Ἑλένη
Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.
Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν,
5
Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δʼ ἄναξ,
ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ,
Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ.
τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,
Θεοκλύμενον ἄρσενʼ ὅτι δὴ θεοὺς σέβων
10
βίον διήνεγκʼ εὐγενῆ τε παρθένον
Εἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος·
ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,
καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ
τά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο,
15
προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.
ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ
λόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴν
Λήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών,
20
ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦ
δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·
Ἑλένη δʼ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ
λέγοιμʼ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι
Ἰδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα,
25
Ἥρα Κύπρις τε διογενής τε παρθένος,
μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.
τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,
Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ,
νικᾷ. λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος Πάρις
30
Σπάρτην ἀφίκεθʼ ὡς ἐμὸν σχήσων λέχος.
Ἥρα δὲ μεμφθεῖσʼ οὕνεκʼ οὐ νικᾷ θεάς,
ἐξηνέμωσε τἄμʼ Ἀλεξάνδρῳ λέχη,
δίδωσι δʼ οὐκ ἔμʼ, ἀλλʼ ὁμοιώσασʼ ἐμοὶ
εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσʼ ἄπο,
35
Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μʼ ἔχειν —
κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δʼ αὖ Διὸς
βουλεύματʼ ἄλλα τοῖσδε συμβαίνει κακοῖς·
πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ
καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν
40
πλήθους τε κουφίσειε μητέρα χθόνα
γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.
Φρυγῶν δʼ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,
τὸ δʼ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.
λαβὼν δέ μʼ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος
45
νεφέλῃ καλύψας — οὐ γὰρ ἠμέλησέ μου
Ζεύς — τόνδʼ ἐς οἶκον Πρωτέως ἱδρύσατο,
πάντων προκρίνας σωφρονέστατον βροτῶν,
ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.
κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ, ὁ δʼ ἄθλιος πόσις
50
στράτευμʼ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς
θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.
ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσʼ ἐγὼ
κατάρατός εἰμι καὶ δοκῶ προδοῦσʼ ἐμὸν
55
πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.
τί δῆτʼ ἔτι ζῶ; θεοῦ τόδʼ εἰσήκουσʼ ἔπος
Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον
Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον
οὐκ ἦλθον, ἵνα μὴ λέκτρʼ ὑποστρώσω τινί.
60
ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπεν
Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς
σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος
θηρᾷ γαμεῖν με. τὸν πάλαι δʼ ἐγὼ πόσιν
τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε
65
ἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη,
ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω,
μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφλῃ.
Τεῦκρος
τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος;
πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,
70
βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι.
ἔα·
ὦ θεοί, τίνʼ εἶδον ὄψιν; ἐχθίστην ὁρῶ
γυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσεν
πάντας τʼ Ἀχαιούς. θεοί σʼ, ὅσον μίμημʼ ἔχεις
75
Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ʼν ξένῃ
γαίᾳ πόδʼ εἶχον, τῷδʼ ἂν εὐστόχῳ πτερῷ
ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.
Ἑλένη
τί δʼ, ὦ ταλαίπωρʼ — ὅστις ὤν μʼ ἀπεστράφης
καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;
Τεῦκρος
80
ἥμαρτον· ὀργῇ δʼ εἶξα μᾶλλον ἤ με χρῆν·
μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.
σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι.
Ἑλένη
τίς δʼ εἶ; πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον;
Τεῦκρος
εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.
Ἑλένη
85
οὐ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.
ἀτὰρ τίς εἶ πόθεν; τίνος δʼ αὐδᾶν σε χρή;
Τεῦκρος
ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ
Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.
Ἑλένη
τί δῆτα Νείλου τούσδʼ ἐπιστρέφῃ γύας;
Τεῦκρος
90
φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.
Ἑλένη
τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας;
Τεῦκρος
Τελαμὼν ὁ φύσας. τίνʼ ἂν ἔχοις μᾶλλον φίλον;
Ἑλένη
ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.
Τεῦκρος
Αἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίᾳ θανών.
Ἑλένη
95
πῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς;
Τεῦκρος
οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος.
Ἑλένη
μανέντʼ; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν;
Τεῦκρος
τὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον;
Ἑλένη
ναί·
μνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.
Τεῦκρος
100
θανὼν ὅδʼ ὅπλων ἔριν ἔθηκε συμμάχοις.
Ἑλένη
καὶ δὴ τί τοῦτʼ Αἴαντι γίγνεται κακόν;
Τεῦκρος
ἄλλου λαβόντος ὅπλʼ ἀπηλλάχθη βίου.
Ἑλένη
σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;
Τεῦκρος
ὁθούνεκʼ αὐτῷ γʼ οὐ ξυνωλόμην ὁμοῦ.
Ἑλένη
105
ἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν;
Τεῦκρος
καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.
Ἑλένη
ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;
Τεῦκρος
ὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές.
Ἑλένη
ὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες.
Τεῦκρος
110
καὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά.
Ἑλένη
πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;
Τεῦκρος
ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.
Ἑλένη
χρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίᾳ πόσον;
Τεῦκρος
πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.
Ἑλένη
115
ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;
Τεῦκρος
Μενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης.
Ἑλένη
εἶδες σὺ τὴν δύστηνον; ἢ κλύων λέγεις;
Τεῦκρος
ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.
Ἑλένη
σκοπεῖτε μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν.
Τεῦκρος
120
ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.
Ἑλένη
οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;
Τεῦκρος
αὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ.
Ἑλένη
ἤδη δʼ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;
Τεῦκρος
οὔκουν ἐν Ἄργει γʼ οὐδʼ ἐπʼ Εὐρώτα ῥοαῖς.
Ἑλένη
125
αἰαῖ· κακὸν τόδʼ εἶπας οἷς κακὸν λέγεις.
Τεῦκρος
ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.
Ἑλένη
οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;
Τεῦκρος
ἦν, ἀλλὰ χειμὼν ἄλλοσʼ ἄλλον ὥρισεν.
Ἑλένη
ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;
Τεῦκρος
130
μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.
Ἑλένη
κἀκ τοῦδε Μενέλαν οὔτις εἶδʼ ἀφιγμένον;
Τεῦκρος
οὐδείς· θανὼν δὲ κλῄζεται καθʼ Ἑλλάδα.
Ἑλένη
ἀπωλόμεσθα· Θεστιὰς δʼ ἔστιν κόρη;
Τεῦκρος
Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.
Ἑλένη
135
οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;
Τεῦκρος
φασίν, βρόχῳ γʼ ἅψασαν εὐγενῆ δέρην.
Ἑλένη
οἱ Τυνδάρειοι δʼ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;
Τεῦκρος
τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δʼ ἐστὸν λόγω.
Ἑλένη
πότερος ὁ κρείσσων; ὦ τάλαινʼ ἐγὼ κακῶν.
Τεῦκρος
140
ἄστροις σφʼ ὁμοιωθέντε φάσʼ εἶναι θεώ.
Ἑλένη
καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;
Τεῦκρος
σφαγαῖς ἀδελφῆς οὕνεκʼ ἐκπνεῦσαι βίον.
ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν.
ὧν δʼ οὕνεκʼ ἦλθον τούσδε βασιλείους δόμους,
145
τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν,
σὺ προξένησον, ὡς τύχω μαντευμάτων
ὅπῃ νεὼς στείλαιμʼ ἂν οὔριον πτερὸν
ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μʼ ἐθέσπισεν
οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν
150
Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.
Ἑλένη
πλοῦς, ὦ ξένʼ, αὐτὸς σημανεῖ· σὺ δʼ ἐκλιπὼν
γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως
ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ
κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·
155
κτείνει γὰρ Ἕλληνʼ ὅντινʼ ἂν λάβῃ ξένον.
ὅτου δʼ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν
ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;
Τεῦκρος
καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι
ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.
160
Ἑλένῃ δʼ ὅμοιον σῶμʼ ἔχουσʼ οὐ τὰς φρένας
ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.
κακῶς δʼ ὄλοιτο μηδʼ ἐπʼ Εὐρώτα ῥοὰς
ἔλθοι· σὺ δʼ εἴης εὐτυχὴς ἀεί, γύναι.
Tap any Greek word to look it up