Ode 9
Ἀυτομήδει Φλειάσιῳ
Πεντάθλῳ Νέμεα
δόξαν, ὦ χρυσαλάκατοι Χάριτες,
πεισίμβροτον δοίητʼ, ἐπεὶ
Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας
εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου
5
Ζηνὸς εὐθαλὲς πέδον
ὑμνεῖν, ὅθι μηλοδαΐκταν
θρέψεν ἁ λευκώλενος
Ἥρα περικλειτῶν ἀέθλων
πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα.
10
κεῖ[θι φοι]νικάσπιδες ἡμίθεοι
πρώτιστον Ἀργείων κριτοὶ
ἄθλησαν ἐπʼ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς
πέφνʼ ἀωτεύοντα δράκων ὑπέροπλος,
σᾶμα μέλλοντος φόνου.
15
ὦ μοῖρα πολυκρατές· οὔ νιν
πεῖθʼ Ὀϊκλείδας πάλιν
στείχειν ἐς εὐάνδρους ἀγυιάς.
ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α
ἃ καὶ τότʼ Ἄδραστον Ταλ[αϊονίδαν
20
πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα[γκτῷ] πρόξεν[ον.
κείνων ἀπʼ εὐδόξων ἀγώνων
ἐν Νεμ έᾳ κλεινοὶ βροτῶν
οἳ τριέτει στεφάνῳ
ξανθὰν ἐρέψωνται κόμαν.
25
Αὐτομήδει νῦν γε νικά-
σαντί νιν δαίμων ἔδωκεν.
πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς
ἄστρων διακρίνει φάη
νυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα·
30
τοῖος Ἑλλάνων διʼ ἀπείρονα κύκλον
φαῖνε θαυμαστὸν δέμας,
δισκὸν τροχοειδέα ῥίπτων,
καὶ μελαμφύλλου κλάδον
ἀκτ έα ς ἐς αἰπεινὰν προπέμπων
35
αἰθέρʼ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν,
ἢ τελευταίας ἀμάρυγμα πάλας·
τοιῷ[δʼ ὑπερθύ]μῳ σ[θένε]ι
γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσας
ἵκετʼ [Ἀσωπὸ]ν παρὰ πορφυροδίναν,
40
τοῦ κ[λέος π]ᾶσαν χθόνα
ἦλθε[ν καὶ] ἐπʼ ἔσχατα Νείλου·
ταί τʼ ἐπʼ ε[ὐν]αεῖ πόρῳ
οἰκεῦσι Θερμώδοντος, ἐγχ έω ν
ἵστορες κοῦραι διωξίπποιʼ Ἄρηος,
45
σῶν, ὦ πολυζήλωτε ϝάναξ ποταμῶν,
ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.
στείχει διʼ εὐρείας κελεύθου
μυρία παντᾷ φάτις
σᾶς γενεᾶς λιπαρο-
50
ζώνων θυγάτρων, ἃς θεοὶ
σὺν τύχαις ᾤκισσαν ἀρχα-
γοὺς ἀπορθήτων ἀγυιᾶν.
τίς γὰρ οὐκ οἶδεν κυανοπλοκάμου
Θήβας ἐΰδμ[ατον πόλι]ν,
55
ἢ τὰν μεγαλώνυ]μον Αἴγιναν, μεγίστου
Ζηνὸς ἃ πλαθεῖσα λέ]χει τέκεν ἥρω
¯ δ̣ε̣σ̣ω̣ ¯ ¯ ου·
ὃς γ]ᾶς βασά[νοισιν Ἀχ]αιῶν
¯ ˘ ¯ × ¯ ˘ ¯
60
¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯
α[˘ ¯ ¯ ¯ ˘ ε]ὔπ[ε]πλον [
ἠ[δὲ Πειράν]αν ἑλικοστέφα[νον
κ[ούραν, ὅ]σαι τʼ ἄλλαι θεῶν
ε̣[ὐναῖς ἐδ]άμησαν ἀριγνώτοις π[α]λαι[οῦ
65
παῖδες αἰ]δ̣οῖαι ποταμοῦ κελάδοντος·
¯˘¯¯]αν πόλιν
¯¯˘˘¯]σί τε νίκα[ς
¯˘¯ αὐ]λῶν βοαὶ
σύμφωνα πνείο]υσαι· με[γίστου
70
¯˘¯¯¯˘¯¯¯˘¯]α̣ν·
¯¯˘¯¯¯˘˘¯˘]νέος
χρ]υσέα[ν προσ]θέντα ϝιόπλοκον εὖ εἰπεῖν [κόραν,
καὶ μ]ατ[έρʼ ἀγ]νάμπτων ἐρώτων
¯ ˘ ¯ κλε]ινὰν βροτο[ῖς
75
¯ ˘ ˘ ¯ ˘]λέων
¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯
¯ ˘ ¯ νασι]ώταν
¯ ˘ ¯ ¯ ¯ ˘]ν ὕμνον,
¯ ˘ ¯ ¯ ¯] καὶ ἀποφθιμένῳ
80
τὸν πάντʼ ἐς ἄτ]ρυτον χρόνον,
καὶ τοῖς ἐπιγ]ιγνομένοις αἰεὶ πιφαύσκοι
σὰν Νε]μέᾳ νίκαν· τό [γέ] τοι καλὸν ἔργον
γνησίων ὕμνων τυχὸν
ὑψοῦ παρὰ δαίμοσι κεῖται·
85
σὺν δʼ ἀλαθείᾳ βροτῶν
κάλλιστον, εἴπ[ερ καὶ θάνῃ τις,
λείπεται Μουσᾶν [˘¯¯¯ ἄθυ]ρμα.
εἰσὶ δʼ ἀνθρ[ώπων ˘˘¯˘˘¯
πολλαί· διακρίνει δὲ θ εῶ ν
90
βουλὰ [τὸ καλυπτό]μενον νυκτὸς [δνόφοισιν·
!]!!![˘¯¯¯˘]γε καὶ τὸν ἀρείω
¯˘¯¯¯˘]που.
¯¯˘˘¯˘˘]εύσων
¯˘¯¯¯˘¯
95
¯¯˘¯¯¯˘ π]αύροις
ἀν]δρ[άσιν ¯¯˘¯¯¯]ι̣ τὸ μέλλον·
!!]ι̣μιω̣[¯¯˘ ἔδ]ωκε χάριν
κ]αὶ Διων[ύσου Κρονίδας] θεοτίματον πόλιν
ναίειν ἀπο[ρθήτους θαλ]εῦντας·
100
χρυσεοσκάπτρ[ου Διὸς
ὅς] τι καλὸν φέ[ρεται,
πᾶς αἰ]νέοι· Τιμοξ[ένου
πα]ιδὶ σὺν κώ[μοις ἁμαρ-
τ[έ]ο]ιτε πεντ[άθλου ϝέκατι.
Tap any Greek word to look it up