First Episode
Χορός
καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῇ ποδός,
Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.
Ὀδυσσεύς
γύναι, δοκῶ μέν σʼ εἰδέναι γνώμην στρατοῦ
ψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλʼ ὅμως φράσω.
220 ἔδοξʼ Ἀχαιοῖς παῖδα σὴν Πολυξένην
σφάξαι πρὸς ὀρθὸν χῶμʼ Ἀχιλλείου τάφου.
ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης
τάσσουσιν εἶναι· θύματος δʼ ἐπιστάτης
ἱερεύς τʼ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.
225 οἶσθʼ οὖν δρᾶσον; μήτʼ ἀποσπασθῇς βίᾳ
μήτʼ ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί·
γίγνωσκε δʼ ἀλκὴν καὶ παρουσίαν κακῶν
τῶν σῶν. σοφόν τοι κἀν κακοῖς δεῖ φρονεῖν.
Ἑκάβη
αἰαῖ· παρέστηχʼ, ὡς ἔοικʼ, ἀγὼν μέγας,
230 πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός.
κἄγωγʼ ἄρʼ οὐκ ἔθνῃσκον οὗ μʼ ἐχρῆν θανεῖν,
οὐδʼ ὤλεσέν με Ζεύς, τρέφει δʼ, ὅπως ὁρῶ
κακῶν κάκʼ ἄλλα μείζονʼ τάλαινʼ ἐγώ.
εἰ δʼ ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους
235 μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια
ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,
ἡμᾶς δʼ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.
Ὀδυσσεύς
ἔξεστʼ, ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.
Ἑκάβη
οἶσθʼ ἡνίκʼ ἦλθες Ἰλίου κατάσκοπος,
240 δυσχλαινίᾳ τʼ ἄμορφος, ὀμμάτων τʼ ἄπο
φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;
Ὀδυσσεύς
οἶδʼ· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.
Ἑκάβη
ἔγνω δέ σʼ Ἑλένη καὶ μόνῃ κατεῖπʼ ἐμοί;
Ὀδυσσεύς
μεμνήμεθʼ ἐς κίνδυνον ἐλθόντες μέγαν.
Ἑκάβη
245 ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;
Ὀδυσσεύς
ὥστʼ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρʼ ἐμήν.
Ἑκάβη
ἔσωσα δῆτά σʼ ἐξέπεμψά τε χθονός;
Ὀδυσσεύς
ὥστʼ εἰσορᾶν γε φέγγος ἡλίου τόδε.
Ἑκάβη
τί δῆτʼ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;
Ὀδυσσεύς
250 πολλῶν λόγων εὑρήμαθʼ, ὥστε μὴ θανεῖν.
Ἑκάβη
οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν,
ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν,
δρᾷς δʼ οὐδὲν ἡμᾶς εὖ, κακῶς δʼ ὅσον δύνῃ;
ἀχάριστον ὑμῶν σπέρμʼ, ὅσοι δημηγόρους
255 ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι,
οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,
ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.
ἀτὰρ τί δὴ σόφισμα τοῦθʼ ἡγούμενοι
ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;
260 πότερα τὸ χρῆν σφʼ ἐπήγαγʼ ἀνθρωποσφαγεῖν
πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;
τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων
ἐς τήνδʼ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;
ἀλλʼ οὐδὲν αὐτὸν ἥδε γʼ εἴργασται κακόν.
265 Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα·
κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τʼ ἄγει.
εἰ δʼ αἰχμαλώτων χρή τινʼ ἔκκριτον θανεῖν
κάλλει θʼ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε·
Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,
270 ἀδικοῦσά θʼ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.
τῷ μὲν δικαίῳ τόνδʼ ἁμιλλῶμαι λόγον·
δʼ ἀντιδοῦναι δεῖ σʼ ἀπαιτούσης ἐμοῦ,
ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸς
καὶ τῆσδε γραίας προσπίτνων παρηίδος·
275 ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ
χάριν τʼ ἀπαιτῶ τὴν τόθʼ ἱκετεύω τέ σε,
μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς,
μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.
ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν·
280 ἥδʼ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,
πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.
οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν μὴ χρεών,
οὐδʼ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί·
κἀγὼ γὰρ ποτʼ, ἀλλὰ νῦν οὐκ εἴμʼ ἔτι,
285 τὸν πάντα δʼ ὄλβον ἦμαρ ἕν μʼ ἀφείλετο.
ἀλλʼ, φίλον γένειον, αἰδέσθητί με,
οἴκτιρον· ἐλθὼν δʼ εἰς Ἀχαιικὸν στρατὸν
παρηγόρησον, ὡς ἀποκτείνειν φθόνος
γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε
290 βωμῶν ἀποσπάσαντες, ἀλλʼ ᾠκτίρατε.
νόμος δʼ ἐν ὑμῖν τοῖς τʼ ἐλευθέροις ἴσος
καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.
τὸ δʼ ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸν
πείσει· λόγος γὰρ ἔκ τʼ ἀδοξούντων ἰὼν
295 κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.
Χορός
οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις,
ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων
κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.
Ὀδυσσεύς
Ἑκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳ
300 τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.
ἐγὼ τὸ μὲν σὸν σῶμʼ ὑφʼ οὗπερ εὐτύχουν
σῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω·
δʼ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,
Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ
305 σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ.
ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,
ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ
μηδὲν φέρηται τῶν κακιόνων πλέον.
ἡμῖν δʼ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,
310 θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστʼ ἀνήρ.
οὔκουν τόδʼ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ
χρώμεσθʼ, ἐπεὶ δʼ ὄλωλε, μὴ χρώμεσθʼ ἔτι;
εἶεν· τί δῆτʼ ἐρεῖ τις, ἤν τις αὖ φανῇ
στρατοῦ τʼ ἄθροισις πολεμίων τʼ ἀγωνία;
315 πότερα μαχούμεθʼ φιλοψυχήσομεν,
τὸν κατθανόνθʼ ὁρῶντες οὐ τιμώμενον;
καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθʼ ἡμέραν
κεἰ σμίκρʼ ἔχοιμι, πάντʼ ἂν ἀρκούντως ἔχοι·
τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον
320 τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ χάρις.
εἰ δʼ οἰκτρὰ πάσχειν φῄς, τάδʼ ἀντάκουέ μου·
εἰσὶν παρʼ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι
γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,
νύμφαι τʼ ἀρίστων νυμφίων τητώμεναι,
325 ὧν ἥδε κεύθει σώματʼ Ἰδαία κόνις.
τόλμα τάδʼ. ἡμεῖς δʼ, εἰ κακῶς νομίζομεν
τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·
οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους
ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας
330 θαυμάζεθʼ, ὡς ἂν μὲν Ἑλλὰς εὐτυχῇ,
ὑμεῖς δʼ ἔχηθʼ ὅμοια τοῖς βουλεύμασιν.
Χορός
αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκʼ ἀεὶ
τολμᾷ θʼ μὴ χρή, τῇ βίᾳ νικώμενον.
Ἑκάβη
θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα
335 φροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου·
σὺ δʼ, εἴ τι μείζω δύναμιν μήτηρ ἔχεις,
σπούδαζε πάσας ὥστʼ ἀηδόνος στόμα
φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.
πρόσπιπτε δʼ οἰκτρῶς τοῦδʼ Ὀδυσσέως γόνυ
340 καὶ πεῖθʼ — ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα
καὶ τῷδετὴν σὴν ὥστʼ ἐποικτῖραι τύχην.
Πολυξένη
ὁρῶ σʼ, Ὀδυσσεῦ, δεξιὰν ὑφʼ εἵματος
κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν
στρέφοντα, μή σου προσθίγω γενειάδος.
345 θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·
ὡς ἕψομαί γε τοῦ τʼ ἀναγκαίου χάριν
θανεῖν τε χρῄζουσʼ· εἰ δὲ μὴ βουλήσομαι,
κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.
τί γάρ με δεῖ ζῆν; πατὴρ μὲν ἦν ἄναξ
350 Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου·
ἔπειτʼ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο
βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων
ἔχουσʼ, ὅτου δῶμʼ ἑστίαν τʼ ἀφίξομαι·
δέσποινα δʼ δύστηνος Ἰδαίαισιν
355 γυναιξὶ παρθένοις τʼ ἀπόβλεπτος μέτα,
ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον·
νῦν δʼ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα
θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·
ἔπειτʼ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας
360 τύχοιμʼ ἄν, ὅστις ἀργύρου μʼ ὠνήσεται,
τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν,
προσθεὶς δʼ ἀνάγκην σιτοποιὸν ἐν δόμοις,
σαίρειν τε δῶμα κερκίσιν τʼ ἐφεστάναι
λυπρὰν ἄγουσαν ἡμέραν μʼ ἀναγκάσει·
365 λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν
χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.
οὐ δῆτʼ· ἀφίημʼ ὀμμάτων ἐλευθέρων
φέγγος τόδʼ, Ἅιδῃ προστιθεῖσʼ ἐμὸν δέμας.
ἄγου μʼ, Ὀδυσσεῦ, καὶ διέργασαί μʼ ἄγων·
370 οὔτʼ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ
θάρσος παρʼ ἡμῖν ὥς ποτʼ εὖ πρᾶξαί με χρή.
μῆτερ, σὺ δʼ ἡμῖν μηδὲν ἐμποδὼν γένῃ,
λέγουσα μηδὲ δρῶσα· συμβούλου δέ μοι
θανεῖν πρὶν αἰσχρῶν μὴ κατʼ ἀξίαν τυχεῖν.
375 ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν,
φέρει μέν, ἀλγεῖ δʼ αὐχένʼ ἐντιθεὶς ζυγῷ·
θανὼν δʼ ἂν εἴη μᾶλλον εὐτυχέστερος
ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.
Χορός
δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς
380 ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται
τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.
Ἑκάβη
καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ
λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῷ Πηλέως
χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν
385 ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,
ἡμᾶς δʼ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως
κεντεῖτε, μὴ φείδεσθʼ· ἐγὼ ῎τεκον Πάριν,
ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.
Ὀδυσσεύς
οὐ σʼ, γεραιά, κατθανεῖν Ἀχιλλέως
390 φάντασμʼ Ἀχαιούς, ἀλλὰ τήνδʼ, ᾐτήσατο.
Ἑκάβη
ὑμεῖς δέ μʼ ἀλλὰ θυγατρὶ συμφονεύσατε,
καὶ δὶς τόσον πῶμʼ αἵματος γενήσεται
γαίᾳ νεκρῷ τε τῷ τάδʼ ἐξαιτουμένῳ.
Ὀδυσσεύς
ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος
395 ἄλλος πρὸς ἄλλῳ· μηδὲ τόνδʼ ὠφείλομεν.
Ἑκάβη
πολλή γʼ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.
Ὀδυσσεύς
πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.
Ἑκάβη
ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδʼ ἕξομαι.
Ὀδυσσεύς
οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.
Ἑκάβη
400 ὡς τῆσδʼ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.
Ὀδυσσεύς
ἀλλʼ οὐδʼ ἐγὼ μὴν τήνδʼ ἄπειμʼ αὐτοῦ λιπών.
Πολυξένη
μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,
χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
σύ τʼ, τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
405 βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν
γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,
ἀσχημονῆσαί τʼ ἐκ νέου βραχίονος
σπασθεῖσʼ, πείσῃ; μὴ σύ γʼ· οὐ γὰρ ἄξιον.
ἀλλʼ, φίλη μοι μῆτερ, ἡδίστην χέρα
410 δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·
ὡς οὔποτʼ αὖθις, ἀλλὰ νῦν πανύστατον
ἀκτῖνα κύκλον θʼ ἡλίου προσόψομαι.
τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
μῆτερ, τεκοῦσʼ, ἄπειμι δὴ κάτω.
Ἑκάβη
415 θύγατερ, ἡμεῖς δʼ ἐν φάει δουλεύσομεν.
Πολυξένη
ἄνυμφος ἀνυμέναιος ὧν μʼ ἐχρῆν τυχεῖν.
Ἑκάβη
οἰκτρὰ σύ, τέκνον, ἀθλία δʼ ἐγὼ γυνή.
Πολυξένη
ἐκεῖ δʼ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.
Ἑκάβη
οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον;
Πολυξένη
420 δούλη θανοῦμαι, πατρὸς οὖσʼ ἐλευθέρου.
Ἑκάβη
ἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων.
Πολυξένη
τί σοι πρὸς Ἕκτορʼ γέροντʼ εἴπω πόσιν;
Ἑκάβη
ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.
Πολυξένη
στέρνα μαστοί θʼ, οἵ μʼ ἐθρέψαθʼ ἡδέως.
Ἑκάβη
425 τῆς ἀώρου θύγατερ ἀθλίας τύχης.
Πολυξένη
χαῖρʼ, τεκοῦσα, χαῖρε Κασάνδρα τʼ ἐμοί,
Ἑκάβη
χαίρουσιν ἄλλοι, μητρὶ δʼ οὐκ ἔστιν τόδε.
Πολυξένη
τʼ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.
Ἑκάβη
εἰ ζῇ γʼ· ἀπιστῶ δʼ· ὧδε πάντα δυστυχῶ.
Πολυξένη
430 ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν.
Ἑκάβη
τέθνηκʼ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.
Πολυξένη
κόμιζʼ, Ὀδυσσεῦ, μʼ ἀμφιθεὶς κάρα πέπλοις
ὡς πρὶν σφαγῆναί γʼ ἐκτέτηκα καρδίαν
θρήνοισι μητρὸς τήνδε τʼ ἐκτήκω γόοις.
435 φῶς· προσειπεῖν γὰρ σὸν ὄνομʼ ἔξεστί μοι,
μέτεστι δʼ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους
βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.
Ἑκάβη
οἲ ʼγώ, προλείπω· λύεται δέ μου μέλη.
θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,
440 δός· μὴ λίπῃς μʼ ἄπαιδʼ. ἀπωλόμην, φίλαι
ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν
Ἑλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτων
αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up