Third Stasimon
μεγάλε Ζεῦ καὶ πολιοῦχοι
δαίμονες, οἳ δὴ Κάδμου πύργους
τούσδε ῥύεσθε,
825 πότερον χαίρω κἀπολολύξω
πόλεως ἀσινεῖ σωτῆρι . .,
τοὺς μογεροὺς καὶ δυσδαίμονας
830 ἀτέκνους κλαύσω πολεμάρχους;
οἳ δῆτʼ ὀρθῶς κατʼ ἐπωνυμίαν
καὶ πολυνεικεῖς
ὤλοντʼ ἀσεβεῖ διανοίᾳ.
μέλαινα καὶ τελεία
γένεος Οἰδίπου τʼ ἀρά,
κακόν με καρδίαν τι περιπίτνει κρύος.
835 ἔτευξα τύμβῳ μέλος
Θυιὰς αἱματοσταγεῖς
νεκροὺς κλύουσα δυσμόρως
θανόντας· δύσορνις -
δε ξυναυλία δορός.
840 ἐξέπραξεν, οὐδʼ ἀπεῖπεν
πατρόθεν εὐκταία φάτις·
βουλαὶ δʼ ἄπιστοι Λαΐου διήρκεσαν.
μέριμνα δʼ ἀμφὶ πτόλιν·
θέσφατʼ οὐκ ἀμβλύνεται.
845 ἰὼ πολύστονοι, τόδʼ ἠρ-
γάσασθʼ ἄπιστον· ἦλθε δʼ αἰ-
ακτὰ πήματʼ οὐ λόγῳ.
τάδʼ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος·
διπλαῖ μέριμναι, διδυμάνορα
850 κάκʼ αὐτοφόνα, δίμοιρα τέ-
λεια τάδε πάθη. τί φῶ;
τί δʼ ἄλλο γʼ πόνοι πόνων
δόμων ἐφέστιοι;
ἀλλὰ γόων, φίλαι, κατʼ οὖρον
855 ἐρέσσετʼ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν
πίτυλον, ὃς αἰὲν διʼ Ἀχέροντʼ ἀμείβεται
τὰν ἄστολον μελάγκροκον ναύστολον θεωρίδα,
τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον
860 πάνδοκον εἰς ἀφανῆ τε χέρσον.
ἀλλὰ γὰρ ἥκουσʼ αἵδʼ ἐπὶ πρᾶγος
πικρὸν Ἀντιγόνη τʼ ἠδʼ Ἰσμήνη,
θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως
οἶμαί σφʼ ἐρατῶν ἐκ βαθυκόλπων
865 στηθέων ἥσειν ἄλγος ἐπάξιον.
ἡμᾶς δὲ δίκη πρότερον φήμης
τὸν δυσκέλαδόν θʼ ὕμνον Ἐρινύος
ἰαχεῖν Ἀίδα τʼ
870 ἐχθρὸν παιᾶνʼ ἐπιμέλπειν.
ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι
στρόφον ἐσθῆσιν περιβάλλονται,
κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς
μὴ ʼκ φρενὸς ὀρθῶς με λιγαίνειν.
875 ἰὼ ἰὼ δύσφρονες,
φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,
δόμους πατρῴους ἑλόν-
τες μέλεοι σὺν αἰχμᾷ.
μέλεοι δῆθʼ οἳ μελέους θανάτους
880 εὕροντο δόμων ἐπὶ λύμῃ.
ἰὼ ἰὼ δωμάτων
ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας
ἰδόντες, ἤδη διήλ-
885 λαχθε σὺν σιδάρῳ.
κάρτα δʼ ἀληθῆ πατρὸς Οἰδιπόδα
πότνιʼ Ἐρινὺς ἐπέκρανεν.
διʼ εὐωνύμων τετυμμένοι,
τετυμμένοι δῆθʼ,
890 ὁμοσπλάγχνων τε πλευρωμάτων
αἰαῖ δαιμόνιοι,
αἰαῖ δʼ ἀντιφόνων
θανάτων ἀραί.
895 διανταίαν λέγεις πλαγὰν δόμοισι καὶ
σώμασιν πεπλαγμένους, ἐννέπω
ἀναυδάτῳ μένει
ἀραίῳ τʼ ἐκ πατρὸς
οὐ διχόφρονι πότμῳ.
900 διήκει δὲ καὶ πόλιν στόνος,
στένουσι πύργοι,
στένει πέδον φίλανδρον· μένει
κτέανα δʼ ἐπιγόνοις,
διʼ ὧν αἰνομόροις,
905 διʼ ὧν νεῖκος ἔβα
καὶ θανάτου τέλος.
ἐμοιράσαντο δʼ ὀξυκάρδιοι
κτήμαθʼ, ὥστʼ ἴσον λαχεῖν.
διαλλακτῆρι δʼ οὐκ
ἀμεμφεία φίλοις,
910 οὐδʼ ἐπίχαρις Ἄρης.
σιδαρόπλακτοι μὲν ὧδʼ ἔχουσιν,
σιδαρόπλακτοι δὲ τοὺς μένουσι,
τάχʼ ἄν τις εἴποι, τίνες;
τάφων πατρῴων λαχαί.
915 ὅδʼ ἁμῶν μάλʼ ἀχέτας τοὺς
προπέμπει δαϊκτὴρ γόος αὐ-
τόστονος, αὐτοπήμων,
δαϊόφρων δʼ·, οὐ φιλογαθής, ἐτύμως
δακρυχέων ἐκ φρενός,
920 κλαιομένας μου μινύθει
τοῖνδε δυοῖν ἀνάκτοιν.
πάρεστι δʼ εἰπεῖν ἐπʼ ἀθλίοισιν
ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,
ξένων τε πάντων στίχας
925 πολυφθόρους ἐν δαΐ.
δυσδαίμων σφιν τεκοῦσα
πρὸ πασᾶν γυναικῶν ὁπόσαι
τεκνογόνοι κέκληνται.
παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα
930 τούσδʼ ἔτεχʼ, οἱ δʼ ὧδʼ ἐτελεύ-
τασαν ὑπʼ ἀλλαλοφόνοις
χερσὶν ὁμοσπόροισιν.
ὁμόσποροι δῆτα καὶ πανώλεθροι,
διατομαῖς οὐ φίλοις,
935 ἔριδι μαινομένᾳ,
νείκεος ἐν τελευτᾷ.
πέπαυται δʼ ἔχθος, ἐν δὲ γαίᾳ
ζόα φονορύτῳ
μέμεικται· κάρτα δʼ εἴσʼ ὅμαιμοι.
940 πικρὸς λυτὴρ νεικέων πόντιος
ξεῖνος ἐκ πυρὸς συθεὶς
θακτὸς σίδαρος· πικρὸς δὲ χρημάτων
κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ-
αν τιθεὶς ἀλαθῆ.
945 ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι
διοδότων ἀχθέων·
ὑπὸ δὲ σώματι γᾶς
πλοῦτος ἄβυσσος ἔσται.
ἰὼ πολλοῖς ἐπανθίσαντες
950 πόνοισι γενεάν·
τελευταῖαι δʼ ἐπηλάλαξαν
Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου
παντρόπῳ φυγᾷ γένους.
ἕστακε δʼ Ἄτας τροπαῖον ἐν πύλαις,
955 ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή-
σας ἔληξε δαίμων.
Tap any Greek word to look it up
An open-access project
Smyth 1922
Loeb
Smyth (eclectic), 1922 · 1922
The Editor

Herbert Weir Smyth (1857–1937) was Eliot Professor of Greek at Harvard University. Best known for his Greek Grammar (1920), which remains the standard reference grammar for students of ancient Greek, Smyth also produced the Loeb Classical Library edition of Aeschylus (2 volumes, 1922–1926). His combination of linguistic expertise and literary sensitivity made his Aeschylus edition particularly valuable.

About This Edition

Smyth's Loeb Aeschylus presents the Greek text with facing English translation. Following Loeb convention, the text is based on established critical editions. For a critical text of Aeschylus, the OCT by D. L. Page (1972) and M. L. West's Teubner (1990, revised 1998) are now the standard references. Smyth's translations, while sometimes dated in style, remain useful for their accuracy and his notes address many of the textual difficulties that make Aeschylus the most challenging of the three great tragedians.

Translator

Herbert Weir Smyth (Loeb Classical Library)

Text Basis

Smyth's own eclectic text, based on the manuscript tradition and Wilamowitz. Smyth was both editor and translator.

Tap any Greek word to look it up