Darius's Prophecy
ἀλλʼ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομʼ εὐγενὲς γύναι,
705 κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
λέξον· ἀνθρώπεια δʼ ἄν τοι πήματʼ ἂν τύχοι βροτοῖς.
πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δʼ ἐκ χέρσου κακὰ
γίγνεται θνητοῖς, μάσσων βίοτος ἢν ταθῇ, πρόσω.
βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ
710 ὡς ἕως τʼ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν
βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.
πάντα γάρ, Δαρεῖʼ ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ.
διαπεπόρθηται τὰ Περσῶν πράγμαθʼ, ὡς εἰπεῖν ἔπος.
715 τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτὸς στάσις πόλει;
οὐδαμῶς· ἀλλʼ ἀμφʼ Ἀθήνας πᾶς κατέφθαρται στρατός.
τίς δʼ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.
θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.
πεζὸς ναύτης δὲ πεῖραν τήνδʼ ἐμώρανεν τάλας;
720 ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.
πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;
μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστʼ ἔχειν πόρον.
καὶ τόδʼ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν·
ὧδʼ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.
725 φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.
ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.
καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδʼ ἐπιστενάζετε;
ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.
ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;
730 πρὸς τάδʼ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει.
πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.
Βακτρίων δʼ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων.
μέλεος, οἵαν ἄρʼ ἥβην ξυμμάχων ἀπώλεσεν.
μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα
735 πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;
ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.
καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτʼ ἐτήτυμον;
ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γʼ, οὐδʼ ἔνι στάσις.
φεῦ, ταχεῖά γʼ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδʼ ἐμὸν
740 Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που
διὰ μακροῦ χρόνου τάδʼ ηὔχουν ἐκτελευτήσειν θεούς·
ἀλλʼ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.
νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.
παῖς δʼ ἐμὸς τάδʼ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·
745 ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ·
καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις
περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,
θνητὸς ὢν θεῶν τε πάντων ᾤετʼ, οὐκ εὐβουλίᾳ,
750 καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδʼ οὐ νόσος φρενῶν
εἶχε παῖδʼ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος
οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.
ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
θούριος Ξέρξης· λέγουσι δʼ ὡς σὺ μὲν μέγαν τέκνοις
755 πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δʼ ἀνανδρίας ὕπο
ἔνδον αἰχμάζειν, πατρῷον δʼ ὄλβον οὐδὲν αὐξάνειν.
τοιάδʼ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
τήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα.
τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
760 μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω
τόδʼ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,
ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδʼ ὤπασεν,
ἕνʼ ἄνδρʼ ἁπάσης Ἀσίδος μηλοτρόφου
ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.
765 Μῆδος γὰρ ἦν πρῶτος ἡγεμὼν στρατοῦ·
ἄλλος δʼ ἐκείνου παῖς τόδʼ ἔργον ἤνυσεν·
φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.
τρίτος δʼ ἀπʼ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·
770 Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.
θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.
πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ
775 θρόνοισί τʼ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ
Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδʼ ἦν χρέος.
ἕκτος δὲ Μάραφις, ἕβδομος δʼ Ἀρταφρένης.
κἀγὼ πάλου τʼ ἔκυρσα τοῦπερ ἤθελον,
780 κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ·
ἀλλʼ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.
Ξέρξης δʼ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ,
κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·
εὖ γὰρ σαφῶς τόδʼ ἴστʼ, ἐμοὶ ξυνήλικες,
785 ἅπαντες ἡμεῖς, οἳ κράτη τάδʼ ἔσχομεν,
οὐκ ἂν φανεῖμεν πήματʼ ἔρξαντες τόσα.
τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις
λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι
πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;
790 εἰ μὴ στρατεύοισθʼ ἐς τὸν Ἑλλήνων τόπον,
μηδʼ εἰ στράτευμα πλεῖον τὸ Μηδικόν.
αὐτὴ γὰρ γῆ ξύμμαχος κείνοις πέλει.
πῶς τοῦτʼ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;
κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.
795 ἀλλʼ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.
ἀλλʼ οὐδʼ μείνας νῦν ἐν Ἑλλάδος τόποις
στρατὸς κυρήσει νοστίμου σωτηρίας.
πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων
περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;
800 παῦροι γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν
χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα
βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δʼ οὔ.
κεἴπερ τάδʼ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ
λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.
805 μίμνουσι δʼ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς
ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί·
οὗ σφιν κακῶν ὕψιστʼ ἐπαμμένει παθεῖν,
ὕβρεως ἄποινα κἀθέων φρονημάτων·
οἳ γῆν μολόντες Ἑλλάδʼ οὐ θεῶν βρέτη
810 ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς·
βωμοὶ δʼ ἄιστοι, δαιμόνων θʼ ἱδρύματα
πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
815 κρηνὶς ἀπέσβηκʼ ἀλλʼ ἔτʼ ἐκπιδύεται.
τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς
πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο·
θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν
820 ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.
ὕβρις γὰρ ἐξανθοῦσʼ ἐκάρπωσεν στάχυν
ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.
τοιαῦθʼ ὁρῶντες τῶνδε τἀπιτίμια
μέμνησθʼ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις
825 ὑπερφρονήσας τὸν παρόντα δαίμονα
ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
πρὸς ταῦτʼ ἐκεῖνον, σωφρονεῖν κεχρημένον,
830 πινύσκετʼ εὐλόγοισι νουθετήμασιν,
λῆξαι θεοβλαβοῦνθʼ ὑπερκόμπῳ θράσει.
σὺ δʼ, γεραιὰ μῆτερ Ξέρξου φίλη,
ἐλθοῦσʼ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
λαβοῦσʼ ὑπαντίαζε παιδί. πάντα γὰρ
835 κακῶν ὑπʼ ἄλγους λακίδες ἀμφὶ σώματι
στημορραγοῦσι ποικίλων ἐσθημάτων.
ἀλλʼ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·
μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
ἐγὼ δʼ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
840 ὑμεῖς δέ, πρέσβεις, χαίρετʼ, ἐν κακοῖς ὅμως
ψυχῇ διδόντες ἡδονὴν καθʼ ἡμέραν,
ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.
πολλὰ καὶ παρόντα καὶ μέλλοντʼ ἔτι
ἤλγησʼ ἀκούσας βαρβάροισι πήματα.
845 δαῖμον, ὥς με πόλλʼ ἐσέρχεται κακὰ
ἄλγη, μάλιστα δʼ ἥδε συμφορὰ δάκνει,
ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
ἐσθημάτων κλύουσαν, νιν ἀμπέχει.
ἀλλʼ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων
850 ὑπαντιάζειν παιδί μου πειράσομαι.
οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν.
Tap any Greek word to look it up
An open-access project
Smyth 1922
Loeb
Smyth (eclectic), 1922 · 1922
The Editor

Herbert Weir Smyth (1857–1937) was Eliot Professor of Greek at Harvard University. Best known for his Greek Grammar (1920), which remains the standard reference grammar for students of ancient Greek, Smyth also produced the Loeb Classical Library edition of Aeschylus (2 volumes, 1922–1926). His combination of linguistic expertise and literary sensitivity made his Aeschylus edition particularly valuable.

About This Edition

Smyth's Loeb Aeschylus presents the Greek text with facing English translation. Following Loeb convention, the text is based on established critical editions. For a critical text of Aeschylus, the OCT by D. L. Page (1972) and M. L. West's Teubner (1990, revised 1998) are now the standard references. Smyth's translations, while sometimes dated in style, remain useful for their accuracy and his notes address many of the textual difficulties that make Aeschylus the most challenging of the three great tragedians.

Translator

Herbert Weir Smyth (Loeb Classical Library)

Text Basis

Smyth's own eclectic text, based on the manuscript tradition and Wilamowitz. Smyth was both editor and translator.

Tap any Greek word to look it up