὶ προσηλίοις χωρίοις ἀποκέωνται, καί μοι δοκεῖ τὴν ἀρχὴν τῆς τῶν εἰρημένων λύσεως ἐντεῦθεν ποιήσασθαι. τὸ γὰρ μήτε πάντας ὀξύνεσθαι θερμαινομένους, ἀλλὅσοι ψυχρότεροι κατἀρχὰς εὐθέως εἰσὶ, μήτε τῶν παλαιωθέντων τινὶ συμπίπτειν τοῦτο, τὴν ἐπὶ τἀληθὲς ὁδὸν ἡμῖν εὑρήσει.
§14 Ζητήσει γὰρ λόγος τὴν αἰτίαν, διἣν ὑπὸ τῆς ἔξωθεν θερμότητος φύσει ψυχρὸς καὶ ἀσθενὴς οἶνος ἐλέγχεται, καίτοι τοῦτό γε αὐτὸ τὸ ῥῆμα τὸ ἐξελέγχεται ῥηθὲν ἁπάσας τὰς εἰρημένας ἀπορίας ἐπιλύεται. παραπλήσιον γάρ τι συμβαίνει τοῖς οἴνοις, ὅσοι φύσει ψυχρότεροι καὶ ὑδατωδέστεροι τυγχάνουσιν ὄντες, οἷόν τι καὶ ταῖς μικραῖς καὶ ἀσθενέσι φλοξί. καὶ γὰρ καὶ ταύτας ἐν ἡλίω καταθεὶς ἰσχυρῷ τελέως ἀμυδρὰς ὄψει γιγνομένας, καὶ παντάπασιν ἀποσβεννυμένας. οὕτω δὲ καὶ λύχνον καιόμενον, εἴ που ἄλλῃ φλογὶ σφοδρᾷ καὶ μεγάλῃ παραθείης, εἴτἐν ἡλίῳ καταθείης ἰσχυρῷ, μαραινόμενόν τε καὶ διαφορούμενον αὐτίκα θεάσῃ. καὶ μὲν δὴ κᾂν εἰ ῥιπίζοις ἰσχυρῶς ἀσθενῆ καὶ μικρὰν φλόγα, θᾶττον ἀποσβέσεις αὐτὴν αὐξήσεις. οὔτε γὰρ κίνησιν οὔτε θερμασίαν ἰσχυρὰν ἀσθενὴς ὑπομένει φύσις, ἀλλὰ διαφορεῖται πρὸς αὐτῆς μᾶλλον αὐξάνεται, ἐπεί τοι κᾀξεπίτηδες ἐν πολλοῖς χωρίοις κινοῦσί τε καὶ μεταφέρουσι τοὺς οἴνους, ὥσπερ οὖν καὶ ἡλιοῦσί γε καὶ θερμαίνουσιν, ὡς ἐνίους αὐτῶν ἀηδεῖς γίγνεσθαι τὴν ἀπὸ τοῦ καπνοῦ δεχομένους ποιότητα. καὶ παρἡμῖν γε κατὰ τὴν Ἀσίαν, ἐπὶ τοὺς κεράμους τῶν οἰκιῶν ὅταν ἥκῃ θέρους ὥρα, λαγήνοις ἐγχεόμενοι σχεδὸν ἅπαντες ἐπιτίθενται, καὶ μετὰ ταῦτα καθαιροῦντες ἐν ὑπερώοις οἰκήμασιν, ὧν ἐν τοῖς κατωγέοις μέλλει καυθήσεσθαι φλὸξ πολλὴ κατατίθενται καὶ ὅλως πρὸς μεσημβρίαν τε καὶ πρὸς ἥλιον ἀεὶ στρέφουσι τὰς ἀποθήκας, οἷς μέλλει θᾶττον αὐτοὺς ἐκπέψαι τε καὶ ποτίμους ἐργάσασθαι. γὰρ ἐν χρόνῳ πολλῷ  τοῖς ἄλλοις, τοῦτο τοῖς οὕτω θερμανθεῖσιν ἐν ἐλαχίστῳ περιγίγνεται. τῶν δὲ τὰ γεωργικὰ συγγραψάντων οὐδὲν θαυμαστὸν ἐνίους ὑπὸ τῆς κατὰ τὰ σφέτερα χωρία πείρας ὑπὲρ ἁπάντων οἴνων ἀποφήνασθαι προπετέστερον. ἀλλοἵ γε περὶ Θεόφραστον καὶ Ἀριστοτέλην τήν τἐμπειρίαν ἐπὶ πλέον ἐκτείναντες καὶ διὰ τὴν ἐν φυσιολογίᾳ γυμνασίαν ἀκριβέστερον ἅπαντα διαρθρώσαντες, ἄλλα τε τοιαῦτα πολλὰ καὶ περὶ τῶν οἴνων ἡμᾶς ἐδίδαξαν, ὡς ὅμοιόν τι τοῖς ἡμῶν αὐτῶν πάσχειν σώμασιν. γὰρ οὐχὶ καὶ ταῦτα θεώμεθα, παρὰ τό πως ἔχειν ἀσθενείας ῥώμης. ὑπὸ τῶν αὐτῶν ὀνινάμενα καὶ βλαπτόμενα· καὶ γὰρ καὶ γυμνάσια σφοδρὰ καὶ ἥλιος ἰσχυρότερα μὲν ἐργάζεται τὰ θερμὰ καὶ ῥωμαλέα σώματα, καταβάλλει δὲ καὶ διαφορεῖ καὶ καταψύχει τὰ μὴ τοιαῦτα, καὶ τῶν οἴνων τοὺς μὲν θερμοὺς φύσει καὶ κίνησις ῥιπίζουσα καὶ ἥλιος ἐκθερμαίνων καὶ φλόγες πλησίον καιόμεναι πεπαίνουσι θᾶττον. ὅσοι δὲ ψυχρότεροί τέ εἰσι καὶ ὑδατωδέστεροι, τούτους ἐξελέγχει τε τὰ τοιαῦτα πάντα καὶ θᾶττον ἀναγκάζει πάσχειν, μικρὸν ὕστερον ἔμελλε πείσεσθαι. φυλάττεται μὲν γὰρ ἕκαστον τῶν ὄντων ἐπὶ τῆς οἰκείας φύσεως οἰκείῳ θερμῷ, διαφθείρεται δὲ πρὸς τῆς ἔξωθεν ἀμετρίας, ἤτοι θερμότητος ὀθνείᾳ ψύξεως πλεονεξίᾳ. καὶ τὸ μὲν ἀποτελούμενον ὑπἀμφοῖν ἓν, δὲ τρόπος αὐτοῦ τῆς γενέσεως οὐχ εἷς. ὅθεν οὐδὁμοίως ἅπασι τοῖς ἰδιώταις εὐφώρατος τρόπος ὅδε τῆς διαφορᾶς. ἐπειδὰν μὲν ὑπὸ τοῦ ψυχροῦ νικηθῇ τὸ καθέκαστον τῶν ὄντων θερμῶν, εὔδηλόν ἐστι καὶ τοῖς ἐπιτυχοῦσιν. ἐπειδὰν δὑπὸ τοῦ σφοδροτέρου θερμοῦ περιστάντος ἔξωθεν διαφορηθῇ, λανθάνει τοὺς ἀγυμνάστους περὶ φύσιν, οὐκ εἰδότας ὡς τὸ μὲν σύμμετρον θερμὸν ἅπασιν ὠφέλιμον ὑπάρχει, τὸ δἄμετρον οὐχ ἧττον τοῦ ψυχροῦ βλαβερόν.
§15–18
§15 Ἀλλὰ καθόλου μὲν τοῦτο γιγνώσκειν καλὸν, ὡς ἐν τοῖς χυμοῖς ὀξύτης ἐν τῷ μεταβάλλεσθαι μὲν ὑπὸ τοῦ θερμοῦ, μὴ κρατεῖσθαι δὲ τελέως, μάλιστα ἔοικε γίγνεσθαι. τεκμήραιτο δἄν τις οὐχ ἥκιστα κᾀν ταῖς ὀξυρεγμίαις, ὡς αὗταί γε ταῖς μὲν μηδὅλως ἐν τῇ γαστρὶ μεταβαλλομέναις τροφαῖς οὐχ ἕπονται, καθάπερ οὐδὲ ταῖς ἀκριβῶς πεφθείσαις, μόναις δὲ ταῖς ἡμιπέπτοις, ὡς ἂν οὕτω τις εἴποι. καλῶ δἡμιπέπτους ὅσαι δεξάμεναι τὴν ὑπὸ τῆς ἐν τῇ γαστρὶ θερμότητος ἀλλοίωσιν οὐκέτι εἰς τέλος ὑπαὐτῆς ἐκρατήθησαν. οὕτως δὲ καὶ γάλα καὶ πτισάνης χυλὸς καὶ τἄλλα πάντα τὰ τοιαῦτα κατὰ τὴν θερινὴν ὥραν ὀξύνεται θᾶττον ἐν χειμῶνι καὶ δεῖται ψυχρῶν οἰκημάτων, ἐν οἷς ἀποκείσεται πρὸς τὸ διαμεῖναι μέχρι πλείονος. ἐξ ὧν ἁπάντων δῆλον ὡς ἐν τῷ μεταβάλλεσθαι μὲν ὑπὸ τοῦ θερμοῦ, μηδέπω μέντοι κεκρατῆσθαι τελέως γένεσίς ἐστι τῆς ὀξείας ποιότητος. διὰ τοῦτο καὶ τῶν καρπῶν τοῖς πλείστοις ὑπάρχει, πρὶν πεπανθῆναι. καί πως ἔοικεν καὶ τοῦθὁμολογεῖν τοῖς ἐξ ἀρχῆς εἰρημένοις περὶ τῶν ὀξέων χυμῶν. εἴπερ γὰρ ὅμοιόν τι πεπόνθασι ταῖς βορείαις καταστάσεσιν, ὡς λεπτομερεῖς ὑπάρχειν ἅμα καὶ ψυχροὺς, πρόδηλον ὡς γένεσις αὐτῶν οὐκ ἄνευ θερμότητος, ὥσπερ οὐδὲ τῷ ἀέρι. καὶ διὰ τοῦτο τελέως ἡμᾶς καταψύχοντα καὶ νεκροῦντα, καθάπερ κώνειόν τε καὶ μηκώνειον, ὑοσκύαμος καὶ μανδραγόρα, ἥκιστά ἐστιν ὀξέα. ψυχροὶ μὲν ἅπαντες οἱ ὀξεῖς χυμοὶ, οὐ μὴν εἰς τοσοῦτόν γε ψύχουσιν ὡς ἀναιρεῖν. οὐδὲ γὰρ ἂν οὐδὲ λεπτομερεῖς ὑπῆρχον, εἰ ἦσαν ἄκρως ψυχροὶ, ὥστοὐ μόνον ὅτι ψυχρὸς ὀξὺς χυμὸς, ἀλλὰ καὶ εἰς ὅσα ψυχρὸς ἤδη πέφανται. βασανίζει δαὐτὸν ὁποῖός τίς ἐστιν τὴν φύσιν ἐπὶ ὀξυλαπάθου καὶ ὀξαλίδος, ἣν δὴ καὶ ὀξύδα προσαγορεύουσιν. ἔστι δαὕτη λάχανον ἄγριον, ἐν τούτοις γὰρ ἐφάνη μοι μάλιστά πως εἰλικρινὴς καὶ μόνος, οὐδεμιᾶς μετέχων στρυφνότητος, ὥσπερ οἱ τῶν δένδρων καρποί. φανερῶς γὰρ οὗτοι μετὰ στρυφνότητός τινος ἐπίμικτον ἔχουσι τὴν ὀξύτητα, καθάπερ μετὰ δριμύτητος τὸ ὄξος. τὸ μὲν οὖν ἰδίως ὀνομαζόμενον ἐν τοῖς χυμοῖς ὀξὺ μόνης τῆς γλώττης ἐστὶν αἰσθητὸν, ὥσπερ καὶ τὸ δριμύ. τὸ δὲ κοινὸν ἀμφοῖν, τὸ δακνῶδες, ἤδη καὶ τῆς ἁφῆς. ἑκατέρων δἐστὶν γλῶττα διαγνωστική. τῶν μὲν γὰρ κοινῶν, ὡς καὶ ἄλλο τι τῶν αἰσθητικῶν σωμάτων, τῶν δἰδίων, ὡς γεύσεως ὄργανον. καί μοι δοκεῖ τοῦταὐτῇ τὸ ἐξαίρετον ὑπάρχειν κατὰ τὴν οἰκειότητά τε καὶ τὴν ἀλλοτριότητα τῶν ὅλων οὐσιῶν. εἴρηται γὰρ ἤδη καὶ δέδεικται πολλάκις, οὐδὲν δἧττον εἰρήσεται καὶ αὖθις οἷόν τι τὸ καθὅλας τὰς οὐσίας ἐνεργεῖν πάσχειν ἐστίν. ἔοικα δὲ καὶ νῦν αὐτοῦ μνημονεῦσαι εἰς ὅσον ἀρκεῖ τοῖς παροῦσιν, ἐνθένδε ποθὲν ἀρξάμενος. ἐκ τῶν δ΄ στοιχείων αἱ γενέσεις ἅπασι τοῖς κατὰ μέρος σώμασιν ὑπάρχουσιν, ἄνισοί τε καὶ διαφέρουσαι ταῖς μίξεσιν. ἔνια μὲν γὰρ πυρὸς ἔχει πλέον τῶν ἄλλων στοιχείων, ἔνια δὲ ὕδατος, ἄλλα δεἰ οὕτως ἔτυχε γῆς, ἔνια δὲ ἀέρος. ἐξ οὖν τῆς τοιαύτης ἀνισότητος αἱ τῶν κατὰ μέρος σωμάτων ἰδιότητες ἀπετελέσθησαν. ἐκ μὲν τῶν στοιχείων αὐτῶν αἱ τῶν φυτῶν, ἐκ τούτων δὲ αἱ τῶν ζώων, ὡς ἐν τοῖς περὶ στοιχείων δέδεικται λόγοις. μεταβάλλει δὲ τὰ μὲν εὐθὺς εἰς ἄλληλα, τὰ δὲ διὰ μέσων ἑτέρων, οἷον αὐτίκα γῆ μὲν εἰς πυροὺς καὶ κριθὰς καὶ τἄλλα τὰ τοιαῦτα. τούτων δαὖ πάλιν ἕκαστον εἰς ἀνθρώπου σάρκα, οὐ μὴν αὐτῇ γε τῇ γῇ σαρκὶ γίνεσθαι δυνατὸν, ὑπερβάσῃ τὴν ἐν τῷ μέσῳ μεταβολήν. καὶ μέντοι καὶ τῶν εἰς ἄλληλα μεταβαλλόντων ἔνια μὲν ἑτοίμην τε καὶ διὰ ταχέων, ἔνια δὲ καὶ χαλεπὴν καὶ χρόνιον  ἔχει τὴν ἀλλοίωσιν. ὅσα μέν ἐστιν ἐγγὺς ταῖς ὁμοιότησι, ταχεῖαν ἔχει, ὅσα δὲ ποῤῥωτέρω, βραδυτέραν. ἐχρῆν οὖν, οἶμαι, γενέσθαι τι τοῖς ζώοις ὑπὸ τῆς φύσεως ὄργανον ὁμοιότητος καὶ ἀνομοιότητος τῶν οὐσιῶν διακριτικὸν, διαγιγνῶσκον τὰς φύσεις τὸ μὲν οἰκεῖον αἱρήσεται, τὸ δἀλλότριον φεύξεται. τοῦτοὖν ἐστιν γλῶττα, τῷ περιττῷ τῆς αἰσθήσεως οὐ ψυχρῶν μόνον, θερμῶν, ξηρῶν, ὑγρῶν, ἀλλὰ καὶ τῶν οἰκείων τε καὶ οὐκ οἰκείων ἔχον διάγνωσιν. εἰς τουτὶ γὰρ μόνον τὸ μόριον ἓξ ἐμφύονται νεῦρα. τῶν δἄλλων ἕκαστον ἑνὸς δυοῖν μετείληφεν, οὐδοὖν οὐδὲ τούτων αὐτῶν οὕτω μεγάλων. ἐπειδὴ δὲ τὰ μὲν μᾶλλόν ἐστιν οἰκεῖα τῇ τοῦ σώματος ἡμῶν φύσει, τὰ δἧττον, καὶ τὰ μὲν ἐν τῇδε τῇ συζυγίᾳ τῆς κράσεως, τὰ δἐν τῇδε, πλέονες ἐξ ἀνάγκης αἱ γευσταὶ ποιότητες ἀπετελέσθησαν. ἀλλὰ τῶν μὲν τρεφόντων ἁπάντων κοινὸν τὸ γλυκύ· πᾶν γὰρ τὸ τρέφον μᾶλλον ἧττόν ἐστιν γλυκύ· τῶν δὲ μὴ τρεφόντων κοινὸν μὲν τὸ κατἀπόφασιν τοῦ γλυκέος στερητικῶς ὀνομαζόμενον, οἷον οὐ γλυκὺ καὶ ἁλυκόν. αἱ κατὰ μέρος δὲ πλείους αἱ διαφοραὶ κατὰ λόγον ἐγένοντο, τὸ τῷ μὲν οἰκεῖον ἑκάστῳ τῶν ὄντων ἓν ὑπάρχειν, ὅτι καὶ μία φύσις ἴδιος αὐτοῦ, τὰ δἀλλότρια πάμπολλα, τὰ μὲν μᾶλλον ἀποκεχωρισμένα τῆς οὐσίας αὐτοῦ, τὰ δὲ ἧτον. ὅσα μὲν οὖν ἐστιν ἀκριβῶς ὀξέα καὶ στρυφνὰ καὶ πικρὰ καὶ ἁπλῶς ἡντινοῦν ἄλλην ἔχοντα ποιότητα παρὰ τὴν γλυκεῖαν, ἄτροφα πάντἐστὶν, ὥσπερ ὅσα γλυκέα μόνον, τρόφιμα πάντα, τῶν δἐπιμίκτων ταῖς ποιότησιν ὅσα μὲν ἅμα γλυκέα τέ ἐστι καὶ στρυφνὰ, παχυμερέστερα ταῖς οὐσίαις ἐστὶ καὶ ψυχρὰ ταῖς κράσεσιν, ὥσπερ καὶ μικρὸν ἔμπροσθεν ἐδείκνυμεν· ὅσα δὀξέα τε ἅμα καὶ γλυκέα, λεπτομερέστερα μὲν τὰ στρυφνὰ, ψύχει δαὖ καὶ αὐτά. καὶ δὴ καὶ τὰ μὲν πικρὰ θερμὰ, τὰ δὲ δριμέα καὶ τούτων ἔτι θερμότερα. τρέφει δοὖν ἅπαντα τὰ τοιαῦτα μετὰ γλυκύτητος. αὐτὸ δὲ καθἑαυτὸ τῶν εἰρημένων οὐδὲν ἱκανὸν τρέφειν ἐστίν. ἐπίμικτα δὲ γίγνεται κατὰ τρόπον διττὸν, ἀνομοιομερῆ ταῖς οὐσίαις ὑπάρχοντα καὶ διαφερούσας κατὰ τὰ μόρια ποιότητας ἔχοντα, ἁπλᾶ μὲν ὄντα καὶ ὁμοιομερῆ, κατὰ δὲ τὴν εἰς ἄλληλα τῶν πολὺ διαφερόντων γιγνόμενα μεταβολήν. οὔτε γὰρ τὸ μέλι ἐξαίφνης γίγνεται πικρὸν, ἀλλεἴθἑψόμενον ἐπὶ πλέον εἴτε παλαιούμενον, εἰς πικρότητα μεταβάλλει κατὰ βραχὺ πάσχον τὸ τοιοῦτο. οὔθὅσοι τῶν καρπῶν ἀποτελοῦνται γλυκεῖς, ὥσπερ ἔνιοι τῶν σικύων τε καὶ μηλοπεπόνων, οὐδαὐτοὶ τὴν ἐξ ἀρχῆς ἀθρόως ἀποβάλλουσι ποιότητα. κατὰ βραχὺ γὰρ ἅπασι τοῖς φύσεως ἀλλοιουμένοις αἱ μεταβολαὶ συμπίπτουσι, καὶ μάλισθὅταν εἰς πολὺ διαφερούσας, καὶ παντάπασιν ἐναντίας ποιότητας, ἀλλοίωσίς τε καὶ μετάστασις αὐτῶν ἀποτελῆται. ὥσπερ οὖν τὸ μὲν ἀκριβῶς γλυκὺ τρόφιμόν ἐστιν, τὸ δεἰλικρινῶς πικρὸν ἄτροφον, οὕτως τὸ μεταξὺ τρέφει μὲν, ἀλλἧττον τοῦ γλυκέος. ὡσαύτως δὲ καὶ κατὰ τὰς ἄλλας ἔχει ποιότητας. ἄτροφοι γάρ εἰσι πλὴν τῆς γλυκείας ἅπασαι. καὶ μὲν δὴ καὶ αὐτὰ τὰ στοιχεῖα πολὺ μᾶλλον ἄτροφά τε καὶ ἄποια πρὸς τὴν γεῦσίν εἰσιν. καὶ διὰ τοῦτο καὶ γῆ καὶ τὸ ὕδωρ, ἄμφω γὰρ καὶ ταῦτα ἄποια πρὸς τὴν γεῦσίν εἰσιν καὶ ἄτροφα, καθάπερ ἀὴρ καὶ τὸ πῦρ· ὥστε καὶ κατὰ τῶν ποιοτήτων ἐπιμιξίαν ἐκλύεται πολλάκις τῶν γλυκέων ποιότης, ὑδατώδους μὲν οὐσίας ἐπικρατούσης ἐν τοῖς τῶν ἐπιγείων σχεδὸν ἁπάντων καρποῖς. καὶ γὰρ πυροὶ καὶ κριθαὶ καὶ κύαμοι καὶ ἐρέβινθοι καὶ τἄλλα ὅσα τοιαῦτα, διὰ ὑγρότητα κατἀρχὰς ἐγγὺς ἀποίων ὄντα τὴν γεῦσιν, ἐν τῷ χρόνῳ πεπαινόμενά τε καὶ ξηραινόμενα γίνεται γλυκύτερα, γεώδους δὲ καὶ ξηρᾶς ἐν ἀχύροις καὶ χόρτῳ καὶ ἀγρώστει καὶ καλάμοις ξηροῖς καὶ ξύλοις, ὧν ἔνια πρὶν ἀποξηρανθῆναι γλυκέα τε ἡμῖν ἐστι καὶ τροφὴν τῷ σώματι δίδωσιν ἐνίοτε, οἷον τε τοῦ φοίνικος ἐγκέφαλος, οὕτω γὰρ ὀνομάζουσι τὸ ἀνώτατον μόριον αὐτοῦ, καὶ τῆς ἀγρώστεώς τε καὶ τῶν καλάμων αἱ μαλακαὶ ῥίζαι, καὶ μάλιστα τῶν κατΑἴγυπτον, ἤδη δὲ καὶ τῶν πλείστων δένδρων αἱ βλάσται. ὁμοιότητι μὲν γὰρ ἀεὶ τῇ πρὸς τὸ τρεφόμενον γλυκὺ φαίνεται τὸ τρέφον, ἀνομοιότητι δοὐ γλυκύ. πολλῶν δοὐσῶν ἀνομοιοτήτων πολλὰς ἀναγκαῖον ἐν τῷδε καὶ τὰς μὴ γλυκείας γίγνεσθαι ποιότητας, ἃς ἑρμηνεῦσαι μὲν ἀμήχανον, ἀναμνῆσαι δἐγχωρεῖ, πάντων ἀνθρώπων ἀκριβῶς εἰδότων, ἑτέραν μὲν τὴν ἐκ τῶν στρυφνῶν αἴσθησίν τε καὶ διάθεσιν ἐν τῇ γλώττῃ γιγνομένην, ἑτέραν δὲ τὴν ἐκ τῶν ὀξέων, καὶ ἄλλην μὲν τὴν ἐκ τῶν ἁλμυρῶν, ἄλλην δὲ τὴν ἐκ τῶν πικρῶν.
§16 Ὥσπερ οὖν ὅσα τῶν ἐδεσμάτων ὁμοιότατα ταῖς τῶν τρεφομένων ὑπάρχει φύσεσιν, γλυκύτητά τἐμφαίνεται καὶ σκευασίας οὐδεμιᾶς προσδεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα ποῤῥώτερα τὴν κρᾶσίν ἐστιν τὰ μὲν ἡδυσμάτων, τὰ δὲ καὶ συναμφοτέρων προσδεῖται, καὶ οὐδέν γε θαυμαστὸν αὐτῶν τῶν ἡδυσμάτων μηδὲν ἐδώδιμον ὑπάρχον εἰς ἡδονὴν συντελεῖν τῷ διἑαυτοῦ σκευασθέντι. δυοῖν γὰρ ἀμέτροιν συνελθόντοιν ἐγχωρεῖ τὸ μικτὸν ἐξ ἀμφοῖν σύμμετρον ἀποτελεσθῆναι καὶ διὰ τοῦτο γλυκὺ φανῆναι, τῶν ἀμέτρων οὐκ ὄντων τοιούτων. ὅταν δὲ δὴ καὶ διἑψήσεως ὀπτήσεως ὅλως ὑπὸ θερμοῦ τινος σκευασία γίνηται τῶν ἐδεσμάτων, οὐδὲν οὔτἄπορον οὔτἄλογον πρότερον οὐκ ἦν ἡδέα γενέσθαι νῦν ἥδιστα. φαίνεται γὰρ τοῦ θερμοῦ φύσις οἷς ἂν ὁμιλήσῃ ταχέως ἀλλοιοῦν αὐτὰ καὶ μεταβάλλειν εἰς ἕτερον εἶδος, ὥστοὐκέτι οὐδὲ τοῦτἄπορον, εἰ τινὰ μὲν ἡδίω, τινὰ δὲ ἀηδέστερα γίνεται τῷ πυρὶ πλησιάζοντα, καὶ τινὰ μὲν ἐλαχίστῳ χρόνῳ, τινὰ δἐπὶ πλεῖστον ἑψηθῆναι χρήζῃ. τὰ μὲν γὰρ ὁμοιότατα ταῖς κράσεσι τῶν τρεφομένων σωμάτων χωρὶς ἑψήσεώς τε καὶ σκευασίας ἤδη φαίνεται γλυκέα, τὰ δἀνόμοια πάντα μὲν ἀηδῆ, πρὶν σκευασθῆναι. δεῖται δὲ τὰ μὲν ὑπέρθερμα τῷ ψυχρῷ κολασθῆναι, τὰ δἱκανῶς ψυχρὰ ταῖς τε τῶν θερμῶν ἐδεσμάτων μίξεσιν καὶ πυρί. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑγρότητι μὲν ὅσα γεώδη καὶ ξηρὰ, ξηρότητι δὲ τὰ πλέον προσῆκεν ὑδατώδη τε καὶ ὑγρά. τὰς μὲν οὖν ξηρότητας αἱ τῶν ὑγρῶν ἐπιμιξίαι, τὰς δὲ ὑγρότητας αἱ τῶν ξηρῶν καὶ τὸ πῦρ ἐπανορθοῦται. μεγίστη δὲ τοῦ λεγομένου πίστις κατὰ τὸ στόμα γιγνομένη μεταβολή. τοῖς γοῦν ἐπὶ πλέον ἀσιτήσασιν ἁλυκὸν φαίνεται τὸ πτύελον, εἰ δἐπὶ πλεῖστον, οὐχ ἁλυκὸν μόνον, ἀλλἤδη καὶ πικρόν. οὕτω δὲ καὶ πᾶν ἐκχολοῦται τὸ σῶμα, καὶ εἴπερ ἦν αἰσθητικὸν ἅπαν ὁμοίως τῇ γλώττῃ, καὶ τῆς ἁλυκότητος ἂν, οἶμαι, τῆς ἐν αὐτῷ ῥᾳδίως ἠσθάνετο καὶ τῆς πικρότητος, ἔτι τε πρὸς τούτῳ καὶ αὐτῆς τῆς γλυκύτητος, ὑπαρχούσης γε ἀεὶ τῷ κατὰ φύσιν αἵματι. νυνὶ δὲ ἐπειδὰν ἤτοι ῥαγέντος ἀναστομωθέντος ἀγγείου τινὸς ἀθρόον τε καὶ θερμὸν αἷμα κατὰ τῆς γλώττης ἐκχυθῇ, φαίνεται γλυκύτατον, ὅταν, ὡς εἴρηται, κατὰ φύσιν ἔχῃ. ἐπεὶ τό γε νενοσηκὸς πικρὸν ἁλυκόν ἐστιν, τινα τοιαύτην ἑτέραν ἐμφαίνει ποιότητα, τὸ μέντοι καθὅλον τοῦ ζώου τὸ σῶμα λανθάνει, καθάπερ αἱ χολαὶ καὶ τὸ φλέγμα. καίτοι τῶν χολῶν μὲν ἀεὶ πικρὰ φαίνεται, κᾂν μικρῷ μορίῳ ψαύσῃ τῆς γλώττης, μέλαινα δὀξεῖα. καὶ τοῦ φλέγματος καὶ τῇ γλώττῃ πλησιάζοντος τὸ μὲν γλυκὺ, τὸ δὲ ὀξὺ, τὸ δὲ ἁλμυρὸν ἐναργῶς ἐφάνη πολλάκις, ἄδηλον ὑπάρχον καὶ τοῦτο καθὅλον τὸ ζῶον.
§17 Οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί τὸ γλυκύτατον ἁπάντων μέλι τὸν πικρότατον γεννᾷ χυμὸν καὶ διὰ τί μάλιστα τοῖς ἀκμάζουσί τε καὶ φύσει θερμοῖς καὶ πυρέττουσιν. ὡς γὰρ κἀκτὸς ἐπὶ πλέον ὁμιλῆσαν τῷ πυρὶ πικρὸν ἀποτελεῖται, κατὰ τὸν αὐτὸν τρόπον κᾀν τοῖς τῶν ζώων σώμασιν, ὅταν ἀκραιφνεῖ πλησιάζῃ θερμότητι, τὸν χολώδη γεννᾷ χυμόν. ἐν δὲ ταῖς ψυχροτέραις κράσεσιν διὰ ἡλικίαν, διὰ φύσιν σώματος, διὰ νόσον, εἰς χρηστὸν καὶ σύμμετρον αἷμα μεταβάλλει ῥᾳδίως. οὐ γὰρ ὑπερθερμαινόμενον οὐδἀλλοιούμενον ἐπὶ πλέον ἐν τοῖς τοιούτοις σώμασιν, ἀλλὅμοιόν τι τῷ μετρίως ἑψηθέντι πάσχον ἐξομοιοῦται τελέως αὐτοῖς καὶ διαφυλάττει τὴν γλυκύτητα. καὶ τί θαυμαστὸν ὑπὸ τῆς σφοδροτέρας ἐν τοῖς ζώοις θερμότητος πλείονος ἑψήσεως ἐξίστασθαι τῆς ἀρχαίας γλυκύτητος τὸ μέλι, καὶ χωρὶς τούτων ὑπὸ τῆς ἐν αὐτῷ θερμότητος ἐν χρόνῳ πλέονι πικρὸν ἀποτελούμενον; ἐν γὰρ τῷ τάχει τῆς μεταβολῆς διαφορὰ μόνον, οὐκ ἐν τῷ πάσχειν ἕτερον πάθος ὑφἑτέρας αἰτίας. καὶ γὰρ τὸ πάθος αὐτὸ καὶ τὸ μεταβάλλον αἴτιον ὂν, τὸ πάθος μὲν πικρότης, τὸ δαἴτιον ἀμετρία τῆς θερμότητος, ἀμετρίας δὲ τῆς εἰς ἀλλοίωσιν ἀγούσης διττῆς ὑπαρχούσης τῷ γένει, ῥώμης τοῦ πλησιάζοντος, μήκους τοῦ χρόνου, τὴν μὲν ἑτέραν ἐξ ἡμῶν τε καὶ τοῦ πυρὸς, τὴν δἑτέραν ἐξ αὐτοῦ λαμβάνει τὸ μέλι. καὶ δεόντως ἐν χρόνῳ πλείονι γίγνεται τοῦτο τὴν ἐξ αὐτοῦ, ὅτι καὶ τὸ μεταβάλλον ἀσθενέστερον. ὅπερ οὖν ὑπἐλάττονος αἰτίας ἐν χρόνῳ πλείονι γίγνεται, τοῦθὑπὸ μείζονος ἐν ἐλάττονι γίγνεσθαι τί θαυμαστόν; ἀλλοὐ τό γε χάλα, καίτοι γλυκὺ πρὸς τὴν γεῦσιν ὑπάρχον, ἐξ αὑτοῦ ποτε γίνεται πικρόν. κρατεῖται γὰρ ἐν αὐτῷ τὸ θερμὸν ὑπὸ τοῦ ψυχροῦ μᾶλλον κρατεῖ, καὶ διὰ τοῦτο ὀξύνεται κείμενον. ἐκ τριῶν μὲν γὰρ οὐσιῶν διαφερουσῶν ταῖς ποιότησι σύγκειται, καθότι καὶ πρόσθεν ἔλεγον, πρώτης μὲν τῆς παχείας, ἐξ ἧς τυρὸς γίνεται, δευτέρας δὲ τῆς λιπαρᾶς, ἐξ ἧς ο῾ βούτυρος, καὶ τρίτης τῆς ὑδατώδους, ἣν ὀῤῥὸν ἐπονομάζομεν. ἀλλὰ τούτων μὲν λιπαρὰ μάλιστα εὔκρατος, δὲ παχεῖα μικρὸν ταύτης ἀποδέουσα. τὸ δὀῤῥῶδες περίττωμα ψυχρόν τἐστὶ καὶ ὑγρὸν, ὥστε τὸ μὲν σύμπαν γάλα τοῦ συμμέτρου τῇ θερμότητι σώματος ἀπολείπεσθαι συχνῷ, καὶ διὰ τοῦτο εἰς ὀξύτητα μεταβάλλει ἐξ ἑαυτοῦ μᾶλλον πικρότητα. καὶ εἴπερ οἷόν τε ἦν αὐτοῦ γεύσασθαι πεφθέντος ἔν τε τῇ γαστρὶ καὶ κατὰ τὰς φλέβας, εὑρίσκοιτο ἂν, οἶμαι, γλυκύτερον μέλιτος. γὰρ ἔξωθεν ἔχει καὶ παρἑαυτοῦ τὸ μέλι, τοῦτἐν τῷ πέττεσθαι λαμβάνει τὸ γάλα. καὶ ὅταν γε θερμὸν ἱκανῶς ὑπάρχῃ τὸ τοῦ ζώου σῶμα, τοσοῦτον ἐπικτᾶται τὸ γάλα τῆς γλυκύτητος, ὅσον ἀπόλλυσι τὸ μέλι. καὶ τοῦτεὐλόγως γίνεται. τῷ μὲν γὰρ ἄκρως γλυκεῖ, καὶ διὰ τοῦτο μηκέτἐγχωροῦντι προσθήκην γλυκύτητος, εἰς τὴν ἐφεξῆς ἀνάγκη μεταβάλλειν ποιότητα· τῷ δέ γε ἐνδεεῖ τὸ τέλεον ἐκ τῆς πέψεως προσγίνεται. ταῦτἄρα καὶ διττὰς ἀπεπτούμενον ἐν τῇ γαστρὶ τὸ γάλα τὰς ἀλλοιώσεις ἐπιδέχεται· κατὰ μὲν τὴν ψυχροτέραν κοιλίαν ὀξυνόμενον, ἐν δὲ τῇ θερμοτέρᾳ κνισῶδές τε καὶ πικρὸν ἀποτελούμενον. οὐ μὴν τό γε μέλι τὴν εἰς ὀξύτητά ποτε μεταβολὴν δέχεται ἐν τῷ πέττεσθαι· θερμότερον γάρ ἐστιν ὥστε μὴ κρατούμενον ὀξυνθῆναι. δακνώδη μὲν γὰρ ἄμφω τῇ γλώττῃ, τό τε ὀξὺ καὶ τὸ πικρὸν, οὐ μὴν ὡς ἴδιον γλώττης αἴσθησις τοῦτο κέκτηται. καὶ γὰρ εἰ καὶ κατἄλλης σαρκὸς ἡστινοσοῦν γυμνῆς τοῦ δέρματος ἐπιβάλλοις αὐτὰ, δάκνει  κἀκείνην, δῆλον ὡς τὸ δακνῶδες τῆς ἁφῆς ἴδιον αἰσθητὸν, οὐ γεύσεώς ἐστιν· καὶ μὴν καὶ τοῖς δριμέσιν ὀνομαζομένοις, οἷον πυρέθρῳ τε καὶ σκορόδῳ καὶ κρομμύῳ ὑπάρχει τὸ δάκνειν, οὐ τὴν γλῶτταν μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἡμῶν σάρκα. καὶ κοινὸν ἄρα τοῦτο τὸ δάκνειν τριῶν ἐστι χυμῶν, ὀξέος, πικροῦ, δριμέος, ἀλλὰ τοῦ μὲν ὀξέος ὡς ψυχροῦ τε ἅμα καὶ λεπτομεροῦς, ἐδείχθη γὰρ τοῦτο πρόσθεν, τοῦ πικροῦ δὲ καὶ δριμέος ὡς θερμῶν.
§18 Ὅτι μὲν οὖν πικρὸς χυμὸς θερμός ἐστιν ἀρτίως μοι δέδεικται. περὶ δὲ τοῦ δριμέος ἰδίως ὀνομαζομένου τὴν ἀρχὴν οὐδἀποδείξεώς ἐστι χρεία. φθάνει μὲν γὰρ ἐκ τῆς αἰσθήσεως ἐνέργεια τὴν ἐκ τοῦ λόγου πίστιν, ὥστοὐδἠμφισβήτησεν οὐδεὶς ὑπὲρ αὐτοῦ, ἀλλὰ καὶ Πλάτων ὡς περὶ θερμοτάτου πάντων ἀποφαίνεται καὶ Ἀριστοτέλης καὶ Θεόφραστος καὶ τῶν ἰατρῶν οὐδείς ἐστιν οὔτε τῶν παλαιῶν οὔτε τῶν νεωτέρων, ὃς ἕτερόν τι γιγνώσκει. κατὰ γὰρ τὸν τῆς οὐσίας αὐτοῦ λόγον ἐστὶ τὸ θερμαίνειν, ὥστεἰ καὶ τῶν ἰδιωτῶν ὁντιναοῦν ἔροιο, τί καλεῖ δριμὺ βρῶμα, φαίη ἂν, οἶμαι, τὸ θερμαῖνον ἰσχυρῶς ἐν τῷ γεύεσθαι, καθάπερ τὸ πέπερι καὶ τὸ πύρεθρον καὶ τὸ κάρδαμον καὶ τὰ σκόροδα καὶ τὰ κρόμμυα καὶ πάνθὅσα τοιαῦτα. καί μοι δοκεῖ μόνον τοῦτο τὸ γένος τῶν χυμῶν ἰδίας ἀπορῆσαν προσηγορίας τῇ κοινῇ συγχρήσασθαι καθὑπεροχήν. ὄντος γὰρ καὶ τοῦ πικροῦ χυμοῦ καὶ τοῦ ὀξέος δριμέων ἀμφοῖν, ἐν ᾧπερ ἂν σώματι σφοδρὰν εὑρίσκομεν τὴν δριμύτητα, κᾂν μήτε πικρὸν κᾂν μήτε ὀξὺ, δριμὺ προσαγορεύειν εἰθίσμεθα, καίτοι πολλῶν ὄντων κατεἶδος τῶν τοιούτων σωμάτων. τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἐδώδιμα, τὰ δοὔ. τὰ μὲν οὖν ἐδώδιμα γλυκεῖαν ἐξ ἀνάγκης ἔχει τινὰ μεμιγμένην ἀμυδρὰν ποιότητα. καὶ διὰ τοῦτο πολλοῖς ἐξ αὐτῶν ὡς ὄψῳ χρώμεθα, πολλοῖς δὡς ἡδύσματι μόνῳ. ὡς σιτίοις μὲν γὰρ αὐτῶν οὐδενὶ, διὰ τὸ σφοδρὸν τῆς δυνάμεως. τῶν δοὐκ ἐσθιομένων τὰ μέν ἐστι θανάσιμα, τὰ δἁπλῶς φάρμακα, πάντα δοὖν ἐπιτιθέμενα κατὰ τοῦ δέρματος ἡμῶν ἕλκος ἐργάζεται ῥᾳδίως. ἐμφαίνει δὲ καὶ τούτων ἔνια πικρὰν ποιότητα, ὥσπερ τῶν ἐδωδίμων οὐκ ὀλίγα γλυκεῖαν, οὐ μὴν ὀνομάζεταί γε πικρὰ, διότι βραχεῖα μὲν αὕτη καὶ ἀσθενής ἐστιν ἐν αὐτοῖς, ἰσχυρὰ δὲ τῆς δριμύτητος. ἐνίων δοὐδὲ γεύσασθαι τολμῶμεν, οἷον ἤτοι θαψίας, κανθαρίδων, τινος ἑτέρου τῶν κατὰ διάβρωσιν σῆψιν ἀναιρούντων· ἀλλἔστι καὶ τούτων εἰκάσαι δριμεῖαν εἶναι τὴν γεῦσιν ἐξ ὧν ἐργάζεται περὶ τὸ σύμπαν σῶμα. πολλὰ δὲ καὶ ταῖς ὀσμαῖς εὐθύς ἐστιν ἀλλόκοτα καὶ σαφῶς ἐνδεικνύμενα τὴν πρὸς ἄνθρωπον ἐναντιότητα, καθάπερ αὐτά γε ταῦτα τὰ προειρημένα, καὶ τοῦ κωνείου καὶ τοῦ μήκωνος, ἔτι τε μανδραγόρου καὶ ὑοσκυάμου χυλός. καὶ γὰρ δὴ νῦν ἐθεασάμεθα ἔναγχος βοτάνης χυλὸν, ὃν ἑκατόνταρχός τις ἐκ τῆς πρὸς Αἴγυπτον βαρβάρου χώρας ἐκόμισεν. οὕτως δἦν βαρὺς καὶ ἀηδὴς τὴν ὀσμὴν ὡς μηδὲ γεύεσθαι τολμᾷν, ἀλλεἰκάζειν θανάσιμον ὑπάρχειν· ἐχρῆτο δαὐτῷ πρὸς τὰς ἀρθριτικὰς ὀδύνας ἀκμαζούσας, καὶ σαφῶς ἐδόκει καὶ αὐτοῖς. τοῖς κάμνουσιν ψυκτικὴν ἔχειν τὴν δύναμιν. ἔστι δὑπόξανθος μὲν τὴν χρόαν, οὕτως δὲ βαρὺς κατὰ τὴν ὀσμὴν ὡς τοῦ κωνείου, πλὴν ὅσα βραχείας ἀρωματιζούσης τινὸς εὐωδίας προσβάλλει. τὸ δὄνομα τῆς βοτάνης ἐξ ἧς χυλὸς γίγνεται λυκοπέρσιον ἔφασκεν εἶναι. ἀλλὰ περὶ μέν τῶν δηλητηρίων φαρμάκων αὖθις εἰρήσεται. τοὺς δὲ δριμεῖς ἅπαντας χυμοὺς, περὶ τούτων γὰρ ἦν λόγος, ἄκρως θερμοὺς χρὴ γινώσκειν ὄντας. ἐφεξῆς δαὐτῶν τοὺς πικροὺς, εἶτα τούτων ἑξῆς τοὺς γλυκεῖς. ἐν ἅπασι δαὐτοῖς ἱκανοῦ τοῦ πλάτοις ὑπάρχοντος, μὲν μᾶλλον δριμὺς καὶ πικρὸς καὶ γλυκὺς μᾶλλον δηλονότι καὶ θερμός ἐστιν, δἧττον εἰς τοσοῦτον ἀπολείπεται θερμότητος, εἰς ὅσον καὶ τῆς ἀκριβοῦς κατὰ τὴν γεῦσιν ποιότητος. ὅρος δὲ τοῦ μὲν πικροῦ χυμοῦ τὸ ῥύπτειν ἐστὶν, τοῦ δὲ δριμέος τὸ καίειν, τοῦ δὲ γλυκέος τὸ τρέφειν, ὅταν γε τελέως ἔχωσι κατὰ τὴν ἑαυτῶν ἕκαστον φύσιν, τουτέστιν ὅταν ὡς οἶόν τε μάλιστα ὑπάρχωσιν ἑτέραις ποιότησιν ἄμικτοι, οἷον πικρὸς ἔστι μὲν πάντως θερμὸς, ἀλλ μὲν ἄρτι γενόμενος ἐκ τῆς τοῦ γλυκέος μεταβολῆς ἧττόν τε πικρός ἐστι καὶ ἧττον θερμὸς, δὲ ἐπὶ πλεῖστον ἐξηλλαγμένος ἐσχάτως τε πικρός ἐστι καὶ ἤδη πλησίον ἥκει τοῦ δριμέος, ὡς μὴ ῥύπτειν ἔτι μόνον, ἀλλὰ καὶ διαβιβρώσκειν καὶ δάκνειν, οἷον ἀριστολοχία μὲν καὶ ἴρις καὶ πάναξ αὐτὸ τοῦτο μόνον, ἀποῤῥύπτουσί τε καὶ καθαροποιοῦσι τὰ ἕλκη. ἀγρία δὲ σταφὶς οὐδὲν μὲν ἧττον τούτων δριμεῖά ἐστιν, εἰ μὴ ἄρα καὶ μᾶλλόν ἐστι πικρά· δριμεῖα γὰρ ἤδη καὶ μάλα καὶ θερμὴ σφοδρῶς, ὅθεν οὐδὲ τὸν ῥύπον ἀφαιρεῖ τῶν ἑλκῶν μόνον, ἀλλὰ καὶ αὐτὴν κατατήκειν πέφυκε τὴν σάρκα. τοιοῦτο δέ τι καὶ τοῦ σώματος εἴσω λαμβανόμενοι πεφύκασι δρᾷν οἱ πικροὶ χυμοὶ πάντες, οἷόν τι καὶ κατὰ τὰ ἕλκη· ῥύπτουσί τε γὰρ καὶ διακαθαίρουσιν αὐτὰ καὶ τὴν ἐν ταῖς φλεψὶ τῶν χυμῶν παχύτητα τέμνουσιν, ὅθεν ἐπιμήνιά τε κινοῦσι καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγαῖς τοῦ πύου συναίρονται, καὶ ὅλως, εἴτε παχὺ φλέγμα περιεχόμενον ἐν αὐτοῖς εἴτε πῦον εἴτἄλλο τοιοῦτο εἴη, διακαθαίρουσιν, ἐπιληψίαις τε κατὰ τοῦτο βοηθοῦσιν, ὅσοι γε μὴ δηλητήριοι τὴν φύσιν ὑπάρχουσιν. ἐκεῖνοι γὰρ ὅλῳ τῷ γένει παρὰ φύσιν εἰσίν. οὕτω δὲ καὶ τοὺς πτύοντας αἷμα βλάπτειν πεφύκασιν.  τῶν στυφόντων γὰρ ἐκεῖνοι καὶ γλίσχρων, οὐ τῶν τεμνόντων καὶ διαιρούντων δέονται. ταυτὶ μὲν οὖν ἤδη πως ἅπτεται τῆς θεραπευτικῆς μεθόδου.
§19–22
§19 Περὶ δὲ τῶν πικρῶν χυμῶν τῆς δυνάμεως ἀφορισάμενοι καὶ τμητικοὺς αὐτοὺς εἰπόντες εἶναι καὶ λεπτυντικοὺς καὶ ῥυπτικοὺς, καὶ δηλονότι θερμοὺς εἰς τοσοῦτον ὡς μήπω καίειν, ἐπὶ τοὺς δριμεῖς αὖθις ἴωμεν τῷ λόγῳ. καὶ πρῶτον μὲν θερμοὺς ἀκριβῶς αὐτοὺς εἴπωμεν, εἶτα διαβρωτικούς τε καὶ καυστικοὺς καὶ ἐσχαρωτικοὺς καὶ συντηκτικούς· ἐπὶ μὲν τοῦ δέρματος ἐπιτιθεμένους ἅπαντας τοὺς τοιούτους εἶναι, εἴσω δὲ τοῦ σώματος λαμβανομένους, ὅσοι μὲν ὅλαις ταῖς οὐσίαις ἐναντιώτατα διάκεινται πρός τινα ζῶα, σηπτικούς τε πάντας εἶναι καὶ δηλητηρίους ἐκείνων τῶν ζώων. ὅσοι δὲ κατὰ τὴν ἀμετρίαν τῆς θερμότητος μόνον, εἰ μὲν παχυμερεῖς καὶ γεώδεις εἶεν, ἑλκωτικοὺς τῶν ἐντὸς, εἰ δὲ λεπτομερεῖς, διουρητικούς τε καὶ ἱδρωτικοὺς, καὶ ἁπλῶς εἰπεῖν τμητικούς τε καὶ διαφορητικούς. συναίρονται δέ τινες αὐτῶν ταῖς τε ἐκ τοῦ θώρακος ἀναπτύσεσι καὶ ταῖς τῶν καταμηνίων φοραῖς· ἀλλὰ πότε καὶ πῶς καὶ τίνι μεθόδῳ χρωμένων, οὐ τῆς νῦν ἐνεστώσης πραγματείας διελθεῖν. ὑπὲρ ἁπάντων γὰρ τῶν τοιούτων ἐν τῇ θεραπευτικῇ μεθόδῳ λεχθήσεται, ὥστε καὶ περὶ τῶν δριμέων χυμῶν τῆς φύσεως ἤδη παύσομαι τὰ πλείω γράφων. ἀρκεῖ δὲ μόνον ἔτι διορισμοὺς ἀκριβεστέρους αὐτοῖς προσθεῖναι, καθοὓς διαφέρουσι τῶν πικρῶν. οὐ μόνον γὰρ ἰσχυρᾷ θερμότητι διαλλάττειν αὐτῶν πεφύκασιν, ἀλλὰ καὶ τῷ τοὺς πικροὺς μὲν ἅπαντας ὑπάρχειν οὐ θερμοὺς μόνον, ἀλλὰ καὶ ξηροὺς τὴν δύναμιν, ὡς ἄν τις μάλιστα σαφῶς εἰκάσειε, τέφρᾳ παραπλησίως, ἐν δὲ τοῖς δριμέσιν, ὅσοι γε οὐκ εἰσὶ πικροὶ, πολλὴν ἐνίοτε μεμίχθαι τὴν ὑγρότητα, καὶ διὰ τοῦτό γἐσθίειν ἡμᾶς οὐκ ὀλίγα τῶν τοιούτων σωμάτων. ὅτι δοὐδὲ θερμὸς μόνον, ἀλλὰ καὶ ξηρός ἐστι τὴν κρᾶσιν πικρὸς ἅπας χυμὸς, τε διωρισμένη πεῖρα πρώτως καὶ μάλιστα διδάσκει, περὶ ἧς ἔμπροσθεν εἴρηταί μοι πολλάκις, ἔτι τε πρὸς τῇ πείρᾳ τῷ λόγῳ σκοπουμένοις ὡσαύτως συμβαίνει. θερμαινομένων γοῦν ἐπὶ πλέον τῶν γλυκέων, εἴθὑπὸ πυρὸς εἴθὑπὸ τῆς ἐμφύτου θερμότητος, τῶν πικρῶν σωμάτων ἐδείκνυτο γένεσις. εὐθὺς δὲ ταῦτα καὶ τῇ συστάσει μὲν ξηρότερα φαίνεται, καὶ τῷ δαπανᾶσθαι δἀεὶ καὶ ἀποῤῥεῖν αὐτῶν τὸ ὑγρὸν, ἐξατμιζόμενον ὑπὸ τῆς θερμότητος ἀναγκαῖόν ἐστι τὸ καταλειπόμενον ἀποδείκνυσθαι γεωδέστερόν τε καὶ ξηρότερον. αὐτὸ μὲν γὰρ τὸ γλυκὺ πρὸς τῷ θερμὸν ὑπάρχειν μᾶλλον ἧττον, ἐξ ἀνάγκης δήπου καὶ ὑγρὸν μᾶλλον ἧττόν ἐστιν. εἰ δέ γε τῇ τοῦ σώματος ἡμῶν φύσει μάλιστα οἰκεῖον ὑπάρχει, αὕτη δἦν εὔκρατος, ὑγρὰ καὶ θερμὴ, τὸ δοἷον ὑπεροπτηθέντος τούτου γιγνόμενον ὅμοιον τιτάνῳ καὶ τέφρᾳ, ξηρὸν καὶ θερμὸν ἐξ ἀνάγκης ἀποτελεῖται. καὶ μέντοι καὶ διαὐτὸ τοῦτο ῥύπτειν τε πέφυκε καὶ καταθραύειν καὶ τέμνειν τοὺς γλίσχρους καὶ παχεῖς χυμοὺς, ὥσπερ τέφρα καὶ τὸ νίτρον. οὐδὲ γὰρ ἀερώδης αὐτῶν ἐστιν οὐδὲ λεπτομερὴς, ἀλλὰ οὐδὲ ὑδατώδης σύστασις, ἀλλὥσπερ καὶ μικρῷ πρόσθεν εἴρηται, γεωδεστέρα, κατειργασμένη ἀκριβῶς ὑπὸ τοῦ θερμοῦ καὶ οἷον ὑπερωπτημένης αὐτῶν τῆς οὐσίας. ὡς μὲν οὖν τοῖς στύφουσι παραβαλεῖν, εἴη ἂν οὐκ ὀλίγῳ τινὶ λεπτομερέστερα τὰ πικρὰ τῶν φαρμάκων, ὡς δὲ τοῖς δριμέσι, παχυμερέστερα καὶ διὰ τοῦτοὔτε διεξέρχεται ῥᾳδίως τῶν γλίσχρων τε καὶ παχέων χυμῶν, ὥσπερ ὅσα λεπτομερέστερα ταῖς οὐσίαις ἐστὶν, οὔτἀδυνατεῖ τέμνειν ὁμοίως τοῖς παχυμερέσιν. ἐν δὲ τῷ μέσῳ χρὴ τετάχθαι τὸ μέλλον τέμνειν ἑκατέρας τῶν ὑπερβολῶν, ἵνα μήθἑτοίμως ὡς αὐτὴ φλὸξ διεξέρχηται μήτἐν τῷ μέλλειν καὶ βραδύνειν ἀδυνατῇ διαιρεῖν. ἀλλὰ περὶ μὲν τούτων κᾀν τῷ μετὰ ταῦτα λόγῳ ῥηθήσεται τῷ πέμπτῳ. νυνὶ δἀρκεῖ γινώσκειν τό γε τοσοῦτον, ὡς πικρὰ ποιότης ἅπασα θερμαῖς τε ἅμᾳ καὶ ξηραῖς οὐσίαις συμβέβηκε, καὶ πρὸς τούτοις γἔτι λεπτομερέσι καὶ γεώδεσιν. ἀκούειν δὅλου χρὴ τοῦ λεγομένου συνάπτοντας εἰς ταὐτὸ καὶ μὴ κατὰ μόνας ἑκάτερον ἀναγινώσκοντας. καὶ γὰρ ἂν μάχεσθαι δόξειεν οὕτω γε τῷ γεώδει τὸ λεπτομερὲς, ἀλλοὐχ ἁπλῶς λεπτομερὲς, ἀλλὡς ἐν γεώδει συστάσει τοιοῦτο εἶναί φημι τὸ πικρὸν, οἷον τίτανος καὶ τέφρα καὶ πᾶν τι περ ἂν ἀκριβῶς κατοπτηθῇ, καὶ γένηται σποδιὰ, μᾶλλον δἂν ἴσως ἀληθέστερον εἰκάζοιτο λιγνύϊ τινὶ καὶ αἰθάλῃ φλογὸς, καὶ γευομένοις πικρὰ φαίνεται. παχυμερὲς μὲν οὖν σῶμα γεῶδες τε σίδηρός ἐστιν καὶ λίθος, αἰθάλη δὲ καὶ τέφρα λεπτομερές. μέντοι διάπυρος εἴτοὖν λίθος σίδηρος παχυμερέστερός ἐστι τιτάνου καὶ τέφρας, καὶ πολὺ μᾶλλον αἰθάλης, καὶ πρὸς τούτοις γε θερμότερος. ἀλλὰ διαπύρῳ μὲν σιδήρῳ καὶ λίθῳ τὰ πατὰ διάβρωσιν ἀναιροῦντα φάρμακα προσέοικεν ὑπὸ τῆς ἐν αὐτῷ σώματι θερμασίας, εἰς τοῦτἀγόμενα δηλονότι, καθάπερ τε χαλκῖτις καὶ τὸ μίσυ καὶ τὸ σῶρυ, καὶ πρὸς τούτοις ἀρσενικὸν, ὑδράργυρος, λιθάργυρος καὶ ἕτερα μυρία. παχυμερῆ μὲν γάρ ἐστιν τὰ τοιαῦτα πάντα καὶ δυνάμει θερμὰ, καὶ διὰ τοῦτἐκπυρούμενα τῷ χρόνῳ κατὰ τὴν ἐν τῷ ζώῳ μεταβολὴν ὁμοίως διαπύροις λίθοις σιδήροις ἑλκοῖ καὶ καίει τὰ κατὰ τὴν γαστέρα, μηδἀναδοθῆναι δυνάμενα διὰ τὸ βάρος. τούτων δἔτι λεπτομερέστερα, καί τοι γεώδη ταῖς συστάσεσιν ὑπάρχοντα, τίτανός τε καὶ κανθαρὶς καὶ θαλάττιος λαγωός· ὧν τινὰ μὲν ἄχρι τῶν καθἧπαρ ἀνέρχεται χωρίων, ἔνια δὲ καὶ μέχρι κύστεως καὶ θώρακος, ἐν τῷ τοσούτῳ διαστήματι  τῆς φορᾶς τὸ πυρῶδες προσκτώμενα, ἀριστολοχία δὲ καὶ ἴρις ἔτι καὶ τούτων αὐτῶν λεπτομερέστερά ἐστιν· καὶ γὰρ καὶ ὑγρᾶς οὐσίας μᾶλλον τούτων μετέχει καὶ ἀερώδους, δῆλον δἐκ τοῦ μήθοὕτως εἶναι ξηρὰ καὶ κραῦρα μήθοὕτως βαρέα καὶ διὰ τοῦτἐξέφυγε τὸ γένος τῶν δηλητηρίων. καὶ μὲν δὴ καὶ κανθαρὶς ὀλίγη ποτὲ ληφθεῖσα καὶ οἷς προσῆκε μιχθεῖσα πρὸς τῷ μηδὲν ἀδικεῖν τὴν κύστιν ἔτι καὶ διακαθαίρει νεφροὺς, καὶ τά γε δραστικώτερα τῶν οὐρητικῶν φαρμάκων ἔχει τι καὶ κανθαρίδος. ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἕτερος λόγος.
§20 δὲ πικρὸς χυμὸς ὅτι τοῖς ξηροῖς τῇ κράσει σώμασι συνυπάρχει κᾀκ τοῦ δυσσηπτότατα πάντων εἶναι τὰ πικρὰ καὶ ἥκιστα σκώληκάς τε καὶ ἄλλἄττα ζῶα γεννᾷν, οἷα δὴ πέφυκεν ἐν ῥίζαις καὶ βοτάναις καὶ καρποῖς σηπομένοις ἐγγίγνεσθαι πάρεστι συλλογίσασθαι. μάλιστα γὰρ ὁρῶμεν ἐν τοῖς ὑγροῖς σώμασι καὶ σκώληκας καὶ σηπεδόνας ἐγγιγνομένας. τὰ δἀκριβῶς πικρὰ, καλῶ δοὕτως ὅσα μηδεμιᾶς ἑτέρας ποιότητος αἰσθητῆς μετέσχηκεν, ἅπασι σχεδὸν τοῖς ζώοις, οὐκ ἀνθρώποις μόνοις, ἐστὶν ἄβρωτα, τῷ πᾶν μὲν ζῶον ὑγρὸν μᾶλλον ἧττον ὑπάρχειν, ξηρὰ δεἶναι τὰ πικρὰ, τέφρᾳ καὶ κονίᾳ παραπλήσια. οὔτοὖν τέφραν κονίαν αἰθάλην τίτανον ἐσθίει ζῶον οὐδὲν οὔτε τῶν ἀκριβῶς πικρῶν. ἀψίνθιον μὲν γὰρ οὐ πικρὸν μόνον, ἀλλὰ καὶ στρυφνόν ἐστιν, θάλαττα δἁλμυρὰ μᾶλλον πικρὰ καὶ πλείστου μετέχουσα τοῦ ποτίμου, καθάπερ καὶ Ἀριστοτέλει πάλαι τοῦθἱκανῶς ἐπιδέδεικται. τὸ δὲ τῆς ἐν Παλαιστίνῃ Συρίᾳ λίμνης ὕδωρ, ἣν ὀνομάζουσιν οἱ μὲν θάλασσαν νεκρὰν, οἱ δὲ λίμνην ἀσφαλτῖτιν, ἔστι μὲν καὶ γευομένοις οὐχ ἁλυκὸν μόνον, ἀλλὰ καὶ πικρόν. ἔχει δὲ καὶ τοὺς ἐξ ἑαυτοῦ γεννωμένους ἅλας ὑποπίκρους ὁμοίως καὶ κατὰ τὴν ὄψιν εὐθὺς ἅμα πάσης θαλάσσης λευκότερόν τε καὶ παχύτερον φαίνεται, ἅλμῃ κατακορεῖ προσεοικὸς, εἰς ἣν οὐδἂν ἐμβάλῃς ἅλας, ἔτι τακήσονται, πλεῖστον γὰρ τούτων μετέχει. καὶ εἴ τις εἰς αὐτὴν καταδὺς ἀνακύψειεν, ἄχνην ἁλῶν ἂν εὐθέως κύκλῳ περὶ πᾶν ἴσχει τὸ σῶμα, καὶ διὰ τοῦτό τε βαρύτερόν ἐστι τῆς ἄλλης θαλάττης τὸ ὕδωρ ἐκεῖνο τοσοῦτον ὅσον θάλαττα τῶν ποταμῶν. ὥστοὐδεἰ βούλοιο κατὰ τοῦ βάθους καθεὶς ἑαυτὸν φέρεσθαι κάτω, δυνηθείης ἄν· οὕτως ἐξαίρει τε καὶ κουφίζει τὸ ὕδωρ, οὐχ ὡς φύσει κοῦφον ὑπάρχον, ὅπερ ἤδη τις εἷπε τῶν παλαιῶν σοφιστῶν, ἀλλὡς Ἀριστοτέλης ἔλεγε, διὰ βαρύτητα δίκην πηλοῦ βαστάζον τὰ κουφότερα. καὶ κατὰ τοῦτό γέ τοι καὶ εἰ συνδήσας ἀνθρώπου τὼ χεῖρε καὶ τὼ πόδε μεθείης εἰς τὸ τῆς λίμνης ἐκείνης ὕδωρ, οὐκ οἰχήσεται κάτω. καὶ μὲν δὴ καὶ ὡς ἐν τῇ θαλάττῃ πλείονα φορτία τῶν ἐν ταῖς λίμναις τε καὶ ποταμοῖς βαστάζει τὰ πλοῖα μὴ βυθιζόμενα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τῇ νεκρᾷ λίμνῃ πολλαπλάσια τῶν ἐν τῇ θαλάττῃ. τοσούτῳ γάρ ἐστιν τὸ καταὐτὴν ὕδωρ τοῦ θαλαττίου βαρύτερον ὅσον τὸ θαλάττιον τοῦ λιμναίου τε καὶ ποταμίου. πρόσεστι γὰρ τῶν ἁλῶν οὐσία, γεώδης τε καὶ βαρεῖα. καί σοι καὶ αὐτῷ γεννῆσαι θάλατταν ἔξεστιν, ἅλας ὕδατι ποτίμῳ διατήξαντι καὶ γνῶναι πόσῳ βαρύτερον ἀποτελεῖται τὸ τοιοῦτο ὕδωρ τοῦ γλυκέος. ἀλλὰ καὶ μέτρον ἤδη τι πεποίηνται τοῦ τὴν ἅλμην εὔκρατον ὑπάρχειν εἰς τὰς ταριχείας, εἰ φαίνοιτο καταὐτὴν ἐπιπλέον ὠὸν, ὡς ἔτι γε καταφερομένου καὶ μήπω περὶ τὴν ἐπιφάνειαν τῆς ἅλμης ἐννηχομένου μᾶλλον ὑδατώδης ἐστὶ καὶ γλυκεῖα. δεινῶς δἁλμυρὰ γίνεται τοσούτων ἐμβληθέντων ἁλῶν, ὡς μηκέτἐγχωρεῖν ἐπιτήκεσθαι τοὺς ἐπεμβαλλομένους. καὶ τοῦτό σοι στήσαντι τὸ ὕδωρ ἁπάντων ὑδάτων εὑρεθήσεται βαρύτερον. ὥστἔγωγέ ποτε μάταιον ἀπέδειξα τοῦ πλουσίου τὴν φιλοτιμίαν, ἐκ τῆς νεκρᾶς θαλάττης τοσοῦτο ὕδωρ κομίσαντος εἰς Ἰταλίαν, ὡς πληρῶσαι δεξαμενήν. ἑτοίμως γὰρ ἐποίησα ταὐτὸ, ἅλας παμπόλλους ἐμβαλὼν ὕδατι ποτίμῳ. μᾶλλον δἂν ἔτι βαρύτερον ἐργάσαιο τὸ τοιοῦτο ὕδωρ, εἰ τήξας τοὺς ἅλας ὡς πλείστους ὑπὸ κυνὸς ἐπιτολὴν, ἡνίκα μάλιστα θάλπος ἐστὶ σφοδρότατον, ἐάσαις ἐξοπτηθῆναι, παραπλησίως τῷ κατὰ τὴν ἀσφαλτῖτιν λίμνην. οὕτω γὰρ ἔσται καὶ τοῦτο βαρὺ τὸ ὕδωρ ὡς ἐκεῖνο. καὶ εἰ ἐνδήσειας ἄνθρωπον ὁτιοῦν ἄλλο ἐμβάλλοις ζῶον εἰς αὐτὸ, παραπλησίως τοῖς πλοίοις ἐποχήσεται τῷ ὕδατι. καὶ μὲν δὴ καὶ πικρότερον εὐθὺς ἔσται τὸ τοιοῦτο ὕδωρ, ὡς εἰ καὶ καθεψεῖν ὑπὸ πυρὸς αὐτὸ βουληθείης· τι γὰρ ἂν ἁλυκὸν ἐπὶ πλέον ἐκθερμήνῃς, ἔσται σοι πικρόν. οὕτω γοῦν καὶ αὐτὸ τὸ τῆς ἀσφαλτίτιδος λίμνης ὕδωρ ἐν κοίλῳ καὶ θερμῷ χωρίῳ περιεχόμενον ἐξοπτώμενόν θὑπὸ τοῦ ἡλίου γίγνεται πικρόν. διὰ τοῦτό γέ τοι καὶ τοῦ θέρους μᾶλλον χειμῶνός ἐστι πικρόν. καὶ εἰ ἀρυσάμενος αὐτοῦ τι καταθείης ἐν ἀγγείῳ κοίλῳ καὶ προσηλίῳ χωρίῳ, καθάπερ καὶ ἡμεῖς ἐποιήσαμεν ὥρᾳ θέρους, αὐτίκα μάλα πικρότερον αὐτοῦ φαίνεταί σοι γεγονός. ἀλλὰ ταῦτα μὲν ἅπαντα τοῖς ὀλίγον ἔμπροσθεν ὑπὲρ τῆς τοῦ πικροῦ γενέσεως εἰρημένοις ἱκανῶς μαρτυρεῖ. οὗ δἕνεκεν λόγος ἐπὶ τὴν ἀσφαλτῖτιν ἐξετράπετο λίμνην, οὔπω μοι πᾶν λέλεκται. φαίνεται γὰρ ἐν ἐκείνῳ τῷ ὕδατι μήτε ζῶον ἐγγιγνόμενόν τι μήτε φυτὸν, ἀλλὰ καὶ τῶν εἰς αὐτὴν ἐμβαλόντων ποταμῶν ἀμφοτέρων, μεγίστους καὶ πλείστους ἐχόντων ἰχθύας, καὶ μάλιστα τοῦ πλησίον Ἰεριχοῦντος, ὃν Ἰορδάνην ὀνομάζουσιν, οὐδεἷς τῶν ἰχθύων ὑπερβαίνει τὰ στόματα τῶν ποταμῶν. κἂν εἰ συλλαβὼν δέ τις αὐτοὺς ἐμβάλοι τῇ λίμνῃ, διαφθειρομένους ὄψεται ταχέως· οὕτως τ’  ἀκριβῶς πικρὸν ἅπασίν ἐστι καὶ ζώοις καὶ φυτοῖς πολέμιον, αὐχμῶδές τε καὶ ξηρὸν καὶ τὴν φύσιν οἷόν περ αἴθαλος ὑπὸ τῆς κατοπτήσεως γεγενημένον. καίτοι γε οὐδὲ τὸ τῆς λίμνης ἐκείνης ὕδωρ ἀκριβῶς ἐστι πικρὸν, ὅτι μηδοἱ ἅλες αὐτοὶ, προσαγορεύουσι δαὐτοὺς Σοδομηνοὺς ἀπὸ τῶν περιεχόντων τὴν λίμνην ὀρῶν καλεῖται Σόδομα, καὶ χρῶνται πολλοὶ τῶν περιοίκων εἰς ὅσα περ ἡμεῖς τοῖς ἄλλοις ἁλσί. δύναμις δαὐτῶν οὐ ξηραντικὴ μόνον ἐπὶ μᾶλλόν ἐστι τῶν ἄλλων ἁλῶν, ἀλλὰ καὶ λεπτυντικὴ, διότι μᾶλλον τῶν ἄλλων ἐξώπτηνται. πᾶσι μὲν γὰρ τοῖς ἁλσὶν ὑπάρχει τι καὶ στυπτικὸν ἀμυδρὸν, δὴ καὶ σφίγγουσι καὶ πιλοῦσι τὰ ταριχευόμενα τῶν κρεῶν καὶ μάλισθὅταν ὦσι χόνδροι τε καὶ δύσθραυστοι. τοιοῦτοι δεἰσὶν ἀκριβέστατοι μὲν οἱ πλεῖστοι τῶν ὀρυκτῶν, ἧττον δαὐτῶν οἵ τἐκ τῆς θαλάττης καὶ πολλαχόθι τῆς γῆς ἐξ ὑδάτων ἐλαφρῶν ἀναξηρανθέντων γεννώμενοι. τρίτοι δἐπὶ τούτοις ὑπάρχουσιν οἱ ὀρυκτοὶ, ῥύπτειν μᾶλλον στύφειν τε καὶ συνάγειν πεφυκότες. ἐγγὺς δὲ τούτων εἰσὶ κατὰ τὴν δύναμιν οἱ Σοδομηνοὶ χόνδροι μὲν ὄντες ὁμοίως τοῖς θαλαττίοις, ἀλλὰ διὰ τὴν ἀναμεμιγμένην αὐτοῖς πικρότητα ῥυπτικώτεροί τε καὶ διαφορητικώτεροι τῶν ἐκ τῆς θαλάττης ὑπάρχοντες. οὕτω δὲ δὴ καὶ τὸ νίτρον αὐτὸ καὶ ἀφρὸς αὐτοῦ καὶ τὸ συνθέτῳ προσηγορίᾳ καλούμενον ἀφρόνιτρον ἔτι μᾶλλον τῶν ἄλλων πέφυκε ῥύπτειν, ὡς ἂν ἥκιστα μὲν στύφοντα, πικρὰ δἀκριβῶς ὑπάρχοντα.
§21 Πλησίον μὲν γάρ ἐστιν ἁλυκὸς χυμὸς τοῦ πικροῦ, καὶ γὰρ γεώδεις ἀμφότεροι καὶ θερμοί. διαφέρουσι δὅμως οὐκ ἀσαφεῖ διαφορᾷ ἐν τῷ λεπτύνεσθαί τε καὶ κατειργάσθαι μᾶλλον ὑπὸ θερμότητος ξηρᾶς τὸν πικρόν. οὕτω δὲ δὴ καὶ αὐτῶν τῶν ἁλῶν ὅσοι σκληρότεροι καὶ πυκνότεροι καὶ γεωδέστεροι, τοιοῦτοι δὑπάρχουσιν ὀλίγου δεῖν οἱ ὀρυκτοὶ πάντες, ἧττον θερμοί τεἰσὶ καὶ λεπτομερεῖς, ὅσοι δεὔθρυπτοι καὶ χαῦνοι, λεπτομερέστεροί τε ἅμα καὶ θερμότεροι τὴν δύναμίν εἰσι, καί τινες ἐξ αὐτῶν ὑπόπικροι, μεταξύ πως ὑπάρχοντες ἁλῶν τε τῶν σκληρῶν καὶ ἀφρονίτρου. ἔστι μὲν οὖν δὴ καὶ αὐτῶν τῶν ἀφρονίτρων ἔνια σκληρὰ καὶ παχυμερῆ, καὶ οὐδὲ τήκεται ῥᾳδίως ἐφὕδατος. ἀλλοὐ περὶ τῶν μοχθηρῶν λόγος μοι νῦν, ἀλλὅσα κατὰ τοὔνομα πέφυκεν ἀφρώδη τὴν οὐσίαν, οἷός πέρ ἐστι καὶ αὐτὸς ἀφρὸς τοῦ νίτρου. λεπτομερέστατος γὰρ οὗτος ἁπάντων τῶν εἰρημένων, ὥσπερ γε καὶ τὸ τῆς Ἀσίας πέτρας ἄνθος. ἱκανῶς γὰρ καὶ τοῦτο λεπτομερὲς, ἀλλἧττον θερμὸν ἀφρονίτρου. διὸ καὶ τὰς ὑπεραυξανομένας σάρκας ἀλυπότερον ἀποτήκει, δάκνει δαὐτὰς ἤδη τὸ ἄνθος τοῦ νίτρου, δάκνει δὲ καὶ τὸ ἀφρόνιτρον, οὐδὲν δὲ ἧττον καὶ τὸ νίτρον αὐτὸ, καίτοι γε ἧττον ἐκείνων ὑπάρχον θερμόν. ἀλλεἴρηται καὶ πρόσθεν ὡς παχυμερὴς οὐσία διαβιβρώσκει μᾶλλον, ὅταν γε μετέχῃ δηλονότι θερμότητός τινος. οὐδὲν γὰρ αὐτῆς μόριον ἀλύπως καὶ ταχέως διεξέρχεται, καθάπερ τῆς λεπτομεροῦς, ἀλλἰσχόμενον καὶ μένον ἀεὶ καὶ βραδῦνον ἐν χρόνῳ τε πλέονι προσεδρεῦον ἑνὶ τόπῳ τοῦ σώματος ἡμῶν ἀνιαρὸν εἰκότως γίγνεται, δίκην σκόλοπος ἐμπεπηγότος τῇ σαρκί.
§22 Ἐπεὶ δὲ περὶ τῶν χυμῶν ἁπάντων εἴρηται τὰ εἰκότα, λείποιτἂν ἔτι καὶ περὶ τῶν ἀτμῶν εἰπεῖν. ἐπὶ τούτῳ γὰρ τῷ γένει τῶν αἰσθητικῶν τὴν τῆς ὀσμῆς αἴσθησιν φύσις ἐδημιούργησεν. οἱ μὲν δὴ πλεῖστοι τοῖς χυμοῖς αὐτοῖς ὁμοίως ἡμᾶς διατιθέασιν. τά τε γὰρ ὀξέα πάντα καὶ πρὸ τούτων ὄξος αὐτὸ τὴν ὄσφρησίν τε καὶ τὴν γεῦσιν ὡσαύτως κινεῖ, τά τε δριμέα, καθάπερ σκόροδα καὶ κρόμμυα, καὶ ταῦτοὐδὲν ἧττον τῆς γεύσεως ἀνιᾷ τε καὶ δάκνει τὴν ὄσφρησιν. οὕτω δὲ καὶ καθἕκαστον τῶν ἄλλων ὁμοία σχεδὸν τῆς ὀσμῆς αἴσθησίς ἐστι τῇ τῆς γεύσεως, ὥστε ἐνίων σωμάτων οὐδὲ γευσάμενοί ποτε, καθάπερ τῆς κόπρου, γιγνώσκομεν τὴν ποιότητα, καὶ κατὰ τοῦτό γε τὴν ἀρχὴν οὐδἐπιχειροῦμεν γεύεσθαι, τῷ πάνυ σφόδρα πιστεύειν τῇ ὀσφρήσει. καὶ μέντοι καὶ τῶν εὐωδῶν ἐδεσμάτων ὅσα διασαπέντα κατὰ τὴν ὀσμὴν ἡμᾶς ἀνιᾷ, καὶ ταῦτεὐθέως ἀποῤῥιπτοῦμεν, οὐδἐπιχειροῦντες γεύεσθαι, καὶ σχεδὸν ἐπὶ πάντων ὁμολογοῦσιν ἀλλήλαις ὄσφρησίς τε καὶ γεῦσις. ἐπὶ μέντοι τῶν ἡδίστων, οἷά περ καὶ τὰ ῥόδα, διαφέρουσί τε καὶ πάμπολυ διεστήκασιν. οὐ μόνον γὰρ οὐχ ἡδέα γευομένοις ἐστὶν, ἀλλὰ καὶ πικρότητος οὐκ ὀλίγον ἐμφαίνει. καίτοι τόγε πικρὸν οὐδέποτἦν εὐῶδες οὐδὡς φάρμακον, οὐδὡς τροφὴ ἡμῖν ἡδύ. τίς οὖν τῆς διαφωνίας ταύτης αἰτία, διὸ καὶ Θεόφραστος μὲν ἐζήτησεν, ἄμεινον δἴσως καὶ ἡμᾶς ὅσα γιγνώσκομεν ὑπὲρ αὐτῆς εἰπεῖν. τοῦ πικροῦ γένεσις χυμοῦ ἐκ τῶν γλυκέων ὑπὸ θερμότητος λεπτυνομένων ἐφαίνετο συνίστασθαι καὶ εἶναι δηλονότι θερμότερά τε καὶ λεπτομερέστερα τῇ κράσει τὰ πικρὰ τῶν γλυκέων, ἀλλὰ καὶ τῆς ὀσμῆς αἴσθησις ἔν τε ταῖς κοιλίαις αὐταῖς γίγνεται τοῦ ἐγκεφάλου, καθότι καὶ δέδεικταί μοι περὶ τούτων ἑτέρωθι, καὶ οὐσία τῶν ὀσφρητῶν ἀτμώδης ἐστί. τὰ γὰρ ἀποῤῥέοντα τῶν σωμάτων ἀναμιγνύμενα τῷ περιέχοντι, κᾄπειτα διὰ τῆς κατὰ τὰς ῥῖνας εἰσπνοῆς εἰς τὸν ἐγκέφαλον ἐνεχθέντα, κινεῖ τὴν αἴσθησιν. εὐλόγως οὖν ὅσα μὲν ὀσμώδη πάντα καὶ θερμά· τὸ γὰρ τῶν ἀτμῶν πλῆθος ἐπὶ θερμότητι· οὐ μὴν εὐθὺς καὶ πᾶν ὀσμῶδες ἡδὺ, διότι μηδοἰκεῖόν ἐστιν ἅπαν τοῦ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεύματος. ὥσπερ γὰρ τῶν προσπιπτόντων τῇ  γλώττῃ χυμῶν οἱ μὲν οἰκειότατοι γλυκεῖς ἦσαν, οἱ δοὐκ οἰκεῖοι πολλὰς ἐκέκτηντο διαφορὰς, οὕτω καὶ τῶν ἀτμῶν οἱ μὲν οἰκεῖοι τῷ κατὰ τὸν ἐγκέφαλον πνεύματι φίλιοί τεἰσὶ καὶ ἡδεῖς, οἱ δοὐκ οἰκεῖοι διαφέρουσι μὲν ἀλλήλων οὐκ ὀλίγαις διαφοραῖς, ὀνόματα δαὐταῖς ἁπάσαις οὐ κεῖται καθάπερ ἐπὶ τῶν χυμῶν. ὀξεῖαν μὲν γάρ τινα καὶ δριμεῖαν ὀσμὴν ἔχειν τόδε τί φαμεν, αὐστηρὰν δὲ στρυφνὴν ἁλυκὴν, πικρὰν οὐκέτι λέγομεν, ἀλλεἰς δύο ταύτας ἀνάγομεν προσηγορίας τὰ πλεῖστα τῶν ὀσφρητῶν, εὐώδη τε καὶ δυσώδη προσαγορεύοντες· εὐώδη μὲν ἀνάλογον τοῖς πρὸς τὴν γλῶτταν γλυκέσι, δυσώδη δὲ τοῖς μὴ γλυκέσιν. ἀνώνυμον γὰρ, ὅσον ἐπί γε τῶν χυμῶν ἐστιν, ἑνὶ προσρήματι τὸ τούτων γένος. ἔοικε δὲ τῶν οὐκ ὀσμωδῶν σωμάτων ἤτοι παντελῶς ὀλίγον ἀποῤῥεῖν, τοῖς ὄγκοις ἀσύμμετρον, ὡς ἐπὶ τῶν ἀκριβῶς ἁλυκῶν καὶ στρυφνῶν. ἀκριβῶς δὅταν εἴπω τι τοῖον τοῖον ὑπάρχειν, εἰλικρινὲς καὶ ἄμικτον αὐτὸ, καθόσον οἷόν τε ποιότητος ἑτέρας εἶναι φημί. παχυμερής τε γὰρ ἀμφοῖν οὐσία καὶ πρὸς τούτῳ ψυχρὰ τῶν στρυφνῶν, ὥστεἰκὸς καὶ τὸ ἀποῤῥέον αὐτῶν ὀλίγον τε εἶναι καὶ παχὺ καὶ οἷον γεῶδες τοῖς ὄγκοις, καὶ διὰ τοῦτο μηδἐμπίπτειν ἐν ταῖς ἀναπνοαῖς εἰς τὸν ἐγκέφαλον.
§23
§23 Ὅθεν οὐδἀσφαλὲς ἐξ ὀσμῆς τεκμαίρεσθαι περὶ τῆς κράσεως τῶν αἰσθητῶν, ὥσπερ ἐκ τῆς γεύσεως. τὰ μὲν γὰρ ἄοσμα παχυμερῆ ταῖς οὐσίαις, ἀλλοὔπω δῆλον ὅπως ἔχῃ θερμότητος καὶ ψύξεως, τὰ δὀσμώδη λεπτομερῆ τέ πώς ἐστι καὶ θερμά. τὸ μέντοι ποσὸν τῆς λεπτομερείας τῆς θερμότητος οὐκέτἐνδείκνυται. τὸ δὲ δὴ μέγιστον ἅπασι τοῖς ὀσμώδεσιν εἰς τὸ μηδὲν ἐνδείκνυσθαι σαφὲς ὑπὲρ τῆς κράσεως ἀνωμαλία τῆς οὐσίας ἐστὶν, ὑπὲρ ἧς εἴρηταί μοι πολλάκις ἤδη, δεικνύοντι τὰ πλεῖστα τῶν σωμάτων ἀνομοιομερῆ ταῖς ὑποστάσεσιν ὑπάρχοντα. λεχθήσεται δὲ καὶ νῦν ἕνεκα σαφηνείας ἕν τι παράδειγμα. τὸ ῥόδον τοίνυν οὐ ταύτῃ μόνον ἀνομοιομερές ἐστιν, τὸ μέν τι περιέχον ἐν αὐτῷ, τὸ δέ τι περιεχόμενόν ἐστι, περιέχον μὲν τὸ σκληρὸν καὶ γεῶδες, ἐν τούτῳ δὲ περιεχόμενος ὑγρός τις χυλός. ἀλλὅτι καὶ αὐτοῦ τοῦ χυλοῦ τρία περιττώματα, καθότι καὶ πρόσθεν ἐδείκνυμεν, ἀναγκαῖον ὑπάρχειν, ἓν μὲν γεῶδες, οἷόν περ ἐν τοῖς οἴνοις τρὺξ, ἕτερον δὲ ἀερῶδες, ἀνάλογον δὲ καὶ τοῦτο τῷ κατὰ τοὺς οἴνους ἄνθει, τὸ τρίτον ὑδατῶδες, ὅπερ ἐν ἅπασι τὴν ζέσιν αὐτῶν ἔφαμεν ἐργάζεσθαι· καὶ τὴν φθορὰν, ἐπειδὰν μὲν μὴ κρατηθῇ μηδἀλλοιωθῇ τελέως ἐν τῷ χρόνῳ τῆς ζέσεως. ἕνεκά γε τοιούτου τοῦ περιττώματος ἔνιοι μὲν ἑψήσαντες ἀποτίθενται τοὺς χυλοὺς, ἔνιοι δἐν ἡλίῳ σφοδρῷ προξηράναντες. ἕνεκα μὲν γὰρ τοῦ γεώδους τε καὶ ἀερώδους οὐ πάνυ τι δεδίασι φθαρῆναι τοὺς χυλοὺς, ὁρῶντες αὐτὰ καὶ διακρινόμενα καὶ δύσσηπτα ταῖς οὐσίαις ὑπάρχοντα, διότι καὶ ξηρὰ ταῖς κράσεσιν. ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς εἴρηται πρόσθεν. ἐν δὲ τῇ τοῦ ῥόδου φύσει τὸ μέν ἐστι στρυφνὸν γευομένοις, ὅπερ ἀναγκαῖον εἶναι γεῶδές τε καὶ παχυμερὲς καὶ ψυχρὸν, ἕτερον δὲ πικρὸν, δὴ λεπτομερές τἐστὶ καὶ θερμὸν, καὶ τρίτον ἐπὶ τούτοις τὸ ὑδατῶδες, ψυχρὸν μὲν ἐξ ἀνάγκης, ἀλλἐν τῇ κατὰ τὸ λεπτομερές τε καὶ παχυμερὲς ἀντιθέσει μέσον πως ὑπάρχον τῶν ἄκρων, οὗ τῇ μίξει καὶ τὸ στρυφνὸν καὶ τὸ πικρὸν οὐκ ἔστιν ἄκρως τοιοῦτον ἑκάτερον οἷόν περ λέγεται· πάσας γὰρ ἐκλύει τὰς ποιότητας τοῦ ὑδατώδους ἐπιμιξία. τοῦτοὖν αὐτὸ τὸ ὑδατῶδες ἔοικέ πως ἤδη τε καὶ κατειργάσθαι καὶ λελεπτύνθαι καὶ τεθερμάνθαι, καὶ διὰ τοῦτο ῥᾳδίως εἰς ἀτμοὺς ἄγεσθαι καὶ ταύτῃ τὸ ῥόδον ὀσμῶδές τε εἶναι καὶ ξηραίνεσθαι τάχιστα. καὶ ταῦθὑπὲρ αὐτοῦ πάντα διὰ μὲν τῆς γεύσεως ἔνεστι τεκμήρασθαι, διὰ δὲ τῆς ὀσμῆς οὐχ οἷόν τε τῷ μήθὁμοίως ἀτμίζειν ἅπανταὐτοῦ τὰ μόρια μήθὁμοίως κινεῖν τὴν αἴσθησιν. ἐπὶ δὲ τῆς γεύσεως ἅπανθὁμοίως τὰ μόρια τῶν γευστῶν σωμάτων προσπίπτει τῇ γλώττῃ καὶ κινεῖ τὴν αἴσθησιν ἕκαστον αὐτῶν κατὰ τὴν ἑαυτοῦ φύσιν, ὥστοὐκ ἀσφαλὲς, ὡς εἴρηται, περὶ τῆς τῶν φαρμάκων δυνάμεως ἁπάσης ἐξ ὀσμῆς τεκμαίρεσθαι. ταυτὶ γὰρ μόνα διαγνῶναι δυνατὸν, ὅσα περ εἴρηται νῦν. ἔτι δὲ μᾶλλον οὐδἐκ τῶν χρωμάτων ἔνεστι στοχάσασθαί τι περὶ τῆς τῶν φαρμάκων δυνάμεως. καθἑκάστην γὰρ χρόαν εὑρίσκεται καὶ θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, καθότι κᾀν τοῖς πρώτοις ὑπομνήμασι τῆσδε τῆς πραγματείας ἀποδέδεικταί μοι. καθἕκαστον μέντοι γένος σπέρματος ῥίζης χυλοῦ δυνατόν ἐστι κᾀκ τῆς χρόας ἔνδειξίν τινα λαβεῖν τῆς κράσεως, οἷον αὐτίκα καὶ κρόμμυον καὶ σκίλλα καὶ οἶνος, εἰς ὅσον ἂν λευκότερα καὶ ἧττόν ἐστι θερμά. τὰ δὑπόξανθά τε καὶ κιῤῥὰ θερμότερα, καὶ πυροὶ δὲ καὶ κέγχροι καὶ ὦχροι καὶ φάσηλοι καὶ ἐρέβινθοι καὶ τῆς ἴρεως ῥίζα καὶ τοῦ ἀσφοδέλου καὶ πολλῶν ἄλλων ὅμοιόν τι πεπόνθασιν. ἐν ἑκάστῳ γὰρ γένει τοὐπίπαν, ὅσα κιῤῥὰ καὶ ξανθὰ καὶ ἐρυθρὰ, θερμότερα τῶν λευκῶν ἐστιν, ὥστεἴ τι κᾀντεῦθεν ἐγχωρεῖ περὶ φαρμάκων δυνάμεως τεκμαίρεσθαι, προσκείσθω τῷ λόγῳ κάλλιστον μὲν, ὡς εἴρηταί τε καὶ λέλεκται πολλάκις, ἐκ τῆς διωρισμένης πείρας ἐξευρίσκειν τὰς δυνάμεις. οὐ γὰρ ἂν σφαλείης οὐδὲ ἐν τῇδε, πρὶν μέντοι τῇ πείρᾳ διαγνῶναι τὴν δύναμιν, γεῦσις ἐκδείκνυται τὰ πολλὰ, συνεπιμαρτυρούσης, ὡς εἴρηται, βραχέα καὶ τῆς ὀσμῆς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up