Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια.
εὔμοιρε Συρακοσίων
ἱπποδινήτων στραταγέ,
γνώσει μὲν ἰοστεφάνων
Μοισᾶν γλυκύδωρον ἄγαλμα, τῶν γε νῦν
5 αἴ τις ἐπιχθονίων,
ὀρθῶς· φρένα δʼ εὐθύδικον
ἀτρέμʼ ἀμπαύσας μεριμνᾶν
δεῦρʼ ἐπάθρησον νόῳ,
σὺν Χαρίτεσσι βαθυζώνοις ὑφάνας
10 ὕμνον ἀπὸ ζαθέας
νάσου ξένος ὑμετέραν πέμ-
πει κλεεννὰν ἐς πόλιν,
χρυσάμπυκος Οὐρανίας κλει-
νὸς θεράπων· ἐθέλει δὲ
15 γᾶρυν ἐκ στηθ έω ν χέων
αἰνεῖν Ἱέρωνα. βαθὺν
δʼ αἰθέρα ξουθαῖσι τάμνων
ὑψοῦ πτερύγεσσι ταχεί-
αις αἰετὸς εὐρυάνακτος ἄγγελος
20 Ζηνὸς ἐρισφαράγου
θαρσεῖ κρατερᾷ πίσυνος
ἰσχύϊ, πτάσσοντι δʼ ὄρνι-
χες λιγύφθογγοι φόβῳ·
οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας,
25 οὐδʼ ἁλὸς ἀκαμάτας
δυσπαίπαλα κύματα· νωμᾶ-
ται δʼ ἐν ἀτρύτῳ χάει
λεπτότριχα σὺν ζεφύρου πνοι-
αῖσιν ἔθειραν ἀρίγνω-
30 τος μετʼ ἀνθρώποις ἰδεῖν·
τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος
ὑμετέραν ἀρετὰν
ὑμνεῖν, κυανοπλοκάμου θʼ ἕκατι Νίκας
χαλκεοστέρνου τʼ Ἄρηος,
35 Δεινομένευς ἀγέρω-
χοι παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός.
ξανθότριχα μὲν Φερένικον
Ἀλφεὸν παρʼ εὐρυδίναν
πῶλον ἀελλοδρόμαν
40 εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς,
Πυθῶνί τʼ ἐν ἀγαθέᾳ·
γᾷ δʼ ἐπισκήπτων πιφαύσκω·
οὔπω νιν ὑπὸ προτέρων
ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις
45 πρὸς τέλος ὀρνύμενον·
ῥιπᾷ γὰρ ἴσος βορέα
ὃν κυβερνήταν φυλάσσων
ἵεται νεόκροτον
νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων.
50 ὄλβιος ᾧτινι θ εὸ ς
μοῖράν τε καλῶν ἔπορεν
σύν τʼ ἐπιζήλῳ τύχᾳ
ἀφν εὸ ν βιοτὰν διάγειν· οὐ
γάρ τις ἐπιχθονίων
55 πάντα γʼ εὐδαίμων ἔφυ.
καὶ μάν π]οτʼ ἐρειψιπύλαν
παῖδʼ ἀνίκ]ατον λέγουσιν
δῦναι Διὸς] ἀργικεραύ-
νου δώματα Φερσεφόνας τανισφύρου,
60 καρχαρόδοντα κύνʼ -
ξοντʼ ἐς φάος ἐξ Ἀΐδα,
υἱὸν ἀπλάτοιʼ Ἐχίδνας·
ἔνθα δυστάνων βροτῶν
ψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέθροις,
65 οἷά τε φύλλʼ ἄνεμος
Ἴδας ἀνὰ μηλοβότους
πρῶνας ἀργηστὰς δονεῖ.
ταῖσιν δὲ μετέπρεπεν εἴδω-
λον θρασυμέμνονος ἐγ-
70 χεσπάλου Πορθανίδα·
τὸν δʼ ὡς ἴδεν Ἀλκμήνιος θαυμαστὸς ἥρως
τεύχεσι λαμπόμενον,
νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας,
χαλκεόκρανον δʼ ἔπειτʼ ἐξ-
75 είλετο ϝιὸν ἀνα-
πτύξας φαρέτρας πῶμα· τῷ δʼ ἐναντία
ψυχὰ προφάνη Μελεάγρου
καί νιν εὖ εἰδὼς προσεῖπεν·
υἱὲ Διὸς μεγάλου,
80 στᾶθί τʼ ἐν χώρᾳ, γελανώσας τε θυμόν
μὴ ταΰσιον προΐει
τραχὺν ἐκ χειρῶν ὀϊστὸν
ψυχαῖσιν ἔπι φθιμένων·
οὔτοι δέος. ὣς φάτο· θάμβησεν δʼ ἄναξ
85 Ἀμφιτρυωνιάδας,
εἶπέν τε· τίς ἀθανάτων
βροτῶν τοιοῦτον ἔρνος
θρέψεν ἐν ποίᾳ χθονί;
τίς δʼ ἔκτανεν ; τάχα καλλίζωνος Ἥρα
90 κεῖνον ἐφʼ ἁμετέρᾳ
πέμψει κεφαλᾷ· τὰ δέ που
Παλλάδι ξανθᾷ μέλει.
τὸν δὲ προσέφα Μελέαγρος
δακρυόεις· χαλεπὸν
95 θ εῶ ν παρατρέψαι νόον
ἄνδρεσσιν ἐπιχθονίοις.
καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς
παῦσεν καλυκοστεφάνου
σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου
100 λισσόμενος πολέων
τʼ αἰγῶν θυσίαισι πατὴρ
καὶ βοῶν φοινικονώτων·
ἀλλʼ ἀνίκατον θεὰ
ἔσχεν χόλον· εὐρυβίαν δʼ ἔσσευε κούρα
105 κάπρον ἀναιδομάχαν
ἐς καλλίχορον Καλυδῶ-
νʼ, ἔνθα πλημύρων σθένει
ὄρχους ἐπέκειρεν ὀδόντι,
σφάζε τε μῆλα, βροτῶν
110 θʼ ὅστις εἰσάνταν μόλοι.
τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι
στασάμεθʼ ἐνδυκέως
ἓξ ἄματα συνεχέως· ἐπεὶ δὲ δαίμων
κάρτος Αἰτωλοῖς ὄρεξεν,
115 θάπτομεν οὓς κατέπε-
φνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ,
Ἀγκαῖον ἐμῶν τʼ Ἀγέλαον
φ[έρτ]ατον κεδνῶν ἀδελφ εῶ ν,
οὓς τέ]κεν ἐν μεγάροις
120 πατρὸ]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος·
τῶν δʼ ]λεσε μοῖρʼ ὀλοὰ
πλεῦνα]ς· οὐ γάρ πω δαΐφρων
παῦσεν] χόλον ἀγροτέρα
Λατοῦς θυγάτηρ· περὶ δʼ αἴθωνος δορᾶς
125 μαρνάμεθʼ ἐνδυκέως
Κουρῆσι μενεπτολέμοις·
ἔνθʼ ἐγὼ πολλοῖς σὺν ἄλλοις
Ἴφικλον κατέκτανον
ἐσθλόν τʼ Ἀφάρητα, θοοὺς μάτρωας· οὐ γὰρ
130 καρτερόθυμος Ἄρης
κρίνει φίλον ἐν πολέμῳ·
τυφλὰ δʼ ἐκ χειρῶν βέλη
ψυχαῖς ἔπι δυσμενέων φοι-
τᾷ θάνατόν τε φέρει
135 τοῖσιν ἂν δαίμων θέλῃ·
ταῦτʼ οὐκ ἐπιλεξαμένα
Θεστίου κούρα δαΐφρων
μάτηρ κακόποτμος ἐμοὶ
βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά·
140 καῖέ τε δαιδαλέας
ἐκ λάρνακος ὠκύμορον
φιτρὸν ἀγκλαύσασα, τὸν δὴ
μοῖρʼ ἐπέκλωσεν τότε
ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. τύχον μὲν
145 Δαϊπύλου Κλύμενον
παῖδʼ ἄλκιμον ἐξεναρί-
ζων ἀμώμητον δέμας,
πύργων προπάροιθε κιχήσας·
τοὶ δὲ πρὸς εὐκτιμέναν
150 φεῦγον ἀρχαίαν πόλιν
Πλευρῶνα· μινύνθη δέ μοι ψυχὰ γλυκεῖα,
γνῶν δʼ ὀλιγοσθενέων·
αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλ[άμων
ἀγλαὰν ἥβαν προλείπων.
155 φασὶν ἀδεισιβόαν
Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε
τέγξαι βλέφαρον, ταλαπενθ έο ς
πότμον οἰκτίροντα φωτός·
καί νιν ἀμειβόμενος
160 τοῖʼ ἔφα· θνατοῖσι μὴ φῦναι φέριστον,
μηδʼ ἀελίου προσιδεῖν
φέγγος· ἀλλʼ οὐ γάρ τίς ἐστιν
πρᾶξις τάδε μυρομένοις,
χρὴ κεῖνο λέγειν ,τι καὶ μέλλει τελεῖν.
165 ῥα τις ἐν μεγάροις
Οἰνῆος ἀρηϊφίλου
ἔστιν ἀδμήτα θυγάτρων,
σοὶ φυὰν ἀλιγκία;
τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν.
170 τὸν δὲ μενεπτολέμου
ψυχὰ προσέφα Μελεά-
γρου· λίπον χλωραύχενα
ἐν δώμασι Δαϊάνειραν,
νῆϊν ἔτι χρυσέας
175 Κύπριδος θελξιμβρότου.
λευκώλενε Καλλιόπα,
στᾶσον εὐποίητον ἅρμα
αὐτοῦ· Δία τε Κρονίδαν
ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,
180 τόν τʼ ἀκαμαντορόαν
Ἀλφ εό ν, Πέλοπός τε βίαν,
καὶ Πίσαν, ἔνθʼ κλεεννὸς
ποσσὶ νικάσας δρόμῳ
ἦλθ]εν Φερένικος ἐς εὐπύργους Συρακόσ-
185 σας Ἱέρωνι φέρων
εὐδ]αιμονίας πέταλον.
χρὴ δʼ ἀλαθείας χάριν
αἰνεῖν, φθόνον ἀμφοτέραισιν
χερσὶν ἀπωσάμενον,
190 εἴ τις εὖ πράσσοι βροτῶν.
Βοιωτὸς ἀνὴρ τᾷδε φών[ησεν, γλυκειᾶν
Ἡσίοδος πρόπολος
Μουσᾶν, ὃν ἂν ἀθάνατοι τι[μῶσι, τούτῳ
καὶ βροτῶν φήμαν ἕπ[εσθαι.
195 πείθομαι εὐμαρέως
εὐκλ έα κελεύθου γλῶσσαν οὐ[κ ἐκτὸς δίκας
πέμπειν Ἱέρωνι· τόθεν γὰρ
πυθμένες θάλλουσιν ἐσθλ[ῶν,
τοὺς μεγιστοπάτωρ
200 Ζεὺς ἀκινήτους ἐν εἰρήν[ φυλάσσοι.
Tap any Greek word to look it up
An open-access project
Jebb 1905
Cambridge
Jebb, Cambridge, 1905 · 1905
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Tap any Greek word to look it up