Parodos
Ἑκάβη
ἄγετʼ, παῖδες, τὴν γραῦν πρὸ δόμων,
60 ἄγετʼ ὀρθοῦσαι τὴν ὁμόδουλον,
Τρῳάδες, ὑμῖν, πρόσθε δʼ ἄνασσαν·
λάβετε φέρετε πέμπετʼ ἀείρετέ μου
γεραιᾶς χειρὸς προσλαζύμεναι·
65 κἀγὼ σκολιῷ σκίπωνι χερὸς
διερειδομένα σπεύσω βραδύπουν
ἤλυσιν ἄρθρων προτιθεῖσα.
στεροπὰ Διός, σκοτία νύξ,
τί ποτʼ αἴρομαι ἔννυχος οὕτω
70 δείμασι, φάσμασιν; πότνια Χθών,
μελανοπτερύγων μῆτερ ὀνείρων,
ἀποπέμπομαι ἔννυχον ὄψιν,
ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σῳζομένου κατὰ Θρῄκην
75 ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς διʼ ὀνείρων
εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην.
χθόνιοι θεοί, σώσατε παῖδʼ ἐμόν,
80 ὃς μόνος οἴκων ἄγκυρʼ ἔτʼ ἐμῶν
τὴν χιονώδη Θρῄκην κατέχει
ξείνου πατρίου φυλακαῖσιν.
ἔσται τι νέον·
ἥξει τι μέλος γοερὸν γοεραῖς.
85 οὔποτʼ ἐμὰ φρὴν ὧδʼ ἀλίαστος
φρίσσει, ταρβεῖ.
ποῦ ποτε θείαν Ἑλένου ψυχὰν
καὶ Κασάνδραν ἐσίδω, Τρῳάδες,
ὥς μοι κρίνωσιν ὀνείρους;
90 εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾷ
σφαζομέναν, ἀπʼ ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως.
καὶ τόδε δεῖμά μοι· ἦλθʼ ὑπὲρ ἄκρας
τύμβου κορυφᾶς
φάντασμʼ Ἀχιλέως· ᾔτει δὲ γέρας
95 τῶν πολυμόχθων τινὰ Τρωιάδων.
ἀπʼ ἐμᾶς ἀπʼ ἐμᾶς οὖν τόδε παιδὸς
πέμψατε, δαίμονες, ἱκετεύω.
Χορός
Ἑκάβη, σπουδῇ πρός σʼ ἐλιάσθην
τὰς δεσποσύνους σκηνὰς προλιποῦσʼ,
100 ἵνʼ ἐκληρώθην καὶ προσετάχθην
δούλη, πόλεως ἀπελαυνομένη
τῆς Ἰλιάδος, λόγχης αἰχμῇ
δοριθήρατος πρὸς Ἀχαιῶν,
οὐδὲν παθέων ἀποκουφίζουσʼ,
105 ἀλλʼ ἀγγελίας βάρος ἀραμένη
μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων.
ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδῳ
λέγεται δόξαι σὴν παῖδʼ Ἀχιλεῖ
σφάγιον θέσθαι· τύμβου δʼ ἐπιβὰς
110 οἶσθʼ ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις,
τὰς ποντοπόρους δʼ ἔσχε σχεδίας
λαίφη προτόνοις ἐπερειδομένας,
τάδε θωΰσσων·
Ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβον
115 στέλλεσθʼ ἀγέραστον ἀφέντες;
πολλῆς δʼ ἔριδος συνέπαισε κλύδων,
δόξα δʼ ἐχώρει δίχʼ ἀνʼ Ἑλλήνων
στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι
τύμβῳ σφάγιον, τοῖς δʼ οὐχὶ δοκοῦν.
120 ἦν δʼ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν
τῆς μαντιπόλου Βάκχης ἀνέχων
λέκτρʼ Ἀγαμέμνων·
τὼ Θησείδα δʼ, ὄζω Ἀθηνῶν,
δισσῶν μύθων ῥήτορες ἦσαν·
125 γνώμῃ δὲ μιᾷ συνεχωρείτην,
τὸν Ἀχίλλειον τύμβον στεφανοῦν
αἵματι χλωρῷ, τὰ δὲ Κασάνδρας
λέκτρʼ οὐκ ἐφάτην τῆς Ἀχιλείας
πρόσθεν θήσειν ποτὲ λόγχης.
130 σπουδαὶ δὲ λόγων κατατεινομένων
ἦσαν ἴσαι πως, πρὶν ποικιλόφρων
κόπις ἡδυλόγος δημοχαριστὴς
Λαερτιάδης πείθει στρατιὰν
μὴ τὸν ἄριστον Δαναῶν πάντων
135 δούλων σφαγίων εἵνεκʼ ἀπωθεῖν,
μηδέ τινʼ εἰπεῖν παρὰ Φερσεφόνῃ
στάντα φθιμένων
ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς
τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων
140 Τροίας πεδίων ἀπέβησαν.
ἥξει δʼ Ὀδυσεὺς ὅσον οὐκ ἤδη,
πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν
ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.
ἀλλʼ ἴθι ναούς, ἴθι πρὸς βωμούς,
145 ἵζʼ Ἀγαμέμνονος ἱκέτις γονάτων,
κήρυσσε θεοὺς τούς τʼ οὐρανίδας
τούς θʼ ὑπὸ γαῖαν.
γάρ σε λιταὶ διακωλύσουσʼ
ὀρφανὸν εἶναι παιδὸς μελέας,
150 δεῖ σʼ ἐπιδεῖν τύμβου προπετῆ
φοινισσομένην αἵματι παρθένον
ἐκ χρυσοφόρου
δειρῆς νασμῷ μελαναυγεῖ.
Ἑκάβη
οἲ ἐγὼ μελέα, τί ποτʼ ἀπύσω;
155 ποίαν ἀχώ, ποῖον ὀδυρμόν,
δειλαία δειλαίου γήρως,
δουλείας τᾶς οὐ τλατᾶς,
τᾶς οὐ φερτᾶς; οἴμοι.
τίς ἀμύνει μοι; ποία γέννα,
160 ποία δὲ πόλις; φροῦδος πρέσβυς,
φροῦδοι παῖδες.
ποίαν ταύταν κείναν
στείχω; ποῖ δʼ ἥσω; ποῦ τις θεῶν
δαιμόνων ἐπαρωγός;
165 κάκʼ ἐνεγκοῦσαι,
Τρῳάδες κάκʼ ἐνεγκοῦσαι
πήματʼ, ἀπωλέσατʼ ὠλέσατʼ· οὐκέτι μοι βίος
ἀγαστὸς ἐν φάει.
τλάμων ἅγησαί μοι πούς,
170 ἅγησαι τᾷ γηραιᾷ
πρὸς τάνδʼ αὐλάν· τέκνον, παῖ,
δυστανοτάτας ματέροςἔξελθʼ ἔξελθʼ
οἴκωνἄιε ματέρος αὐδάν.
175 τέκνον ὡς εἰδῇς οἵαν οἵαν
ἀίω φάμαν περὶ σᾶς ψυχᾶς.
Πολυξένη
ἰώ·
μᾶτερ μᾶτερ τί βοᾷς; τί νέον
καρύξασʼ οἴκων μʼ ὥστʼ ὄρνιν
θάμβει τῷδʼ ἐξέπταξας;
Ἑκάβη
180 οἴμοι τέκνον.
Πολυξένη
τί με δυσφημεῖς; φροίμιά μοι κακά.
Ἑκάβη
αἰαῖ σᾶς ψυχᾶς.
Πολυξένη
ἐξαύδα· μὴ κρύψῃς δαρόν.
δειμαίνω δειμαίνω, μᾶτερ,
185 τί ποτʼ ἀναστένεις
Ἑκάβη
τέκνον τέκνον μελέας ματρὸς
Πολυξένη
τί δὲ τόδʼ ἀγγελεῖς;
Ἑκάβη
σφάξαι σʼ Ἀργείων κοινὰ
συντείνει πρὸς τύμβον γνώμα
190 Πηλείᾳ γέννᾳ.
Πολυξένη
οἴμοι μᾶτερ, πῶς φθέγγῃ
ἀμέγαρτα κακῶν; μάνυσόν μοι,
μάνυσον, μᾶτερ.
Ἑκάβη
αὐδῶ, παῖ, δυσφήμους φήμας·
195 ἀγγέλλουσʼ Ἀργείων δόξαι
ψήφῳ τᾶς σᾶς περί μοι ψυχᾶς.
Πολυξένη
δεινὰ παθοῦσʼ, παντλάμων,
δυστάνου μᾶτερ βιοτᾶς
οἵαν οἵαν αὖ σοι λώβαν
200 ἐχθίσταν ἀρρήταν τʼ
ὦρσέν τις δαίμων;
οὐκέτι σοι παῖς ἅδʼ οὐκέτι δὴ
γήρᾳ δειλαίῳ δειλαία
συνδουλεύσω.
205 σκύμνον γάρ μʼ ὥστʼ οὐριθρέπταν
μόσχον δειλαία δειλαίαν
ἐσόψῃ,
χειρὸς ἀναρπαστὰν
σᾶς ἄπο λαιμότομόν τʼ Ἀίδᾳ
210 γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα
210 τάλαινα κείσομαι.
καὶ σοῦ μέν, μᾶτερ, δυστάνου
κλαίω πανδύρτοις θρήνοις,
τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τʼ
οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι
215 ξυντυχία κρείσσων ἐκύρησεν.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up