Ode 10 Ἀγλαῷ (?) Ἀθηναίῳ Δρομεῖ Ἰσθμια
Φή]μα, σὺ γ[]ρ [γγελίαις θνατῶν ἐπ]οιχνεῖς
φῦ]λα, καὶ πᾶ[!¯˘¯×
!!!!!]μ̣εαλμει̣[˘˘¯
!!!!!]πὸ κεύ[˘˘¯×
5 !!!!]νωνται [¯˘¯¯
¯˘]!! ξ[υν]όν, ,τι χρυ[σέαν ˘˘¯
ο[!!!] ὀφθαλμοῖσι Ν[ίκαν
π[αῦλ]αν ἀπράκταν [!!!!![
[γλ]αῷ καὶ νῦν κασιγνήτας ἀκοίτας
10 νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν,
ἀχ]ειρὲς ἵνʼ ἀθάνατον Μουσᾶν ἄγαλμα
ξυνὸν ἀνθρώποισιν εἴη
χάρμα, τεὰν ἀρετὰν
μανῦον ἐπιχθονίοισιν,
15 ὁσσάκις Νίκας ἕκατι
ἄνθεσι ξανθὰν ἀναδησάμενος κεφαλὰν
κῦδος εὐρείαις Ἀθάναις
θῆκας Οἰνείδαις τε δόξαν.
ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις
20 εὐθὺς ἔνδειξ]ας Ἕλλασιν ποδῶν ὁρμὰν ταχεῖαν·
δεύτερον δʼ οὔ]ροισιν ἔπι σταδίου,
θερμ[ὰν ἔτι] πνέων ἄελλαν,
ἔσταβρέχω]ϝ̣ δʼ ᾆξʼ αὖτε θατήρων ἐλαίῳ
φάρεἐς εὔθροο]ν ἐμπίτνων ὅμιλον,
25 τετρ[αέλικτο]ν ἐπεὶ
κάμ[ψεν δρό]μον. Ἰσθμιονίκαν
δίς ν[ιν ἀγκ]άρυξαν εὐβού-
λων [ἀεθλάρχ]ων προφᾶται·
δὶς δʼ [ν Νεμέ] Κρονίδα Ζηνὸς παρʼ ἁγνὸν
30 βωμό[ν· κλει]νά τε Θήβα
δέκτ[ό νιν ε]ὐρύχορόν
τʼ Ἄργο[ς Σικυώ]ν τε κατʼ αἶσαν·
οἵ τε Π[ελλάν]αν νέμονται,
ἀμφί τʼ Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θʼ ἱερὰν
35 νᾶσο[ν Αἴγιν]αν. ματεύει
δʼ ἄλλ[ος ἀλλοί]αν κέλευθον,
ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας
τεύξεται. μυρίαι δʼ ἀνδρῶν ἐπιστᾶμαι πέλονται·
γὰρ σοφὸς Χαρίτων τιμᾶν λελογχὼς
40 ἐλπίδι χρυ εῳ τέθαλεν·
τινα θευπροπίαν
εἰδώς· ἕτερος δʼ ἐπὶ πάσι
ποικίλον τόξον τιταίνει·
οἱ δʼ ἐπʼ ἔργοισίν τε καὶ ἀμφὶ βοῶν ἀγέλαις
45 θυμὸν αὔξουσιν· τὸ μέλλον
δʼ ἀκρίτους τίκτει τελευτάς,
πᾷ τύχα βρίσει. τὸ μὲν κάλλιστον, ἐσθλὸν
ἄνδρα πολλῶν ὑπʼ ἀνθρώπων πολυζήλωτον εἶμεν·
οἶδα καὶ πλούτου μεγάλαν δύνασιν,
50 καὶ τὸν ἀχρεῖον τί[θησ]ι
χρηστόν. τί μακρὰν γλῶσσαν ἰθύσας ἐλαύνω
ἐκτὸς ὁδοῦ ; πέφαται θνατοῖσι νίκας
ὕστε]ρον εὐφροσύνα·
αὐλῶν [δὲ ˘¯˘˘¯¯
55 μειγν̣[υτ¯¯˘¯¯
χρή τιν[¯¯¯˘¯¯
Tap any Greek word to look it up
An open-access project
Jebb 1905
Cambridge
Jebb, Cambridge, 1905 · 1905
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Tap any Greek word to look it up