Gate 3
τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν
θεοὶ δοῖεν, ὡς δικαίως πόλεως
πρόμαχος ὄρνυται· τρέμω δʼ αἱματη-
420 φόρους μόρους ὑπὲρ φίλων
ὀλομένων ἰδέσθαι.
τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·
Καπανεὺς δʼ ἐπʼ Ἠλέκτραισιν εἴληχεν πύλαις,
γίγας ὅδʼ ἄλλος τοῦ πάρος λελεγμένου
425 μείζων, κόμπος δʼ οὐ κατʼ ἄνθρωπον φρονεῖ,
πύργοις δʼ ἀπειλεῖ δείνʼ, μὴ κραίνοι τύχη·
θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς
ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.
430 τὰς δʼ ἀστραπάς τε καὶ κεραυνίους βολὰς
μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·
ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·
χρυσοῖς δὲ φωνεῖ γράμμασιν πρήσω πόλιν.
435 τοιῷδε φωτὶ πέμπετίς ξυστήσεται,
τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;
καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.
τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
γλῶσσʼ ἀληθὴς γίγνεται κατήγορος·
440 Καπανεὺς δʼ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος,
θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα
χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντʼ ἔπη·
πέποιθα δʼ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
445 ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον
μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
ἀνὴρ δʼ ἐπʼ αὐτῷ, κεἰ στόμαργός ἐστʼ ἄγαν,
αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
φερέγγυον φρούρημα, προστατηρίας
450 Ἀρτέμιδος εὐνοίαισι σύν τʼ ἄλλοις θεοῖς.
λέγʼ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
ὄλοιθʼ ὃς πόλει μεγάλʼ ἐπεύχεται,
κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,
πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν
455 θʼ ἑδωλίων ὑπερκόπῳ
δορί ποτʼ ἐκλαπάξαι.
καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις
λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος
ἐξ ὑπτίου ʼπήδησεν εὐχάλκου κράνους,
460 πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον.
ἵππους δʼ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας
δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.
φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,
μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
465 ἐσχημάτισται δʼ ἀσπὶς οὐ σμικρὸν τρόπον·
ἀνὴρ δʼ· ὁπλίτης κλίμακος προσαμβάσεις
στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.
βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,
ὡς οὐδʼ ἂν Ἄρης σφʼ ἐκβάλοι πυργωμάτων.
470 καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον
πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.
πέμποιμʼ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ·
καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,
Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν
γένους,
475 ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων
βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
ἀλλʼ θανὼν τροφεῖα πληρώσει χθονί,
καὶ δύʼ ἄνδρε καὶ πόλισμʼ ἐπʼ ἀσπίδος
ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
480 κόμπαζʼ ἐπʼ ἄλλῳ, μηδέ μοι φθόνει λέγων.
ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ
πρόμαχʼ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.
ὡς δʼ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει
μαινομένᾳ φρενί, τώς νιν
485 Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.
τέταρτος ἄλλος, γείτονας πύλας ἔχων
Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·
ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
490 ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.
σηματουργὸς δʼ οὔ τις εὐτελὴς ἄρʼ ἦν
ὅστις τόδʼ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
Τυφῶνʼ ἱέντα πύρπνοον διὰ στόμα
λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·
495 ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος
προσηδάφισται κοιλογάστορος κύκλου.
αὐτὸς δʼ ἐπηλάλαξεν, ἔνθεος δʼ Ἄρει
βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.
τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·
500 Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.
πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτʼ ἀγχίπτολις,
πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσʼ ὕβριν,
εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον·
Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
505 ἀνὴρ κατʼ ἄνδρα τοῦτον ᾑρέθη, θέλων
ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
οὔτʼ εἶδος οὔτε θυμὸν οὐδʼ ὅπλων σχέσιν
μωμητός, Ἑρμῆς δʼ εὐλόγως ξυνήγαγεν.
ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
510 ξυνοίσετον δὲ πολεμίους ἐπʼ ἀσπίδων
θεούς· μὲν γὰρ πύρπνοον Τυφῶνʼ ἔχει,
Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπʼ ἀσπίδος
σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·
κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.
515 τοιάδε μέντοι προσφίλεια δαιμόνων·
πρὸς τῶν κρατούντων δʼ ἐσμέν, οἱ δʼ ἡσσωμένων,
εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ·
Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος
εἰκὸς δὲ πράξειν ἄνδρας ὧδʼ ἀντιστάτας,
520 σωτὴρ γένοιτʼ ἂν Ζεὺς ἐπʼ ἀσπίδος τυχών.
πέποιθα δὴ τὸν Διὸς ἀντίτυπον ἔχοντʼ
ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας
δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ
δαροβίοισι θεοῖσιν,
525 πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.
οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,
πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,
τύμβον κατʼ αὐτὸν Διογενοῦς Ἀμφίονος·
ὄμνυσι δʼ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ
530 σέβειν πεποιθὼς ὀμμάτων θʼ ὑπέρτερον,
μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
Διός· τόδʼ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ·
στείχει δʼ ἴουλος ἄρτι διὰ παρηίδων,
535 ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.
δʼ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,
φρόνημα, γοργὸν δʼ ὄμμʼ ἔχων, προσίσταται.
οὐ μὴν ἀκόμπαστός γʼ ἐφίσταται πύλαις·
τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ
540 σάκει, κυκλωτῷ σώματος προβλήματι,
Σφίγγʼ ὠμόσιτον προσμεμηχανημένην
γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,
φέρει δʼ ὑφʼ αὑτῇ φῶτα Καδμείων ἕνα,
ὡς πλεῖστʼ ἐπʼ ἀνδρὶ τῷδʼ ἰάπτεσθαι βέλη.
545 ἐλθὼν δʼ ἔοικεν οὐ καπηλεύσειν μάχην,
μακρᾶς κελεύθου δʼ οὐ καταισχυνεῖν πόρον,
Παρθενοπαῖος Ἀρκάς· δὲ τοιόσδʼ ἀνὴρ
μέτοικος, Ἄργει δʼ ἐκτίνων καλὰς τροφάς,
πύργοις ἀπειλεῖ τοῖσδʼ μὴ κραίνοι θεός.
550 εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,
αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·
τἂν πανώλεις παγκάκως τʼ ὀλοίατο.
ἔστιν δὲ καὶ τῷδʼ, ὃν λέγεις τὸν Ἀρκάδα,
ἀνὴρ ἄκομπος, χεὶρ δʼ ὁρᾷ τὸ δράσιμον,
555 Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου·
ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
οὐδʼ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους
εἰκὼ φέροντα πολεμίας ἐπʼ ἀσπίδος·
560 ʼξωθεν εἴσω τῷ φέροντι μέμψεται,
πυκνοῦ κροτησμοῦ τυγχάνουσʼ ὑπὸ πτόλιν.
θεῶν θελόντων τἂν ἀληθεύσαιμʼ ἐγώ.
ἱκνεῖται λόγος διὰ στηθέων,
τριχὸς δʼ ὀρθίας πλόκαμος ἵσταται,
565 μεγάλα μεγαληγόρων κλυούσᾳ
ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ
θεοὶ τοῦδʼ ὀλέσειαν ἐν γᾷ.
ἕκτον λέγοιμʼ ἂν ἄνδρα σωφρονέστατον,
ἀλκήν τʼ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν·
570 Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος
κακοῖσι βάζει πολλὰ Τυδέως βίαν·
τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,
μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,
Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,
575 κακῶν τʼ Ἀδράστῳ τῶνδε βουλευτήριον.
καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον,
ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν,
δίς τʼ ἐν τελευτῇ τοὔνομʼ ἐνδατούμενος,
καλεῖ. λέγει δὲ τοῦτʼ ἔπος διὰ στόμα·
580 τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,
καλόν τʼ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
πορθεῖν, στράτευμʼ ἐπακτὸν ἐμβεβληκότα;
μητρός τε πηγὴν τίς κατασβέσει δίκη;
585 πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ
ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;
ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,
μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.
μαχώμεθʼ, οὐκ ἄτιμον ἐλπίζω μόρον.
590 τοιαῦθʼ μάντις ἀσπίδʼ εὐκήλως ἔχων
πάγχαλκον ηὔδα· σῆμα δʼ οὐκ ἐπῆν κύκλῳ.
οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλʼ εἶναι θέλει,
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.
595 τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας
πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.
φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς
δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.
ἐν παντὶ πράγει δʼ ἔσθʼ ὁμιλίας κακῆς
600 κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος·
ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.
γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ
ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ
ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,
605 ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν
ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,
ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,
πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη.
οὕτως δʼ μάντις, υἱὸν Οἰκλέους λέγω,
610 σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,
μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς
θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,
τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,
Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.
615 δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις
οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ,
ἀλλʼ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,
εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου·
φιλεῖ δὲ σιγᾶν λέγειν τὰ καίρια.
620 ὅμως δʼ ἐπʼ αὐτῷ φῶτα, Λασθένους βίαν,
ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,
γέροντα τὸν νοῦν, σάρκα δʼ ἡβῶσαν φύει,
ποδῶκες ὄμμα, χεῖρα δʼ οὐ βραδύνεται
παρʼ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.
625 θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.
κλύοντες θεοὶ δικαίας λιτὰς
ἁμετέρας τελεῖθʼ, ὡς πόλις εὐτυχῇ,
δορίπονα κάκʼ ἐκτρέποντες ἐς γᾶς
ἐπιμόλους· πύργων δʼ ἔκτοθεν
630 βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ.
Tap any Greek word to look it up
An open-access project
Smyth 1922
Loeb
Smyth (eclectic), 1922 · 1922
The Editor

Herbert Weir Smyth (1857–1937) was Eliot Professor of Greek at Harvard University. Best known for his Greek Grammar (1920), which remains the standard reference grammar for students of ancient Greek, Smyth also produced the Loeb Classical Library edition of Aeschylus (2 volumes, 1922–1926). His combination of linguistic expertise and literary sensitivity made his Aeschylus edition particularly valuable.

About This Edition

Smyth's Loeb Aeschylus presents the Greek text with facing English translation. Following Loeb convention, the text is based on established critical editions. For a critical text of Aeschylus, the OCT by D. L. Page (1972) and M. L. West's Teubner (1990, revised 1998) are now the standard references. Smyth's translations, while sometimes dated in style, remain useful for their accuracy and his notes address many of the textual difficulties that make Aeschylus the most challenging of the three great tragedians.

Translator

Herbert Weir Smyth (Loeb Classical Library)

Text Basis

Smyth's own eclectic text, based on the manuscript tradition and Wilamowitz. Smyth was both editor and translator.

Tap any Greek word to look it up