First Episode
§3.253–3.476
Χορός
ἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοι
ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.
Ἑλένη
255 φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;
ἆρʼ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας;
γυνὴ γὰρ οὔθʼ Ἑλληνὶς οὔτε βάρβαρος
τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,
ἐν με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.
260 τέρας γὰρ βίος καὶ τὰ πράγματʼ ἐστί μου,
τὰ μὲν διʼ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
εἴθʼ ἐξαλειφθεῖσʼ ὡς ἄγαλμʼ αὖθις πάλιν
αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
265 Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς
ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.
ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δʼ ὅμως·
ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
270 πρῶτον μὲν οὐκ οὖσʼ ἄδικος, εἰμὶ δυσκλεής·
καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
ἔπειτα πατρίδος θεοί μʼ ἀφιδρύσαντο γῆς
ἐς βάρβαρʼ ἤθη, καὶ φίλων τητωμένη
275 δούλη καθέστηκʼ οὖσʼ ἐλευθέρων ἄπο·
τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
ἄγκυρα δʼ μου τὰς τύχας ὤχει μόνη,
πόσιν ποθʼ ἥξειν καί μʼ ἀπαλλάξειν κακῶν
οὗτος τέθνηκεν, οὗτος οὐκέτʼ ἔστι δή.
280 μήτηρ δʼ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ,
ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτʼ ἔστʼ ἐμόν·
δʼ ἀγλάισμα δωμάτων ἐμοῦ τʼ ἔφυ,
θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται·
τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
285 οὐκ ἐστόν. ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆ
τοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ.
τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν,
κλῄθροις ἂν εἰργοίμεσθατὴν ὑπʼ Ἰλίῳ
δοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα.
290 εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν
ἐλθόντες, φανέρʼ ἦν μόνοις, ἐς ξύμβολα.
νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε.
τί δῆτʼ ἔτι ζῶ; τίνʼ ὑπολείπομαι τύχην;
γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς,
295 μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν
τράπεζαν ἵζουσʼ; ἀλλʼ ὅταν πόσις πικρὸς
ξυνῇ γυναικί, καὶ τὸ σῶμʼ ἐστιν πικρόν.
θανεῖν κράτιστον· πῶς θάνοιμʼ ἂν οὐ καλῶς;
ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,
300 κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·
σφαγαὶ δʼ ἔχουσιν εὐγενές τι καὶ καλόν,
σμικρὸν δʼ καιρὸς σάρκʼ ἀπαλλάξαι βίου.
ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·
αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς
305 γυναῖκες, ἡμᾶς δʼ αὐτὸ τοῦτʼ ἀπώλεσεν.
Χορός
Ἑλένη, τὸν ἐλθόνθʼ, ὅστις ἐστὶν ξένος,
μὴ πάντʼ ἀληθῆ δοξάσῃς εἰρηκέναι.
Ἑλένη
καὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν.
Χορός
πόλλʼ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.
Ἑλένη
310 καὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείᾳ σαφῆ.
Χορός
ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ.
Ἑλένη
φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει.
Χορός
πῶς δʼ εὐμενείας τοισίδʼ ἐν δόμοις ἔχεις;
Ἑλένη
πάντες φίλοι μοι πλὴν θηρεύων γάμους.
Χορός
315 οἶσθʼ οὖν δρᾶσον; μνήματος λιποῦσʼ ἕδραν
Ἑλένη
ἐς ποῖον ἕρπεις μῦθον παραίνεσιν;
Χορός
ἐλθοῦσʼ ἐς οἴκους, τὰ πάντʼ ἐπίσταται,
τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης,
πυθοῦ πόσιν σὸν Θεονόης, εἴτʼ ἔστʼ ἔτι
320 εἴτʼ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δʼ εὖ
πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τʼ ἔχε.
πρὶν δʼ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον
λυπουμένῃ γένοιτʼ ἄν; ἀλλʼ ἐμοὶ πιθοῦ·
τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ·
325 ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν
ἔχουσʼ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;
θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους
καὶ συμπυθέσθαι παρθένου θεσπίσματα·
γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.
Ἑλένη
330 φίλαι, λόγους ἐδεξάμαν·
βᾶτε βᾶτε δʼ ἐς δόμους,
ἀγῶνας ἐντὸς οἴκων
ὡς πύθησθε τοὺς ἐμούς.
Χορός
θέλουσαν οὐ μόλις καλεῖς.
Ἑλένη
335 ἰὼ μέλεος ἁμέρα.
τίνʼ ἄρα τάλαινα τίνα δακρυό-
εντα λόγον ἀκούσομαι;
Χορός
μὴ πρόμαντις ἀλγέων
προλάμβανʼ, φίλα, γόους.
Ἑλένη
340 τί μοι πόσις μέλεος ἔτλα;
πότερα δέρκεται φάος
τέθριππά θʼ ἁλίου κέλευθά τʼ ἀστέρων,
ʼν νέκυσι κατὰ χθονὸς
345 τὰν χρόνιον ἔχει τύχαν;
Χορός
ἐς τὸ φέρτερον τίθει
τὸ μέλλον, τι γενήσεται.
Ἑλένη
σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα,
τὸν ὑδρόεντι δόνακι χλωρὸν
350 Εὐρώταν, θανόντος
εἰ βάξις ἔτυμος ἀνδρὸς
ἅδε μοιτί τάδʼ ἀσύνετα; —
φόνιον αἰώρημα
διὰ δέρης ὀρέξομαι,
ξιφοκτόνον δίωγμα
355 λαιμορρύτου σφαγᾶς
αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,
θῦμα τριζύγοις θεαῖσι
τῷ τε σήραγγας Ἰδαί-
δᾳ ποτʼ ἀμφὶ βουστάθμους.
ας ἐνίζοντι Πριαμί-
Χορός
360 ἄλλοσʼ ἀποτροπὰ κακῶν
γένοιτο, τὸ δὲ σὸν εὐτυχές.
Ἑλένη
ἰὼ Τροία τάλαινα,
διʼ ἔργʼ ἄνεργʼ ὄλλυσαι
μέλεά τʼ ἔτλας· τὰ δʼ ἐμὰ δῶρα
Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα,
365 πολὺ δὲ δάκρυον· ἄχεά τʼ ἄχεσι,
δάκρυα δάκρυσιν ἔλαβε, πάθεα
ματέρες τε παῖδας ὄλεσαν,
ἀπὸ δὲ παρθένοι κόμας
ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον
ἀμφὶ Φρύγιον οἶδμα.
370 βοὰν βοὰν δʼ Ἑλλὰς
κελάδησε κἀνοτότυξεν,
ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,
ὄνυχι δʼ ἁπαλόχροα γένυν
δεῦσε φονίαισι πλαγαῖς.
375 μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς
λεχέων ἐπέβας τετραβάμοσι γυίοις,
ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον,
μορφᾷ θηρῶν λαχνογυίων
ὄμματι λάβρῷ σχῆμα λεαίνης
380 ἐξαλλάξασʼ ἄχθεα λύπης·
ἅν τέ ποτʼ Ἄρτεμις ἐξεχορεύσατο
χρυσοκέρατʼ ἔλαφον Μέροπος Τιτανίδα κούραν
καλλοσύνας ἕνεκεν· τὸ δʼ ἐμὸν δέμας
ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας
385 ὀλομένους τʼ Ἀχαιούς.
Μενελέως
τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα
Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,
εἴθʼ ὤφελες τόθʼ, ἡνίκʼ ἔρανον εἰς θεοὺς
πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον,
390 πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,
ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο
Ἀγαμέμνονʼ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν·
πλεῖστον γὰρ οἶμαικαὶ τόδʼ οὐ κόμπῳ λέγω
στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι,
395 τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν,
ἑκοῦσι δʼ ἄρξας Ἑλλάδος νεανίαις.
καὶ τοὺς μὲν οὐκέτʼ ὄντας ἀριθμῆσαι πάρα,
τοὺς δʼ ἐκ θαλάσσης ἀσμένους πεφευγότας,
νεκρῶν φέροντας ὀνόματʼ εἰς οἴκους πάλιν.
400 ἐγὼ δʼ ἐπʼ οἶδμα πόντιον γλαυκῆς ἁλὸς
τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου
πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν
οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.
Λιβύης τʼ ἐρήμους ἀξένους τʼ ἐπιδρομὰς
405 πέπλευκα πάσας· χὥταν ἐγγὺς πάτρας,
πάλιν μʼ ἀπωθεῖ πνεῦμα, κοὔποτʼ οὔριον
ἐσῆλθε λαῖφος ὥστε μʼ ἐς πάτραν μολεῖν.
καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους
ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτρας
410 πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.
τρόπις δʼ ἐλείφθη ποικίλων ἁρμοσμάτων,
ἐφʼ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ
Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.
ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς
415 οὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην
ὥσθʼ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας
κρύπτων ὑπʼ αἰδοῦς τῆς τύχης. ὅταν δʼ ἀνὴρ
πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν
πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.
420 χρεία δὲ τείρει μʼ· οὔτε γὰρ σῖτος πάρα
οὔτʼ ἀμφὶ χρῶτʼ ἐσθῆτες· αὐτὰ δʼ εἰκάσαι
πάρεστι ναὸς ἐκβόλοις ἀμπίσχομαι.
πέπλους δὲ τοὺς πρὶν λαμπρά τʼ ἀμφιβλήματα
χλιδάς τε πόντος ἥρπασʼ· ἐν δʼ ἄντρου μυχοῖς
425 κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ
ἄρξασαν ἥκω τούς τε περιλελειμμένους
φίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη.
μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις
τὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω.
430 ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε
πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός,
προσῆλθον· ἐλπὶς δʼ ἔκ γε πλουσίων δόμων
λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον
οὐδʼ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.
435 ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,
ὅστις διαγγείλειε τἄμʼ ἔσω κακά;
Γραῦς
τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμων
καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις
ὄχλον παρέξεις δεσπόταις; κατθανῇ
440 Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.
Μενελέως
γραῖα, ταὐτὰ ταῦτʼ ἔπη κἄλλως λέγειν
ἔξεστι, πείσομαι γάρ· ἀλλʼ ἄνες λόγον.
Γραῦς
ἄπελθʼ· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,
μηδένα πελάζειν τοισίδʼ Ἑλλήνων δόμοις.
Μενελέως
445 · μὴ προσείλει χεῖρα μηδʼ ὤθει βίᾳ.
Γραῦς
πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δʼ αἴτιος.
Μενελέως
ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς
Γραῦς
πικρῶς ἄρʼ οἶμαί γʼ ἀγγελεῖν τοὺς σοὺς λόγους.
Μενελέως
ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.
Γραῦς
450 οἶκον πρὸς ἄλλον νύν τινʼ ἀντὶ τοῦδʼ ἴθι.
Μενελέως
οὔκ, ἀλλʼ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.
Γραῦς
ὀχληρὸς ἴσθʼ ὤν· καὶ τάχʼ ὠσθήσῃ βίᾳ.
Μενελέως
αἰαῖ· τὰ κλεινὰ ποῦ ʼστί μοι στρατεύματα;
Γραῦς
οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθʼ, οὐκ ἐνθάδε.
Μενελέως
455 δαῖμον, ὡς ἀνάξιʼ ἠτιμώμεθα.
Γραῦς
τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίνʼ οἰκτρὸς εἶ;
Μενελέως
πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας.
Γραῦς
οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;
Μενελέως
τίς δʼ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;
Γραῦς
460 Πρωτεὺς τάδʼ οἰκεῖ δώματʼ, Αἴγυπτος δὲ γῆ.
Μενελέως
Αἴγυπτος; δύστηνος, οἷ πέπλευκʼ ἄρα.
Γραῦς
τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;
Μενελέως
οὐ τοῦτʼ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.
Γραῦς
πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.
Μενελέως
465 ἔστʼ οὖν ἐν οἴκοις ὅντινʼ ὀνομάζεις ἄναξ;
Γραῦς
τόδʼ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δʼ ἄρχει χθονός.
Μενελέως
ποῦ δῆτʼ ἂν εἴη; πότερον ἐκτὸς ʼν δόμοις;
Γραῦς
οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.
Μενελέως
τίνʼ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;
Γραῦς
470 Ἑλένη κατʼ οἴκους ἐστὶ τούσδʼ τοῦ Διός.
Μενελέως
πῶς φῄς; τίνʼ εἶπας μῦθον; αὖθίς μοι φράσον.
Γραῦς
Τυνδαρὶς παῖς, κατὰ Σπάρτην ποτʼ ἦν.
Μενελέως
πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμʼ ἔχει λόγον;
Γραῦς
Λακεδαίμονος γῆς δεῦρο νοστήσασʼ ἄπο.
Μενελέως
475 πότε; οὔ τί που λελῄσμεθʼ ἐξ ἄντρων λέχος;
Γραῦς
πρὶν τοὺς Ἀχαιούς, ξένʼ, ἐς Τροίαν μολεῖν.
§3.477–3.697
ἀλλʼ ἕρπʼ ἀπʼ οἴκων· ἔστι γάρ τις ἐν δόμοις
τύχη, τύραννος ταράσσεται δόμος.
καιρὸν γὰρ οὐδένʼ ἦλθες· ἢν δὲ δεσπότης
480 λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται.
εὔνους γάρ εἰμʼ Ἕλλησιν, οὐχ ὅσον πικροὺς
λόγους ἔδωκα δεσπότην φοβουμένη.
Μενελέως
τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας
ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω,
485 εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων
ἥκω δάμαρτα καὶ κατʼ ἄντρα σῴζεται,
ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις
δάμαρτος ἄλλη τοισίδʼ ἐνναίει δόμοις.
Διὸς δʼ ἔλεξε παῖδά νιν πεφυκέναι.
490 ἀλλʼ τις ἔστι Ζηνὸς ὄνομʼ ἔχων ἀνὴρ
Νείλου παρʼ ὄχθας; εἷς γὰρ γε κατʼ οὐρανόν.
Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ
τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;
ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται.
495 Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος
Τροίας τε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.
πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ
ὀνόματα ταὔτʼ ἔχουσι καὶ πόλις πόλει
γυνὴ γυναικί τʼ· οὐδὲν οὖν θαυμαστέον.
500 οὐδʼ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·
ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας,
ὃς ὄνομʼ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.
κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θʼ ὃς ἧψά νιν,
Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί.
505 δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι
ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ,
κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·
ἢν δʼ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα
τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.
510 κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,
ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα
βίον προσαιτεῖν· ἀλλʼ ἀναγκαίως ἔχει.
λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δʼ ἔπος,
δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.
Χορός
515 ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας,
χρῄζουσʼ ἐφάνη τυράννοις
δόμοις, ὡς Μενέλαος οὔ-
πω μελαμφαὲς οἴχεται
διʼ ἔρεβος χθονὶ κρυφθείς,
520 ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιον
τρυχόμενος οὔπω λιμένων
ψαύσειεν πατρίας γᾶς,
ἀλατείᾳ βιότου
ταλαίφρων, ἄφιλος φίλων,
525 παντοδαπᾶς ἐπὶ γᾶς πόδα
χριμπτόμενος εἰναλίῳ
κώπᾳ Τρῳάδος ἐκ γᾶς.
Ἑλένη
ἥδʼ αὖ τάφου τοῦδʼ εἰς ἕδρας ἐγὼ πάλιν
στείχω, μαθοῦσα Θεονόης φίλους λόγους,
530 πάντʼ ἀληθῶς οἶδε· φησὶ δʼ ἐν φάει
πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,
πορθμοὺς δʼ ἀλᾶσθαι μυρίους πεπλωκότα
ἐκεῖσε κἀκεῖσʼ οὐδʼ ἀγύμναστον πλάνοις,
ἥξειν δʼ ὅταν δὴ πημάτων λάβῃ τέλος.
535 ἓν δʼ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.
ἐγὼ δʼ ἀπέστην τοῦτʼ ἐρωτῆσαι σαφῶς,
ἡσθεῖσʼ ἐπεί νιν εἶπέ μοι σεσῳσμένον.
ἐγγὺς δέ νίν που τῆσδʼ ἔφασκʼ εἶναι χθονός,
ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.
540 ὤμοι, πόθʼ ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις.
ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι
Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;
οὐχ ὡς δρομαία πῶλος Βάκχη θεοῦ
τάφῳ ξυνάψω κῶλον; ἄγριος δέ τις
545 μορφὴν ὅδʼ ἐστίν, ὅς με θηρᾶται λαβεῖν.
Μενελέως
σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην
τύμβου ʼπὶ κρηπῖδʼ ἐμπύρους τʼ ὀρθοστάτας,
μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸν
ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.
Ἑλένη
550 ἀδικούμεθʼ, γυναῖκες· εἰργόμεσθα γὰρ
τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μʼ ἑλὼν θέλει
δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.
Μενελέως
οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν.
Ἑλένη
καὶ μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις.
Μενελέως
555 στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα.
Ἑλένη
ἵστημʼ, ἐπεί γε τοῦδʼ ἐφάπτομαι τόπου.
Μενελέως
τίς εἶ; τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι;
Ἑλένη
σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.
Μενελέως
οὐπώποτʼ εἶδον προσφερέστερον δέμας.
Ἑλένη
560 θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.
Μενελέως
Ἑλληνὶς εἶ τις ἐπιχωρία γυνή;
Ἑλένη
Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Μενελέως
Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι.
Ἑλένη
ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδʼ ἔχω τί φῶ.
Μενελέως
565 ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον.
Ἑλένη
χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
Μενελέως
ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων.
Ἑλένη
ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.
Μενελέως
φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ.
Ἑλένη
570 οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾷς.
Μενελέως
οὐ μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις.
Ἑλένη
ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;
Μενελέως
ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.
Ἑλένη
οὐκ ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή.
Μενελέως
575 οὔ που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ;
Ἑλένη
οὐ γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς;
Μενελέως
τὸ σῶμʼ ὅμοιον, τὸ δὲ σαφές μʼ ἀποστερεῖ.
Ἑλένη
σκέψαι· τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος;
Μενελέως
ἔοικας· οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι.
Ἑλένη
580 τίς οὖν διδάξει σʼ ἄλλος τὰ σʼ ὄμματα;
Μενελέως
ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω.
Ἑλένη
οὐκ ἦλθον ἐς γῆν Τρῳάδʼ, ἀλλʼ εἴδωλον ἦν.
Μενελέως
καὶ τίς βλέποντα σώματʼ ἐξεργάζεται;
Ἑλένη
αἰθήρ, ὅθεν σὺ θεοπόνητʼ ἔχεις λέχη.
Μενελέως
585 τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.
Ἑλένη
Ἥρας, διάλλαγμʼ, ὡς Πάρις με μὴ λάβοι.
Μενελέως
πῶς οὖν ἂν ἐνθάδʼ ἦσθά τʼ ἐν Τροίᾳ θʼ ἅμα;
Ἑλένη
τοὔνομα γένοιτʼ ἂν πολλαχοῦ, τὸ σῶμα δʼ οὔ.
Μενελέως
μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα.
Ἑλένη
590 λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κένʼ ἐξάξεις λέχη;
Μενελέως
καὶ χαῖρέ γʼ, Ἑλένῃ προσφερὴς ὁθούνεκʼ εἶ.
Ἑλένη
ἀπωλόμην· λαβοῦσά σʼ οὐχ ἕξω πόσιν.
Μενελέως
τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δʼ οὔ.
Ἑλένη
οἲ ἐγώ· τίς ἡμῶν ἐγένετʼ ἀθλιωτέρα;
595 οἱ φίλτατοι λείπουσί μʼ οὐδʼ ἀφίξομαι
Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.
Ἄγγελος
Μενέλαε, μαστεύων σε κιγχάνω μόλις
πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,
πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.
Μενελέως
600 τί δʼ ἔστιν; οὔ που βαρβάρων συλᾶσθʼ ὕπο;
Ἄγγελος
θαῦμʼ ἔστʼ, ἔλασσον τοὔνομʼ τὸ πρᾶγμʼ ἔχον.
Μενελέως
λέγʼ· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον.
Ἄγγελος
λέγω πόνους σε μυρίους τλῆναι μάτην.
Μενελέως
παλαιὰ θρηνεῖς πήματʼ· ἀγγέλλεις δὲ τί;
Ἄγγελος
605 βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς
ἀρθεῖσʼ ἄφαντος· οὐρανῷ δὲ κρύπτεται
λιποῦσα σεμνὸν ἄντρον οὗ σφʼ ἐσῴζομεν,
τοσόνδε λέξασʼ· ταλαίπωροι Φρύγες
πάντες τʼ Ἀχαιοί, διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
610 ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε,
δοκοῦντες Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν.
ἐγὼ δʼ, ἐπειδὴ χρόνον ἔμεινʼ ὅσον με χρῆν,
τὸ μόρσιμον σῴσασα, πατέρʼ ἐς οὐρανὸν
ἄπειμι· φήμας δʼ τάλαινα Τυνδαρὶς
615 ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.
χαῖρε, Λήδας θύγατερ, ἐνθάδʼ ἦσθʼ ἄρα;
ἐγὼ δέ σʼ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς
ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον
δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν
620 ἡμᾶς τόδʼ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ
πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις.
Μενελέως
τοῦτʼ ἔστʼ ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοι
οἱ τῆσδʼ ἀληθεῖς. ποθεινὸς ἡμέρα,
σʼ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.
Ἑλένη
625 φίλτατʼ ἀνδρῶν Μενέλεως, μὲν χρόνος
παλαιός, δὲ τέρψις ἀρτίως πάρα.
ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,
περί τʼ ἐπέτασα χέρα
φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ.
Μενελέως
630 κἀγὼ σέ· πολλοὺς δʼ ἐν μέσῳ λόγους ἔχων
οὐκ οἶδʼ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.
Ἑλένη
γέγηθα, κρατὶ δʼ ὀρθίους ἐθείρας
ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω,
περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν,
635 πόσις, ὡς λάβω.
Μενελέως
φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην·
ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θʼ,
ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι
640 ξυνομαίμονες ὤλβισαν ὤλβισαν
τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σʼ ἐμοῦ
πρὸς ἄλλαν ἐλαύνει
θεὸς συμφορὰν τᾶσδε κρείσσω.
τὸ κακὸν δʼ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν
645 χρόνιον, ἀλλʼ ὅμως ὀναίμαν τύχας.
Χορός
ὄναιο δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι·
δυοῖν γὰρ ὄντοιν οὐχ μὲν τλήμων, δʼ οὔ.
Ἑλένη
φίλαι φίλαι, τὰ πάρος οὐκέτι
στένομεν οὐδʼ ἀλγῶ.
650 πόσιν ἐμὸν ἔχομεν ἔχομεν, ὃν ἔμενον
ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.
Μενελέως
ἔχεις, ἐγώ τε σέ· ἡλίους δὲ μυρίους
μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ.
ἐμὰ δὲ χαρμονὰ δάκρυα· πλέον ἔχει
655 χάριτος λύπας.
Ἑλένη
τί φῶ; τίς ἂν τάδʼ ἤλπισεν βροτῶν ποτε;
ἀδόκητον ἔχω σε πρὸς στέρνοις.
Μενελέως
κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν
μολεῖν Ἰλίου τε μελέους πύργους.
660 πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;
Ἑλένη
· πικρὰς ἐς ἀρχὰς βαίνεις,
· πικρὰν δʼ ἐρευνᾷς φάτιν.
Μενελέως
λέγʼ· ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων.
Ἑλένη
ἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι.
Μενελέως
665 ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.
Ἑλένη
οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία
πετομένας κώπας,
πετομένου δʼ ἔρωτος ἀδίκων γάμων
Μενελέως
τίς γάρ σε δαίμων πότμος συλᾷ πάτρας;
Ἑλένη
670 Διὸς Διός, πόσι, παῖς μʼ
ἐπέλασεν Νείλῳ.
Μενελέως
θαυμαστά· τοῦ πέμψαντος; δεινοὶ λόγοι.
Ἑλένη
κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω
δάκρυσιν· Διός μʼ ἄλοχος ὤλεσεν.
Μενελέως
675 Ἥρα; τί νῷν χρῄζουσα προσθεῖναι κακόν;
Ἑλένη
ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν,
ἵνα θεαὶ μορφὰν
ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις.
Μενελέως
τὰ δʼ ἐς κρίσιν σοι τῶνδʼ ἔθηχʼ Ἥρα κακῶν — ;
Ἑλένη
680 Πάριν ὡς ἀφέλοιτο
680 πῶς; αὔδα.
Κύπρις μʼ ἐπένευσεν
τλᾶμον.
τλάμων, τλάμων· ὧδʼ ἐπέλασʼ Αἰγύπτῳ.
Μενελέως
εἶτʼ ἀντέδωκʼ εἴδωλον, ὡς σέθεν κλύω.
Ἑλένη
τὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-
685 τερ, οἲ ʼγώ.
685 τί φῄς;
οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον
διʼ ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν.
Μενελέως
ὤμοι· θυγατρὸς δʼ Ἑρμιόνης ἔστιν βίος;
Ἑλένη
ἄγαμος ἄτεκνος, πόσι, καταστένει
690 γάμον ἄγαμον ἐμόν.
Μενελέως
πᾶν κατʼ ἄκρας δῶμʼ ἐμὸν πέρσας Πάρις,
τάδε καὶ σὲ διώλεσε μυριάδας τε
χαλκεόπλων Δαναῶν.
Ἑλένη
ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν
695 ἔβαλε θεὸς ἀπό τε πόλεος ἀπό τε σέθεν,
ὅτε μέλαθρα λέχεά τʼ ἔλιπονοὐ λιποῦσʼ
ἐπʼ αἰσχροῖς γάμοις.
§3.698–3.903
Χορός
εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος
τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.
Ἄγγελος
700 Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,
ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δʼ ἔχω.
Μενελέως
ἀλλʼ, γεραιέ, καὶ σὺ κοινώνει λόγων.
Ἄγγελος
οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς;
Μενελέως
οὐχ ἥδε, πρὸς θεῶν δʼ ἦμεν ἠπατημένοι,
705 νεφέλης ἄγαλμʼ ἔχοντες ἐν χεροῖν λυγρόν.
Ἄγγελος
τί φῄς;
νεφέλης ἄρʼ ἄλλως εἴχομεν πόνους πέρι;
Μενελέως
Ἥρας τάδʼ ἔργα καὶ θεῶν τρισσῶν ἔρις.
Ἄγγελος
δʼ οὖσʼ ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;
Μενελέως
710 αὕτη· λόγοις δʼ ἐμοῖσι πίστευσον τάδε.
Ἄγγελος
θύγατερ, θεὸς ὡς ἔφυ τι ποικίλον
καὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει
ἐκεῖσε κἀκεῖσʼ ἀναφέρων· μὲν πονεῖ,
δʼ οὐ πονήσας αὖθις ὄλλυται κακῶς,
715 βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.
σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε,
σὺ μὲν λόγοισιν, δὲ δορὸς προθυμίᾳ.
σπεύδων δʼ ὅτʼ ἔσπευδʼ οὐδὲν εἶχε· νῦν δʼ ἔχει
αὐτόματα πράξας τἀγάθʼ εὐτυχέστατα.
720 οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω
ᾔσχυνας, οὐδʼ ἔδρασας οἷα κλῄζεται.
νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν
καὶ λαμπάδων μεμνήμεθʼ ἃς τετραόροις
ἵπποις τροχάζων παρέφερον· σὺ δʼ ἐν δίφροις
725 ξὺν τῷδε νύμφη δῶμʼ ἔλειπες ὄλβιον.
κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν
καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.
ἐγὼ μὲν εἴην, κεἰ πέφυχʼ ὅμως λάτρις,
ἐν τοῖσι γενναίοισιν ἠριθμημένος
730 δούλοισι, τοὔνομʼ οὐκ ἔχων ἐλεύθερον,
τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδʼ δυοῖν κακοῖν
ἕνʼ ὄντα χρῆσθαι, τὰς φρένας τʼ ἔχειν κακὰς
ἄλλων τʼ ἀκούειν δοῦλον ὄντα τῶν πέλας.
Μενελέως
ἄγʼ, γεραιέ, πολλὰ μὲν παρʼ ἀσπίδα
735 μοχθήματʼ ἐξέπλησας ἐκπονῶν ἐμοί,
καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας
ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις
τάδʼ ὡς ἔχονθʼ ηὕρηκας οἷ τʼ ἐσμὲν τύχης,
μένειν τʼ ἐπʼ ἀκταῖς τούς τʼ ἐμοὺς καραδοκεῖν
740 ἀγῶνας οἳ μένουσί μʼ, ὡς ἐλπίζομεν,
κεἰ τήνδε πως δυναίμεθʼ ἐκκλέψαι χθονός,
φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης
ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.
Ἄγγελος
ἔσται τάδʼ, ὦναξ. ἀλλά τοι τὰ μάντεων
745 ἐσεῖδον ὡς φαῦλʼ ἐστὶ καὶ ψευδῶν πλέα.
οὐδʼ ἦν ἄρʼ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς
οὐδὲ πτερωτῶν φθέγματʼ· εὔηθες δέ τοι
τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.
Κάλχας γὰρ οὐκ εἶπʼ οὐδʼ ἐσήμηνε στρατῷ
750 νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους
οὐδʼ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.
εἴποις ἄν· οὕνεχʼ θεὸς οὐκ ἠβούλετο;
τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ
θύοντας αἰτεῖν ἀγαθά, μαντείας δʼ ἐᾶν·
755 βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,
κοὐδεὶς ἐπλούτησʼ ἐμπύροισιν ἀργὸς ὤν·
γνώμη δʼ ἀρίστη μάντις τʼ εὐβουλία.
Χορός
ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι
χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν
760 φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.
Ἑλένη
εἶἑν· τὰ μὲν δὴ δεῦρʼ ἀεὶ καλῶς ἔχει.
ὅπως δʼ ἐσώθης, τάλας, Τροίας ἄπο,
κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις
τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά.
Μενελέως
765 πόλλʼ ἀνήρου μʼ ἑνὶ λόγῳ μιᾷ θʼ ὁδῷ.
τί σοι λέγοιμʼ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς
τὰ Ναυπλίου τʼ Εὐβοικὰ πυρπολήματα
Κρήτην τε Λιβύης θʼ ἃς ἐπεστράφην πόλεις,
σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σʼ ἂν
770 μύθων, λέγων τʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι,
πάσχων τʼ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν.
Ἑλένη
κάλλιον εἶπας σʼ ἀνηρόμην ἐγώ.
ἓν δʼ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον
πόντου ʼπὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;
Μενελέως
775 ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα
ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.
Ἑλένη
φεῦ φεῦ· μακρόν γʼ ἔλεξας, τάλας, χρόνον
σωθεὶς δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς.
Μενελέως
πῶς φῄς; τί λέξεις; ὥς μʼ ἀπώλεσας, γύναι.
Ἑλένη
780 φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός.
θανῇ πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα.
Μενελέως
τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;
Ἑλένη
ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.
Μενελέως
γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη;
Ἑλένη
785 ὕβριν θʼ ὑβρίζειν εἰς ἔμʼ, ἣν ἔτλην ἐγώ.
Μενελέως
ἰδίᾳ σθένων τις τυραννεύων χθονός;
Ἑλένη
ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.
Μενελέως
τόδʼ ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ προσπόλου κλύω.
Ἑλένη
ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;
Μενελέως
790 τοῖσδʼ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.
Ἑλένη
οὔ που προσῄτεις βίοτον; τάλαινʼ ἐγώ.
Μενελέως
τοὔργον μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε.
Ἑλένη
πάντʼ οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων.
Μενελέως
οἶδʼ· εἰ δὲ λέκτρα διέφυγες τάδʼ οὐκ ἔχω.
Ἑλένη
795 ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην.
Μενελέως
τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.
Ἑλένη
ὁρᾷς τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς;
Μενελέως
ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα;
Ἑλένη
ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.
Μενελέως
800 βωμοῦ σπανίζουσʼ νόμοισι βαρβάροις;
Ἑλένη
ἐρρύεθʼ ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν.
Μενελέως
οὐδʼ ἄρα πρὸς οἴκους ναυστολεῖν σʼ ἔξεστί μοι;
Ἑλένη
ξίφος μένει σε μᾶλλον τοὐμὸν λέχος.
Μενελέως
οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.
Ἑλένη
805 μή νυν καταιδοῦ, φεῦγε δʼ ἐκ τῆσδε χθονός.
Μενελέως
λιπών σε; Τροίαν ἐξέπερσα σὴν χάριν.
Ἑλένη
κρεῖσσον γὰρ σε τἄμʼ ἀποκτεῖναι λέχη.
Μενελέως
ἄνανδρά γʼ εἶπας Ἰλίου τʼ οὐκ ἄξια.
Ἑλένη
οὐκ ἂν κτάνοις τύραννον, σπεύδεις ἴσως.
Μενελέως
810 οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας;
Ἑλένη
εἴσῃ. τὸ τολμᾶν δʼ ἀδύνατʼ ἀνδρὸς οὐ σοφοῦ.
Μενελέως
σιγῇ παράσχω δῆτʼ ἐμὰς δῆσαι χέρας;
Ἑλένη
ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος.
Μενελέως
δρῶντας γὰρ μὴ δρῶντας ἥδιον θανεῖν.
Ἑλένη
815 μίʼ ἔστιν ἐλπίς, μόνῃ σωθεῖμεν ἄν.
Μενελέως
ὠνητὸς τολμητὸς λόγων ὕπο;
Ἑλένη
εἰ μὴ τύραννός σʼ ἐκπύθοιτʼ ἀφιγμένον.
Μενελέως
ἐρεῖ δὲ τίς μʼ; οὐ γνώσεταί γʼ ὅς εἰμʼ ἐγώ.
Ἑλένη
ἔστʼ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση.
Μενελέως
820 φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;
Ἑλένη
οὔκ, ἀλλʼ ἀδελφή· Θεονόην καλοῦσί νιν.
Μενελέως
χρηστήριον μὲν τοὔνομʼ· τι δὲ δρᾷ φράσον.
Ἑλένη
πάντʼ οἶδʼ, ἐρεῖ τε συγγόνῳ παρόντα σε.
Μενελέως
θνῄσκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.
Ἑλένη
825 ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν
Μενελέως
τί χρῆμα δρᾶσαι; τίνʼ ὑπάγεις μʼ ἐς ἐλπίδα;
Ἑλένη
παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ.
Μενελέως
πείσαντε δʼ ἐκ γῆς διορίσαιμεν ἂν πόδα;
Ἑλένη
κοινῇ γʼ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δʼ ἂν οὔ.
Μενελέως
830 σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.
Ἑλένη
ὡς οὐκ ἄχρωστα γόνατʼ ἐμῶν ἕξει χερῶν.
Μενελέως
φέρʼ, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους;
Ἑλένη
θανῇ· γαμοῦμαι δʼ τάλαινʼ ἐγὼ βίᾳ.
Μενελέως
προδότις ἂν εἴης· τὴν βίαν σκήψασʼ ἔχεις.
Ἑλένη
835 ἀλλʼ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα
Μενελέως
τί φῄς; θανεῖσθαι; κοὔποτʼ ἀλλάξεις λέχη;
Ἑλένη
ταὐτῷ ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.
Μενελέως
ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.
Ἑλένη
ψαύω, θανόντος σοῦ τόδʼ ἐκλείψειν φάος.
Μενελέως
840 κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.
Ἑλένη
πῶς οὖν θανούμεθʼ ὥστε καὶ δόξαν λαβεῖν;
Μενελέως
τύμβου ʼπὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ.
πρῶτον δʼ ἀγῶνα μέγαν ἀγωνιούμεθα
λέκτρων ὑπὲρ σῶν. δὲ θέλων ἴτω πέλας·
845 τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος
οὐδʼ Ἑλλάδʼ ἐλθὼν λήψομαι πολὺν ψόγον,
ὅστις Θέτιν μὲν ἐστέρησʼ Ἀχιλλέως,
Τελαμωνίου δʼ Αἴαντος εἰσεῖδον σφαγάς,
τὸν Νηλέως τʼ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν
850 οὐκ ἀξιώσω κατθανεῖν δάμαρτʼ ἐγώ;
μάλιστά γε· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,
εὔψυχον ἄνδρα πολεμίων θανόνθʼ ὕπο
κούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί,
κακοὺς δʼ ἐφʼ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.
Χορός
855 θεοί, γενέσθω δή ποτʼ εὐτυχὲς γένος
τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.
Ἑλένη
οἲ ἐγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδʼ ἔχω.
Μενέλαε, διαπεπράγμεθʼ· ἐκβαίνει δόμων
θεσπιῳδὸς Θεονόη· κτυπεῖ δόμος
860 κλῄθρων λυθέντων. φεῦγʼ· ἀτὰρ τί φευκτέον;
ἀποῦσα γάρ σε καὶ παροῦσʼ ἀφιγμένον
δεῦρʼ οἶδεν· δύστηνος, ὡς ἀπωλόμην.
Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς
ἐς βάρβαρʼ ἐλθὼν φάσγανʼ αὖθις ἐμπεσῇ.
Θεονόη
865 ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας
θείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,
ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα·
σὺ δʼ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ
στείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί,
870 κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός.
νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος
ἐφέστιον φλόγʼ ἐς δόμους κομίζετε.
Ἑλένη, τί τἀμὰπῶς ἔχειθεσπίσματα;
ἥκει πόσις σοι Μενέλεως ὅδʼ ἐμφανής,
875 νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.
τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,
οὐδʼ οἶσθα νόστον οἴκαδʼ εἴτʼ αὐτοῦ μενεῖς·
ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι
ἔσται πάρεδρος Ζηνὶ τῷδʼ ἐν ἤματι.
880 Ἥρα μέν, σοι δυσμενὴς πάροιθεν ἦν,
νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει
ξὺν τῇδʼ, ἵνʼ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους,
δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ·
Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,
885 ὡς μὴ ʼξελεγχθῇ μηδὲ πριαμένη φανῇ
τὸ κάλλος, Ἑλένης οὕνεκʼ, ἀνονήτοις γάμοις.
τέλος δʼ ἐφʼ ἡμῖν, εἴθʼ, βούλεται Κύπρις,
λέξασʼ ἀδελφῷ σʼ ἐνθάδʼ ὄντα διολέσω,
εἴτʼ αὖ μεθʼ Ἥρας στᾶσα σὸν σώσω βίον,
890 κρύψασʼ ὁμαίμονʼ, ὅς με προστάσσει τάδε
εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς
τίς εἶσʼ ἀδελφῷ τόνδε σημανῶν ἐμῷ
παρόνθʼ, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ;
Ἑλένη
παρθένʼ, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ
895 καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα
ὑπέρ τʼ ἐμαυτῆς τοῦδέ θʼ, ὃν μόλις ποτὲ
λαβοῦσʼ ἐπʼ ἀκμῆς εἰμι κατθανόντʼ ἰδεῖν·
μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν
τόνδʼ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας,
900 σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷ
τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε,
χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.
μισεῖ γὰρ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ
§3.904–3.1106
κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.
905 ἐατέος δʼ πλοῦτος ἄδικός τις ὤν.
κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς
καὶ γαῖʼ, ἐν χρὴ δώματʼ ἀναπληρουμένους
τἀλλότρια μὴ σχεῖν μηδʼ ἀφαιρεῖσθαι βίᾳ.
ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δʼ ἐμοί,
910 Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει
τῷδʼ ὃς πάρεστι κἀπολάζυσθαι θέλει.
πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς
τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτʼ ἄν;
ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·
915 πότερον δαίμων χὡ θανὼν τὰ τῶν πέλας
βούλοιντʼ ἂν οὐ βούλοιντʼ ἂν ἀποδοῦναι πάλιν;
δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέον
νέμειν ματαίῳ μᾶλλον χρηστῷ πατρί.
εἰ δʼ οὖσα μάντις καὶ τὰ θεῖʼ ἡγουμένη
920 τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,
τῷ δʼ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν,
αἰσχρὸν τὰ μέν σε θεῖα πάντʼ ἐξειδέναι,
τά τʼ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.
τήν τʼ ἀθλίαν ἔμʼ, οἷσιν ἔγκειμαι κακοῖς,
925 ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης·
Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν·
κλῄζομαι καθʼ Ἑλλάδʼ ὡς προδοῦσʼ ἐμὸν
πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους.
ἢν δʼ Ἑλλάδʼ ἔλθω κἀπιβῶ Σπάρτης πάλιν,
930 κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν
ὤλοντʼ, ἐγὼ δὲ προδότις οὐκ ἄρʼ φίλων,
πάλιν μʼ ἀνάξουσʼ ἐς τὸ σῶφρον αὖθις αὖ,
ἑδνώσομαί τε θυγατέρʼ, ἣν οὐδεὶς γαμεῖ,
τὴν δʼ ἐνθάδʼ ἐκλιποῦσʼ ἀλητείαν πικρὰν
935 ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.
κεἰ μὲν θανὼν ὅδʼ ἐν πυρᾷ κατεσφάγη,
πρόσω σφʼ ἀπόντα δακρύοις ἂν ἠγάπων·
νῦν δʼ ὄντα καὶ σωθέντʼ ἀφαιρεθήσομαι;
μὴ δῆτα, παρθένʼ, ἀλλά σʼ ἱκετεύω τόδε·
940 δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους
πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε
κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς
ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.
Χορός
οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι,
945 οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ
λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.
Μενελέως
ἐγὼ σὸν οὔτʼ ἂν προσπεσεῖν τλαίην γόνυ
οὔτʼ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν
δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.
950 καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς
ἐν ξυμφοραῖσι δάκρυʼ ἀπʼ ὀφθαλμῶν βαλεῖν.
ἀλλʼ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,
αἱρήσομαι ʼγὼ πρόσθε τῆς εὐψυχίας.
ἀλλʼ, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον
955 ζητοῦντά γʼ ὀρθῶς ἀπολαβεῖν δάμαρτʼ ἐμήν,
ἀπόδος τε καὶ πρὸς σῷσον· εἰ δὲ μὴ δοκεῖ,
ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις
ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ.
δʼ ἄξιʼ ἡμῶν καὶ δίκαιʼ ἡγούμεθα
960 καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,
λέξω τάδʼ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ·
γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,
ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,
ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.
965 οἶδʼ οὕνεκʼ ἡμῖν οὔποτʼ ἀποδώσεις θανών·
ἀλλʼ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον
οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον
κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.
νέρτερʼ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,
970 ὃς πόλλʼ ἐδέξω τῆσδʼ ἕκατι σώματα
πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δʼ ἔχεις·
νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν,
τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον
κρείσσω φανεῖσαν τἀμά γʼ ἀποδοῦναι λέχη.
975 εἰ δʼ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,
σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.
ὅρκοις κεκλῄμεθʼ, ὡς μάθῃς, παρθένε,
πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ
κἀκεῖνον ʼμὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.
980 ἢν δʼ ἐς μὲν ἀλκὴν μὴ πόδʼ ἀντιθῇ ποδί,
λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ,
κτανεῖν δέδοκται τήνδε μοι κἄπειτʼ ἐμὸν
πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε
τύμβου ʼπὶ νώτοις τοῦδʼ, ἵνʼ αἵματος ῥοαὶ
985 τάφου καταστάζωσι· κεισόμεσθα δὲ
νεκρὼ δύʼ ἑξῆς τῷδʼ ἐπὶ ξεστῷ τάφῳ,
ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.
οὐ γὰρ γαμεῖ τήνδʼ οὔτε σύγγονος σέθεν
οὔτʼ ἄλλος οὐδείς· ἀλλʼ ἐγώ σφʼ ἀπάξομαι,
990 εἰ μὴ πρὸς οἴκους δυνάμεθʼ, ἀλλὰ πρὸς νεκρούς.
τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος
ἐλεινὸς ἦν ἂν μᾶλλον δραστήριος.
κτεῖνʼ, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·
μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,
995 ἵνʼ ᾖς δικαία καὶ δάμαρτʼ ἐγὼ λάβω.
Χορός
ἐν σοὶ βραβεύειν, νεᾶνι, τοὺς λόγους·
οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.
Θεονόη
ἐγὼ πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι,
φιλῶ τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς
1000 οὐκ ἂν μιάναιμʼ, οὐδὲ συγγόνῳ χάριν
δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.
ἔνεστι δʼ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα
ἐν τῇ φύσει· καὶ τοῦτο Νηρέως πάρα
ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι.
1005 Ἥρᾳ δʼ, ἐπείπερ βούλεταί σʼ εὐεργετεῖν,
ἐς ταὐτὸν οἴσω ψῆφον· Κύπρις δʼ ἐμοὶ
ἵλεως μὲν εἴη, ξυμβέβηκε δʼ οὐδαμοῦ·
πειράσομαι δὲ παρθένος μένειν ἀεί.
δʼ ἀμφὶ τύμβῳ τῷδʼ ὀνειδίζεις πατρί,
1010 ἡμῖν ὅδʼ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν,
εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων
ἀπέδωκεν ἂν σοὶ τήνδʼ ἔχειν, ταύτῃ δὲ σέ.
καὶ γὰρ τίσις τῶνδʼ ἐστὶ τοῖς τε νερτέροις
καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· νοῦς
1015 τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δʼ ἔχει
ἀθάνατον εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών.
ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι
μου καθικετεύσατʼ, οὐδὲ μωρίᾳ
ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ.
1020 εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως,
ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.
αὐτοὶ μὲν οὖν ὁδόν τινʼ ἐξευρίσκετε,
ἐγὼ δʼ ἀποστᾶσʼ ἐκποδὼν σιγήσομαι.
ἐκ τῶν θεῶν δʼ ἄρχεσθε χἱκετεύετε
1025 τὴν μέν σʼ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν,
Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν
ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.
σὺ δʼ, θανών μοι πάτερ, ὅσον γʼ ἐγὼ σθένω,
οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντʼ εὐσεβοῦς.
Χορός
1030 οὐδείς ποτʼ εὐτύχησεν ἔκδικος γεγώς,
ἐν τῷ δικαίῳ δʼ ἐλπίδες σωτηρίας.
Ἑλένη
Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα·
τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ
κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.
Μενελέως
1035 ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγας
καὶ συντέθραψαι προσπόλοισι βασιλέως.
Ἑλένη
τί τοῦτʼ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας
ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν.
Μενελέως
πείσειας ἄν τινʼ οἵτινες τετραζύγων
1040 ὄχων ἀνάσσουσʼ, ὥστε νῷν δοῦναι δίφρους;
Ἑλένη
πείσαιμʼ ἄν· ἀλλὰ τίνα φυγὴν φευξούμεθα
πεδίων ἄπειροι βαρβάρου τʼ ὄντες χθονός;
Μενελέως
ἀδύνατον εἶπας. φέρε, τί δʼ, εἰ κρυφθεὶς δόμοις
κτάνοιμʼ ἄνακτα τῷδε διστόμῳ ξίφει;
Ἑλένη
1045 οὐκ ἄν σʼ ἀνάσχοιτʼ οὐδὲ σιγήσειεν ἂν
μέλλοντʼ ἀδελφὴ σύγγονον κατακτενεῖν.
Μενελέως
ἀλλʼ οὐδὲ μὴν ναῦς ἔστιν σωθεῖμεν ἂν
φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσʼ ἔχει.
Ἑλένη
ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν.
1050 βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν;
Μενελέως
κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγειν
ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν.
Ἑλένη
καὶ μὴν γυναικείοις σʼ ἂν οἰκτισαίμεθα
κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.
Μενελέως
1055 σωτηρίας δὲ τοῦτʼ ἔχει τί νῷν ἄκος;
παλαιότης γὰρ τῷ λόγῳ γʼ ἔνεστί τις.
Ἑλένη
ὡς δὴ θανόντα σʼ ἐνάλιον κενῷ τάφῳ
θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.
Μενελέως
καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς
1060 σωθησόμεσθα κενοταφοῦντʼ ἐμὸν δέμας;
Ἑλένη
δοῦναι κελεύσω πορθμίδʼ, καθήσομαι
κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας.
Μενελέως
ὡς εὖ τόδʼ εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰς
θεῖναι κελεύσει σʼ, οὐδὲν σκῆψις φέρει.
Ἑλένη
1065 ἀλλʼ οὐ νομίζειν φήσομεν καθʼ Ἑλλάδα
χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.
Μενελέως
τοῦτʼ αὖ κατορθοῖς· εἶτʼ ἐγὼ συμπλεύσομαι
καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει.
Ἑλένη
σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς
1070 πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.
Μενελέως
καὶ μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω,
ἀνὴρ παρʼ ἄνδρα στήσεται ξιφηφόρος.
Ἑλένη
σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον
λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος.
Μενελέως
1075 ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου.
ἀτὰρ θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη;
Ἑλένη
σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον
Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν.
Μενελέως
καὶ μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκη
1080 ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων.
Ἑλένη
ἐς καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο·
τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι.
Μενελέως
πότερα δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ
πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα;
Ἑλένη
1085 αὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ,
τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν.
ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ
πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι
παρῇδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός.
1090 μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς·
γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη,
πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας.
πότνιʼ Δίοισιν ἐν λέκτροις πίτνεις
Ἥρα, δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων,
1095 αἰτούμεθʼ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν
ῥίπτονθʼ, ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα.
σύ θʼ, ʼπὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ,
κόρη Διώνης Κύπρι, μή μʼ ἐξεργάσῃ.
ἅλις δὲ λύμης ἥν μʼ ἐλυμήνω πάρος
1100 τοὔνομα παρασχοῦσʼ, οὐ τὸ σῶμʼ, ἐν βαρβάροις.
θανεῖν δʼ ἔασόν μʼ, εἰ κατακτεῖναι θέλεις,
ἐν γῇ πατρῴᾳ. τί ποτʼ ἄπληστος εἶ κακῶν,
ἔρωτας ἀπάτας δόλιά τʼ ἐξευρήματα
ἀσκοῦσα φίλτρα θʼ αἱματηρὰ δωμάτων;
1105 εἰ δʼ ἦσθα μετρία, τἄλλα γʼ ἡδίστη θεῶν
πέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up