First Episode
ταῦτα δὴ λιποῦσʼ ἱκάνω χρυσεοστόλμους δόμους
160 καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.
κἀμὲ καρδίαν ἀμύσσει φροντίς· ἐς δʼ ὑμᾶς ἐρῶ
μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσʼ ἀδείμαντος, φίλοι,
μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ
ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος.
165 ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν,
μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν
μήτʼ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.
ἔστι γὰρ πλοῦτός γʼ ἀμεμφής, ἀμφὶ δʼ ὀφθαλμῷ φόβος·
ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.
170 πρὸς τάδʼ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου
τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·
πάντα γὰρ τὰ κέδνʼ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.
εὖ τόδʼ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι
μήτʼ ἔπος μήτʼ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ·
175 εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.
πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν
ξύνειμʼ, ἀφʼ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν
Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·
ἀλλʼ οὔτι πω τοιόνδʼ ἐναργὲς εἰδόμην
180 ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι.
ἐδοξάτην μοι δύο γυναῖκʼ εὐείμονε,
μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
δʼ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,
185 κάλλει τʼ ἀμώμω, καὶ κασιγνήτα γένους
ταὐτοῦ· πάτραν δʼ ἔναιον μὲν Ἑλλάδα
κλήρῳ λαχοῦσα γαῖαν, δὲ βάρβαρον.
τούτω στάσιν τινʼ, ὡς ἐγὼ ʼδόκουν ὁρᾶν,
τεύχειν ἐν ἀλλήλαισι· παῖς δʼ ἐμὸς μαθὼν
190 κατεῖχε κἀπράυνεν, ἅρμασιν δʼ ὕπο
ζεύγνυσιν αὐτὼ καὶ λέπαδνʼ ἐπʼ αὐχένων
τίθησι. χἠ μὲν τῇδʼ ἐπυργοῦτο στολῇ
ἐν ἡνίαισί τʼ εἶχεν εὔαρκτον στόμα,
δʼ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου
195 διασπαράσσει καὶ ξυναρπάζει βίᾳ
ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.
πίπτει δʼ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
Δαρεῖος οἰκτείρων σφε· τὸν δʼ ὅπως ὁρᾷ
Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
200 καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.
ἐπεὶ δʼ ἀνέστην καὶ χεροῖν καλλιρρόου
ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ
βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν
θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.
205 ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάραν
Φοίβου· φόβῳ δʼ ἄφθογγος ἐστάθην, φίλοι·
μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ
πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα
τίλλονθʼ· δʼ οὐδὲν ἄλλο γʼ πτήξας δέμας
210 παρεῖχε. ταῦτʼ ἔμοιγε δείματʼ εἰσιδεῖν,
ὑμῖν δʼ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς
πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτʼ ἀνήρ,
κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει,
σωθεὶς δʼ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.
215 οὔ σε βουλόμεσθα, μῆτερ, οὔτʼ ἄγαν φοβεῖν λόγοις
οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδʼ ἀποτροπὴν τελεῖν,
τὰ δʼ ἀγάθʼ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς
220 Γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δʼ αἰτοῦ τάδε,
σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατʼ εὐφρόνην,
ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,
τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.
ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα.
225 εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.
ἀλλὰ μὴν εὔνους γʼ πρῶτος τῶνδʼ ἐνυπνίων κριτὴς
παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδʼ ἐκύρωσας φάτιν.
ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δʼ, ὡς ἐφίεσαι,
πάντα θήσομεν θεοῖσι τοῖς τʼ ἔνερθε γῆς φίλοις,
230 εὖτʼ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δʼ ἐκμαθεῖν θέλω,
φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.
τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.
ἀλλὰ μὴν ἵμειρʼ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;
πᾶσα γὰρ γένοιτʼ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.
235 ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;
καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.
καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;
ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.
πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;
240 οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.
τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;
οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδʼ ὑπήκοοι.
πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;
ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.
245 δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι.
ἀλλʼ ἐμοὶ δοκεῖν τάχʼ εἴσῃ πάντα νημερτῆ λόγον.
τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν κακὸν κλύειν.
γῆς ἁπάσης Ἀσιάδος πολίσματα,
250 Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν,
ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς
ὄλβος, τὸ Περσῶν δʼ ἄνθος οἴχεται πεσόν.
ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά·
ὅμως δʼ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,
255 Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.
Tap any Greek word to look it up
An open-access project
Smyth 1922
Loeb
Smyth (eclectic), 1922 · 1922
The Editor

Herbert Weir Smyth (1857–1937) was Eliot Professor of Greek at Harvard University. Best known for his Greek Grammar (1920), which remains the standard reference grammar for students of ancient Greek, Smyth also produced the Loeb Classical Library edition of Aeschylus (2 volumes, 1922–1926). His combination of linguistic expertise and literary sensitivity made his Aeschylus edition particularly valuable.

About This Edition

Smyth's Loeb Aeschylus presents the Greek text with facing English translation. Following Loeb convention, the text is based on established critical editions. For a critical text of Aeschylus, the OCT by D. L. Page (1972) and M. L. West's Teubner (1990, revised 1998) are now the standard references. Smyth's translations, while sometimes dated in style, remain useful for their accuracy and his notes address many of the textual difficulties that make Aeschylus the most challenging of the three great tragedians.

Translator

Herbert Weir Smyth (Loeb Classical Library)

Text Basis

Smyth's own eclectic text, based on the manuscript tradition and Wilamowitz. Smyth was both editor and translator.

Tap any Greek word to look it up